Μετάβαση στο περιεχόμενο

Επιστολαί αγροικικαί

Από Βικιθήκη
Ἐπιστολαὶ ἀγροικικαὶ
Συγγραφέας:
Claudii Aeliani Vol 2. Aelian. Rudolf Hercher. In Aedibus B.G. Teubneri. Lipsiae, 1866.


ΕΚ ΤΩΝ ΑΙΛΙΑΝΟΥ


ΑΓΡΟΙΚΙΚΩΝ ΕΠΙΣΤΟΛΩΝ


Εὐθυκομίδης Βλεπαίῳ.

1 Διαψύχοντί μοι πρὸς τὴν εἵλην τοὺς βότρυς ἡ μανία προσελθοῦσα ἐθρύπτετο καὶ ὡραϊζομένη πολλοῖς ἔβαλλε τοῖς σκώμμασιν. ἐγὼ δὲ παλαιὸν δή τι ἐπιτεθυμμένος αὐτῆς διενοούμην τι δρᾶσαι θερμόν. ὡς οὖν ἄσμενος ἐλαβόμην, πλησιάσας τὰς μὲν ῥᾶγας εἴασα, ἐφερπύσας δὲ καὶ μάλα ἀσμένως τῆς ὥρας ἐτρύγησα. ταῦτά σοι πρὸς τοῦ Πανὸς μυστήρια τὰ μεγάλα ἔστω.


Κωμαρχίδης Δρωπαίῳ.

2 Ἡμέρων ὁ μαλακὸς φελλεῖ ἐπέκοψε τὸ σκέλος πάνυ ἰσχυρῶς, καὶ θέρμη ἐπέλαβεν αὐτοῦ, καὶ βουβὼν ἐπήρθη. βουλοίμην δ᾽ ἂν αὐτὸν ἀναρρωσθῆναι ἤ μοι μεδίμνους ἰσχάδων ὑπάρξαι τέτταρας. τὴν οἶν τὴν τὰ μαλακὰ ἔρια, ἣν ἐπαινῶ πρὸς σέ, παρ᾽ ἐμοῦ πρόσειπε καὶ τὼ βοϊδίω καὶ τὴν κύνα, καὶ τὴν Μανίαν καὶ αὐτὴν χαίρειν κέλευε.


Εὐπειθίδης Τιμωνίδῃ.

3 Ἀδικεῖ με ἡ παρὰ σοὶ Σηκύλη παραιρουμένη τῶν δραγμάτων καὶ παρακλέπτουσα. ἐὰν μὲν οὖν παύσηται καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης. καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπ᾽ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου.


Ἀνθεμίων Δράκητι.

4 Τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν; ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας. εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον.


Βαίτων Ἀνθεμίωνι.

5 Τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες· ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ· αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον; δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο καὶ τοῦτο· ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας. εἶτα εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.


Κάλλαρος Καλλικλεῖ.

6 Καὶ ποῖ τις ἀποτρέψει τὸ ῥεῦμα, εἰ μήτε ἐς τὴν ὁδὸν ἐμβαλεῖ μήτε ἐς τὴν τῶν γειτόνων διαβήσεται; οὐ γὰρ δήπου κελεύσεις ἡμᾶς ἐκπιεῖν αὐτό. πάλαι μὲν οὖν λέλεκται κακὸν εἶναι γείτων κακός, πεπίστευται δὲ νῦν οὐχ ἥκιστα ἐπὶ σοῦ. ἀλλ᾽ οὐδέν σοι πλέον τῆς βίας: οὐ γὰρ ἀποδωσόμεθά σοι τὸ χωρίον, δικάσεται δὲ πρότερον ὑπὲρ τούτων πρός σε ὁ δεσπότης, ἐάνπερ τὴν διάνοιαν ὑγιαίνῃ.


Δερκύλλος Ὀπώρᾳ.

7 Οὐχ ὅτι καλὴ λέγεις εἶναι οὐδ᾽ ὅτι πολλοὺς ἐραστὰς λέγεις ἔχειν, διὰ τοῦτο ἐπαινῶ σε· ἴσως μὲν γάρ σε ἐκεῖνοι διὰ τὸ εἶδος θαυμάζουσιν, ἐμὲ δὲ ἀρέσκεις διὰ τὸ ὄνομα, καί σε οὕτως ὡς καὶ τὴν γῆν τὴν πατρῴαν ἐπαινῶ, καὶ τεθαύμακα τὸν οὕτω σε καλέσαντα τῆς ἐπινοίας, ἵνα μὴ μόνοι σε περιμαίνωνται δηλονότι οἱ ἐν τῇ πόλει, ἀλλὰ γὰρ καὶ ἀγροῖκος λεώς. τῆς ὀπώρας οὖν καταπειράσας τί ἀδικῶ; ἐπεὶ τά τε ἄλλα καὶ ἐφολκὸν ἐς ἔρωτα τὸ ὄνομα, καὶ ταῦτα ἀνδρὶ γεωργίᾳ ζῶντι. ἀπέστειλα οὖν σοι τῆς ὁμωνύμου τῆς ἐν ἀγρῷ σῦκα καὶ βότρυς καὶ τρύγα ἀπὸ ληνῶν· ἦρος δὲ ἀποπέμψω καὶ ῥόδα, τὴν ἐκ τῶν λειμώνων ὀπώραν.



Ὀπώρα Δερκύλλῳ.

8 Σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα· πίοι δ᾽ ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι· ὀπώραν δὲ ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον· παιδεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν προσῆκόν ἐστιν ἀνταπολαμβάνειν: ἐὰν δὲ ἀπορρεύσῃ, τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν ἀναθῆλαι· ἑταίρας δὲ ὀπώρα μία. δεῖ τοίνυν ἐντεῦθεν ταμιεύεσθαι πρὸς τὸ γῆρας.


Χρέμης Παρμένωνι.

9 Ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δ᾽ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς. ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.


Φιλέριφος Σιμύλῳ.

10 Πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην. τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω, ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς; τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα. εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν· εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν. ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;


Λαμπρίας Τρύφῃ.

11 Ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν. ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ ῾οὐ γὰρ ὀρθῶς λέγὠ ἀφανής ἐστι νῦν ἔτι πλέον. σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν. ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ.



Τρύφη Λαμπρία.

12 Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς. ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον. πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας; πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα; εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλ᾽ ᾔσθοντο αὐτοῦ. σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος. ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ.


Καλλιππίδης Κνήμωνι.

13 Ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται. σὺ δὲ οὐκ οἶδ᾽ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος. βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος. ἀλλ᾽, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς. ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου.


Κνήμων Καλλιππίδῃ.

14 Ἔει μὲν μηδὲν ἀποκρίνασθαι· ἐπεὶ δὲ εἶ περίεργος καὶ βιάζῃ με ἄκοντά σοι προδιαλέγεσθαι, τοῦτο γοῦν κεκέρδαγκα τὸ δι᾽ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε. ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη. ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος. ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις. μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι. ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους: οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δ᾽ ἂν εἰργασάμην τοῦτο πρῶτον. τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα; ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν. σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα. τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος;


Καλλιππίδης Κνήμωνι.

15 Σὺ μὲν τῶν ἀποφράδων διαφέρεις οὐδὲν οὕτως ἄγριος ὢν καὶ μονήρης τὸν τρόπον, δεῖ δέ σε ὅμως καὶ μὴ βουλόμενον ἥμερον ἡμῖν γενέσθαι αἰδοῖ καὶ ταῦτα γειτνιάσεως καὶ θεῶν ὁρίων τιμῇ, οἵπερ οὖν εἰσι κοινοί. θύω τοίνυν τῷ Πανὶ καὶ Φυλασίων τοὺς μάλιστα ἐπιτηδείους ἐς τὴν ἱερουργίαν παρακαλῶ. ἐν δὴ τούτοις καὶ σὲ ἀφικέσθαι βουλοίμην ἄν· σὺ δὲ καὶ ἐμπιὼν καὶ κοινωνήσας σπονδῶν ἔσῃ τι καὶ πραότερος. ὁ γάρ τοι Διόνυσος φιλεῖ τὰς μὲν ὀργὰς μαραίνειν τε καὶ κατακοιμίζειν, τὰς δὲ εὐφροσύνας ἐγείρειν· ἔσται δέ σοι ὁ αὐτὸς οὗτος θεὸς καὶ Παιών, καὶ ἀπολύσει σε τῆς ἀκράτου χολῆς, οἴνῳ σβέσας τὸ τοῦ θυμοῦ ὑπέκκαυμα. καὶ αὐλητρίδος δὲ ἀκούσας ἴσως, ὦ Κνήμων, καὶ ἐς ᾠδὴν ἐμπεσὼν καὶ ἐς μέλος ὑπολισθὼν ἕξεις τι καὶ γαληνὸν ἐν τῇ ψυχῇ· οὐ χεῖρον δ᾽ ἂν εἴη οἰνωμένον σε καὶ μασχάλην ἆραι. εἰ δέ που καὶ μεθύων κόρῃ περιπέσοις ἅβραν ἀνακαλούσῃ ἢ τὴν τίτθην ὑπολειφθεῖσαν εὑρεῖν πειρωμένῃ, τάχα πού τι καὶ θερμὸν δράσεις καὶ νεανικὸν ἔργον. οὐδὲν ἂν ἀπεοικὸς εἴη καὶ τοιοῦτό τι πραχθῆναι ἐν τῇ τοῦ Πανὸς θυσίᾳ· καὶ γάρ τοι κἀκεῖνος ἐρωτικὸς εὖ μάλα καὶ οἷος ἐπανίστασθαι παρθένοις. λῦσον δὲ καὶ τὴν ὀφρύν, καὶ τὸ σκυθρωπὸν τοῦτο καὶ σύννεφες χάλασον εὐθυμίᾳ. φίλου ταῦτα παραίνεσις νοοῦντός σοι ἀγαθά.


Κνήμων Καλλιππίδῃ.

16 Ἵνα σοι καὶ λοιδορήσωμαι ταῦτ᾽ ἀντεπιστέλλω καὶ ἀφῶ τι τῆς ὀργῆς ἐς σέ: μάλιστα γὰρ ἐδεόμην παρόντος, ἵνα σου καὶ αὐτόχειρ γένωμαι. τί γάρ με διαφθεῖραι γλίχῃ, τί δὲ σπεύδεις ἀπολέσαι με ἐς ἑστίασιν καὶ θοίνην παρακαλῶν; πρῶτον μὲν γὰρ τὸ πολλοὺς ὁρᾶν καὶ συνεῖναι πολλοῖς δεινῶς πέφρικα· φεύγω δὲ κοινὴν θυσίαν ὡς οἱ δειλοὶ τοὺς πολεμίους· ὑφορῶμαι δὲ καὶ τὸν οἶνον ὡς ἐπιβουλεῦσαι καὶ ἐπιθέσθαι γνώμῃ δεινῶς καρτερόν, τοὺς δὲ θεοὺς τούς τε ἄλλους καὶ τὸν Πᾶνα ἀσπάζομαί τε καὶ προσαγορεύω παριὼν μόνον, θύω δὲ οὐδέν, οὐδὲ γὰρ αὐτοὺς ἐνοχλεῖν ἐθέλω. σὺ δέ μοι καὶ αὐλητρίδας προσείεις καὶ ᾠδάς, ὦ καταγέλαστε. ἐπὶ μὲν δὴ τούτοις καινῶς οὐχ ἁψαίμην σου: καλὰ δέ σου κἀκεῖνα, ὀρχήσασθαι καὶ κόρῃ θερμότατα. σὺ μέν μοι δοκεῖς κἂν ἐς πῦρ ἅλασθαι κἂν ἐς μαχαίρας κυβιστῆσαι, ἐμοὶ δὲ μήτε θύων εἴης φίλος μήτε ἄλλως.


Δερκύλλος Αἰσχρέᾳ.

17 Οὐκ ἐγὼ ἔλεγον ὅτι Πλοῦτον ὁρῶντα ὀξὺ καὶ οὐ τυφλὸν ἀνεῦρες, καὶ καταγελᾷς μου καὶ τῆς γῆς καὶ τῆς Τύχης, ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται; σὺ γοῦν ἀπεδείξω τῶν εὐδαιμόνων ἐκείνων εἷς ὤν, οὓς ἐπὶ Κρόνου φασὶν ἐκ τῆς γῆς αὐτόματα ἔχειν πάντα καὶ κοινωνίαν ἐν αὐτοῖς ἄφθονον πολιτεύεσθαι καὶ ἀφέλειαν τρόπου καὶ ἕνα οἶκον οἰκεῖν τὸν ὑπ᾽ οὐρανῷ τόπον πάντα. Πλουτήσαντι γοῦν σοι τίς οὕτω φιλόμωμος ἢ κακός, ὡς ἄχθεσθαι καὶ ζηλότυπα νοεῖν; μήπω τοσαύτης κακίας ἀναπλησθείη γεωργῶν ἤθη, ὡς ζηλοτυπεῖν τε ἐς πλοῦτον καὶ ὑπὲρ χρημάτων φρονεῖν. ἐς ἀγρίας αἶγας τραπείη ταῦτα καὶ ἐς τοὺς ἐν δικαστηρίοις ῥήτορας.


Δημύλος Βλεψίᾳ.

18 Γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλισχρῶς τε καὶ κατ᾽ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρ᾽ ἑαυτῆς ἐλπίδας.


Μορμίας Χρέμητι.

19 ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων· αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατ᾽ ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπ᾽ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.

Φαιδρίας Σθένωνι.

20 Φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας· καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα· πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη. φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα. μὴ τοίνυν γεωργῶν καταφρόνει· ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία: γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ δι᾽ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα. εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν, μὴ θαυμάσῃς· οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλ᾽ Ἀθηναῖοι γεωργοί.