Επιστολή προς Πέτρον τον Κλαίρκιον

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Επιστολή πρὸς Πέτρον τὸν Κλαίρκιον περὶ τῶν μετὰ τὸ σχίσμα Ἁγίων τῆς Ὀρθοδόξου Ἀνατολικῆς Ἐκκλησίας καὶ τῶν γινομένων ἐν αὐτῇ θαυμάτων
Συγγραφέας: Ευγένιος Βούλγαρης


Πέτρῳ Κλαιρκίῳ τῷ αἰδεσιμωτάτῳ ὑποδιακόνῳ τῆς Ῥοδομαγνησίας ἐκκλησίας, καὶ διὰ Παρισικοῦ προνομίου τῶν ἐγκυκλίων παιδευμάτων ἐλλογιμωτάτῳ Διδασκάλῳ, Εὐγένιος Ἱεροδιάκονος ὁ Βούλγαρις, τὸν ἐν Χριστῷ ἀδελφικὸν ἀσπασμόν, καὶ τὴν ἐκ κέντρου ψυχῆς εἰλικρινῆ πρόσρησιν.

Ἐν τῇ τοῦ Κωνσταντίνου μεγαλουπόλει ἐξ ἑνιαυτοῦ ἤδη τὰς διατριβὰς ποιουμένῳ, Σεπτεμβρίου ἱσταμένου, ὁ τῶν ἱερῶν τῷ ὄντι ὑμετέρων γραμμάτων ἐπεδόθη μοι φάκελλος· ὃν καί πως τὴν γνώμην μετέωρος λύων, ὥς γε εἰκός, οἷα δὴ πόῤῥωθεν οὕτως ὑπὸ τοῦ ἥκοντος ἥκειν λεγόμενον, δυσμῶν ἀπ᾿ ἄκρων εἰπεῖν, καὶ ὅθεν οὐκ ἂν ᾤμην ποτὲ γράμμα κομίσεσθαι, ὡς ἀναπτύξας εἶχον, αὐτῷ τε πρὸ παντός, ᾗ δέον, τῷ τοῦ ἐπιστέλλοντος ὀνόματι εἰπών, καὶ Πέτρον ἀναγνοὺς τὸν Κλαίρκιον, ἐν τοῖς καθ᾿ ἡμᾶς ἱεροῖς δόγμασιν, οὐκ ἀθεεὶ δήπου, ἀρτίως προσκεχωρηκέναι ᾀδόμενον (ἦν γάρ τις τοιαύτη, στομάτων διὰ πολλῶν ἱπταμένη, καὶ ὡς ἐμὲ διαῤῥεῦσαι φθάσασα φήμη), τὸν περικλέϊστον τὴν σοφίαν οὐχ ἧττον τὴν εὐσέβειαν, ὅπως ὑφ᾿ ἡδονῆς διεχύθην, καὶ ἔνθους οἷον ἐγενόμην ἐπὶ τῷ ἀδοκήτῳ τῆς συντυχίας, ἢ τῆς εὐτυχίας εἰπεῖν οἰκειότερον, τὶ χρὴ καὶ λέγειν;

Εἶχε γάρ με πρὸς ἑαυτὰ μερισάμενα, τῇ μὲν θαῦμα καὶ μάλα δικαίως, ὅτι τε, καὶ ὅ,τι βουλόμενος, ἐμοὶ τῷ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἐλαχίστῳ, γράμμασιν ἰδίοις κοινῶσαι τὰ κατὰ σαυτὸν ἀξιώσειας· τῇ δὲ χαρᾷ τις ἄῤῥητος καὶ πάντα λόγον ὑπερβάλλουσα, ὡς εἰκός με οὕτω δισταγμοῦ παντός (φιλεῖ γὰρ πως ἡ ψυχή, τῶν καταθυμιωτέρων ἐν ἀκοῇ γενομένη, οὐκ ἀναμφιβόλους ἐκδέχεσθαι τὰς ἐκβάσεις) καὶ ἀμφιλογίας ἁπάσης στήσει τὰ γεγραμμένα, ἀτρεκῶς ἐπὶ τοῖς περὶ σοῦ λεγομένοις ἐντεῦθεν πληροφορηθησόμενον, καὶ, εἴτι δεῖ καὶ τὸ ἐμόν, προθύμως τῇ θεοφιλεῖ σου ταύτῃ προθέσει συνεφαψόμενον.

Ἐπεὶ δ᾿ οὖν καὶ τοῖς γραφομένοις αὐτοῖς ὄμματι καὶ νοῒ προσέσχον τε καὶ ἐνέκυψα, καὶ ἅπαντα διῆλθον ἐπ᾿ ἀκριβές, τό τε πρὸς ἐμὲ γράμμα, καὶ τἄλλα, καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις, κόρου ἄτερ ἐπιλαβών, ἔγνων τε ἀναγνούς, καὶ τὸν νοῦν αὐτῶν τέλεον ἀνελεξάμην, πτηνὸς ἄντικρυς πρὸς τοὺς ἐνταῦθα λογάδας ἔσπευσα, ὅσοι τε τῶν ἔξω, καὶ ὅσοι τῶν ἔσω τοῦ βήματός εἰσί, τοῦ γένους τὰ κράτιστα, τοῖς μὲν αὐτοπροσώπως παραστάς, καὶ ἅττα περὶ σοῦ προακηκόεσαν ἀγγελλόμενα καὶ αὐτοί, δι᾿ ὧν ἐμοὶ προσέθηκας ἐπιστεῖλαι ἐπικυρώσας καὶ προσβεβαιωσάμενος· τοῖς δέ, καὶ διὰ τῶν σῶν τουτωνὶ γραμμάτων, ἅπερ ἔκδοτα ἀμελητὶ ποιῆσαι ἐφρόντισα καὶ ἔκπτυστα καὶ τοῖς πᾶσι ληπτά, ἐπὶ τὸ κοινῇ παρ᾿ ἡμῖν καθεστὸς ἐν χρήσει καὶ πεζὸν μετοχετεύσας τῆς φράσεως, ὡς αὐτά σε πεμπόμενα πιστώσεται τὰ ἀντίγραφα.

Καὶ δῆτα πάντες ὅσοι, ἀναμφήριστον τοῦ λοιποῦ τὴν περὶ σὲ πνεύματος ἐπίπνοιαν θέμενοι, εἰς εὐφροσύνην, ὅσην οἴει, διακέχυνται τὰς ψυχάς, καὶ χεῖρας εὐχαριστηρίους διεπετάσαμεν πρὸς Θεόν, ἀνθ᾿ ὧν ἐπὶ σοὶ ἐποίησε μεγάλα ὁ δυνατός, χάριτας τὰς ἐκ νοῦ, τὰς ἐκ καρδίας, τὰς ἐκ χειλέων ἅπαντες ἀνθομολογούμενοι.

Εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀμάρτυρον ἐπὶ γῆς ἀφίησι τὴν ἀλήθειαν αὐτοῦ, οὐδὲ ἐν ταῖς ἐνεστώσαις δὴ ταύταις γενεαῖς, ὥσπερ οὐδ᾿ ἐν ταῖς παρῳχημέναις εἴασε παριδὼν ποτέ, οὐδ᾿ ἐν ταῖς ἐπερχομέναις παρόψεται· οὐδὲ γὰρ ἀφίησιν ἐπίπαν ὁ ἀληθινὸς τῷ ψεύδει καταθρασύνεσθαι, ἐκείνην ὑποδυόμενον.

Πάρεστι γοῦν ἐπὶ σοὶ τῆς τῶν ἐνθέων δογμάτων ἀληθείας, οἷς ἡ τοῦ Χριστοῦ νύμφη καὶ μήτηρ ἡμῶν Ἐκκλησία, ὡς ἐν κροσσωτοῖς χρυσοῖς ποικιλλομένη, κατακαλλύνεται, μαρτύριον λαβεῖν ἀψευδές, ἀπόδειξιν προφανῆ, στηλογραφίαν λαμπράν. Ὅθεν οἱ μὲν ἐκ τῆς αὐλῆς τοῦ Κυρίου πάντες, ἐπὶ τὸ ἀσφαλέστερον οἰκοδομηθέντες στερεωθήσονται· τῶν δὲ ἐκ τῆς ἀλλοτρίας ἀγέλης, ὅση μὲν εὐγνώμων μοῖρα, καὶ τῆς φωνῆς τοῦ ποιμένος ἐπαΐειν ἐθάς, ἐντὸς τῆς μάνδρας γενέσθαι σπουδάσονται γενέσθαι καὶ αὐτοί· ὅση δὲ ἀγνώμων καὶ κρημνισχαρὴς καὶ τραχεῖα καὶ τὸν τρόπον ἐριφιώδης, ἐμβροντηθέντες σφοδρῶς τῷ ἀκούσματι, καὶ τὰς ψυχὰς κατασεισθέντες, ἀθλίως περιτραπήσονται.

Τὶς γὰρ ἂν ἀληθείας δογμάτων ἔλεγχος ἀσφαλέστερός τε καὶ ἀψευδέστερος γένοιτο, ἢ θεόθεν κινουμένη πρὸς αὐτὰ γνώμη, καὶ τῆς μὲν ἑτεροδοξίας ὑπεραλλομένη τοὺς ἄξονας, ἐπὶ δὲ τῆς πέτρας τῆς ὀρθοδοξίας ἱστᾶσα τοὺς πόδας, τὰ τοῦ νοῦ διαβήματα; Τὶς δὲ βάσανος δοκιμωτέρα καρδίας, ἣτις ἀδικίαν μὲν κατὰ τῆς Ἐκκλησίας μέχρι πολλοῦ λαλεῖν ἐμελέτησεν, εἶτα ἐξάπινα ἐν δικαιοσύνῃ καὶ κρίσει «λόγον ἀγαθὸν ἐξηρεύξατο»; Τὶς δ᾿ ἂν δίκαιος εἴη παρὰ τοῖς τιμᾷν εἰδόσιν ἀλήθειαν σοῦ μᾶλλον πιστεύεσθαι, τοῦ λέγοντος καὶ διαμαρτυρουμένου ἀπὸ στόματος, ὅπερ ἂδην τε καὶ λαύρως τῇ τῶν ἐκφύλων ἑτεροδιδασκαλιῶν ἅλμῃ ἐπὶ πολὺ προσκλυζόμενον, εἴτ᾿ ἀθρόως προσώχθισεν ἐπιναυτιάσαν τῇ τῆς ποιότητος ἀηδίᾳ τε καὶ πικρότητι, καὶ τῶν ζωηρῶν ναμάτων τῶν ἐξ Ἐδὲμ ἐκπορευομένων σπάσαν εἰς κόρον τῆς τούτων ᾒσθετο γλυκύτητός τε καὶ χάριτος;

Σὺ γὰρ σοφίᾳ κεκοσμημένος τῇ τε θυραίᾳ καὶ τῇ καθ᾿ ἡμᾶς, ὡς τὸ ἐμβριθὲς περὶ τὰς κρίσεις ἐντεῦθεν πλουτεῖν καὶ οὐκ εὐπαράκρουστον, ἐντραφεὶς δὲ καὶ ἐνακμάσας τοῖς εἰς μοῖραν ἐκκλησίας πρὸς ἡμᾶς διεστηκόσιν ἀντίθετον, καὶ τούτων ταῖς προσλήψεσιν (ὃ πλείστην ἔχει, καὶ οὐκ ἂν εἶποι τις ὅσην, περὶ τὰς δόξας ῥοπήν) ἐνηλικιωθείς τε καὶ διὰ μακροῦ ἐνοργιάσας, καὶ τὸ δὴ μέγιστον, τὰς περὶ τὸ δόγμα Δυτικὰς στραγγαλίδας, ὡς οὐκ οἶδ᾿ εἴτις ἄλλος, δι᾿ ὄνυχος ἁπάσας ἀκριβωσάμενος, ὁ δὲ τὴν ἀπάτην τέως ἐν αὐτῷ αὐτῆς τῷ πυθμένι ἐφώρασας, καὶ περιλαμφθεὶς ἄνωθεν τὴν ψυχήν, ὅλος τοῦ φωτὸς ἐγένου, χαίρειν ἑάσας Αἰγυπτίους σὺν αὐτῇ Αἰγύπτῳ, ἄτης κατὰ σκότον ἠλάσκοντας, μᾶλλον δὲ καὶ τούτοις, ὅσα καὶ Μωσῆς τοῖς Ἰσραηλίταις, ἡγεμὼν θεόπεμπτος τῆς ἐκ τοῦ σκότου ἀπαλλαγῆς καταστάς, οἷς ἂν τέκνα φωτὸς εἶναι μελήσειε, καὶ τὴν σκοτώδη καταλιπόντες Δύσιν, πρὸς τὰς φεραυγεῖς ἀνατολὰς ἐπιστρέψαι θελήσειεν.

Τὶ γὰρ ἂν καὶ φαῖεν τοῦ λοιποῦ τὰ περὶ σοῦ πυθόμενοι οἱ διάφοροι; οἱ πάντα πράττειν καὶ λέγειν, ὥστε τἀληθὲς συσκιάσαι, καὶ εἰ δυνατὸν ἀφαντῶσαι, ὀξεῖς τε καὶ πρόχειροι; ἆρ᾿ ὅτι ὑπ᾿ ἀλόγου πάθους τὸν νοῦν συνθολούμενος, καὶ τὸ κατ᾿ αὐτῶν οἷον οἰστρηλατούμενος ἔχθει, ἡμῖν εἰκῆ τε καὶ ἀλογίστως σεαυτὸν φέρων παρέῤῥιψας, τοῖς δὲ ὁμόσαι χωρεῖν ἐπεβάλου διακριθεὶς εἰς τάξιν ἀντίπαλον;

Ἀλλ᾿ ἐπιστομώσει αὐτούς, εὖ οἶδα, καὶ καταιδέσει, εἴτι φρονοῦσιν, αὐτὸ τὸ περὶ σὲ συμβάν, λογισμοῖς δικαίοις ταλαντευόμενον· καὶ γνώσονται δὲ καὶ αὐτοί, ὡς ἀλλοίωσις ἦν τῆς δεξιᾶς τοῦ Ὑψίστου ἡ ἀλλοίωσις αὕτη. Αὐτὸς γὰρ ἢδη τοῖς Γραικοῖς ἡμῖν, ἐν οἷς συγγράφων διετέλεις, λαμπρῶς ἐπεμβαίνων, καὶ ἀκμὴν τῆς καθ᾿ ἡμᾶς Ἐκκλησίας καταφερόμενος, στηλιτεύων τε ἀνυποστόλως τὴν πίστιν ἡμῶν, κατὰ πολλὴν τοῦ ἀντεροῦντος ἐρημίαν, ὡς δῆθεν αἱρέσεσι παντοίαις ὑπεύθυνον, καὶ κακοδοξίας μυρίας γέμουσαν, ἐκ ψιλῆς τὸ πρῶτον ὑπονοίας ἐνδοιάζειν ἀρξάμενος ὑφῆκας τὸ πρόθυμον· εἶτ᾿ ἀθρόως ὢφθης μεταβαλών, καὶ, τὴν ὁρμὴν ἀναχαιτίσας, τὸν δρόμον ἔστησας παρὰ δόξαν, ὃν ὡς ἀφ᾿ ὕσπληγγος σταδιεύων τῆς καθ᾿ ἡμῶν δυσμενείας, ἀνέτῳ παντὶ ῥυτῆρι ἀσπλεύων συνέτεινας.

Καὶ αὐτὸς μέν, κατὰ τὸν ἐν ταῖς Πράξεσιν εὐνοῦχον, ἁρματηλατῶν προΐεις τῷ λόγῳ καθ᾿ ἡμῶν, ἐξ ἅρματος, τὸ τῆς παροιμίας, ἀστράπτων τε καὶ βροντῶν, καὶ τοῖς ἐξ ἁμάξης ἡμᾶς, ὃ λέγεται, πλύνων· τὸ δέ τοι Πνεῦμα τὸν Ἀρκαδίας ἀρχιερέα ἀποῤῥήτοις ἐπιπνοίαις προσήγαγέ σοι, ὡς ἐκείνῳ τὸν Φίλιππον· πρόσελθε, λέγον, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ, καὶ παραλαβών, τὰ τῆς ἀληθείας, ὡς ἔχει, τὸν ἄνδρα δίδαξον, καὶ τὰ τῆς παρούσης ἀγνοίας ἀπάλλαξον.

Ἀπεκάλυψε γὰρ καὶ σοι δηλονότι τοὺς ὀφθαλμοὺς ὁ Θεός, ὥσπερ δὴ τοῦ Βαλαάμ ποτε, καὶ τὸν ἄγγελον αὐτοῦ ἑώρακας ἀνθεστηκότα ἐν τῇ ὁδῷ, οὐ ῥομφαίαν ἐσπασμένην χειρίζοντα, τὸν δὲ λόγον τοῦ Κυρίου, ὃς τομώτερος μαχαίρας ἐστί, προβαλλόμενον. Καὶ παραχρῆμα, ἅτε δὴ εὐγνώμων καὶ συνετός, τὸ «Ἡμάρτηκα» ἐπεβόησας, «οὐ γὰρ ἠπιστάμην». Ταύτη τοι καὶ ἣν ἐκίνεις ἀνέδην κατὰ τοῦ Ἰακώβ τὸ πρῶτον γλῶτταν ὑβρίστριαν, εἰς μέρος εὐλογίας μεθήρμοσας, καὶ «Τὶ ἀράσομαι», εἶπας, «ὃν μὴ ἀρᾶται Κύριος; ἢ τὶ καταράσομαι, ὃν οὐ καταρᾶται ὁ Θεός;» Ὥστε καὶ τῇ κρείττονι μεταθεὶς μοίρᾳ, τῷ τῶν ὀρθοδοξούντων κλήρῳ φέρων σαυτὸν συγκατέταξας, «Ἀποθάνοι», λέγων, «ἡ ψυχή μου ἐν ταῖς ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων».

Ταῦτα σε καὶ τῷ Ἀποστόλῳ παραβάλλοντες Παύλῳ, οὐκ ἂν πάνυ πόῤῥω τοῦ είκότος τοξεύοιμεν. Εἰ μὴ γὰρ ἀπειλῆς τε καὶ φόνου κατ᾿ ἐκεῖνον, ζήλου γοῦν, καὶ καταφορᾶς νεανικῆς τινος καὶ ἐῤῥωμένης εἰς τοὺς μαθητὰς καὶ αὐτὸς τοῦ Κυρίου ἐμπνέων, τὸν πρὶν διώκτην εἰς τὸν πιστὸν τέως ὀπαδὸν καὶ μαθητὴν μετεῤῥύθμισας. Περιήστραψε γὰρ δήπου καὶ σὲ τὸ ἀπὸ οὐρανοῦ φῶς, ὡς ἐκεῖνον, τῆς τοῦ Θεοῦ εὐμενῶς καὶ ἐπὶ σοὶ ἐπιδούσης ἀῤῥωγῆς τε καὶ χάριτος, μονονούκ ἐπὶ τὴν γῆν πεσόντι, καὶ τῆς ἐξ ὀνόματος δισσευθείσης προσκλήσεως αἰσθητῶς ἐπακούσαντι, ποτνιωμένης οἷον τὴν δίωξιν.

Τὰ δ᾿ ἄλλα καὶ σοι Ἀνανίας ἄντικρυς ὁ Ἀρκαδίας, καὶ αἱ τῶν καινοτομιῶν, αἷς συνανεστράφης προλήψεις, καὶ ὡσεί λεπίδες τῶν τῆς ψυχῆς ὀφθαλμῶν ἀποπίπτουσαι, καὶ τὸ τῆς εὐσεβείας ἐνατενίζειν φωτὶ καθαρῶς ἐπιτρέπουσαι. Ἀμέλει τοι «σκεῦος οἶσθα ἐκλογῆς» καὶ αὐτὸς τῷ Κυρίῳ, ἐκ γαστρὸς μητρός σου ἀφωρισμένος αὐτῷ, τοῦ βαστάσαι τὸ ὄνομα αὐτοῦ ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, καὶ καταρτίσαι αὐτῷ λαὸν περιούσιον.

Τοιοῦτον οὖν σε εἰδότες ἡμεῖς, εἰ μόνον ἐπὶ τῇ εἰλικρινεῖ τῶν ὀρθῶν δογμάτων ὁμολογίᾳ, καὶ τῇ ἐκ ψυχῆς τῶν ἐκθέσμων καινοτομιῶν καὶ αἱρέσεων ἀθετήσει τε καὶ ἀποπτύσει, καὶ διὰ τοῦ ἁγιαστικοῦ χρίσματος τῆς Ἐκκλησίας ἀφαγνισθῆναι τε καὶ τελεσθῆναι γνῶμεν σπουδάσαντα, ἀγκάλαις, ὃ φασιν, ὑπτίαις οἱ πάντες περιβαλλόμεθα, καὶ τὴν ἱεράν σου κεφαλήν ἐν φιλήματι ἁγίῳ τὸ τῆς κατὰ Χριστὸν ἀγάπης τε καὶ ἑνότητος περιπτυσσόμεθα καὶ καταφιλοῦμεν, καὶ κολλᾶσθαι δὴ ἐφιέμενον ἡμῖν, οὐχ ὡς ἐν ἀρχῇ αὐτομολήσαντα οἱ μαθηταὶ τὸν Σαῦλον, ἀποτροπιαζόμεθα, οὐδ᾿ ὡς ἐκεῖνοι μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής, φοβούμεθα καὶ ὑποπτήσσομεν· ἀλλ᾿ ἐν πάσῃ πληροφορίᾳ καὶ πίστει μαθητήν σε ὄντα τοῦ Κυρίου ἐπιγινώσκομεν, καὶ ὡς μύστην ἀληθείας τιμῶμεν, καὶ ὡς ἄντικρυς ἰσαπόστολον γεραίρομεν· προσιέμεθά τε τὸ ἐντεῦθεν ἐσᾳεὶ καὶ ἀποδεχόμεθα, εἰσπορευόμενόν τε μεθ᾿ ἡμῶν καὶ ἐκπορευόμενον ἐν τῇ μυστικῇ ταύτῃ Ἱερουσαλήμ, καὶ παῤῥησιαζόμενον ἐν ὀνόματι Κυρίου, καὶ λαλοῦντα, καὶ συζητοῦντα πρὸς τοὺς νεωτεριστὰς δὴ τούτους, ὅσα ἂν αὐτοῖς εἰς σωτηρίαν, καὶ ἐπιστροφὴν ἐκ πλάνης ὁδοῦ αὐτῶν, συντελῆ τε εἴη καὶ πρόσφορα.

«Ἰδοὺ γὰρ Κύριος ὁ Θεός σου ἐκάλεσέ σε ἐν δικαιοσύνῃ, καὶ ἔδωκέ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν· ἰδοὺ ὡς φῶς τέθεικέ σε, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἰδοὺ ὡς λύχνον ἀνῆψαί σε, καὶ ὡς λαμπτῆρα ἐπύρσευσε τοῖς ἐν αὐχμηρῷ τόπῳ τῷ τῆς Δυτικῆς σκοτομήνης κατακειμένοις, ἳνα καὶ αὐτοῖς ποτε καθαρὰ διαυγάσειεν ἡ τῆς ὀρθῆς ὁμολογίας ἡμέρα, καὶ φωσφόρος ἀνατείλῃ ταῖς ψυχαῖς αὐτῶν, νέφους τε καὶ ἀχλύος ἐκτὸς ὁ λόγος τῆς πίστεως».

Ἰδοὺ τέθηκέ σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυράν, καὶ ὡς τεῖχος χαλκοῦν, ᾧ περ ἂν προσαῤῥάξασα ἡ τῇ κεφαλῇ ἡμῶν ἀντίθετος κεφαλή, ἡ κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἀναιδῶς τε καὶ ἀσεβῶς ἐπαιρουμένη τε καὶ γαυρουμένη, συνθλασθείη καὶ συντριβείη, ἣτις καὶ συνθλασθήσεται, εὖ οἶδ᾿ ὅτι, καὶ συντριβήσεται τέως, καὶ «τὰ πάχη αὐτῆς ἐκμυελισθήσεται», καὶ κορυζώδης καὶ φρονηματίας ἐγκέφαλος ἐκρυήσεται, καὶ ἐξουθενωθήσεται, εἰ Θεὸς τῆς ἰδίας δόξης ζηλωτὴς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ «τὰ μὲν ταπεινὰ ἐφορῶν, τὰ δὲ ὑψηλὰ καθαιρῶν, καὶ διδοὺς μὲν τοῖς ὁσίοις αὑτοῦ χάριν, τοῖς δὲ περηφάνοις ἀντιτασσόμενος».

Ἀλλὰ γὰρ ἔσται ταῦτα, ὅτε καὶ ὅπως τῇ ἄνω προνοίᾳ δόξειε. Σὺ δ᾿ εἷα ἔχου δὴ τῆς καλῆς προαιρέσεως, ἀγαπητέ· ἕπου προθύμως τῇ προαγούσῃ σε χάριτι· τρέχε κατὰ σαυτὸν τὸ σοὶ προκείμενον στάδιον· ἀνδρίζου τὸν καλὸν ἀγῶνα διαθλῶν, καὶ κραταιούσθω ἡ καρδία σου. «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου ὁ δυνατός, καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ δικαιοσύνης ἀγωνιζόμενος· ὁδηγήσει γάρ σε θαυμαστῶς ἡ δεξιὰ τοῦ Θεοῦ», ὑπὲρ οὗ καὶ ἀθλεῖν προτεθύμησαι. «Περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι», μᾶλλον δέ, ἐπεὶ ὑπὸ Θεῷ στρατηγοῦντι, περιέζωσαι δύναμιν καὶ ἀνέστης, χώρει γενναίως τὸν δίαυλον, «τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, ἐπὶ δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενος».

«Ἐπ᾿ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών», ὡς ἂν ῇς τοῖς πᾶσι περίοπτος· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου «ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ», ἳνα ῇς τοῖς πᾶσιν ἐξάκουστος· ὕψωσον μηδὲν ὑποστελλόμενος, καὶ εἶπον πάντα ὅσα τὸ Πνεῦμα σοι ἐνετείλατο, κᾂν μύριοι ὦσιν οἱ ὑπὸ τοῦ ψεύδους στρατολογούμενοι πρὸς οὓς δέον σε παρατάσσεσθαι, κᾂν νεανικοί τινες εἶναι δοκῶσι τὰ λεκτικὰ ταῦτα καὶ διαλεκτικὰ τεχνύδρια καὶ δυσκαταγώνιστοι, κᾂν περιττοὶ τὴν σοφίαν τὴν ἔξω ταύτην καὶ καταργουμένην, κᾂν τέως καὶ τὴν ἐκ τοῦ κόσμου περιβεβλημένην δύναμιν, μυρίας σοι τὰς ἀπειλὰς ἐπισείωσιν· ἀλλὰ σὺ μηδὲν αὐτῶν προτιμήσειας τῇ ἐξ ὕψους ἰσχύϊ ῥωννύμενος. «Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμὶ τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος, καὶ πολεμήσουσι, καὶ οὐ μὴ δύνωνται πρὸς σέ». Εἶεν.