Μετάβαση στο περιεχόμενο

Επιστολή παραμυθητική προς την ομόζυγον Νεκταρίου

Από Βικιθήκη
Επιστολή παραμυθητική προς την ομόζυγον Νεκταρίου
Συγγραφέας:



Ἔμελλον ἀποσιωπᾶν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. Οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα, καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. Ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. Ὦ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;

Ἀλλ᾿ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλ᾿ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ, ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς, καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ. Οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ᾿ ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις ἐστὲ παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφοράν, τῷ πάθει ἑαυτὴν ἀναλίσκουσα. Ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλ᾿ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ παρόντα. Εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵν᾿ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.