Μετάβαση στο περιεχόμενο

Επιστολή προς Αμμαίον

Από Βικιθήκη
Ἐπιστολὴ πρὸς Ἀμμαῖον
Συγγραφέας:


Διονύσιος Ἀμμαίῳ τῷ φιλτάτῳ πλεῖστα χαίρειν.

[1] Πολλῶν μετ´ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὧν ἐνήνοχεν ὁ καθ´ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρ´ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατ´ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος. Κατ´ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτ´ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. Ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα, καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται, ἵνα ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ἀφείην βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.

[2] Οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τότε ὑπὸ Ἀριστοτέλους τὰς ῥητορικὰς γεγράφθαι τέχνας. Ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρθῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδ´ ἀλλοτρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τούτων οὐδεμία τῶν πίστεων δι´ ἀναγκαίων συνάγεται λημμάτων· ἀλλ´ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. Τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἴομαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτικοὺς λόγους ἐσπουδακότων χάριτος· ἵνα μὴ τοῦθ´ ὑπολάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην, οὐδ´ ἂν αὐτὸς ὁ Δημοσθένης ὁ πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθ´ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν καταλιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.

[3] ‘Οὐκ ἔστ´ ἔτυμος λόγος οὗτος’, ὦ φίλε Ἀμμαῖε, οὐδ´ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθ´ ἑτέρας τινὰς εἰσαγωγάς· ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ δοκοῦντά μοι· πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. Ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. Ἀνάγκη δ´ ἴσως πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι, προειπεῖν. Ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν.

[4] Οὗτος ἐγεννήθη μὲν ἐνιαυτῷ πρότερον τῆς ἑκατοστῆς Ὀλυμπιάδος· ἄρχοντος δὲ Τιμοκράτους εἰς ἔτος ἦν ἐμβεβηκὼς ἑπτακαιδέκατον ** δημοσίους δὲ λόγους ἤρξατο γράφειν ἐπὶ Καλλιστράτου ἄρχοντος εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων. Καὶ ἔστιν αὐτοῦ πρῶτος τῶν ἐν δικαστηρίῳ κατασκευασθέντων ἀγώνων ὁ κατὰ Ἀνδροτίωνος, ὃν ἔγραφε Διοδώρῳ τῷ κρίνοντι τὸ ψήφισμα παρανόμων, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἕτερος {ἐπὶ Καλλιστράτου ἄρχοντος}, ὁ περὶ τῶν ἀτελειῶν, ὃν αὐτὸς διέθετο, χαριέστατος ἁπάντων τῶν λόγων καὶ γραφικώτατος. Ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρατον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπιγράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες ‘περὶ τῶν συμμοριῶν’· ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσωνται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται. Ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. Μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφ´ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. Ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα. Ἐπὶ δὲ Θεέλλου τοῦ μετὰ Ἀριστόδημον τὴν περὶ Ῥοδίων ἀπήγγειλε δημηγορίαν, ἐν ᾗ πείθει τοὺς Ἀθηναίους καταλῦσαι τὴν ὀλιγαρχίαν αὐτῶν καὶ τὸν δῆμον ἐλευθερῶσαι. Ἐπὶ δὲ Καλλιμάχου τοῦ τρίτου μετὰ Θέελλον ἄρξαντος τρεῖς διέθετο δημηγορίας παρακαλῶν Ἀθηναίους βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι τοῖς πολεμουμένοις ὑπὸ Φιλίππου, πρώτην μὲν ἧς ἐστιν ἀρχὴ ‘Ἐπὶ πολλῶν μὲν ἰδεῖν ἄν τις ὦ ἄνδρες Ἀθηναῖοί μοι δοκεῖ’· δευτέραν δὲ ‘Οὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθηναῖοι’· τρίτην δὲ ‘Ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων’. Κατὰ τοῦτον γέγραπται τὸν ἄρχοντα καὶ ὁ κατὰ Μειδίου λόγος, ὃν συνετάξατο μετὰ τὴν χειροτονίαν, ἣν ὁ δῆμος αὐτῷ κατεχειροτόνησε. Μέχρι τοῦδ´ εὑρισκομένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες ἐγένοντο πρότεροι τῶν Ἀριστοτέλους τεχνῶν, ὡς ἔκ τε τῶν ἱστορουμένων περὶ τοῦ ἀνδρὸς ἀποδείξω καὶ ἐκ τῶν ὑπ´ αὐτοῦ γραφέντων, ἐντεῦθεν ἀρξάμενος.

[5] Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος εἰς Μαχάονα τὸν Ἀσκληπιοῦ, μητρὸς δὲ Φαιστίδος ἀπογόνου τινὸς τῶν ἐκ Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα· ἐγεννήθη δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος τρισὶν ἔτεσι Δημοσθένους πρεσβύτερος. Ἐπὶ δὲ Πολυζήλου ἄρχοντος τελευτήσαντος τοῦ πατρὸς ὀκτωκαιδέκατον ἔτος ἔχων εἰς Ἀθήνας ἦλθεν, καὶ συσταθεὶς Πλάτωνι χρόνον εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ. Ἀποθανόντος δὲ Πλάτωνος ἐπὶ Θεοφίλου ἄρχοντος ἀπῆρε πρὸς Ἑρμίαν τὸν Ἀταρνέως τύραννον καὶ τριετῆ χρόνον παρ´ αὐτῷ διατρίψας ἐπ´ Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρίσθη· ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον ἄρχοντα, καὶ διέτριψε χρόνον ὀκταετῆ παρ´ αὐτῷ καθηγούμενος Ἀλεξάνδρου· μετὰ δὲ τὴν Φιλίππου τελευτὴν ἐπ´ Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα. Τῷ δὲ τρισκαιδεκάτῳ, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ Κηφισοδώρου ἄρχοντος ἀπάρας εἰς Χαλκίδα νόσῳ τελευτᾷ, τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη.

[6] Ταῦτα μὲν οὖν ἔστιν ἃ παραδεδώκασιν ἡμῖν οἱ τὸν βίον τοῦ ἀνδρὸς ἀναγράψαντες. Ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δ´ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλ´ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήρι´ ἐστὶν ἰσχυρότατα. Ἀρξάμενος γὰρ τὰς ὠφελείας ἐπιδεικνύειν, ἃς περιείληφεν ὁ ῥητορικὸς λόγος, ταῦτα κατὰ λέξιν γράφει· ‘χρήσιμος δ´ ἐστὶν ἡ ῥητορικὴ διά γε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων· ὥςτε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίνωνται, ἀνάγκη δι´ αὑτὸν ἡττᾶσθαι· τοῦτο δ´ ἐστὶν ἄξιον ἐπιτιμήσεως. Ἔτι δὲ πρὸς ἐνίους, οὐδ´ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπ´ ἐκείνης πεῖσαι λέγοντας· διδασκαλία γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον· ἀλλ´ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥςπερ καὶ ἐν τοῖς τοπικοῖς λέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.’

[7] Περὶ δὲ παραδειγμάτων καὶ ἐνθυμημάτων προελόμενος λέγειν, ὅτι τὴν αὐτὴν ταῦτ´ ἔχει δύναμιν ταῖς ἐπαγωγαῖς καὶ τοῖς συλλογισμοῖς, ταῦτα περὶ τῆς ἀναλυτικῆς καὶ μεθοδικῆς πραγματείας τίθησι· ‘τῶν δὲ διὰ τοῦ δείκνυσθαι ἢ φαίνεσθαι δείκνυσθαι, καθάπερ καὶ ἐν τοῖς ἀναλυτικοῖς τὸ μὲν ἐπαγωγή ἐστι, τὸ δὲ συλλογισμός, τὸ δὲ φαινόμενος συλλογισμός, καὶ ἐνταῦθ´ ὁμοίως· ἔστι γὰρ τὸ μὲν παράδειγμα ἐπαγωγή, τὸ δ´ ἐνθύμημα συλλογισμός, τὸ δὲ φαινόμενον φαινόμενος συλλογισμός· καλῶ γὰρ ἐνθύμημα μὲν ῥητορικὸν συλλογισμόν, παράδειγμα δὲ ἐπαγωγὴν ῥητορικήν· πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ - - - δεικνύναι ὁτιοῦν, δῆλον δ´ ἡμῖν τοῦτο ἐκ τῶν ἀναλυτικῶν, ἀναγκαῖον ἑκάτερον αὐτῶν ἑκατέρῳ τούτων τὸ αὐτὸ εἶναι. Τίς δ´ ἐστὶ διαφορὰ παραδείγματος καὶ ἐνθυμήματος, φανερὸν ἐκ τῶν τοπικῶν· ἐκεῖ γὰρ περὶ συλλογισμοῦ καὶ ἐπαγωγῆς εἴρηται πρότερον, ὅτι τὸ μὲν ἐπὶ πολλῶν καὶ ὁμοίων δείκνυσθαι ὅτι οὕτως ἔχει ἐκεῖ μὲν ἐπαγωγή ἐστιν, ἐνταῦθα δὲ παράδειγμα· τὸ δὲ τινῶν ὄντων ἕτερόν τι διὰ ταῦτα συμβαίνειν παρὰ τὸ ταῦτ´ εἶναι ἢ καθόλου ἢ ὡς ἐπὶ τὸ πολύ, ἐκεῖ μὲν συλλογισμός, ἐνταῦθα δὲ ἐνθύμημα καλεῖται. Φανερὸν δὲ καὶ ὅτι ἑκάτερον ἔχει ἀγαθὸν τὸ εἶδος τῆς ῥητορείας· καθάπερ γὰρ καὶ ἐν τοῖς μεθοδικοῖς εἴρηται, καὶ ἐν τούτοις ὁμοίως ἔχει.’ Ὅσα μὲν οὖν Ἀριστοτέλης ὑπὲρ ἑαυτοῦ γέγραφε μαρτυρόμενος διαρρήδην, ὅτι τὰς ῥητορικὰς τέχνας συνετάξατο πρεσβύτερος ὢν ἤδη καὶ τὰς κρατίστας συντάξεις προεκδεδωκώς, ταῦτ´ ἐστίν· ἐξ ὧν ὃ προειλόμην ποιῆσαι φανερόν, ὅτι προτεροῦσιν οἱ τοῦ ῥήτορος ἀγῶνες τῶν τοῦ φιλοσόφου τεχνῶν, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· εἴ γε ὃ μὲν εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων ἤρξατο πολιτεύεσθαι καὶ δημηγορεῖν καὶ λόγους εἰς δικαστήρια γράφειν, ὃ δὲ κατὰ τοὺς αὐτοὺς χρόνους ἔτι συνῆν Πλάτωνι καὶ διέτριψεν ἕως ἐτῶν ἑπτὰ καὶ τριάκοντα οὔτε σχολῆς ἡγούμενος οὔτε ἰδίαν πεποιηκὼς αἵρεσιν.

[8] Εἰ δέ τις οὕτως ἔσται δύσερις ὥςτε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων· ‘τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν, εὐδοκιμοῦσι μάλιστα αἱ κατὰ ἀναλογίαν· ὡς Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως, ὥςπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι ... Καὶ Κηφισόδοτος σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι τῶν περὶ τὸν Ὀλυνθιακὸν πόλεμον ἠγανάκτει φάσκων αὐτὸν εἰς πνῖγμα τὸν δῆμον ἀγαγόντα τὰς εὐθύνας πειρᾶσθαι διδόναι.’

[9] Οὑτωσὶ μὲν δὴ σαφῶς αὐτὸς ὁ φιλόσοφος ἀποδεικνύει μετὰ τὸν Ὀλυνθιακὸν πόλεμον γεγραμμένας ὑπ´ αὐτοῦ τὰς τέχνας. Οὗτος δ´ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· ‘Καλλίμαχος Περγασῆθεν: ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο - - - καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ.’ Ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· ‘περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θρᾴκης θλιβομένων τῷ πολέμῳ καὶ πρεσβευσαμένων Ἀθήναζε Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντῳ στρατηγόν· ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν ἦλθεν εἰς τήν τε Παλλήνην καὶ τὴν Βοττιαίαν μετ´ Ὀλυνθίων καὶ τὴν χώραν ἐπόρθησεν.’ Ἔπειθ´ ὑπὲρ τῆς τρίτης συμμαχίας λέγει ταυτί· ‘πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλ´ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός.’

[10] Ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποιῆσαι τὴν φιλοτιμίαν τῶν ἀξιούντων τὰς Ἀριστοτέλους ἐζηλωκέναι τέχνας τὸν Δημοσθένη, ὃς ἤδη τέτταρας μὲν ἔτυχεν εἰρηκὼς δημηγορίας Φιλιππικάς, τρεῖς δὲ Ἑλληνικάς, πέντε δὲ λόγους δημοσίους εἰς δικαστήρια γεγραφώς, οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν ὡς εὐτελεῖς τινας καὶ φαύλους καὶ μηδὲν ἐπιφαίνοντας τεχνικόν, ἐπειδὴ πρὸ τῶν Ἀριστοτέλους συνετάχθησαν τεχνῶν. Οὐ μὴν ἔγωγε μέχρι τούτου προελθὼν στήσομαι, ἀλλὰ καὶ τοὺς ἄλλους αὐτοῦ λόγους τοὺς μάλιστ´ εὐδοκιμοῦντας ἐπιδείξω τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς πρότερον ἀπηγγελμένους τῆς ἐκδόσεως τούτων τῶν τεχνῶν, μάρτυρι πάλιν αὐτῷ χρώμενος Ἀριστοτέλει. Μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφ´ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλος ἔστιν ἄρχων, καθ´ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. Ἔπειτα Θεμιστοκλῆς, ἐφ´ οὗ τὴν πέμπτην τῶν κατὰ Φιλίππου δημηγοριῶν ἀπήγγειλε Δημοσθένης περὶ τῆς φυλακῆς τῶν νησιωτῶν καὶ τῶν ἐν Ἑλλησπόντῳ πόλεων, ἧς ἐστιν ἀρχή· ‘Ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δεδυνήμεθα εὑρεῖν, ταῦτ´ ἐστίν.’ Μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφ´ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην· ἀρχὴ δὲ ταύτης τῆς δημηγορίας ἐστὶν ἥδε· ‘Ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα.’ Μετὰ δὲ Ἀρχίαν ἔστιν Εὔβουλος· εἶτα Λυκίσκος, ἐφ´ οὗ τὴν ἑβδόμην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τὰς ἐκ Πελοποννήσου πρεσβείας, ταύτην τὴν ἀρχὴν ποιησάμενος· ‘Ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται.’ Μετὰ Λυκίσκον ἔστιν ἄρχων Πυθόδοτος, ἐφ´ οὗ τὴν ὀγδόην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τοὺς Φιλίππου πρέσβεις, ἧς ἐστιν ἀρχή ‘Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι’, καὶ τὸν κατ´ Αἰσχίνου συνετάξατο λόγον, ὅτε τὰς εὐθύνας ἐδίδου τῆς δευτέρας πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους. Μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφ´ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διοπείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην· ‘Ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας’· καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδάσκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή· ‘Πολλῶν ὦ ἄνδρες Ἀθηναῖοι λόγων γιγνομένων.’ Μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφ´ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διελήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν, ἧς ἐστιν ἀρχή· ‘Καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι.’ Ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφ´ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλεμον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου· καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρχὴν ἔχουσα ταύτην· ‘Ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ´ ἀνεβάλετο τὸν πόλεμον.’

[11] Ὅτι δὲ καὶ τούτους ἅπαντας τοὺς λόγους οὓς κατηρίθμημαι πρὸ τῆς ἐκδόσεως τῶν Ἀριστοτέλους τεχνῶν ἀπήγγειλεν ὁ Δημοσθένης, αὐτὸν Ἀριστοτέλη παρέξομαι μαρτυροῦντα. Ἀρξάμενος γὰρ ἐν τῇ δευτέρᾳ βύβλῳ τῶν τεχνῶν τοὺς τόπους ὁρίζειν, ἀφ´ ὧν τὰ ἐνθυμήματα φέρεται, καὶ τὸν ἐκ τοῦ χρόνου παραλαμβάνει παρατιθεὶς αὐτῷ τὰ παραδείγματα. Θήσω δὲ αὐτὴν τὴν τοῦ φιλοσόφου λέξιν· ‘ἄλλος εἰς τὸν χρόνον σκοπεῖ· οἷον, ὡς ὁ Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὡς εἰ πρὶν ποιῆσαι ἠξίου τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσῃ, ἔδοτε ἄν· ποιήσαντι δ´ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δὲ ἀφαιρεῖσθε. Καὶ πάλιν πρὸς τὸ διὰ Θηβαίων διἱέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ, διότι προεῖτο καὶ ἐπίστευσεν, μὴ διήσουσιν.’ Ὁ δὲ χρόνος οὗτος, ἐν ᾧ Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῷ δοῦναι δίοδον ὑπομιμνήσκων τῆς ἐν τῷ πρὸς Φωκεῖς πολέμῳ γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται φανερὸς ἱστορίας. Εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν ἄρχοντος Θεμιστοκλέους συνθῆκαι Φιλίππῳ πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας· αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου· ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθηναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος. Τὰς δὲ αἰτίας δι´ ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον ἐν ᾧ τὴν εἰρήνην ἔλυσαν ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῇ ἕκτῃ τῆς Ἀτθίδος βύβλῳ. Θήσω δ´ ἐξ αὐτῆς τὰ ἀναγκαιότατα· ‘Θεόφραστος Ἁλαιεύς: ἐπὶ τούτου Φίλιππος τὸ μὲν πρῶτον ἀναπλεύσας Περίνθῳ προσέβαλεν, ἀποτυχὼν δ´ ἐντεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανήματα προσῆγεν.’ Ἔπειτα διεξελθών, ὅσα τοῖς Ἀθηναίοις ὁ Φίλιππος ἐνεκάλει διὰ τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ λέξιν ἐπιτίθησιν· ‘ὁ δὲ δῆμος ἀκούσας τῆς ἐπιστολῆς καὶ Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ τὰ ψηφίσματα γράψαντος ἐχειροτόνησε τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς Φίλιππον εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου.’ Ταῦτα γράψας κατὰ Θεόφραστον ἄρχοντα γεγονέναι, τῷ μετ´ ἐκεῖνον ἐνιαυτῷ τὰ πραχθέντα μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ Λυσιμαχίδου ἄρχοντος διεξέρχεται. Θήσω δὲ καὶ τούτων αὐτὰ τὰ ἀναγκαιότατα· ‘Λυσιμαχίδης Ἀχαρνεύς: ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιππον· τὰ δὲ χρήματα ἐψηφίσαντο πάντ´ εἶναι στρατιωτικὰ Δημοσθένους γράψαντος. Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος εἰς Θήβας * Θετταλῶν Αἰνιάνων Αἰτωλῶν Δολόπων Φθιωτῶν, Ἀθηναίων δὲ κατὰ τὸν αὐτὸν χρόνον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις συμμαχεῖν ἐψηφίσαντο.’ Φανεροῦ δὴ γεγονότος τοῦ χρόνου, καθ´ ὃν εἰσῆλθον εἰς Θήβας οἵ τε Ἀθηναίων πρέσβεις οἱ περὶ Δημοσθένη καὶ οἱ παρὰ Φιλίππου, ὅτι κατὰ Λυσιμαχίδην ἄρχοντα πίπτει, παρεσκευασμένων ἤδη τὰ πρὸς τὸν πόλεμον ἀμφοτέρων, αὐτὸς ὁ Δημοσθένης ποιήσει φανερὸν ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ, τίνες ἦσαν αἱ παρὰ τῶν πρεσβειῶν ἀμφοτέρων ἀξιώσεις· θήσω δὲ ἐξ αὐτῆς λαβὼν τῆς ἐκείνου λέξεως τὰ συντείνοντα πρὸς τὸ πρᾶγμα· ‘Οὕτως διαθεὶς Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων, καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηφίσμασι καὶ ταῖς ἀποκρίσεσιν ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδ´ ἂν εἴ τι γένοιτο, ἔτι συμπνευσόντων ἡμῶν ἂν καὶ τῶν Θηβαίων.’ Ἀλλὰ μὴν τὰ τότε συμβάντα διεξελθών, διεξελθὼν δὲ τοὺς ῥηθέντας ὑφ´ ἑαυτοῦ λόγους ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς πρεσβευτὴς ὑπ´ Ἀθηναίων εἰς Θήβας ἐπέμφθη, ταῦτα κατὰ λέξιν ἐπιτίθησιν· ‘ὡς δ´ ἀφικόμεθα εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δ´ ἐκείνου θρασεῖς.’ Ἔπειτ´ ἐπιστολήν τινα κελεύσας ἀναγνωσθῆναι ταῦτ´ ἐπιτίθησιν· ‘ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. Καὶ παριόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δ´ ὑμῖν ἐγκαλοῦντες, πάνθ´ ὅσα πώποτε ἐναντία ἐπράξατε Θηβαίους ἀναμιμνῄσκοντες. Τὸ δ´ οὖν κεφάλαιον, ἠξίουν, ὧν μὲν εὖ ´πεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δ´ ὑφ´ ὑμῶν ἠδίκηνται δίκην λαβεῖν, ὁποτέρως βούλονται, ἢ διἱέντας αὐτοὺς ἐφ´ ὑμᾶς ἢ συνεμβάλλοντας εἰς τὴν Ἀττικήν.’ Εἰ δὴ κατὰ Λυσιμαχίδην μὲν ἄρχοντα τὸν μετὰ Θεόφραστον λελυμένης ἤδη τῆς εἰρήνης οἱ παρὰ Φιλίππου πρέσβεις εἰς Θήβας ἀπεστάλησαν παρακαλοῦντες αὐτοὺς μάλιστα μὲν συνεισβαλεῖν εἰς τὴν Ἀττικήν, εἰ δὲ μή, δίοδον τῷ Φιλίππῳ παρασχεῖν μεμνημένους τῶν εὐεργεσιῶν αὐτοῦ τῶν περὶ τὸν Φωκικὸν πόλεμον, ταύτης δὲ μέμνηται τῆς πρεσβείας Ἀριστοτέλης, ὡς ὀλίγῳ πρότερον ἐπέδειξα τὰς ἐκείνου λέξεις παρασχόμενος, ἀναμφιλόγοις δήπουθεν ἀποδέδεικται τεκμηρίοις, ὅτι πάντες οἱ Δημοσθένους ἀγῶνες οἱ πρὸ τῆς Λυσιμαχίδου ἀρχῆς ἐν ἐκκλησίαις τε καὶ δικαστηρίοις γενόμενοι πρότερον τῶν Ἀριστοτέλους τεχνῶν - - -.

[12] Ἑτέραν προσθήσω μαρτυρίαν παρὰ τοῦ φιλοσόφου λαβών, ἐξ ἧς ἔτι μᾶλλον ἔσται φανερόν, ὅτι μετὰ τὸν πόλεμον τὸν συμβάντα τοῖς Ἀθηναίοις πρὸς Φίλιππον αἱ ῥητορικαὶ συνετάχθησαν ὑπ´ αὐτοῦ τέχναι, Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ πάντας εἰρηκότος τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς λόγους, ὧν ὀλίγῳ πρότερον ἐμνήσθην. Διεξιὼν γὰρ τοὺς τόπους τῶν ἐνθυμημάτων ὁ φιλόσοφος καὶ τὸν ἐκ τῆς αἰτίας τίθησι· παρέξομαι δὲ τὴν ἐκείνου λέξιν· ‘ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι. Τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσι, καὶ μάλιστα ἐν ταῖς πολιτείαις· ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν· μετ´ ἐκεῖνο γὰρ - - -’. Ποίους οὖν ὁ Δημοσθένης κατεσκεύασεν ἀγῶνας ταῖς Ἀριστοτελείοις τέχναις ὁδηγοῖς χρησάμενος, εἰ πάντες οἱ δημόσιοι λόγοι, δι´ οὓς ἐπαινεῖταί τε καὶ θαυμάζεται, πρὸ τοῦ πολέμου γεγόνασιν, ὡς πρότερον ἐπέδειξα, πλὴν ἑνὸς τοῦ περὶ τοῦ στεφάνου; οὗτος γὰρ μόνος εἰς δικαστήριον εἰσελήλυθεν μετὰ τὸν πόλεμον ἐπ´ Ἀριστοφῶντος ἄρχοντος ὀγδόῳ μὲν ἐνιαυτῷ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἕκτῳ δὲ μετὰ τὴν Φιλίππου τελευτήν, καθ´ ὃν χρόνον Ἀλέξανδρος τὴν ἐν Ἀρβήλοις ἐνίκα μάχην. Εἰ δέ τις ἐρεῖ τῶν πρὸς ἅπαντα φιλονεικούντων, ὅτι τοῦτον ἴσως ἔγραψε τὸν λόγον ταῖς Ἀριστοτέλους ἐντετευχὼς τέχναις, τὸν κράτιστον ἁπάντων τῶν λόγων, πολλὰ πρὸς αὐτὸν εἰπεῖν ἔχων, ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένηταί μοι, καὶ τοῦτον ἐπιδείξειν ὑπισχνοῦμαι τὸν ἀγῶνα πρὸ τῶν Ἀριστοτέλους τεχνῶν ἐπιτετελεσμένον αὐτῷ χρησάμενος τῷ φιλοσόφῳ μάρτυρι. Προθεὶς γὰρ τόπον ἐνθυμημάτων τὸν ἐκ τῶν πρὸς ἄλληλα, ταῦτα κατὰ λέξιν γράφει· ‘ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ κελεῦσαι, καὶ τὸ πεποιηκέναι· οἷον ὡς ὁ τελώνης ὁ Διομέδων· εἰ γὰρ μηδ´ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδὲ ἡμῖν τὸ ὠνεῖσθαι. Καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς καὶ δικαίως ὑπάρχει, τῷ πεπραγμένῳ ὑπάρξει καὶ τῷ ποιήσαντι ἢ ποιοῦντι. Ἔστι δὲ τοῦτο παραλογίσασθαι· οὐ γὰρ εἰ δικαίως ἔπαθεν, ἅμα καὶ δικαίως ὑπὸ τούτου πέπονθε. Διὸ δεῖ σκοπεῖν χωρίς, εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἂν ἁρμόττῃ. Ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον, ὥςπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου ... Καὶ οἷον ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα.’ Τίς οὖν ἐστιν ἡ Δημοσθένους δίκη {καὶ τῶν ἀποκτεινάντων Νικάνορα} περὶ ἧς ὁ φιλόσοφος γέγραφεν, ἐν ᾗ τὸ κυριώτατον τῆς ἀμφισβητήσεως κεφάλαιον ἦν ἐκ τοῦ πρὸς ἄλληλα τόπου; ἡ πρὸς Αἰσχίνην ὑπὲρ Κτησιφῶντος τοῦ παρασχόντος Δημοσθένει τὸ περὶ τοῦ στεφάνου ψήφισμα καὶ τὴν τῶν παρανόμων φεύγοντος γραφήν· ἐν ταύτῃ γὰρ τὸ ζητούμενον ἦν οὐ τὸ κοινόν, εἰ τιμῶν καὶ στεφάνων ἄξιος ἦν Δημοσθένης ἐπιδοὺς ἐκ τῶν ἰδίων κτημάτων τὴν εἰς τὰ τείχη δαπάνην, ἀλλ´ εἰ καθ´ ὃν χρόνον ὑπεύθυνος ἦν, κωλύοντος τοῦ νόμου τοὺς ὑπευθύνους στεφανοῦν. Τὸ γὰρ ἐκ τῶν πρὸς ἄλληλα τοῦτ´ ἔστιν, εἰ ὥσπερ τῷ δήμῳ τὸ δοῦναι, οὕτως καὶ τῷ ὑπευθύνῳ τὸ λαβεῖν τὸν στέφανον ἐξῆν. Ἐγὼ μὲν οὖν ταύτης οἴομαι τῆς δίκης μεμνῆσθαι τὸν Ἀριστοτέλη. Εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπ´ Ἀντικλέους ἄρχοντος ἀπελογήσατο περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. Ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δημοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέμενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.