Μετάβαση στο περιεχόμενο

Επιστολή Αριστέα

Από Βικιθήκη


Επιστολή Αριστέα
Θρησκευτικό κείμενο



ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ

[1] Ἀξιολόγου διηγήσεως, ὦ Φιλόκρατες, περὶ τῆς γενηθείσης ἡμῖν ἐντυχίας πρὸς Ἐλεάζαρον τὸν τῶν Ἰουδαίων ἀρχιερέα συνεσταμένης, διὰ τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι, παρ᾽ ἕκαστα ὑπομιμνήσκων, συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν καὶ διὰ τί, πεπείραμαι σαφῶς ἐκθέσθαι σοι, κατειληφὼς ἣν ἔχεις φιλομαθῆ διάθεσιν, [2] ὅπερ μέγιστόν ἐστιν ἀνθρώπῳ, προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν, ἤτοι κατὰ τὰς ἱστορίας, ἢ καὶ κατ᾽ αὐτὸ τὸ πρᾶγμα πεπειραμένῳ. οὕτω γὰρ κατασκευάζεται ψυχῆς καθαρὰ διάθεσις, ἀναλαβοῦσα τὰ κάλλιστα· καὶ πρὸς τὸ πάντων κυριώτατον νενευκυῖα τὴν εὐσέβειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ. [3] Τὴν προαίρεσιν ἔχοντες ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα κατανοεῖν, ἑαυτοὺς ἐπεδώκαμεν εἰς τὸν προειρημένον ἄνδρα πρεσβείαν, καλοκαγαθίᾳ καὶ δόξῃ προτετιμημένον ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους τόπους πολίταις, πρὸς τὴν ἑρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ γεγράφθαι παρ᾽ αὐτοῖς ἐν διφθέραις ἑβραϊκοῖς γράμμασιν. [4] ἣν δὴ καὶ ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν πρὸς τὸν βασιλέα περὶ τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ τῆς Ἰουδαίας ὑπὸ πατρὸς τοῦ βασιλέως, πρώτως κεκτημένου τήν τε πόλιν καὶ κατὰ τὴν Αἴγυπτον παρειληφότος. Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι. [5] E πέπεισμαι γὰρ σε μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα καὶ τὴν τῶν ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομοθεσίαν διεξαγόντων, περὶ ὧν προαιρούμεθα {δηλοῦν, ἀσμένως σε} ἀκούσεσθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς ἡμεῖς, καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς ὑπάρχει. [6] καὶ πρότερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ τῶν κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτην ἀρχιερέων περὶ τοῦ γένους τῶν Ἰουδαίων. [7] φιλομαθῶς γὰρ ἔχοντί σοι περὶ τῶν δυναμένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι, μάλιστα μὲν πᾶσι τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν ἔχοντι τὴν αἵρεσιν, οὐ μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθεστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν ὄντα ἡμῖν. [8] χρυσοῦ γὰρ χάρις ἢ κατασκευή τις ἄλλη τῶν τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλεισαν οὐκ ἔχει τὴν αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων φροντίς. ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν τι ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν. [9] Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν, εἰ δυνατόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία· καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν, ὅσον ἐφ᾽ ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. [10] E παρόντων οὖν ἡμῶν ἐρωτηθείς Πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων; εἶπεν Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ᾽ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι. [11] Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ὑποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν.ὁ δὲ Δημήτριος εἶπεν Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ Ἰουδαίων χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβάνονται Συριακῇ χρῆσθαι· τὸ δ᾽ οὐκ ἔστιν, ἀλλ᾽ ἕτερος τρόπος.Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ. [12] νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ὧν πολλάκις ἠξιώκειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς ἀρχισωματοφύλακας, περὶ τῆς ἀπολυτρώσεως τῶν μετηγμένων ἐκ τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως- ἐκεῖνος γὰρ ἐπελθὼν τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγχρώμενος εὐημερίᾳ μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὓς δὲ ᾐχμαλώτιζε, φόβῳ πάντα ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν Ἰουδαίων χώρας εἰς Αἴγυπτον μετήγαγεν, [13] ἀφ᾽ ὧν ὡσεὶ τρεῖς μυριάδας καθοπλίσας ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς φρουρίοις (ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῴ ἀλλ᾽ οὐ τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ Λάγου μετήγαγε)· [14] καθὼς δὲ προείπομεν, ἐπιλέξας τοὺς ἀρίστους ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε, τὸ δὲ λοιπὸν χύμα πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναικῶν, εἴασεν εἰς τὴν οἰκετίαν, οὐχ οὕτως τῇ προαιρέσει κατὰ ψυχὴν ἔχων, ὡς κατακρατούμενος ὑπὸ τῶν στρατιωτῶν, δι᾽ ἃς ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς ἀγῶσιν- ἡμεῖς δὲ ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν ἀπελάβομεν, καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις πρὸς τὸν βασιλέα. [15] E μήποτε ἄλογον ᾗ ἐλέγχεσθαι ὑπ᾽ αὐτῶν τῶν πραγμάτων, ὦ βασιλεῦ. τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν, ἀλλὰ καὶ διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν οἰκετίαις ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν; ἀλλὰ τελείᾳ καὶ πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους ἐν ταλαιπωρίαις, κατευθύνοντάς σου τὴν βασιλείαν τοῦ τεθεικότος αὐτοῖς θεοῦ τὸν νόμον, καθὼς περιείργασμαι. [16] τὸν γὰρ πάντων ἐπόπτην καὶ κτίστην θεὸν οὗτοι σέβοντα, ὃν καὶ πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομάζοντες ἑτέρως Ζῆνα καὶ Δία· τοῦτο δ᾽ οὐκ ἀνοικείως οἱ πρῶτοι διεσήμαναν, δι᾽ ὃν ζωοποιοῦνται τὰ πάντα καὶ γίνεται, τοῦτον ἁπάντων ἡγεῖσθαί τε καὶ κυριεύειν. ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώπους τῇ λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων ταῖς οἰκετίαις. [17] οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν κατὰ ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ κατασκευάσαι πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι (κτίσμα γὰρ ὂν θεοῦ τὸ γένος τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ τρέπεται πάλιν ὑπ᾽ αὐτοῦ· διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκαλούμην τὸν κυριεύοντα κατὰ καρδίαν, ἵνα συναναγκασθῇ, καθὼς ἠξίουν, ἐπιτελέσαι· [18] μεγάλην γὰρ εἶχον ἐλπίδα, περὶ σωτηρίας ἀνθρώπων προτιθέμενος λόγον, ὅτι τὴν ἐπιτέλειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιοσύνην καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων ἁπάντων θεός), [19] ὁ δὲ διανακύψας καὶ προσβλέψας ἱλαρῷ τῷ προσώπῴ Πόσας ὑπολαμβάνεις μυριάδας ἔσεσθαι; ἔφη. παρεστὼς δὲ Ἀνδρέας ἀπεφήνατο Βραχεῖ πλεῖον μυριάδων δέκα. ὁ δέ, Μικρόν γε, εἶπεν, Ἀριστέας ἡμᾶς ἀξιοῖ πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων τινὲς τοῦτ᾽ εἶπον· Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως χαριστήριον ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. μεγίστως γὰρ τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια, καθῆκόν ἐστι σοι. [20] E διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις εἶπε προσθεῖναι, καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς εἴκοσι, καὶ περὶ τούτων ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογραφὰς ποιεῖσθαι παρ᾽ αὐτά, μεγαλείως χρησάμενος τῇ προθυμίᾳ, τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέσαντος ἡμῶν προαίρεσιν, καὶ συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι μὴ μόνον τοὺς συνεληλυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ εἴ τινες προῆσαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν. ὑπὲρ τὰ τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι. [21] καὶ τοῦ προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι κατακεχωρίσθαι. πολλῷ γὰρ ἡ μεγαλομοιρία φανερωτέρα καὶ εὔδηλος ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς τὸ σωτηρίαν γενέσθαι πλήθεσιν ἱκανοῖς. [22] ἦν δὲ τοιοῦτο· Τοῦ βασιλέως προστάξαντος- Ὅσοι τῶν συνεστρατευμένων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ Συρίαν καὶ Φοινίκην τόπους ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν ἐγκρατεῖς ἐγένοντο σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς τε τὴν πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων, ἀπολύειν παρὰ χρῆμα τοὺς ἔχοντας, κομιζομένους αὐτίκα ἑκάστου σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώτας τῇ τῶν ὀψωνίων δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς τραπέζης. [23] νομίζομεν γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς ἔχον ᾐχμαλωτεῦσθαι τούτους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν τήν τε χώραν αὐτῶν κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν εἰς τὴν Αἴγυπτον γεγονέναι· ἱκανὴ γὰρ ἦν ἡ παρὰ τὸ πεδίον γεγονυῖα ἐκ τῶν στρατιωτῶν ὠφέλεια· διὸ παντελῶς ἀνεπιεικής ἐστι καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία. [24] πᾶσιν οὖν ἀνθρώποις τὸ δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον τοῖς ἀλόγως καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες τὸ καλῶς ἔχον πρός τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέβειαν, προστετάχαμεν ὅσα τῶν Ἰουδαϊκῶν ἐστι σωμάτων ἐν οἰκετίαις {πανταχῆ} καθ᾽ ὁντινοῦν τρόπον ἐν τῇ βασιλείᾳ, κομιζομένους τοὺς ἔχοντας τὸ προκείμενον κεφάλαιον ἀπολύειν, καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν οἰκονομεῖν· τὰς δ᾽ ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ᾽ ἧς ἡμέρας ἐκκεῖται τὸ πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ τούτων, καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα. [25] E διειλήφαμεν γὰρ καὶ ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ᾽ ἐπιτελεσθῆναι. τὸν δὲ βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων, ἐφ᾽ ᾧ τοῦ φανέντος ἐνόχου τὴν κυρίαν ἕξειν· τὰ δὲ ὑπάρχοντα τῶν τοιούτων εἰς τὸ βασιλικὸν ἀναληφθήσεται. [26] εἰσδοθέντος τοῦ προστάγματος, ὅπως ἐπαναγνωσθῇ τῷ βασιλεῖ, τὰ ἄλλα πάντ᾽ ἔχοντος πλὴν τοῦ Καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτα εἰσηγμένοι εἰσι τῶν τοιούτων, αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομοιρίᾳ καὶ μεγαλοψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τῶν διαφόρων δόσιν ἀθρόαν οὖσαν ἀπομερίσαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ βασιλικοῖς τραπεζίταις. [27] οὕτω δοχθὲν ἐκεκύρωτο ἐν ἡμέραις ἑπτά· πλεῖον δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ δόσις ἐγεγόνει. πολλὰ γὰρ καὶ τῶν ἐπιμαστιδίων τέκνων σὺν ταῖς μητράσιν ἐλευθεροῦντο. προσανενεχθέντος εἰ καὶ περὶ τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ᾽ ἐκέλευσεν ὁ βασιλεὺς ποιεῖν, ὁλοσχερῶς περὶ τοῦ δόξαντος ἅπαντ᾽ ἐπιτελῶν. [28] Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ᾽ εἰκῇ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομοιρίᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε· [29] Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολιπόντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε. [30] E τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει· τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα, ἀμελέστερον δέ, καὶ οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τέτευχε. [31] δέον δέ ἐστι καὶ ταῦθ᾽ ὑπάρχειν παρά σοι διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ᾽ αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. [32] ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ὄντας ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός. [33] Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης, ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος- ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχνίταις, ὧν ἂν προαιρῶνται, τὴν ἐκλογὴν διδόναι- καὶ νομίσματος εἰς θυσίας καὶ ἄλλα πρὸς τάλαντα ἑκατόν. [34] δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον· [35] E Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν, καθ᾽ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους· [36] ἀφ᾽ ὧν πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβος [μὴ] ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις- [37] ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ᾽ ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διειληφότες εὐσεβῶς τοῦτο πρᾶξαι, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ κρατίστῃ παρ᾽ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι, τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους, ἐπὶ χρειῶν καθεστάκαμεν. [38] βουλομένων δ᾽ ἡμῶν καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ᾽ ὑμῶν λεγομένων Ἑβραϊκῶν γραμμάτων, ἵν᾽ ὑπάρχῃ καὶ ταῦτα παρ᾽ ὑμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. [39] καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ἐπιλεξάμενος ἄνδρας καλῶς βεβιωκότας πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου, καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλείονων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν. [40] E ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ᾽ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφων δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ κεχαρισμένος ἔσῃ, καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο. [41] Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος ταῦτα· Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ φίλῳ γνησίῳ χαίρειν. αὐτός τε ἔρρωσο καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. [42] λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλήν, καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵνα εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν δέηται τὸ ἱερὸν ἀργυρίου τάλαντα ἑκατόν, [43] ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα· οἷ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἅ καὶ παρ᾽ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς γράμμασι. [44] πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα· τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ σὺ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας. [45] E εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων· καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντός, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός, καὶ ὅπως γένηταί σοι συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή. [46] παρόντων δὲ πάντων ἐπελέξαμεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς πρεσβυτέρους, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστείλαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας, ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσιν πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες. ἔρρωσο. [47] Εἰσὶ δὲ πρώτης φυλῆς· Ἰώσηφος, Ἐζεκίας, Ζαχαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. δευτέρας· Ἰούδας, Σίμων, Σομόηλος, Ἀδαῖος, Ματταθίας, Ἐσχλεμίας. τρίτης· Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασέας, Ὀρνίας, Δάκις. [48] τετάρτης· Ἰωνάθας, Ἀβαῖος, Ἐλισσαῖος, Ἁνανίας, Χαβρίας, [Χελκίας?]. πέμπτης· Ἴσακος, Ἰάκωβος, Ἰησοῦς, Σαββαταῖος, Σίμων, Λευίς. ἕκτης· Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Σομόηλος, Σελεμίας. [49] ἑβδόμης· Σαββαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσαχος, Ἰησίας, Νατθαῖος. ὀγδόης· Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης, Ἰωνάθας. ἐνάτης· Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων, Ἐνδεμίας, Δανίηλος. [50] E δεκάτης· Ἰερεμίας, Ἐλεάζαρος, Ζαχαρίας, Βανέας, Ἐλισσαῖος, Δαθαῖος. ἑνδεκάτης· Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθης. Χαβεῦ, Δοσίθεος. δωδεκάτης· Ἰσάηλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβιήτης, Ἐζεκῆλος. οἱ πάντες ἑβδομήκοντα δύο. [51] καὶ τὰ μὲν πρὸς τὴν τοῦ βασιλέως ἐπιστολὴν τοιαύτης ἐτύγχανεν ἀντιγραφῆς {ὑπὸ} τῶν περὶ τὸν Ἐλεάζαρον.Ὡς δὲ ἐπηγγειλάμην καὶ τὰ τῶν κατασκευασμάτων διασαφῆσαι, ποιήσω. πολυτεχνίᾳ γὰρ διαφέροντα συνετελέσθη, τοῦ βασιλέως πολλὴν ἐπίδοσιν ποιουμένου καὶ παρ᾽ ἕκαστον ἐπιθεωροῦντος τοὺς τεχνίτας. διὸ παριδεῖν οὐδὲν ἠδύναντο οὐδὲ εἰκῇ συντελέσαι. πρῶτον δέ σοι τὰ περὶ τῆς τραπέζης ἐξηγήσομαι. [52] προεθυμεῖτο μὲν οὖν ὁ βασιλεὺς ὑπέροπλόν τι ποιῆσαι τοῖς μέτροις τὸ κατασκεύασμα. προσέταξε δὲ πυθέσθαι τῶν ἀνὰ τὸν τόπον, πηλίκη τίς ἐστιν ἡ προοῦσα καὶ κειμένη κατὰ τὸ ἱερὸν ἐν Ἱεροσολύμοις. [53] ὡς δὲ ἀπεφήναντο τὰ μέτρα, προσεπηρώτησεν, εἰ κατασκευάσει μείζονα. τινὲς μὲν οὖν καὶ τῶν ἱερέων καὶ τῶν ἄλλων ἔλεγον μηδὲν ἐπικωλύειν. ὁ δὲ εἶπε βούλεσθαι καὶ πενταπλῆν τοῖς μεγέθεσι ποιῆσαι, διστάζειν δὲ μήποτε ἄχρηστος γένηται πρὸς τὰς λειτουργίας. [54] οὐ γὰρ αἱρεῖσθαι τὸ κεῖσθαι μόνον ἐν τῷ τόπῳ {τὰ} παρ᾽ αὐτοῦ, πολὺ δὲ μᾶλλον χάριν ἕξειν, ἐὰν τὰς καθηκούσας λειτουργίας ἐπὶ τῶν αὐτοῦ κατεσκευασμένων οἷς καθῆκε ποιῶνται δεόντως. [55] E οὐ γὰρ ἕνεκεν σπάνεως χρυσοῦ τὰ προσυντετελεσμένα βραχύμετρα καθέστηκεν, ἀλλὰ φαίνεται πρός τινα λόγον, εἶπεν, οὕτως συνεστηκέναι τοῖς μέτροις. ἔτι γὰρ ἐπιταγῆς οὔσης οὐθὲν ἂν ἐσάνιζε· διόπερ οὐ παραβατέον οὐδὲ ὑπερθετέον τὰ καλῶς ἔχοντα. [56] τῇ μὲν οὖν ποικιλίᾳ τῶν τεχνῶν ἐκέλευσεν ὅτι μάλιστα χρήσασθαι, σεμνῶς ἅπαντα διανούμενος καὶ φύσιν ἔχων ἀγαθὴν εἰς τὸ συνιδεῖν πραγμάτων ἔμφασιν. ὅσα δ᾽ ἂν ᾖ ἄγραφα, πρὸς καλλονὴν ἐκέλευσε ποεῖν· ὅσα δὲ διὰ γραπτῶν, μέτρα αὐτοῖς κατακολουθῆσαι. [57] Δύο γὰρ πήχεων τὸ μῆκος, τὸ δὲ ὕψος πήχεος καὶ ἡμίσους συνετέλουν, χρυσίου δοκίμου στερεὰν πάντοθεν τὴν ποίησιν ἐργασάμενοι, λέγω δὲ οὐ περί τι περιεπτυγμένου τοῦ χρυσοῦ, τὸν δὲ ἐλασμὸν αὐτὸν ἐπιδεδέσθαι. [58] στεφάνην δὲ ἐποίησαν παλαιστιαίαν κυκλόθεν· τὰ δὲ κυμάτια στρεπτά, τὴν ἀναγλυφὴν ἔχοντα σχοινίδων ἔκτυπον, τῇ πορείᾳ θαυμαστῶς ἔχουσαν ἐκ τῶν τριῶν μερῶν· ἦν γὰρ τριγωνία. [59] καὶ καθ᾽ ἕκαστον μέρος ἡ διατύπωσις τῆς ἐνεργείας τὴν αὐτὴν διάθεσιν εἶχεν, ὥστε, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο, τὴν πρόσοψιν εἶναι τὴν αὐτήν, κειμένου δὲ κατὰ τῆς στεφάνης τὸ μὲν εἰς αὐτὴν τὴν τράπεζαν ἀπόκλιμα τὴν διατύπωσιν ἔχειν τῆς ὡραιότητος, τὸ δὲ ἐκτὸς κλίμα πρὸς τὴν τοῦ προσάγοντος εἶναι θεωρίαν. [60] E διὸ τὴν ὑπεροχὴν ὀξεῖαν εἶναι τῶν δύο κλιμάτων συνέβαινε, μετέωρον ἐπικειμένην, ὡς προειρήκαμεν, τριγώνου κατεσκευασμένου, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο. λίθων τε πολυτελῶν ἐν αὐτῷ διαθέσεις ὑπῆρχον ἀνὰ μέσον τῶν σχοινίδων· ἕτερος παρὰ ἕτερον πλοκὴν εἶχον ἀμίμητον τῇ ποιήσει. [61] πάντες δ᾽ ἦσαν διὰ τρημάτων κατειλημμένοι χρυσαῖς περόναις πρὸς τὴν ἀσφάλειαν. ἐπὶ δὲ τῶν γωνιῶν αἱ κατακλεῖδες συνέσφιγγον πρὸς τὴν συνοχήν. [62] ἐκ πλαγίων δὲ κατὰ τὴν στεφάνην κυκλόθεν τὰ πρὸς τὴν ἄνω πρόσοψιν ῴοθεσία κατεσκεύαστο διάλιθος, ἐκτύπωσιν ἔχουσα προσοχῆς συνεχέσιν ἀναγλυφαῖς ῥαβδωταῖς, πυκνὴν ἐχούσαις τὴν πρὸς ἄλληλα θέσιν περὶ ὅλην τὴν τράπεζαν. [63] ὑπὸ δὲ τὴν ἐκτύπωσιν τῶν λίθων τῆς ῴοθεσίας, στέφανον ἐποίησαν οἱ τεχνῖται πάγκαρπον, ἐν ὑπεροχῇ προδήλως ἔχοντα βοτρύων καὶ σταχύων, ἔτι δὲ φοινίκων καὶ μήλων ἐλαίας τε καὶ ῥοῶν καὶ τῶν παραπλησίων. τοὺς δὲ λίθους ἐργασάμενοι πρὸς τὴν τῶν προειρημένων καρπῶν διατύπωσιν, ἔχοντας ἑκάστου γένους τὴν χρόαν, ἀνέδησαν τῷ χρυσίῳ κύκλῳ περὶ ὅλην τὴν τῆς τραπέζης κατασκευὴν κατὰ κρόταφον. [64] μετὰ δὲ τὴν τοῦ στεφάνου διάθεσιν, ὁμοίως κατὰ τὴν τῆς ῴοθεσίας διασκευὴν κατεσκεύαστο, καὶ τὰ λοιπὰ τῆς ῥαβδώσεως καὶ διαγλυφῆς, {διὰ} τὸ κατ᾽ ἀμφότερα τὰ μέρη τὴν τράπεζαν πρὸς τὴν χρῆσιν πεποιῆσθαι, καθ᾽ ὃ ἂν μέρος αἴρωνται, ὥστε καὶ τὴν τῶν κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης εἶναι κατὰ τὸ τῶν ποδῶν μέρος. [65] E ἔλασμα γὰρ ἐποίησαν καθ᾽ ὅλου τοῦ πλάτους τῆς τραπέζης στερεὸν δακτύλων τεσσάρων, ὥστε τοὺς πόδας ἐνίεσθαι εἰς τοῦτο, περόνας {σὺν} κατακλεῖσιν ἔχοντας ἐσφίγχθαι κατὰ τὴν στεφάνην, ἵνα, καθ᾽ ὃ ἂν αἴρωνται μέρος, ἡ χρῆσις ᾖ· τοῦτο δὲ κατὰ ἐπιφάνειαν θεωρεῖται ἀμφοτεροδεξίου τῆς κατασκευῆς οὔσης. [66] ἐπ᾽ αὐτῆς δὲ τῆς τραπέζης μαίανδρον ἔκτυπον ἐποίησαν, ἐν ὑπεροχῇ λίθους ἔχοντα κατὰ μέσον πολυτελεῖς τῶν {πολυειδῶν}, ἀνθράκων τε καὶ σμαράγδων, ἔτι δὲ ὄνυχος καὶ τῶν ἄλλων γενῶν τῶν διαφερόντων ἐν ὡραιότητι. [67] μετὰ δὲ τὴν τοῦ μαιάνδρου διάθεσιν ἐπέκειτο σχιστὴ πλοκή, θαυμασίως ἔχουσα, ῥομβωτὴν ἀποτελοῦσα τὴν ἀνὰ μέσον θεωρίαν· ἐφ᾽ ᾗ κρυστάλλου λίθος καὶ τὸ λεγόμενον ἤλεκτρον ἐντετύπωτο, ἀμίμητον θεωρίαν ἀποτελοῦν τοῖς θεωροῦσι. [68] τοὺς δὲ πόδας ἐποίησαν τὰς κεφαλίδας ἔχοντας κρινωτάς, ἀνάκλασιν κρίνων ὑπὸ τὴν τράπεζαν λαμβανόντων, τὰ δὲ τῆς ἐντὸς προσόψεως ὀρθὴν ἔχοντα τὴν πετάλωσιν. [69] ἡ δὲ ἐπ᾽ ἐδάφους ἔρεισις τοῦ ποδὸς ἄνθρωπος λίθου πάντοθεν παλιστιαία, κρηπῖδος ἔχουσα τάξιν κατὰ τὴν πρόσοψιν, ὀκτὼ δὲ δακτύλων τὸ πλάτος ἔχουσα· ἐφ᾽ ὃν ἐπίκειται τὸ πᾶν ἔλασμα τοῦ ποδός. [70] E κατεσκεύασαν δὲ ἐκφύοντα κισσὸν ἀκάνθῳ πλεκόμενον ἐκ τοῦ λίθου, σὺν ἀμπέλῳ περιειλούμενον κυκλόθεν τῷ ποδὶ σὺν τοῖς βότρυσιν, οἳ λιθουργεῖς ἦσαν, μέχρι τῆς κεφαλῆς. ἡ δ᾽ αὐτὴ διάθεσις ἦν τῶν τεσσάρων ποδῶν, πάντα ἐνεργῶς πεποιημένα καὶ προσηγμένα, τῆς ἐμπειρίας καὶ τέχνης τὰς ὑπεροχὰς ἀπαραλλάκτως ἔχοντα πρὸς τὴν ἀλήθειαν, ὥστε καὶ ῥιπίζοντος τοῦ κατὰ τὸν ἀέρα πνεύματος κίνησιν ἐπιδέχεσθαι τὴν τῶν φύλλων θέσιν, πρὸς τὴν τῆς ἀληθείας διάθεσιν τετυπωμένων ἁπάντων. [71] ἐποίησαν δὲ τριμερὲς τὸ στόμα τῆς τραπέζης, οἱονεὶ τρίπτυχον, πελεκίνοις συναρμοζόμενα γομφωτοῖς πρὸς ἑαυτὰ κατὰ τὸ πάχος τῆς κατασκευῆς, ἀθέατον καὶ ἀνεύρετον τὴν τῶν ἁρμῶν κατασκευάσαντες συμβολήν. ἡμιπηχίου δὲ οὐκ ἐλάσσονος ἦν τὸ πάχος τῆς ὅλης τραπέζης, ὥστε πολλῶν εἶναι ταλάντων τὴν ὅλην διασκευήν. [72] ἐπεὶ γὰρ οὐ προᾐρητο τοῖς μεγέθεσιν οὐδὲν προσθεῖναι ὁ βασιλεύς, ὅσον ἔδει δαπανηθῆναι κατασκευαζομένων μειζόνων, ταῦτα ἀποδέδωκε πλείονα· καὶ κατὰ τὴν προαίρεσιν αὐτοῦ πάντα ἐπετελέσθη θαυμασίως καὶ ἀξιολόγως ἔχοντα, καὶ ταῖς τέχναις ἀμίμητα, καὶ τῇ καλλονῇ διαπρεπῆ. [73] τῶν δὲ κρατήρων δύο μὲν ἦσαν {χρυσοῖ} τῇ κατασκευῇ, φολιδωτὴν ἔχοντες ἀπὸ τῆς βάσεως μέχρι τοῦ μέσου τὴν διασκευὴν τῇ πορείᾳ, καὶ τὴν τῶν λίθων ἀνὰ μέσον τῶν φολίδων σύνδεσιν πολυτέχνως ἔχοντες. [74] εἶτα μαίανδρος ἐπέκειτο πηχυαῖος ὕψει, τὴν δ᾽ ἐκτύπωσιν ἐνυπῆρχε διὰ λιθώσεως ποικίλης, ἐμφαίνων σὺν ὡραιότητι τὸ τῆς τέχνης φιλόπονον. ἐπὶ δὲ τοῦτο ῥάβδωσις, ἐφ᾽ ᾗ διαπλοκὴ ῥόμβων, δικτυωτὴν ἔχουσα τὴν πρόσοψιν ἕως ἐπὶ τὸ στόμα. [75] E τὸ δ᾽ ἀνὰ μέσον ἀσπιδίσκοι λίθων ἑτέρων παρ᾽ ἑτέροις, τοῖς γένεσι παραλλαγὴν ἐχόντων, τετραδακτύλων οὐκ ἔλαττον, ἀνεπλήρουν τὸ τῆς καλλονῆς ἐναργές. ἐπὶ δὲ τῆς στεφάνης τοῦ σώματος κρίνων τύπωσις σὺν ἀνθεμίσι καὶ βοτρύων σχοινιαὶ διάπλοκοι διετυποῦντο κυκλόθεν. [76] οἱ μὲν οὖν διὰ τοῦ χρυσοῦ τοιαύτην εἶχον τὴν κατασκευήν, χωροῦντες ὑπὲρ δύο μετρητάς· οἱ δ᾽ ἀργυροῖ λείαν εἶχον τὴν διασκευήν, ἔνοπτρον δὴ γεγονυῖαν πρὸς αὐτὸ τοῦτο θαυμασίως ἔχουσαν, ὥστε πᾶν τὸ προσαχθὲν ἀπαυγάζεσθαι σαφέστερον μᾶλλον ἢ ἐν τοῖς κατόπροις. [77] οὐκ ἐφικτὸν δ᾽ ἐστὶν ἐξηγήσασθαι τὰ προσυντελεσθέντα πρὸς τὴν τῆς ἀληθείας ἔμφασιν. ὡς γὰρ ἐπετελέσθη, τεθέντων τῶν κατασκευασμάτων ἑτέρου παρ᾽ ἕτερον- λέγω δὲ πρῶτον ἀργυροῦ κρατῆρος, εἶτα χρυσοῦ, πάλιν ἀργυροῦ καὶ χρυσοῦ- παντελῶς ἀνεξήγητος ἐγένετο τῆς προσόψεως ἡ διάθεσις, καὶ τῶν πρὸς τὴν θεωρίαν προσιόντων οὐ δυναμένων ἀφίστασθαι διὰ τὴν περιαύγειαν καὶ τὸ τῆς ὄψεως τερπνόν. [78] ποικίλη γὰρ ἦν ἡ τῆς ἐπιφανείας ἐνέργεια. προσορώντων γὰρ πρὸς αὐτὴν τὴν τοῦ χρυσίου κατασκευήν, ψυχαγωγία τις ἦν μετὰ θαυμασμοῦ, συνεχῶς ἐφ᾽ ἕκαστον ἐπιβαλλούσης τῆς διανοίας τεχνίτευμα. καὶ πάλιν ὅτε πρὸς τὴν τῶν ἀργυρῶν προσβλέψαι τις θέσιν ἤθελεν, ἀπέλαμπε τὰ πάντα κυκλόθεν, ὡς ἄν τις ἕστηκε, καὶ διάχυσιν ἐποίει μείζονα τοῖς θεωμένοις· ὥστε παντελῶς ἀνεξήγητον εἶναι τῶν ἐνηργημένων τὴν πολυτεχνίαν. [79] τὰς δὲ χρυσᾶς φιάλας διετόρευσαν στεφάνοις ἀμπέλου κατὰ μέσον, περὶ δὲ τὰ χείλη κισσοῦ τε καὶ μυρσίνης ἔτι δ᾽ ἐλαίας ἀνέπλεξαν στέφανον ἔκτυπον, πολυτελεῖς ἐνέντες λίθους· καὶ τὰς λοιπὰς δὲ πορείας διηλλαγμένως ἐπετέλεσαν, ἅπαντα φιλοτιμηθέντες εἰς ὑπεροχὴν δόξης τοῦ βασιλέως ποιῆσαι. [80] E καθόλου γὰρ οὔτ᾽ ἐν τοῖς βασιλικοῖς ὑπῆρχε ῥισκοφυλακίοις τοιαύτη κατασκευὴ τῇ πολυτελείᾳ καὶ τεχνουργίᾳ, οὔτ᾽ ἔν τινι ἄλλῳ. πρόνοιαν γὰρ οὐ μικρὰν ἐποιεῖτο ὁ βασιλεύς, φιλοδοξῶν εἰς τὰ καλῶς ἔχοντα. [81] πολλάκις γὰρ τὸν δημόσιον χρηματισμὸν παρίει, τοῖς δὲ τεχνίταις παρήδρευεν ἐπιμελῶς, ἵνα καθηκόντως τῷ τόπῳ συντελέσωσιν, εἰς ὃν ἀπεστέλλετο τὰ τῶν ἔργων. διὸ πάντα σεμνῶς ἐγεγόνει, καὶ καταξίως τοῦ τε ἀποστέλλοντος βασιλέως καὶ τοῦ προστατοῦντος ἀρχιερέως τοῦ τόπου. [82] καὶ γὰρ τὸ τῶν λίθων πλῆθος ἄφθονον, καὶ μεγάλοι τοῖς μεγέθεσιν, οὐκ ἔλαττον πεντακισχιλίων· καὶ ταῖς τέχναις κρατιστεύοντα πάντα, ὥστε πενταπλασίως τοῦ χρυσοῦ τιμιωτέραν εἶναι τὴν τῶν λίθων δόσιν καὶ τὴν τῶν τεχνῶν ἐνέργειαν. [83] Ὑπολαμβάνων οὖν καὶ τούτων τὴν ἀναγραφὴν ἀναγκαίαν εἶναι, δεδήλωκά σοι. τὰ δ᾽ ἑξῆς περιέχει τὴν πρὸς τὸν Ἐλεάζαρον ὁδὸν ἡμῖν γενομένην· τὴν δὲ θέσιν τῆς ὅλης χώρας πρῶτον δηλώσω. Ὡς γὰρ παρεγενήθημεν ἐπὶ τοὺς τόπους, ἐθεωροῦμεν τὴν πόλιν μέσην κειμένην τῆς ὅλης Ἰουδαίων ἐπ᾽ ὄρους ὑψηλὴν ἔχοντος τὴν ἀνάτασιν. [84] ἐπὶ δὲ τῆς κορυφῆς κατεσκεύαστο τὸ ἱερὸν ἐκπρεπῶς ἔχον· καὶ οἱ περίβολοι τρεῖς, ὑπὲρ ἑβδομήκοντα δὲ πήχεις τῷ μεγέθει, καὶ τὸ πλάτος ἀκόλουθον καὶ τὸ μῆκος τῆς κατὰ τὸν οἶκον διασκευῆς ὑπῆρχε, μεγαλομοιρίᾳ καὶ χορηγίᾳ κατὰ πάντα ὑπερβαλλούσῃ διῳκοδομημένων ἁπάντων. [85] E καὶ τοῦ θυρώματος δὲ καὶ τῶν περὶ αὐτὸ συνδέσμων κατὰ τὰς φλιὰς καὶ τῆς τῶν ὑπερθύρων ἀσφαλείας ἔκδηλος ἦν ἡ τῶν χρημάτων γεγονυῖα ἀφειδὴς δαπάνη. [86] τοῦ τε καταπετάσματος ἡ διατύπωσις θυρώσει κατὰ πᾶν ὁμοιοτάτη ὑπῆρχε· καὶ μάλιστα διὰ τὴν τοῦ πνεύματος ὑποδρομὴν ἀδιάλειπτον κίνησιν λαμβονούσης τῆς διυφῆς, διὰ τὸ ἀπ᾽ ἐδάφους γινομένης τῆς ὑποδρομῆς {κατατείνειν} τὴν κόλπωσιν μέχρι τῆς ἄνω διατάσεως, ἡδεῖάν τινα καὶ δυσαπάλλακτον τὴν θεωρίαν ἔχοντος τοῦ πράγματος. [87] ἥ τε τοῦ θυσιαστηρίου κατασκευὴ {συμμέτρως ἔχουσαν} πρὸς τὸν τόπον καὶ τὰ θύματα διὰ τοῦ πυρὸς ἐξαναλούμενα τὴν διοικοδομὴν εἶχε, τῆς δ᾽ ἀναβάσεως τῆς πρὸς αὐτό, πρὸς τὴν εὐκοσμίαν ἔχοντος τοῦ τόπου καθηκόντως τὸ κλίμα τῶν λειτουργούντων ἱερέων κεκαλυμμένων μέχρι τῶν σφυρῶν βυσσίνοις χιτῶσιν. [88] ὁ δὲ οἶκος βλέπει πρὸς ἕω, τὰ δ᾽ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν· τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιφορᾶς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων. πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. [89] ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους, καθ᾽ ἕκαστον μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων· [90] E καὶ πάντα ταῦτα μεμολιβῶσθαι κατ᾽ ἐδάφους καὶ τοῦ τοίχου· ἐπὶ δὲ τούτων κεχύσθαι πολύ τι πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. εἶναι δὲ πυκνὰ τὰ στόματα πρὸς τὴν βάσιν, ἀοράτως ἔχοντα τοῖς πᾶσι πλὴν αὐτοῖς οἷς ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα καθαρίζεσθαι τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα. [91] πεπεισμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκευὴν δηλώσω καθὼς ἐπιστώθην. προήγαγον γὰρ πλέον σταδίων τεσσάρων ἐκ τῆς πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα συνακοῦσαι τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδάτων· ὥστε συμφανές μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων, καθὼς δεδήλωται. [92] τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλητός ἐστι τῇ ῥώμῃ καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. πάντες γὰρ αὐτοκελεύστως διαπονοῦσι πολλῆς γινομένης κακοπαθείας, καὶ ἑκάστῳ τὸ διατεταγμένον μέλει. καὶ ἀδιαλείπτως ὑπηρετοῦσιν, οἱ μὲν τὴν ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν, οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντες, ἰσχύι διαφερόντως συγχρώμενοι· [93] διαλαβόντες γὰρ ἀμφοτέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα ταλάντων δύο σχεδὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως ὕψος ἱκανὸν καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. ὁμοίως δὲ καὶ τὰ τῶν προβάτων ἔτι δ᾽ αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως ἔχει. κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα καὶ τῇ παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται. [94] πρὸς δὲ τὴν ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτεταγμένος, οὗ καθίζουσιν οἱ διαναπαυόμενοι. τούτου δὲ γινομένου, τῶν διαλελοιπότων ἐγείρονται πρόθυμοι, οὐδενὸς ἐπιτάσσοντος τὰ τῆς λειτουργίας. [95] E ἥ τε πᾶσα σιγὴ καθέστηκεν, ὥστε ὑπολαμβάνειν, μηθ᾽ ἕνα ἄνθρωποι ἐν τῷ τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λειτουργῶν- καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος- ἀλλὰ φόβῳ καὶ καὶ καταξίως μεγάλης θειότητος ἅπαντ᾽ ἐπιτελεῖται. [96] μεγάλην δὲ ἔκπληξιν ἡμῖν παρέσχεν, ὡς ἐθεασάμεθα τὸν Ἐλεάζαρον ἐν τῇ λειτουργίᾳ, τά τε τοῦ στολισμοῦ καὶ τῆς δόξης, ἣ συνίσταται διὰ τὴν ἔνδυσιν οὗ φορεῖ χιτῶνος καὶ τῶν περὶ αὐτὸν λίθων· χρυσοῖ γὰρ κώδωνες περὶ τὸν ποδήρη εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες ἰδιάζοντα· παρ᾽ ἑκάτερον δὲ τούτων ἄνθεσι πεποικιλμένοι ῥοΐσκοι, τῇ χρόᾳ θαυμασίως ἔχοντες. [97] κατέζωστο δὲ διαφόρῳ ζώνῃ διαπρεπεῖ, διυφασμένῃ καλλίστοις χρώμασιν. ἐπὶ δὲ τοῦ στήθους φορεῖ τὸ λεγόμενον λόγιον, ἐν ᾧ συνεσφιγμένοι λίθοι δεκαδύο, διαλλάσσοντες τοῖς γένεσι, χρυσῷ κεκολλημένοι, τὰ τῶν φυλάρχων ὀνόματα κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν, ἀπαυγάζοντες ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν. [98] ἐπὶ δὲ τῆς κεφαλῆς ἔχει τὴν λεγομένην κίδαριν, ἐπὶ δὲ ταύτης τὴν ἀμίμητον μίτραν, τὸ καθηγιασμένον βασίλειον ἐκτυποῦν ἐπὶ πετάλῳ χρυσῷ γράμμασιν ἁγίοις ὄνομα τοῦ θεοῦ, κατὰ μέσον τῶν ὀφρύων, δόξῃ πεπληρωμένον, ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λειτουργίαις. [99] ἡ δὲ συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, ὥστε νομίζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβεβαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προειρημένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀδιήγητον, μετατραπέντα τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατασκευήν. [100] E πρὸς γὰρ τὴν ἐπίγνωσιν ἁπάντων ἐπὶ τὴν παρακειμένην ἄκραν τῆς πόλεως ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις ἐξησφαλισμένη πλείοσι, μέχρι κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομημένων αὐτῶν, ὡς μεταλαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν τόπων· [101] ἵνα, ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος γένηται, μηθεὶς δύνηται ὁδὸν εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων τῆς ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν ὄντος τῶν προειρημένων περιβόλων, [102] ὡσανεὶ φυλασσομένων τῶν πύργων ὑπὸ τῶν πιστοτάτων ἀνδρῶν καὶ τῇ πατρίδι μεγάλας ἀποδείξεις δεδωκότων· οἵτινες οὐκ εἶχον ἐξουσίαν ἐξιέναι τῆς ἄκρας, εἰ μὴ ταῖς ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους, οὐδὲ εἰσοδεύειν εἴων οὐδένα. [103] μετὰ ἀκριβείας δὲ πολλῆς εἶχον, εἰ καί τις ἐπιταγὴ γένοιτο διὰ τοῦ προκαθηγουμένου πρὸς θεωρίαν εἰσδέξασθαί τινας· οἷον καὶ καθ᾽ ἡμᾶς ἐγεγόνει. μόλις γὰρ ἀνόπλους ὄντας ἡμᾶς δύο παρεδέξαντο πρὸς τὸ κατανοῆσαι τὰ τῶν θυσιῶν. [104] ἔλεγον δὲ καὶ δι᾽ ὅρκων πεπιστῶσθαι τὸ τοιοῦτον· τοὺς γὰρ πάντας ὀμωμοκέναι, κατ᾽ ἀνάγκην {ἐπιτελουμένους} θείως τὸ κατὰ τὸν ὁρισμὸν πρᾶγμα, ὄντας πεντακοσίους μὴ παραδέξασθαι πλεῖον ἀνθρώπων πέντε κατὰ τὸ αὐτό· τοῦ γὰρ ἱεροῦ τὴν πᾶσαν εἶναι φυλακὴν τὴν ἄκραν· καὶ τὸν καταβαλλόμενον αὐτὴν τὴν προφυλακὴν τῶν εἰημένων οὕτως ἠσφαλίσθαι. [105] E τῆς δὲ πόλεώς ἐστι τὸ χύμα συμμέτρως ἔχον, οἷον τεσσαράκοντα σταδίων ὄντος τοῦ περιβόλου, καθόσον εἰκάσαι δυνατόν. ἔχει δὲ τὴν τῶν πύργων θέσιν θεατροειδῆ, καὶ φαινομένων διόδων- τῶν ὑποκειμένων, τῶν δ᾽ ἐπάνωθεν- {εἰθισμένως}- , καὶ τὰς διὰ τούτων διεξόδους. ἀνάκλασιν γὰρ ἔχει τὰ τῶν τόπων, ὡς ἂν ἐπ᾽ ὄρους τῆς πόλεως ῴκοδομημένης. εἰσὶ δὲ καὶ διαβάθραι πρὸς τὰς διόδους. [106] οἱ μὲν γὰρ μετέωροι τὴν ὁδείαν, οἱ δ᾽ ὑπ᾽ αὐτὰς ποιοῦνται, καὶ μάλιστα διεστηκότες τῆς ὁδείας, διὰ τοὺς ἐν ταῖς ἁγνείαις ὄντας, ὅπως μηδενὸς θιγγάνωσιν ὧν οὐ δέον ἐστίν. [107] οὐκ ἀλόγως δὲ τὴν πόλιν συμμετρίᾳ καθηκούσῃ κατεσκεύασαν οἱ πρῶτοι, σοφῶς δὲ ἐπινοήσαντες. τῆς γὰρ χώρας πολλῆς οὔσης καὶ καλῆς, καί τινων μὲν πεδινῶν, τῶν κατὰ τὴν Σαμαρεῖτιν λεγομένην, καὶ τῶν συναπτόντων τῇ τῶν Ἰδουμαίων χώρᾳ, τινῶν δὲ ὀρεινῶν, τῶν {συναπτόντων τῇ τῶν Ἰουδαίων χώρᾳ, χρὴ} πρὸς τὴν γεωργίαν καὶ τὴν ἐπιμέλειαν τῆς γῆς γίνεσθαι συνεχῶς, ἵνα καὶ διὰ τοῦτο οὗτοι τὴν εὐκαρπίαν ἔχωσιν· οὗ καὶ γινομένου γεωργεῖται {πάντα μετὰ} δαψιλείας πολλῆς ἐν πάσῃ τῇ προειρημένῃ χώρᾳ. [108] τῶν δὲ πόλεων ὅσαι μέγεθος ἔχουσι καὶ τὴν ἀκόλουθον εὐδαιμονίαν, ταύταις συμβέβηκεν εὐανδρεῖν, ἀμελεῖσθαι δὲ τῆς χώρας, πάντων ἐπὶ τὸ κατὰ ψυχὴν ἱλαροῦσθαι νενευκότων, καὶ τῇ κατασκευῇ πάντας ἀνθρώπους ἐπὶ τὰς ἡδονὰς εὐκαταφόρους εἶναι. [109] τοῦτο δὲ ἐγίνετο περὶ τὴν Ἀλεξάνδρειαν ὑπερβάλλουσαν πάσας τῷ μεγέθει καὶ εὐδαιμονίᾳ τὰς πόλεις. οἱ γὰρ ἀπὸ τῆς χώρας εἰς αὐτὴν ἀποξενούμενοι καταμένοντες ἐφ᾽ ἱκανὸν εἰς ἐλάττωσιν ἦγον τὰ τῆς ἐργασίας. [110] E ὅθεν ὁ βασιλεύς, ἵνα μὴ καταμένωσι, προσέταξε μὴ πλέον εἴκοσιν ἡμερῶν παρεπιδημεῖν· καὶ τοῖς ἐπὶ τῶν χρειῶν ὁμοίως δι᾽ ἐγγράπτων διαστολὰς ἔδωκεν, ἐὰν ἀναγκαῖον ᾖ κατακαλέσαι, διακρίνειν ἐν ἡμέραις πέντε. [111] πρὸ πολλοῦ δὲ ποιούμενος καὶ χρηματιστὰς καὶ τοὺς τούτων ὑπηρέτας ἐπέταξε κατὰ νομούς, ὅπως μὴ πορισμὸν λαμβάνοντες οἱ γεωργοὶ καὶ προστάται τῆς πόλεως ἐλαττῶσι τὰ ταμιεῖα, λέγω δὲ τὰ τῆς γεωργίας πρόσφορα. [112] παρεξέβημεν δὲ ταῦτα διὰ τὸ καλῶς ἡμῖν τὸν Ἐλεάζαρον ὑποδεδειχέναι τὰ προειρημένα. μεγάλη γὰρ ἐστὶν ἡ τῶν γεωργουμένων φιλοπονία. καὶ γὰρ ἐλαϊκοῖς πλήθεσι σύνδενδρός ἐστι καὶ σιτικοῖς καρποῖς αὐτῶν ἡ χώρα καὶ ὀσπρίοις, ἔτι δὲ ἀμπέλῳ καὶ μέλιτι πολλῷ. τὰ μὲν τῶν ἄλλων ἀκροδρύων καὶ φοινίκων οὐδ᾽ ἀριθμεῖται παρ᾽ αὐτοῖς. [113] κτήνη τε πολλὰ παμμιγῆ, καὶ δαψιλὴς ἡ τούτων νομή· διὸ καλῶς ἔβλεψαν, ὅτι πολυανθρωπίας οἱ τόποι προσδέονται, καὶ τὴν κατασκευὴν τῆς πόλεως καὶ τῶν κωμῶν ἔθεντο κατὰ λόγον. [114] πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ παρακομίζεται διὰ τῶν Ἀράβων εἰς τὸν τόπον. ἐργάσιμος γὰρ καὶ πρὸς τὴν ἐμπορίαν ἐστὶ κατεσκευασμένη ἡ χώρα, καὶ πολύτεχνος ἡ πόλις, οὐ σπανίζει δὲ οὐδὲν τῶν διακομιζομένων διὰ τῆς θαλάσσης. [115] E ἔχει γὰρ καὶ λιμένας εὐκαίρους χορηγοῦντας, τόν τε κατὰ τὴν Ἀσκαλῶνα καὶ Ἰόππην καὶ Γάζαν, ὁμοίως δὲ καὶ Πτολεμαίδα τὴν ὑπὸ τοῦ βασιλέως ἐκτισμένην. μέση δὲ κεῖται πρὸς τοὺς προειρημένους τόπους, οὐκ ἀπέχουσα τούτων πολύ. ἔχει δὲ πάντα δαψιλῆ κάθυγρος οὖσα πάντοθεν ἡ χώρα καὶ μεγάλην ἀσφάλειαν ἔχουσα. [116] περιρρεῖ δ᾽ αὐτὴν ὁ λεγόμενος Ἰορδάνης ποταμὸς ἀείρρους. {τῆς δὲ χώρας} οὐκ ἔλαττον ἑξακισχιλίων μυριάδων ἀρουρῶν κατὰ τὸ ἀρχαῖον οὔσης (μετέπειτα δὲ οἱ γειτνιῶντες ἐπέβησαν αὐτῆς) ἑξήκοντα μυριάδες ἀνδρῶν ἔγκληροι καθειστήκεισαν ἑκατοντάρουροι. πληρούμενος δὲ ὁ ποταμός, καθὼς ὁ Νεῖλος, ἐν ταῖς πρὸς τὸν θερισμὸν ἡμέραις, πολλὴν ἀρδεύει τῆς γῆς· [117] ὃς εἰς ἕτερον ποταμὸν ἐκβάλλει τὸ ῥεῦμα κατὰ τὴν Πτολεμαίων χώραν, οὗτος δὲ ἔξεισιν εἰς θάλασσαν. ἄλλοι δὲ χειμάρροι λεγόμενοι κατίασι, περιλαμβάνοντες τὰ πρὸς τὴν Γάζαν μέρη καὶ τὴν Ἀζωτίων χώραν. [118] περιέχεται δὲ ἀσφαλείαις αὐτοφυέσι, δυσείσβολος οὖσα καὶ πλήθεσιν ἀπραγμάτευτος, διὰ τὸ στενὰς εἶναι τὰς παρόδους, κρημνῶν παρακειμένων καὶ φαράγγων βαθέων, ἔτι δὲ τραχείας οὔσης πάσης τῆς περιεχούσης πᾶσαν τὴν χώραν ὀρεινῆς. [119] ἐλέγετο δὲ καὶ ἐκ τῶν παρακειμένων ὀρέων τῆς Ἀραβίας μέταλλα χαλκοῦ καὶ σιδήρου συνίστασθαι πρότερον. ἐκλέλειπται δὲ ταῦτα, καθ᾽ ὃν ἐπεκράτησαν Πέρσαι χρόνον, τῶν τότε προστατούντων ποιησαμένων διαβολήν, ὡς ἄχρηστος ἡ κατεργασία γίνεται καὶ πολυδάπανος, [120] E ὅπως μὴ διὰ τὴν μεταλλείαν τῶν εἰρημένων συμβῇ καὶ τὴν χώραν καταφθείρεσθαι, καὶ σχεδὸν διὰ τὴν ἐκείνων δυναστείαν ἀλλοτριωθῆναι, παρεύρεσιν λαβόντων εἰς τοὺς τόπους εἰσόδου, διὰ τὸ τὴν διαβολὴν γεγονέναι ταύτην.Ὅσον οὖν καὶ περὶ τούτων ἔδει, κεφαλαιωδῶς σεσήμαγκά σοι, ὦ Φιλόκρατες ἀδελφέ· τὰ δὲ τῆς ἑρμηνείας ἑπομένως δηλώσομεν. [121] ἐπιλέξας γὰρ τοὺς ἀρίστους ἄνδρας καὶ παιδείᾳ διαφέροντας, ἅτε δὴ γονέων τετευχότας ἐνδόξων, οἵτινες οὐ μόνον τὴν τῶν Ἰουδαϊκῶν γραμμάτων ἕξιν περιεποίησαν αὑτοῖς, ἀλλὰ καὶ τῆς τῶν Ἑλληνικῶν ἐφρόντισαν οὐ παρέργως κατακευῆς· [122] διὸ καὶ πρὸς τὰς πρεσβείας εὔθετοι καθεστήκεισαν, καὶ τοῦτ᾽ ἐπετέλουν ὅτε δέοι, καὶ πρὸς τὰς ὁμιλίας καὶ τὰς ἐπερωτήσεις τὰς διὰ τοῦ νόμου μεγάλην εὐφυίαν εἶχον, τὸ μέσον ἐζηλωκότες κατάστημα (τοῦτο γὰρ κάλλιστόν ἐστιν), ἀποτεθειμένοι τὸ τραχὺ καὶ βάρβαρον τῆς διανοίας, ὁμοίως δὲ καὶ τὸ κατοίεσθαι καὶ νομίζειν ὑπερφρονεῖν ἑτέρους ὑπερβεβηκότες, τὴν δ᾽ ὁμιλίαν καὶ τὸ συνακούειν καὶ πρὸς ἕκαστον ἀποκρίνεσθαι δεόντως παραδεδεγμένοι, καὶ πάντες ταῦτα συντηροῦντες καὶ μᾶλλον ἐν τούτοις βουλόμενοι ὑπερφέρειν ἕτερος ἑτέρου, καὶ τοῦ καθηγουμένου πάντες ἄξιοι καὶ τῆς περὶ αὐτὸν ἀρετῆς. [123] νοῆσαι δ᾽ ἦν, ὡς ἠγάπησαν τὸν Ἐλεάζαρον δυσαποσπάστως ἔχοντες, καὶ ἐκεῖνος αὐτούς· χωρὶς καὶ τοῦ πρὸς τὸν βασιλέα γεγραφέναι περὶ τῆς ἀποκαταστάσεως αὐτῶν πολλὰ παρεκάλεσε τὸν Ἀνδρέαν ποιῆσαι, συναντιλαμβάνεσθαι παρακαλῶν, καθ᾽ ὃ ἂν δυνώμεθα. [124] καὶ ἡμῶν ἐπαγγελλομένων {εὖ φροντίσειν} περὶ τούτων, ἔφη καὶ λίαν διαγωνιᾷν· εἰδέναι γάρ, ὅτι φιλάγαθος ὢν ὁ βασιλεὺς πάντων μέγιστον ἡγεῖται τὸ μεταπέμπεσθαι, καθ᾽ ὃν ἂν τόπον ὀνομασθῇ τις ἄνθρωπος διαφέρων ἀγωγῇ καὶ φρονήσει παρ᾽ ἑτέρους. [125] E μετείληφα γὰρ καλῶς αὐτὸν λέγειν, ὅτι περὶ ἑαυτὸν ἔχων ἄνδρας δικαίους καὶ σώφρονας τὴν μεγίστην ἂν φυλακὴν τῆς βασιλείας ἕξειν, συμβουλευόντων παρρησίᾳ πρὸς τὸ συμφέρον τῶν φίλων· ὃ δὴ σύνεστι τοῖς ἀποστελλομένοις ὑπ᾽ αὐτοῦ. [126] καὶ δι᾽ ὅρκων ἐπιστοῦτο, μὴ προΐεσθαι τοὺς ἀνθρώπους, εἴ τις ἑτέρα χρεία πρὸς τὰ ἰδίαν αὐτῷ κατεπείγοι, πρὸς δὲ τὴν κοινὴν πᾶσι τοῖς πολίταις ἑπανόρθωσιν ἐξαποστέλλειν αὐτούς. [127] τὸ γὰρ καλῶς ζῇν ἐν τῷ τὰ νόμιμα συντηρεῖν εἶναι· τοῦτο δὲ ἐπιτελεῖσθαι διὰ τῆς ἀκροάσεως πολλῷ μᾶλλον ἢ διὰ τῆς ἀναγνώσεως. προτιθέμενος οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια φανερὸς ἦν τὴν διάθεσιν, ὃς ἦν πρὸς αὐτούς. [128] Ἄξιον δὲ ἐπιμνησθῆναι {διὰ} βραχέων τῶν ὑποδειχθέντων ὑπ᾽ αὐτοῦ πρὸς τὰ δι᾽ ἡμῶν ἐπιζητηθέντα. νομίζω γὰρ τοὺς πολλοὺς περιεργίαν ἔχων τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ περί τε τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἶναι κνωδάλων. [129] πυνθανομένων γὰρ ἡμῶν, διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφὴν (δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάνυ δεισιδαιμόνως) πρὸς ταῦτα οὕτως ἐνήρξατο. [130] E Θεωρεῖς, ἔφη, τὰς ἀναστροφὰς καὶ τὰς ὁμιλίας, οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι δι᾽ ὅλου τοῦ ζῇν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον. [131] διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ διδάξας ἕκαστα περὶ τούτων, οὐκ ἀπαγορευτικῶς μόνον ἀλλ᾽ ἐνδεικτικῶς, καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ τοῦ θεοῦ γινομένας ἐπιπομπὰς τοῖς αἰτίοις- [132] προϋπέδειξε γὰρ πάντων πρῶτον, ὅτι μόνος ὁ θεός ἐστι, καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ᾽ ἀνθρώπων κρυφίως, ἀλλ᾽ ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι- [133] ταῦτ᾽ οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι, κἂν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, διὰ πάσης τῆς νομοθεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. [134] ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ᾽ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως- [135] E ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων καὶ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῇν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν. [136] εἴ τι γὰρ κατ᾽ ἐκεῖνό τις {θεὸς εἴη}, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὔχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. [137] καὶ γὰρ ἔτι καὶ νῦν εὑρεματικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. [138] τῶν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι;- [139] συνθεωρήσας οὖν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηθενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι παρ᾽ ὅλην τὴν πᾶσαν κτίσιν. [140] E ὅθεν οἱ Αἰγυπτίων καθηγεμόνες ἱερεῖς, ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατὰ ἀλήθειαν θεόν, ἀλλ᾽ εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· [141] ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ᾽ ἡμῶν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι᾽ ὅλου τοῦ ζῇν ἡ σκέψις αὐτοῖς [142] ὅπως οὖν μηθενὶ συναλισγούμενοι μηδ᾽ ὁμιλοῦντες φαύλοις διαστροφὰς λαμβάνωμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς. [143] τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ᾽ ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ᾽ ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν, καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἕν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. [144] Μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίαν ποιούμενος ἐνομοθέτει ταῦτα Μωϋσῆς· ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. [145] E τῶν γὰρ πτηνῶν, οἷς χρώμεθα, πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραὶ τρυγόνες ἀττακοὶ πέρδικες ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. [146] περὶ ὧν δὲ ἀπηγόρευται πτηνῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ ἑαυτὰ δυνάμει τὰ λοιπά, καὶ τὴν τροφὴν ἔχοντα δαπάνησεν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας· οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἀναρπάζουσι, καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι νεκρούς τε καὶ ζῶντας. [147] παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας, ὅτι δέον ἐστι κατὰ ψυχήν, οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν, πεποιθότας ἰσχύι τῇ καθ᾽ ἑαυτούς, μηδὲ ἀφαιρεῖσθαι μηδέν, ἀλλ᾽ ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾷν, ὡς τὰ τῶν προειρημένων πτηνῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ, καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν τῶν συγγενικῶν. [148] διὰ τῶν τοιούτων οὖν παραδέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς, εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ τῇ περὶ ἑαυτοὺς ἰσχύι πεποιθότας ἑτέρους καταδυναστεύειν. [149] ὅπου γὰρ οὐδ᾽ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατακλασθῆναι; [150] E πάντα οὖν τὰ τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτέθειται. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον· [151] ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ᾽ ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τὸ σημειοῦσθαι διὰ τούτων· ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλμεθα. [152] οἱ γὰρ πλείονες τῶν λοιπῶν ἀνθρώπων ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γὰρ {προάγουσι} τοὺς ἄρσενας, ἀλλὰ καὶ τεκούσας ἔτι δὲ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. [153] περὶ ὃν δὲ ἐστὶν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον εἶναι καὶ τὸν τῆς μνήμης κεχαρακτήρικεν. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. [154] ἡ γὰρ ἀναμηρύκησις οὐθὲν ἕτερον, ἀλλὰ τῆς ζωῆς καὶ συστάσεως ἐπιμνησις. τὸ γὰρ ζῇν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. [155] E διὸ παρακελεύεται καὶ διὰ τῆς γραφῆς ὁ λέγων οὕτως· μνείᾳ μνησθήσῃ κυρίου τοῦ ποιήσαντος ἔν σοι τὰ μεγάλα καὶ θαυμαστά. κατανοούμενα γὰρ καὶ μεγάλα καὶ ἔνδοξα φαίνεται· πρῶτον μὲν ἡ σύμπηξις τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή· [156] πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος, ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν εὕρεσις ἀπέραστον περιέχει τρόπον. [157] διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος θεοῦ καὶ συντηροῦντος. [158] καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχε μὲν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· [159] καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. [160] E κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους μελετᾷν τὰς τοῦ θεοῦ κατασκευάς, οὐ μόνον λόγῳ, ἀλλὰ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος τούτων ἡ μετάθεσις. [161] Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ᾽ ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου. [162] διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα, κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν, μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. [163] καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. [164] πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ, ὅ τι ἂν δή ποτ᾽ οὖν ἐπιβάληται κακοποιεῖν. [165] E τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα· διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. [166] καὶ διὰ τοῦτο ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν· ὅσα γὰρ δι᾽ ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες, κακοῖς ἑτέρους ἐνεκύλισαν οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.- [167] Ἐγὼ δ᾽ εἶπα Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.- Ὁ δέ Τούτους γὰρ καὶ λέγω· ἡ γὰρ ἐπαγρύπνησις ἀνθρώπων ἀπωλείᾳ ἀνόσιος. [168] ὁ δὲ νόμος ἡμῖν κελεύει μήτε λόγῳ μήτε ἔργῳ μηδένα κακοποιεῖν. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ {διεξῆλθον, προσυποδείξας} σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην, καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ᾽ ἵνα δι᾽ ὅλου τοῦ ζῇν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάντας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ. [169] περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων ἑρπετῶν καὶ κνωδάλων καὶ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν. [170] E Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολογεῖσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων, ὅτι δεῖ ταῦτα ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα θυσιάζειν, καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος. τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. [171] καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι· διὸ τὴν σεμνότητα καὶ φυσικὴν διάνοιαν τοῦ νόμου προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι᾽ ἣν ἔχεις φιλομάθειαν. [172] Ὁ δὲ Ἐλεάζαρος ποιησάμενος θυσίαν καὶ τοὺς ἄνδρας ἐπιλέξας καὶ πολλὰ δῶρα τῷ βασιλεῖ κατασκευάσας προέπεμψεν ἡμᾶς μετὰ ἀσφαλείας πολλῆς. [173] ὡς δὲ παρεγενήθημεν εἰς Ἀλεξάνδρειαν, προσηγγέλη τῷ βασιλεῖ περὶ τῆς ἀφίξεως ἡμῶν. {παρειμένοι} δ᾽ εἰς τὴν αὐλὴν Ἀνδρέας τε καὶ ἐγώ, φιλοφρόνως ἠσπασάμεθα τὸν βασιλέα καὶ τὰς ἐπιστολὰς ἀποδεδώκαμεν τὰς παρὰ τοῦ Ἐλεαζάρου. [174] περὶ πολλοῦ δὲ ποιούμενος τοῖς ἀπεσταλμένοις ἀνδράσιν ἐντυχεῖν, ἐκέλευσε τοὺς λοιποὺς πάντας ἀπολῦσαι τοὺς ἐπὶ τῶν χρειῶν, καλεῖν δὲ τοὺς ἀνθρώπους. [175] E οὗ πᾶσι παραδόξου φανέντος- διὰ τὸ κατὰ ἔθος εἶναι, πεμπταίους εἰς πρόσωπον ἔρχεσθαι βασιλεῖ τοὺς περὶ χρήσιμον ἀφικνουμένους, τοὺς δὲ παρὰ βασιλέων ἢ πόλεων ἐν ὑπεροχαῖς μόλις ἐν τριάκοντα εἰς τὴν αὐλὴν παρίεσθαι- τοὺς δὲ ἥκοντας τιμῆς καταξιῶν μείζονος, καὶ τὴν ὑπεροχὴν κρίνων τοῦ πέμψαντος, ἀπολύσας οὓς ἐνόμιζε περισσούς, ὑπέμενε περιπατῶν, ἕως ἂν παραγινομένους ἀσπάσηται. [176] παρελθόντων δὲ σὺν τοῖς ἀπεσταλμένοις δώροις καὶ ταῖς διαφόροις διφθέραις, ἐν αἷς ἡ νομοθεσία γεγραμμένη χρυσογραφίᾳ τοῖς Ἰουδαϊκοῖς γράμμασι, θαυμασίως {εἰργασμένου τοῦ ὑμένος}, καὶ τῆς πρὸς ἄλληλα συμβολῆς ἀνεπαισθήτου κατεσκευασμένης, ὡς εἶδεν ὁ βασιλεὺς τοὺς ἄνδρας, ἐπηρώτα περὶ τῶν βιβλίων. [177] ὡς δὲ ἀπεκάλυψαν τὰ τῶν ἐνειλημάτων καὶ τοὺς ὑμένας ἀνείλιξαν, πολὺν ἐπιστὰς χρόνον καὶ προσκυνήσας σχεδὸν ἑπτάκις εἶπεν Εὐχαριστοῦ μέν, ἄνδρες, ὑμῖν, τῷ δ᾽ ἀποστείλαντι μᾶλλον, μέγιστον δὲ τῷ θεῷ, οὗτινός ἐστι τὰ λόγια ταῦτα. [178] ὁμοθυμαδὸν δὲ πάντων εἰπόντων ὑπὸ μίαν φωνήν, τῶν τε παραγεγονόντων καὶ τῶν συμπαρόντων, Εὖ βασιλεῦ, προήχθη δακρῦσαι τῇ χαρᾷ πεπληρωμένος. ἡ γὰρ τῆς ψυχῆς ἔντασις καὶ τὸ τῆς τιμῆς ὑπερτεῖνον δακρύειν ἀναγκάζει κατὰ τὰς ἐπιτυχίας. [179] κελεύσας δὲ εἰς τάξιν ἀποδοῦναι τὰ τεύχη, τὸ τηνικαῦτα ἀσπασάμενος τοὺς ἄνδρας εἶπεν Δίκαιον ἦν, θεοσεβεῖς ἄνδρες, ὧν χάριν ὑμᾶς μετεπεμψάμην, ἐκείνοις πρῶτον σεβασμὸν ἀποδοῦναι, μετὰ ταῦτα τὴν δεξιὰν ὑμῖν προτεῖναι· διὸ πεποίηκα τοῦτο πρῶτον. [180] E μεγάλην δὲ τέθειμαι τὴν ἡμέραν ταύτην, ἐν ᾗ παραγεγόνατε, καὶ κατ᾽ ἐνιαυτὸν ἐπίσημος ἔσται πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον· συντέτυχε γὰρ καὶ τὰ κατὰ τὴν νίκην ἡμῖν προσπεπτωκέναι τῆς πρὸς Ἀντίγονον ναυμαχίας. διὸ καὶ δειπνῆσαι σήμερον μεθ᾽ ὑμῶν βουλήσομαι. [181] πάντα {δ᾽ ὑμῖν}, εἶπε, παρέσται καθηκόντως, οἷς συγχρήσησθε, κἀμοὶ μεθ᾽ ὑμῶν. τῶν δὲ ἀσμενισάντων ἐκέλευσε καταλύματα δοθῆναι τὰ κάλλιστα πλησίον τῆς ἄκρας αὐτοῖς, καὶ τὰ κατὰ τὸ συμπόσιον ἑτοιμάζειν. [182] Ὁ δὲ {ἀρχεδέατρος} Νικάνωρ Δωρόθεον προσκαλεσάμενος, ὃς {ἦν} ἐπὶ τούτων ἀποτεταγμένος, ἐκέλευσε τὴν ἑτοιμασίαν εἰς ἕκαστον ἐπιτελεῖν. ἦν γὰρ οὕτω διατεταγμένον ὑπὸ τοῦ βασιλέων, ἃ μὲν ἔτι καὶ νῦν ὁρᾷς· ὅσαι γὰρ πόλεις εἰσίν, {αἳ τοῖς αὐτοῖς} συγχρῶνται πρὸς τὰ ποτὰ καὶ βρωτὰ καὶ στρωμνάς, τοσοῦτοι καὶ προεστῶτες ἦσαν· καὶ κατὰ τοὺς ἐθισμοὺς οὕτως ἐσκευάζετο, ὅταν παραγένοιντο πρὸς τοὺς βασιλεῖς, ἵνα κατὰ μηθὲν δυσχεραίνοντες ἱλαρῶς διεξάγωσιν· ὃ καὶ περὶ τούτους ἐγεγόνει. [183] προσεχέστατος γὰρ ὢν ἄνθρωπος ὁ Δωρόθεος εἶχε τὴν τῶν τοιούτων προστασίαν. συνέστρωσε δὲ πάντα τὰ δι᾽ αὐτοῦ χειριζόμενα, πρὸς τὰς τοιαύτας ὑποδοχὰς διαμεμερισμένα. διμερῆ τε ἐποίησε τὰ τῶν κλισμῶν, καθὼς προσέταξεν ὁ βασιλεύς· τοὺς γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλῖναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν ἑαυτοῦ κλισίαν, οὐδὲν ἐλλιπὼν εἰς τὸ τιμᾷν τοὺς ἄνδρας. [184] Ὡς δὲ κατεκλίθησαν, ἐκέλευσε τῷ Δωροθέῳ τοῖς ἐθισμοῖς οἷς χρῶνται πάντες οἱ παραγινόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς Ἰουδαίας, οὕτως ἐπιτελεῖν. διὸ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἷς ἔθος ἦν τὰς κατευχὰς ποιεῖσθαι, παρῃτήσατο· τῶν δὲ παραγεγονότων σὺν ἡμῖν Ἐλισσαῖον ὄντα τῶν ἱερῶν πρεσβύτερον ποιήσασθαι κατευχήν, ὃς ἀξιολόγως στὰς εἶπε [185] E Πληρώσαι σε, βασιλεῦ, πάντων τῶν ἀγαθῶν ὧν ἔκτισεν ὁ παντοκράτωρ θεός· καὶ δῴη σοι ταῦτ᾽ ἔχειν καὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ὁμονοοῦσι πάντα ἀνέκλειπτα τὸν τῆς ζωῆς χρόνον. [186] Εἰπόνοτος δὲ ταῦτα τούτου κατερράγη κρότος μετὰ κραυγῆς καὶ χαρᾶς εὐφροσύνου πλείονα χρόνον· καὶ τὸ τηνικαῦτα πρὸς τὸ τέρπεσθαι διὰ τῶν ἡτοιμασμένων ἐτράπησαν, τῶν λειτουργιῶν ἁπασῶν διὰ τῆς τοῦ Δωροθέου συντάξεως ἐπιτελουμένων· ἐν οἷς καὶ βασιλικοὶ παῖδες ἦσαν, καὶ τῶν τιμωμένων ὑπὸ τοῦ βασιλέως. [187] Ὅτε δὲ καιρὸν ἔλαβεν ἐκ διαστήματος, ἠρώτησε τὸν ἔχοντα τὴν πρώτην ἀνάκλισιν (ἦσαν γὰρ καθ᾽ ἡλικίαν τὴν ἀνάπτωσιν πεποιημένοι) Πῶς ἂν τὴν βασιλείαν μέχρι τέλους ἄπταιστον ἔχων διατελοῖ; [188] βραχὺ δὲ ἐπισχὼν εἶπεν Οὕτως ἂν μάλιστα διευθύνοις, μιμούμενος τὸ τοῦ θεοῦ διὰ παντὸς ἐπιεικές. μακροθυμίᾳ γὰρ χρώμενος, καὶ βλιμάζων τοὺς ἀξίους ἐπιεικέστερον, καθώς εἰσιν ἄξιοι, μετατιθεὶς ἐκ τῆς κακίας καὶ εἰς μετάνοιαν ἄξεις. [189] Ἐπαινέσας δὲ ὁ βασιλεὺς τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἕκαστα πράττοι; ὁ δὲ ἀπεκρίθη Τὸ δίκαιον εἰ πρὸς ἅπαντας διατηροῖ, ἑαυτῷ καλῶς τὰ ἕκαστα πράξει, διαλαμβάνων ὅτι πᾶν ἐννόημα σαφές ἐστι θεῷ· καταρχὴν δὲ θείου φόβου λαμβάνων ἐν οὐδενὶ διαπίπτοις. [190] E Καὶ τοῦτον δὲ εὖ μάλα παραδεξάμενος ἕτερον ἐπηρώτα Πῶς ἂν ὁμοίους ἑαυτῷ ἔχοι τοὺς φίλους; κἀκεῖνος εἶπεν Εἰ θεωροίησαν πολλήν σε πρόνοιαν ποιούμενον ὧν ἄρχεις ὄχλων· σὺ δὲ τοῦτο πράξεις ἐπιβλέπων ὡς ὁ θεὸς εὐεργετεῖ τὸ τῶν ἀνθρώπων γένος, ὁ ὑγείαν αὐτοῖς καὶ τροφὴν καὶ τὰ λοιπὰ κατὰ καιρὸν παρασκευάζων ἅπαντα. [191] Συνεπιμαρτυρήσας δὲ τούτῷ τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἐν τοῖς χρηματισμοῖς καὶ διακρίσεσιν εὐφημίας {τυγχάνοι} καὶ ὑπὸ τῶν ἀποτυγχανόντων; ὁ δὲ εἶπεν Εἰ πᾶσιν ἴσος γένοιο τῷ λόγῳ, καὶ μηδὲν ὑπερηφάνως μηδὲ τῇ περὶ σεαυτὸν ἰσχύι πράσσοις κατὰ τῶν ἁμαρτανόντων. [192] τοῦτο δὲ ποιήσεις τὴν διάταξιν βλέπων τὴν ὑπὸ τοῦ θεοῦ· τὰ γὰρ ἱκετευόμενα συντελεῖσθαι τοῖς ἀξίοις, τοῖς δὲ ἀποτυγχανόυσιν ἢ δι᾽ ὀνείρων ἢ πράξεων σημαίνεσθαι τὸ βλαβερὸν αὐτοῖς, οὐ κατὰ τὰς ἁμαρτίας οὐδὲ {κατὰ} τὴν μεγαλωσύνην τῆς ἰσχύος τύπτοντος αὐτούς, ἀλλ᾽ ἐπιεικείᾳ χρωμένου τοῦ θεοῦ. [193] Εὖ δὲ καὶ τοῦτον κατεπαινέσας ἠρώτα τὸν ἑξῆς Πῶς ὢν ἐν ταῖς πολεμικαῖς χρείαις ἀήττητος εἴη; ὁ δὲ εἶπεν Εἰ μὴ πεποιθὼς ὑπάρχοι τοῖς ὄχλοις μηδὲ ταῖς δυνάμεσιν, ἀλλὰ τὸν θεὸν ἐπικαλοῖτο διὰ πάντων, ἵνα τὰς ἐπιβολὰς αὐτῷ κατευθύνῃ δικαίως διεξάγοντι πάντα. [194] Ἀποδεξάμενος δὲ καὶ τοῦτον τὸν ἕτερον ἠρώτα Πῶς ἂν φοβερὸς εἴη τοῖς ἐχθροῖς; ὁ δὲ εἶπεν Εἰ τῇ τῶν ὅπλων καὶ δυνάμεων παρασκευῇ πολλῇ χρώμενος {εἰδείη} ταῦτα ὄντα κενὰ ἐπὶ πλείονα χρόνον πρὸς τὸ συμπέρασμα δρᾷ τι· καὶ γὰρ ὁ θεὸς διδοὺς ἀνοχὰς καὶ ἐνδεικνύμενος τὸν τῆς δυναστείας φόβον ἐγκατασκευάζει πάσῃ διανοίᾳ. [195] E Καὶ τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἐχόμενον Τί κάλλιστον αὐτῷ πρὸς τὸ ζῇν ἂν εἴη; κἀκεῖνος ἔφη Τὸ γινώσκειν ὅτι θεὸς δυναστεύει τῶν ἁπάντων, καὶ ἐπὶ τῶν καλλίστων πράσεων οὐκ αὐτοὶ κατευθύνομεν τὰ βουλευθέντα· θεὸς δὲ τελειοῖ τὰ πάντων καὶ καθηγεῖται δυναστεύων. [196] Ἐπιφωνήσας δὲ καὶ τούτῳ καλῶς λέγειν τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἀκέραια συντηρήσας ἅπαντα τοῖς ἐγγόνοις τὴν αὐτὴν παραδιδοῖ διάθεσιν ἐπὶ τέλει; ὁ δὲ εἶπεν Εὐχόμενος ἀεὶ πρὸς τὸν θεὸν ἀγαθὰς ἐπινοίας λαμβάνειν πρὸς τὰ μέλλοντα πράσσεσθαι, καὶ τοῖς ἐγγόνοις παρακελευόμενος μὴ ἐκπλήττεσθαι τῇ δόξῃ μηδὲ τῷ πλούτῴ θεὸν γὰρ εἶναι τὸν χαριζόμενον ταῦτα, καὶ οὐ δι᾽ ἑαυτοὺς ἔχει τὴν ὑπεροχὴν ἁπάντων. [197] Ἐπιμαρτυρήσας δὲ τούτοις τοῦ μετὰ ταῦτα ἐπυνθάνετο Πῶς ἂ τὰ συμβαίνοντα μετρίως φέροι; ἐκεῖνος δὲ ἔφησεν Εἰ πρόληψιν λαμβάνοις, ὅτι γέγοναν ὑπὸ τοῦ θεοῦ πάντες ἄνθρωποι μετασχεῖν τῶν μεγίστων κακῶν, ὡσαύτως δὲ καὶ ἀγαθῶν, καὶ οὐκ ἔστιν ἄνθρωπον ὄντα τούτων ἀμιγῆ γενέσθαι· ὁ θεὸς δὲ τὴν εὐψυχίαν δίδωσιν, ὃν ἱκετεύειν ἀναγκαῖον. [198] Φιλοφρονηθεὶς δὲ καὶ τοῦτον καλῶς εἶπεν ἅπαντας ἀποφαίνεσθαι· ἐπερωτήσας δὲ ἔτι ἕνα καταλήξω τὸ νῦν ἔχον, ἵνα καὶ πρὸς τὸ τέρπεσθαι τραπέντες ἡδέως διεξάγωμεν. ἐν δὲ ταῖς μετὰ ταῦτα ἓξ ἑξῆς ἡμέραις καὶ παρὰ τῶν λοιπῶν ἑξῆς μαθήσομαί τι πλέον. [199] εἶτ᾽ ἐπηρώτα τὸν ἄνδρα Τί πέρας ἀνδρείας ἐστίν; ὁ δὲ εἶπεν Εἰ τὸ βουλευθὲν ὀρθῶς ἐν ταῖς τῶν κινδύνων πράξεσιν ἐπιτελοῖτο κατὰ πρόθεσιν. τελειοῦται δὲ ὑπὸ τοῦ θεοῦ πάντα σοι καλῶς βουλευομένῳ, βασιλεῦ, συμφερόντως. [200] E Ἐπιφωνησάντων δὲ πάντων καὶ κρότῳ σημηναμένων πρὸς τοὺς φιλοσόφους εἶπεν ὁ βασιλεὺς (οὐκ ὀλίγοι γὰρ παρῆσαν τούτοις) Οἴομαι διαφέρειν τοὺς ἄνδρας ἀρετῇ καὶ συνιέναι πλεῖον, οἵτινες ἐκ τοῦ καιροῦ τοιαύτας ἐρωτήσεις λαμβάνοντες, ὡς δέον ἐστὶν ἀποκέκρινται, πάντες ἀπὸ θεοῦ τοῦ λόγου τὴν καταρχὴν ποιούμενοι. [201] Μενέδημος δὲ ὁ Ἐρετριεὺς φιλόσοφος εἶπε Ναί, βασιλεῦ· προνοίᾳ γὰρ τῶν ὅλων διοικουμένων, καὶ ὑπειληφότων ὀρθῶς τοῦτο, ὅτι θεόκτιστόν ἐστιν ἄνθρωπος, ἀκολουθεῖ πᾶσαν δυναστείαν καὶ λόγου καλλονὴν ἀπὸ θεοῦ κατάρχεσθαι. [202] τοῦ δὲ βασιλέως ἐπινεύσαντος τὰ περὶ τούτων ἔληξεν, ἐτράπησαν δὲ πρὸς εὐφροσύνην. ἐπιλαβούσης δὲ τῆς ἑσπέρας τὸ συμπόσιον ἐλύθη. [203] Τῇ δὲ μετὰ ταῦτα πάλιν κατὰ τὴν αὐτὴν διάταξιν τὰ τῆς ἀναπτώσεως καὶ συμποσίας ἐπετελεῖτο. καθὸ δὲ ἐνόμιζεν ὁ βασιλεὺς εὔκαιρον εἶναι πρὸς τὸ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἐπηρώτα τοὺς ἑξῆς τῶν ἀποκεκριμένων τῇ προτέρᾳ ἡμέρᾳ. [204] πρὸς τὸν ἑνδέκατον δὲ ἤρξατο τὴν κοινολογίαν ποιεῖσθαι· δέκα γὰρ ἦσαν οἱ ἠρωτημένοι τῇ προτέρᾳ. σιγῆς δὲ γενομένης ἐπυνθάνετο Πῶς ἂν πλούσιος διαμένοι; [205] E βραχὺ δὲ ἐπισχὼν ὁ τὴν ἐρώτησιν ἐκδεχόμενος εἶπεν Εἰ μηδὲν ἀνάξιον τῆς ἀχῆς μηδὲ ἀσελγὲς πράσσοι, μηδὲ δαπάνῃ εἰς τὰ κενὰ καὶ μάταια συντελοῖ, τοὺς {δὲ} ὑποτεταγμένους εὐεργεσίᾳ πρὸς εὔνοιαν ἄγοι τὴν ἑαυτοῦ· καὶ γὰρ ὁ θεὸς πᾶσιν αἴτιος ἀγαθῶν ἐστιν, ᾧ κατακολουθεῖν ἀναγκαῖον. [206] Ἐπαινέσας δὲ ὁ βασιλεὺς τοῦτον ἕτερον ἐπηρώτα Πῶς ἂν τὴν ἀλήθειαν διατηροῖ; ὁ δὲ πρὸς τοῦτο ἀπεκρίθη Γινώσκων ὅτι μεγάλην αἰσχύνην ἐπιφέρει τὸ ψεῦδος πᾶσιν ἀνθρώποις, πολλῷ δὲ μᾶλλον τοῖς βασιλεῦσιν· ἐξουσίαν γὰρ ἔχοντες ὃ βούλονται πράσσειν, τίνος ἕνεκεν ἂν ψεύσαιντο; προσλαμβάνειν δὲ δεῖ τοῦτό σε, βασιλεῦ, διότι φιλαλήθης ὁ θεός ἐστιν. [207] Ἀποδεξάμενος δὲ εὖ μάλα καὶ τοῦτον ἐπιβλέψας εἶπεν Τί ἐστι σοφίας διδαχή; ὁ δὲ ἕτερος ἀπεφήνατο Καθὼς οὐ βούλει σεαυτῷ τὰ κακὰ παρεῖναι, μέτοχος δὲ τῶν ἀγαθῶν ὑπάρχειν ἁπάντων, εἰ πράσσοις τοῦτο πρὸς τοὺς ὑποτεταγμένους καὶ τοὺς ἁμαρτάνοντας, εἰ τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνθρώπων ἐπιεικέστερον νουθετοῖς· καὶ γὰρ ὁ θεὸς τοὺς ἀνθρώπους ἅπαντας ἐπιεικείᾳ ἄγει. [208] Ἐπαινέσας αὐτὸν τῷ μετ᾽ αὐτὸν εἶπε Πῶς ἂν φιλάνθρωπος εἴη; κἀκεῖνος ἔφη Θεωρῶν ὡς ἐν πολλῷ χρόνῳ καὶ κακοπαθείαις μεγίσταις αὔξει τε καὶ γεννᾶται τὸ τῶν ἀνθρώπων γένος· ὅθεν οὔτε εὐκόπως δεῖ κολάζειν, οὔτε αἰκίαις περιβάλλειν· γινώσκων ὅτι τὸ τῶν ἀνθρώπων ζῇν ἐν ὀδύναις τε καὶ τιμωρίαις καθέστηκεν. ἐπινοῶν οὖν ἕκαστα πρὸς τὸν ἔλεον τραπήσᾐ καὶ γὰρ ὁ θεὸς ἐλεήμων ἐστιν. [209] Ἀποδεξάμενος δὲ τοῦτον ἐπυνθάνετο τοῦ κατὰ τὸ ἑξῆς Τίς ἀναγκαιότατος τρόπος βασιλείας; Τὸ συντηρεῖν, εἶπεν, αὑτὸν ἀδωροδόκητον, καὶ νήφειν τὸ πλεῖον μέρος τοῦ βίου, καὶ δικαιοσύνην προτιμᾷν καὶ τοὺς τοιούτους φιλοποιεῖσθαι· καὶ γὰρ ὁ θεὸς φιλοδίκαιός ἐστιν. [210] E Ἐπισημήνας καὶ τοῦτον πρὸς τὸν ἕτερον εἶπε Τί τὸ τῆς εὐσεβείας ἐστὶ κατάστημα; ἐκεῖνος δὲ ἔφη Τὸ διαλαμβάνειν ὅτι πάντα διὰ παντὸς ὁ θεὸς ἐνεργεῖ καὶ γινώσκει, καὶ οὐθὲν ἂν λάθοι ἄδικον ποιήσας ἢ κακὸν ἐργασάμενος ἄνθρωπος· ὡς γὰρ θεὸς εὐεργετεῖ τὸν ὅλον κόσμον, οὕτως καὶ σὺ μιμούμενος ἀπρόσκοπος ἂν εἴης. [211] Ἐπιφωνήσας δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπε Τίς ὄρος τοῦ βασιλεύειν ἐστίν; ὁ δὲ ἔφη Τὸ καλῶς ἄρχειν ἑαυτοῦ, καὶ μὴ τῷ πλούτῳ καὶ τῇ δόξῃ φερόμενον ὑπερήφανον καὶ ἄσχημόν τι ἐπιθυμῆσαι, εἰ καλῶς λογίζοιο. πάντα γάρ σοι πάρεστιν ὡς οὐδέν. ὁ θεὸς δὲ ἀπροσδεής ἐστι καὶ ἐπιεικής. καὶ σὺ καθόσον ἄνθρωπος ἐννόει, καὶ μὴ πολλῶν ὀρέγου, τῶν δὲ ἱκανῶν πρὸς τὸ βασιλεύειν. [212] Κατεπαινέσας δὲ αὐτόν, ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν τὰ κάλλιστα διαλογίζοιτο; ἀπεκρίθη δὲ ἐκεῖνος Εἰ τὸ δίκαιον ἐπὶ παντὸς προβάλλοι συνεχῶς, καὶ νομίζοι τὴν ἀδικίαν τοῦ ζῇν στέρησιν εἶναι· καὶ γὰρ ὁ θεὸς διὰ παντὸς τοῖς δικαίοις ἀγαθὰ προσημαίνει μέγιστα. [213] Τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἑξῆς Πῶς ἂν ἐν τοῖς ὕπνοις ἀτάραχος εἴη; ὁ δὲ ἔφη Δυσαπολόγητον ἠρώτηκας πρᾶγμα. συναναφέρειν γὰρ οὐ δυνάμεθα ἐν τούτοις τοῖς κατὰ τὸν ὕπνον ἑαυτούς, ἀλλὰ περιεχόμεθα ἀλογίστῳ κατὰ {τάδε} αἰσθήσει. [214] πάσχομεν γὰρ κατὰ τὴν ψυχὴν ἐπὶ τοῖς ὑποπίπτουσιν ὡς θεωρουμένους· ἀλογιστοῦμεν δέ, καθόσον ὑπολαμβάνομεν καὶ ἐπὶ πέλαγος καὶ ἐν πλοίοις ἢ πολεῖν, ἢ πέτασθαι φερομένους καὶ διαίρειν εἰς ἑτέρους τόπους, καὶ τοιαῦτα ἕτερα, καὶ ὁ ταῦθ᾽ ὑπολαμβάνων μὴ καθεστάναι. [215] E πλὴν ὅσον ἔμοιγε ἐφικτόν, οὕτω διείληφα· κατὰ πάντα τρόπον σέ, βασιλεῦ, καὶ τὰ λεγόμενα καὶ τὰ πραττόμενα πρὸς εὐσέβειαν ἐπανάγειν, οὕτως {ἑαυτῷ} συνιστορῇς, ὅτι τὸ κατ᾽ ἀρετὴν συντηρῶν οὔτε χαρίζεσθαι προαιρῇ παρὰ λόγον, οὐδὲ ἐξουσίᾳ χρώμενος τὸ δίκαιον αἴρεις. [216] ἐπὶ πλεῖον γάρ, ἐν οἷς ἕκαστος πράγμασιν ἐγρηγορὼς τὴν διαγωγὴν ποιεῖται, καὶ καθ᾽ ὕπνον ἐν τοῖς αὐτοῖς ἡ διάνοια τὴν ἀναστροφὴν ἔχει, ὡς δὲ πάντα διαλογισμὸν καὶ πρᾶξιν ἐπὶ τὰ κάλλιστα τρεπομένην κατευθύνει καὶ ἐγρηγορὼς καὶ ἐν ὕπνῳ. διὸ καὶ περὶ σὲ διὰ παντός ἐστιν εὐστάθεια. [217] Κατευφημήσας δὲ καὶ τοῦτον εἶπε πρὸς τὸν ἕτερον Ἐπεὶ σὺ δέκατος τὴν ἀπόκρισιν ἔχεις, ὡς ἂν ἀποφήνῃ, πρὸς τὸ δεῖπνον τραπησόμεθα. [218] ἠρώτα δέ Πῶς ἂν μηδὲν ἀνάξιον ἑαυτῶν πράσσοιμεν; ὁ δὲ εἶπεν Ἐπίβλεπε διὰ παντὸς εἰς τὴν σεαυτοῦ δόξαν καὶ τὴν ὑπεροχήν, ἵνα τούτοις ἀκόλουθα καὶ λέγῃς καὶ διανοῇ, γινώσκων ὅτι πάντες ὧν ἄρχεις περὶ σοῦ καὶ διανοοῦνται καὶ λαλοῦσιν. [219] οὐ γὰρ ἐλάχιστόν σε δεῖ τῶν ὑποκριτῶν φαίνεσθαι· τὸ γὰρ πρόσωπον, {ὃ δέον αὐτοῖς} ἐστιν ὑποκρίνεσθαι, τοῦτο συνθεωροῦντες ἀκόλουθα πάντα πράσσουσι· σὺ δὲ οὐχ ὑπόκρισιν ἔχεις, ἀλλ᾽ ἀληθῶς βασιλεύεις, θεοῦ δόντος σοι καταξίως τῶν τρόπων τὴν ἡγεμονίαν. [220] E Τοῦ δὲ βασιλέως εὖ μάλα συγκροτήσαντος μετὰ φιλοφροσύνης ἐπὶ πλείονα χρόνον, τοὺς ἀνθρώπους καθυπνοῦν παρεκάλουν. καὶ τὰ μὲν πρὸς τούτους ὡς ἔληξεν, ἐπὶ τὴν ἑξῆς ἐτράπησαν τῆς συμποσίας διάταξιν. [221] Τῇ δὲ ἐχομένῃ, τῆς αὐτῆς διατάξεως γενηθείσης, ὅτε καιρὸν ὑπελάμβανεν ὁ βασιλεὺς εἶναι τοῦ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἠρώτα τὸν πρῶτον τῶν ἀπολιπόντων πρὸς τὴν ἑξῆς ἐρώτησιν Τίς ἐστιν ἀρχὴ κρατίστη; [222] ἐκεῖνος δὲ ἔφη Τὸ κρατεῖν ἑαυτοῦ καὶ μὴ συγκαταφέρεσθαι ταῖς ὁρμαῖς. πᾶσι γὰρ ἀνθρώποις φυσικὸν εἶναι τὸ πρός τι τὴν διάνοιαν ῥέπειν· [223] τοῖς μὲν οἶν πολλοῖς ἐπὶ τὰ βρωτὰ καὶ ποτὰ καὶ τὰς ἡδονὰς εἰκός ἐστι κεκλίσθαι, τοῖς δὲ βασιλεῦσιν ἐπὶ χώρας κατάκτησιν, κατὰ τὸ τῆς δόξης μέγεθος· πλὴν ἐν πᾶσι μετριότης καλόν. ἃ δὲ ὁ θεὸς δίδωσι, ταῦτα λαμβάνων σύνεχε· τῶν δ᾽ ἀνεφίκτων μὴ ἐπιθύμει. [224] Τοῖς δὲ ῥηθεῖσιν ἀρεσθεὶς πρὸς τὸν ἐχόμενον εἶπε Πῶς ἂν ἐκτὸς εἴη φθόνου; διαλιπὼν δὲ ἐκεῖνος ἔφη Πρῶτον εἰ νοήσαι, ὅτι ὁ θεὸς πᾶσι μερίζει δόξαν τε καὶ πλούτου μέγεθος τοῖς βασιλεῦσι, καὶ οὐδεὶς περὶ ἑαυτόν ἐστι βασιλεύς· πάντες γὰρ θέλουσι μετασχεῖν ταύτης τῆς δόξης, ἀλλ᾽ οὐ δύνανται· θεοῦ γάρ ἐστι δόμα. [225] E Ἐπαινέσας δὲ τὸν ἄνδρα διὰ πλειόνων ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν καταφρονοίη τῶν ἐχθρῶν; ὁ δὲ εἶπεν Ἠσκηκὼς πρὸς πάντας ἀνθρώπους εὔνοιαν καὶ κατεργασάμενος φιλίας, λόγον οὐθενὸς ἂν ἔχοις· τὸ δὲ κεχαριτῶσθαι πρὸς πάντας ἀνθρώπους καὶ καλὸν δῶρον εἰληφέναι παρὰ θεοῦ τοῦτ᾽ ἔστι κράτιστον. [226] Συναινέσας δὲ τούτοις τὸν ἑξῆς ἐκέλευσεν ἀποκριθῆναι, πρὸς αὐτὸν εἰπών Πῶς ἂν δοξαζόμενος διαμένοι; εἶπε δὲ Τῇ προθυμίᾳ καὶ ταῖς χάρισι πρὸς τοὺς ἄλλους μεταδοτικὸς ὢν καὶ μεγαλομερὴς οὐδέποτ᾽ ἂν ἀπολίποι δόξης· ἵνα δὲ τὰ προειρημένα σοι διαμένῃ, τὸν θεὸν ἐπικαλοῦ διὰ παντός. [227] Εὐφημήσας δὲ τοῦτον ἕτερον ἠρώτα Πῶς τινα δεῖ φιλότιμον εἶναι; ἐκεῖνος δὲ ἔφη Πρὸς τοὺς φιλικῶς ἔχοντας ἡμῖν οἴονται πάντες ὅτι πρὸς τούτους δέον· ἐγὼ δ᾽ ὑπολαμβάνω, πρὸς τοὺς ἀντιδοξοῦντας φιλοτιμίαν δεῖν χαριστικὴν ἔχειν, ἵνα τούτῳ τῷ τρόπῳ μετάγωμεν αὐτοὺς ἐπὶ τὸ καθῆκον καὶ συμφέρον ἑαυτοῖς. δεῖ δὲ τὸν θεὸν λιτανεύειν, ἵνα ταῦτ᾽ ἐπιτελῆται· τὰς γὰρ ἁπάντων διανοίας κρατεῖ. [228] Συνομολογήσας δὲ τούτοις τὴν ἕκτον ἐκέλευσεν ἀποφήνασθαι πυνθανόμενος Τίσι δεῖ χαρίζεσθαι; ἐκεῖνος δ᾽ ἀπεκρίθη Γονεῦσι διὰ παντός, καὶ γὰρ ὁ θεὸς πεποίηται ἐντολὴν μεγίστην περὶ τῆς τῶν γονέων τιμῆς. ἑπομένως δὲ τὴν τῶν φίλων ἐγκρίνει διάθεσιν, προσονομάσας ἴσον τῇ ψυχῇ τὸν φίλον. σὺ δὲ καλῶς ποιεῖς ἅπαντας ἀνθρώπους εἰς φιλίαν πρὸς ἑαυτὸν καθιστῶν. [229] Παρακαλέσας δὲ καὶ τοῦτον ἐπυνθάνετο καὶ τοῦ μετέπειτα Τί καλλονῆς ἄξιόν ἐστιν; ὁ δὲ εἶπεν Εὐσέβεια. καὶ γὰρ αὕτη καλλονή τίς ἐστι πρωτεύουσα. τὸ δὲ δυνατὸν αὐτῆς ἐστιν ἀγάπη· αὕτη γὰρ θεοῦ δόσις ἐστιν· ἣν καὶ σὺ κέκτησαι πάντα περιέχων ἐν αὐτῇ τὰ ἀγαθά. [230] E Λίαν δὲ φιλοφρόνως ἐπικροτήσας εἶπε πρὸς ἕτερον Πῶς ἂν πταίσας πάλιν τῆς αὐτῆς κρατήσαι δόξης; ὁ δὲ ἔφη Σὲ μὲν οὐ δυνατόν ἐστι πταῖσαι, πᾶσι γὰρ χάριτας ἔσπαρκας, αἳ βλαστάνουσιν εὔνοιαν, ἣ τὰ μέγιστα τῶν ὅπλων κατισχύουσα περιλαμβάνει τὴν μεγίστην ἀσφάλειαν· [231] εἰ δέ τινες πταίουσιν, ἐφ᾽ οἷς πταίουσιν, οὐκέτι χρὴ ταῦτα πράσσειν, ἀλλὰ φιλίαν κατακτησαμένους δικαιοπραγεῖν. θεοῦ δὲ δῶρον ἀγαθῶν ἐργάτην εἶναι καὶ μὴ τῶν ἐναντίων. [232] Συναρεσθεὶς δὲ τούτοις πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν ἐκτὸς γένοιτο λύπης; ὁ δὲ ἔφησεν Εἰ μηδένα βλάπτοι, πάντες δὲ ὠφελοῖ, τῇ δικαιοσύνῃ κατακολουθῶν· τοὺς γὰρ ἀπ᾽ αὐτῆς καρποὺς ἀλυπίαν κατασκευάζειν. [233] ἱκετεύειν δὲ τὸν θεόν, ἵνα μὴ τὰ παρὰ τὴν προαίρεσιν ἡμῶν ἀνακύπτοντα βλάπτῃ, λέγω δὴ οἷον θάνατοί τε καὶ νόσοι καὶ λῦπαι καὶ τὰ τοιαῦτα. {αὐτῷ} δὲ σοὶ εὐσεβεῖ καθεστῶτι τούτων οὐδὲν ἂν προσέλθοι. [234] Καλῶς δὲ καὶ τοῦτον ἐπαινέσας τὸν δέκατον ἠρώτα Τί μέγιστόν ἐστι δόξης; ὁ δὲ εἶπε Τὸ τιμᾷν τὸν θεόν· τοῦτο δ᾽ ἐστὶν οὐ δώροις οὐδὲ θυσίαις, ἀλλὰ ψυχῆς καθαρότητι καὶ διαλήψεως ὁσίας, καθὼς ὑπὸ τοῦ θεοῦ πάντα κατασκευάζεται καὶ διοικεῖται κατὰ τὴν αὐτοῦ βούλησιν· ἣν καὶ σὺ διατελεῖς ἔχων γνώμην, ᾗ πάρεστι σημειοῦσθαι πᾶσιν ἐκ τῶν ὑπὸ σοῦ συντετελεσμένων καὶ συντελουμένων. [235] E Μετὰ μείζονος δὲ φωνῆς πάντας αὐτοὺς ὁ βασιλεὺς ἠσπάζετο καὶ παρεκάλει, συνεπιφωνούντων τῶν παρόντων, μάλιστα δὲ τῶν φιλοσόφων. καὶ γὰρ ταῖς ἀγωγαῖς καὶ τῷ λόγῳ πολὺ προέχοντες αὐτῶν ἦσαν, ὡς ἂν ἀπὸ θεοῦ τὴν καταρχὴν ποιούμενοι. μετὰ δὲ ταῦτα ὁ βασιλεὺς εἰς τὸ φιλοφρονεῖσθαι προῆλθε διὰ τῶν προπόσεων. [236] Τῇ δὲ ἐπιούσῃ κατὰ τὰ αὐτὰ τῆς διατάξεως τοῦ συμποσίου γενομένης, καθὼς εὔκαιρον ἐγένετο τῷ βασιλεῖ, τοὺς ἑξῆς ἐρώτα τῶν προαποκεκριμένων, εἶπε δὲ τῷ πρώτῳ Τὸ φρονεῖν εἰ διδακτόν ἐστιν; ὃς δ᾽ εἶπε Ψυχῆς ἐστιν κατασκευὴ διὰ θείας δυνάμεως ἐπιδέχεσθαι πᾶν τὸ καλόν, ἀποστρέφεσθαι δὲ τἀναντία. [237] Συνομολογήσας δὲ τὸν ἐχόμενον ἠρώτα Τί πρὸς ὑγείαν μάλιστα συντείνει; ἐκεῖνος δὲ ἔφη Σωφροσύνη· ταύτης δὲ οὐκ ἔστι τυχεῖν, ἐὰν μὴ θεὸς κατασκευάσῃ τὴν διάνοιαν εἰς τοῦτο. [238] Παρακαλέσας δὲ τοῦτον πρὸς τὸν ἕτερον ἔφη Πῶς ἂν γονεῦσι τὰς ἀξίας ἀποδῴη χάριτας; ὃς δὲ εἶπε Μηδὲν αὐτοὺς λυπήσας· τοῦτο δ᾽ οὐκ ἔστιν, εἰ μὴ θεὸς τῆς διανοίας ἡγεμὼν γένοιτο πρὸς τὰ κάλλιστα. [239] Προσεπινεύσας δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς ἂν φιλήκοος εἴη; ἐκεῖνος δὲ εἶπε Διαλαμβάνων ὅτι πάντα συμφέρει γινώσκειν, ὅπως ἂν πρὸς τὰ συμβαίνοντα ἐκλεγόμενός τι τῶν ἠκροαμένων ἀνθυποτιθεὶς πρὸς τὰ τῶν καιρῶν ἂν ἀντιπράσσηται, σὺν χειραγωγίᾳ θεοῦ· τοῦτο δ᾽ ἐστίν, αἱ τῶν πράξεων τελειώσεις ὑπ᾽ αὐτοῦ. [240] E Τοῦτον δὲ ἐπαινέσας πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν μηθὲν παράνομον πράσσοι; πρὸς τοῦτο ἔφησε Γινώσκων ὅτι τὰς ἐπινοίας ὁ θεὸς ἔδωκε τοῖς νομοθετήσασι πρὸς τὸ σώζεσθαι τοὺς βίους τῶν ἀνθρώπων, ἀκόλουθος εἴης ἂν αὐτοῖς. [241] Ἀποδεξάμενος δὲ αὐτὸν πρὸς ἕτερον εἶπε Τίς ὠφέλεια συγγενείας ἐστίν; ὁ δὲ ἀπεφήνατο Ἐὰν τοῖς συμβαίνουσι νομίζωμεν ἀτυχοῦσιν μὲν ἐλαττοῦσθαι, καὶ κακοπαθῶμεν ὡς αὐτοί, φαίνεται τὸ συγγενὲς ὅσον ἰσχῦόν ἐστι- [242] τελουμένων δὲ τούτων καὶ δόξα καὶ προκοπὴ παρὰ τοῖς τοιούτοις ὑπάρξει· τὸ γὰρ συνεργὲς εὐνόως γινόμενον ὡς ἐξ ἑαυτοῦ ἀδιάλυτον πρὸς ἅπαντα- μετὰ δὲ εὐημερίας, μηδὲν προσδεῖσθαι τῶν ἐκεῖνων· ἀλλὰ δέον {θεὸν} ἱκετεύειν, πάντα ἀγαθοποιεῖν. [243] Ὡσαύτως δὲ ἐκεῖνοις ἀποδεξάμενος αὐτὸν ἄλλον ἠρώτα Πῶς ἀφοβία γίνεται; εἶπε δέ Συνιστορούσης τῆς διανοίας μηδὲν κακὸν πεπραχέναι, θεοῦ κατευθύνοντος εἰς τὸ καλῶς ἅπαντα βουλεύεσθαι. [244] Τούτῳ δὲ ἐπιφωνήσας πρὸς ἄλλον εἶπε Πῶς ἂν προχείρως ἔχοι τὸν ὀρθὸν λόγον; ὁ δὲ εἶπεν Εἰ τὰ τῶν ἀνθρώπων ἀτυχήματα διὰ παντὸς ἐπιβλέποι· γινώσκων ὅτι ὁ θεὸς ἀφαιρεῖται τὰς εὐημερίας, ἑτέρους δὲ δοξάζων εἰς τὸ τιμᾶσθαι προάγει. [245] E Καλῶς δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑξῆς ἀποκριθῆναι παρεκάλει Πῶς ἂν μὴ εἰς ῥᾳθυμίαν, μηδὲ ἐπὶ τὰς ἡδονὰς τρέποιτο; ὁ δὲ Προχείρως ἔχων, εἶπεν, ὅτι μεγάλης βασιλείας κατάρχει καὶ πολλῶν ὄχλων ἀφηγεῖται, καὶ οὐ δεῖ περὶ ἕτερόν τι τὴν διάνοιαν εἶναι, τῆς δὲ τούτων ἐπιμελείας φροντίζειν· θεὸν δὲ ἀξιοῦν, ὅπως μηθὲν ἐλλίπῃ τῶν καθηκόντων. [246] Ἐπαινέσας δὲ καὶ τοῦτον τὸν δέκατον {ἠρώτα Πῶς ἂν ἐπιγινώσκοι} τοὺς δόλῳ τινὶ πρὸς αὐτὸν πράσσοντας; ὁ δὲ ἀπεφήνατο πρὸς τοῦτο Εἰ παρατηροῖτο τὴν ἀγωγὴν ἐλευθέριον οὖσαν, καὶ τὴν εὐταξίαν διαμένουσαν ἐν τοῖς ἀσπασμοῖς καὶ συμβουλίαις καὶ τῇ λοιπῇ συναναστροφῇ τῶν σὺν αὐτῷ, καὶ μηθὲν ὑπερτείνοντας τοῦ δέοντος ἐν ταῖς φιλοφρονήσεσι καὶ τοῖς λοιποῖς τοῖς κατὰ τὴν ἀγωγήν. [247] θεὸς δὲ τὴν διάνοιαν {ἄξει} σοι, βασιλεῦ, πρὸς τὰ κάλλιστα. Συγκροτήσας πάντας τ᾽ ἐπαινέσας κατ᾽ ὄνομα, καὶ τῶν παρόντων ταὐτὰ ποιούντων, ἐπὶ τὸ μέλπειν ἐτράπησαν. [248] Τῇ δὲ ἐχομένῃ τὸν καιρὸν λαβὼν ἐπηρώτα τὸν ἑξῆς Τίς ἐστιν ἀμέλεια μεγίστη; πρὸς τοῦτ᾽ ἔφη Εἰ τέκνων ἄφροντίς τις εἴη, καὶ μὴ κατὰ πάντα τρόπον ἀγαγεῖν {σπεύδοι}· εὐχόμεθα γὰρ ἀεὶ πρὸς τὸν θεόν, οὐχ οὕτως περὶ ἑαυτῶν ὡς περὶ τῶν ἐγγόνων, ἵνα παρῇ πάντα αὐτοῖς τὰ ἀγαθά. τὸ δὲ ἐπιδεῖσθαι παιδία σωφροσύνης μετασχεῖν, θεοῦ δυνάμει τοῦτο γίνεται. [249] Φήσας δὲ εὐλογεῖν ἄλλον ἠρώτα Πῶς ἂν φιλόπατρις εἴη; Προτιθέμενος, εἶπεν, ὅτι καλὸν ἐν ἰδίᾳ καὶ ζῇν καὶ τελευτᾷν. ἡ δὲ ξενία τοῖς μὲν πένησι καταφρόνησιν ἐργάζεται, τοῖς δὲ πλουσίοις ὄνειδος, ὡς διὰ κακίαν ἐκπεπτωκόσιν. εὐεργετῶν οὖν ἅπαντας, καθὼς συνεχῶς τοῦτ᾽ ἐπιτελεῖς, θεοῦ διδόντος σοὶ πρὸς πάντα χάριν, φιλόπατρις φανήσῃ. [250] E Τούτου δὲ ἀκούσας τοῦ κατὰ τὸ ἑξῆς ἐπυνθάνετο Πῶς {ἂν} ἁρμόσαι γυναικί; {Γινώσκων} ὅτι μὲν θρασύ ἐστιν, ἔφη, τὸ θῆλυ γένος, καὶ δραστικὸν ἐφ᾽ ὃ βούλεται πρᾶγμα, καὶ μεταπῖπτον εὐκόπως διὰ παραλογισμοῦ, καὶ τῇ φύσει κατεσκεύασται ἀσθενές· δέον δ᾽ ἐστὶ κατὰ τὸ ὑγιὲς χρῆσθαι, καὶ μὴ πρὸς ἔριν ἀντιπράσσειν. [251] κατορθοῦται γὰρ βίος, ὅταν ὁ κυβερνῶν εἰδῇ, πρὸς τίνα σκοπὸν δεῖ τὴν διέξοδον ποιεῖσθαι. θεοῦ δ᾽ ἐπικλήσει καὶ βίος κυβερνᾶται κατὰ πάντα. [252] Συνανθομολογησάμενος δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς {ἂν} ἀναμάρτητος εἴη; ὁ δὲ ἔφησεν Ὡς ἅπαντα πράσσων καὶ μετὰ διαλογισμοῦ καὶ μὴ πειθόμενος διαβολαῖς, ἀλλ᾽ αὐτὸς ὢν δοκιμαστὴς τῶν λεγομένων καὶ κρίσει κατευθύνων τὰ τῶν ἐντεύξεων καὶ διὰ κρίσεως ἐπιτελῶν ταῦτα ἀναμάρτητος, ἔφησεν, ἂν εἴης, ὦ βασιλεῦ. τὸ δ᾽ ἐπινοεῖν ταῦτα καὶ ἐν τούτοις ἀναστρέφεσθαι θείας δυνάμεώς ἐστιν ἔργον. [253] Διαχυθεὶς δὲ τοῖς εἰρημένοις τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἐκτὸς θυμοῦ γένοιτο; πρὸς τοῦτ᾽ εἶπε Γινώσκων ὅτι πάντων ἐξουσίαν ἔχει, καί, εἰ χρήσαιτο θυμῷ, θάνατον ἐπιφέρει· ὅπερ ἀνωφελὲς καὶ ἀλγεινόν ἐστιν, εἰ τὸ ζῇν ἀφελεῖται πολλῶν, διὰ τὸ κύριον εἶναι. πάντων δ᾽ ὑπηκόων ὄντων καὶ μηδενὸς ἐναντιουμένου, τίνος χάριν θυμωθήσεται; [254] γινώσκειν δὲ δεῖ, διότι θεὸς τὸν πάντα κόσμον διοικεῖ μετ᾽ εὐμενείας καὶ χωρὶς ὀργῆς ἁπάσης· τούτῳ δὲ κατακολουθεῖν ἀναγκαῖόν ἐστί σε, ἔφησεν, ὦ βασιλεῦ. [255] E Καλῶς δὲ ἀποκεκρίσθαι φήσας τοῦτον ἐπυνθάνετο τοῦ μετέπειτα Τί ἐστιν εὐβουλία; Τὸ καλῶς ἅπαντα πράσσειν, ἀπεφήνατο, μετὰ διαλογισμοῦ, κατὰ τὴν βουλὴν παρατιθέντα καὶ {τὰ} βλαβερὰ τῶν κατὰ τὸ ἐναντίον τοῦ λόγου διάστημα, ἵνα πρὸς ἕκαστον ἐπινοήσαντες ὦμεν εὖ βεβουλευμένοι, καὶ τὸ προτεθὲν ἡμῖν ἐπιτελῆται. τὸ δ᾽ αὖ κράτιστον, θεοῦ δυναστείᾳ πᾶν βούλευμα {τελείωσιν ἕξει} σοι τὴν εὐσέβειαν ἀσκοῦντι. [256] Κατωρθωκέναι δὲ καὶ τοῦτον εἰπὼν ἄλλον ἠρώτα Τί ἐστι φιλοσοφία; Τὸ καλῶς διαλογίζεσθαι πρὸς ἕκαστον τῶν συμβαινόντων, ἀπεφήνατο, καὶ μὴ ἐκφέρεσθαι ταῖς ὁρμαῖς, ἀλλὰ τὰς βλάβας καταμελετᾷν τὰς ἐκ τῶν ἐπιθυμιῶν ἐκβαινούσας, καὶ τὰ πρὸς τὸν καιρὸν πράσσειν δεόντως μετριοπαθῆ καθεστῶτα. ἵνα δ᾽ ἐπίστασιν τούτων λαμβάνωμεν, θεραπεύειν δεῖ τὸν θεόν. [257] Ἐπισημήνας δὲ καὶ τοῦτον ἕτερον ἠρώτα Πῶς ἂν ἀποδοχῆς {ἐν ξενιτείᾳ} τυγχάνοι; Πᾶσιν ἴσος γινόμενος, ἔφη, καὶ μᾶλλον ἥττων ἢ καθυπερέχων φαινόμενος πρὸς οὓς ξενιτεύει. κοινῶς γὰρ ὁ θεὸς τὸ ταπεινούμενον προσδέχεται κατὰ φύσιν, καὶ τὸ τῶν ἀνθρώπων γένος τοὺς ὑποτασσομένους φιλανθρωπεῖ. [258] Ἐπιμαρτυρήσας δὲ τούτοις ἄλλον ἠρώτα Πῶς {ἃ} ἂν κατασκευάσῃ καὶ μετὰ τοῦτο διαμένῃ; πρὸς τοῦτ᾽ εἶπεν Εἰ μεγάλα καὶ σεμνὰ ταῖς ποιήσεσιν ἐπιτελοῖ, πρὸς τὸ φείσασθαι τοὺς θεωροῦντας διὰ τὴν καλλονήν, καὶ μηθένα τῶν κατεργαζομένων τὰ τοιαῦτα παραπέμποι, μηδὲ τοὺς ἄλλους ἀμισθὶ συντελεῖν ἀναγκάζοι τὰ πρὸς τὴν χρείαν. [259] διανοούμενος γὰρ ὡς θεὸς πολυωρεῖ τὸ τῶν ἀνθρώπων γένος, χορηγῶν αὐτοῖς καὶ ὑγείαν καὶ εὐαισθησίαν καὶ τὰ λοιπά, καὶ αὐτὸς ἀκόλουθόν τι πράξει τῶν κακοπαθειῶν ἀποδιδοὺς τὴν ἀντάμειψιν. τὰ γὰρ ἐκ δικαιοσύνης τελούμενα, ταῦτα καὶ διαμένει. [260] E Εὖ δὲ καὶ τοῦτον εἰρηκέναι φήσας τὸν δέκατον ἠρώτα Τί ἐστι σοφίας καρπός; ὁ δὲ εἶπε Τὸ μὴ συνιστορεῖν ἑαυτῷ κακὸν πεπραχότι, τὸν δὲ βίον ἐν ἀληθείᾳ διεξάγειν. [261] ἐκ τούτων γὰρ κρατίστη χαρὰ καὶ ψυχῆς εὐστάθειά σοι γίνεται, μέγιστε βασιλεῦ, καὶ ἐλπίδες ἐπὶ θεῷ καλαὶ κρατοῦντί σοι τῆς ἀρχῆς εὐσεβῶς. Ὡς δὲ συνήκουσαν πάντες ἐπεφώνησαν σὺν κρότῳ πλείονι. καὶ μετὰ ταῦτα πρὸς τὸ προπιεῖν ὁ βασιλεὺς [λαμβάνειν] ἐτράπη, χαρᾷ πεπληρωμένος. [262] Τῇ δ᾽ ἑξῆς καθὼς πρότερον ἡ διάταξις ἦν τῶν κατὰ τὸν πότον ἐπιτελουμένων, καιροῦ δὲ γενομένου τοὺς ἀπολιπόντας ὁ βασιλεὺς ἐπηρώτα. πρὸς τὸν πρῶτον δὲ ἔφη Πῶς ἂν μὴ τραπείη τις εἰς ὑπερηφανίαν; [263] ἀπεκρίθη δὲ Εἰ τὴν ἰσότητα τηροῖ, καὶ παρ᾽ ἕκαστον ἑαυτὸν ὑπομιμνήσκοι, καθὼς ἄνθρωπος ὢν ἀνθρώπων ἡγεῖται. καὶ ὁ θεὸς τοὺς ὑπερηφάνους καθαιρεῖ, τοὺς δὲ ἐπιεικεῖς καὶ ταπεινοὺς ὑψοῖ. [264] Παρακαλέσας δὲ αὐτὸν τὸν ἑξῆς ἐπηρώτα Τίσι δεῖ συμβούλοις χρῆσθαι; τοῖς διὰ πολλῶν, ἔφη, πεπειραμένοις πραγμάτων καὶ τὴν εὔνοιαν συντηροῦσιν ἀκέραιον πρὸς αὐτὸν καὶ τῶν τρόπων ὅσοι μετέχουσιν αὐτῷ. θεοῦ ἐπιφάνεια γίνεται πρὸς τὰ τοιαῦτα τοῖς ἀξίοις. [265] E Ἐπαινέσας δὲ αὐτὸν ἄλλον ἠρώτα Τίς ἐστι βασιλεῖ κτῆσις ἀναγκαιοτάτη; Τῶν ὑποτεταγμένων φιλανθρωπία καὶ ἀγάπησις, ἀπεκρίνατο. διὰ γὰρ τούτων ἄλυτος εὐνοίας δεσμὸς γίνεται. τὸ δὲ γίνεσθαι κατὰ προαίρεσιν ταῦτα ὁ θεὸς ἐπιτελεῖ. [266] Κατεπαινέσας δὲ αὐτὸν ἑτέρου διεπυνθάνετο Τί πέρας ἐστὶ λόγου; κἀκεῖνος δὲ ἔφησε Τὸ πεῖσαι τὸν ἀντιλέγοντα, διὰ τῆς ὑποτεταγμένης τάξεως τὰς βλάβας ἐπιδεικνύντα· οὕτω γὰρ λήψῃ τὸν ἀκροατὴν οὐκ ἀντικείμενος, συγχρώμενος δὲ ἐπαίνῳ πρὸς τὸ πεῖσαι. θεοῦ δὲ ἐνεργείᾳ κατευθύνεται πειθώ. [267] Εὖ δὲ λέγειν φήσας αὐτὸν ἕτερον ἠρώτα Πῶς ἂν, παμμιγῶν ὄχλων ὄντων ἐν τῇ βασιλείᾳ, τούτοις {ἁρμόσαι}; Τὸ πρέπον ἑκάστῳ συνυποκρινόμενος, εἶπε, καθηγεμόνα λαμβάνων δικαιοσύνην· ὡς καὶ ποιεῖς θεοῦ σοι διδόντος εὖ λογίζεσθαι. [268] Φιλοφρονηθεὶς δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐπὶ τίσι δεῖ λυπεῖσθαι; πρὸς ταῦτα ἀπεκρίθη Τὰ συμβαίνοντα τοῖς φίλοις ὅταν θεωρῶμεν πολυχρόνια καὶ ἀνέκφευκτα γινόμενα. τελευτήσασι μὲν γὰρ καὶ κακῶν ἀπολελυμένοις οὐχ ὑπογράφει λύπην ὁ λόγος· ἀλλὰ ἐφ᾽ ἑαυτοὺς ἀναφέροντες καὶ τὸ πρὸς ἑαυτοὺς συμφέρον λυποῦνται πάντες ἄνθρωποι. τὸ δ᾽ ἐκφυγεῖν πᾶν κακὸν θεοῦ δυνάμει γίνεται. [269] Ὡς ἔδει δὲ φήσας αὐτὸν ἀποκρίνεσθαι πρὸς ἕτερον εἶπε Πῶς ἀδοξία γίνεται; ἐκεῖνος δὲ ἔφησεν Ὅταν ὑπερηφανία καθηγῆται καὶ θράσος ἄληκτον, ἀτιμασμὸς ἐπιφύεται καὶ δόξης ἀναίρεσις. θεὸς δὲ δόξης πάσης κυριεύει, ῥέπων οὗ βούλεται. [270] E Καὶ τούτῳ δ᾽ ἐπικυρώσας τὰ τῆς ἀποκρίσεως τὸν ἑξῆς ἠρώτα Τίσι δεῖ πιστεύειν ἑαυτόν; Τοῖς διὰ τὴν εὔνοιαν, εἶπε, συνοῦσί σοι, καὶ μὴ διὰ τὸν φόβον μηδὲ διὰ πολυωρίαν, ἐπανάγουσι πάντα πρὸς τὸ κερδαίνειν. τὸ μὲν γὰρ ἀγαπήσεως σημεῖον, τὸ δὲ δυσνοίας καὶ καιροτηρησίας· ὃς γὰρ ἐπὶ τὸ πλεονεκτεῖν {ὁρμᾶται} προδότης πέφυκε. σὺ δὲ πάντας εὐνόους ἔχεις θεοῦ σοι καλὴν βουλὴν διδόντος. [271] οφῶς δὲ αὐτὸν εἰπὼν ἀποκεκρίσθαι, ἑτέρῳ εἶπε Τί βασιλείαν διατηρεῖ; πρὸς τοῦτ᾽ ἔφη Μέριμνα καὶ φροντίς, ὡς οὐδὲν κακουργηθήσεται διὰ τῶν ἀποτεταγμένων εἰς τοὺς ὄχλους ταῖς χρείαις· καθὼς σὺ τοῦτο πράσσεις θεοῦ σοι τὴν σεμνὴν ἐπίνοιαν διδόντος. [272] Θαρσύνας δὲ τοῦτον ἕτερον ἐπηρώτα Τί διαφυλάσσει χάριτα καὶ τιμήν; ὁ δὲ εἶπεν Ἀρετή. καλῶν γὰρ ἔργων ἐστὶν ἐπιτέλεια, τὸ δὲ κακὸν ἀποτρίβεται· καθὼς σὺ διατηρεῖς τὴν πρὸς ἅπαντας καλοκἀγαθίαν παρὰ θεοῦ δῶρον τοῦτ᾽ ἔχων. [273] Κεχαρισμένως δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑνδέκατον ἐπηρώτα (διὰ τὸ δύο πλεονάζειν τῶν ἑβδομήκοντα) Πῶς ἂν κατὰ ψυχὴν καὶ ἐν τοῖς πολέμοις εἰρηνικῶς ἔχοι; ὁ δὲ ἀπεφήνατο Διαλαμβάνων ὅτι κακὸν οὐδὲν εἴργασται τῶν ὑποτεταγμένων οὐθενί, πάντες δὲ ἀγωνιοῦνται περὶ τῶν εὐεργετημάτων, εἰδότες, κἂν ἐκ τοῦ ζῇν ἀποτρέχωσιν, ἐπιμελητήν σε τῶν βίων. [274] οὐ γὰρ διαλείπεις ἐπανορθῶν ἅπαντας τοῦ θεοῦ σοι καλοφροσύνην δεδωκότος. Ἐπισημήνας δὲ κρότῳ πάντας αὐτοὺς ἀπεδέξατο φιλοφρονούμενος, καὶ προπίνων ἑκάστῳ πλεῖόν τι πρὸς τὸ τερφθῆναι {ἐτράπη}, μετ᾽ εὐφροσύνης τοῖς ἀνδράσι συνὼν καὶ χαρᾶς πλείονος. [275] E Τῇ ἑβδόμῃ δὲ τῶν ἡμερῶν, πλείονος παρασκευῆς γενομένης, προσπαραγινομένων πλειόνων ἑτέρων ἀπὸ τῶν πόλεων (ἦσαν γὰρ ἱκανοὶ πρέσβεις), ἐπηρώτησεν ὁ βασιλεὺς καιροῦ γενομένου τὸν πρωτεύοντα τῶν ἀπολιπόντων τῆς ἐρωτήσεως Πῶς ἂν ἀπαραλόγιστος {εἴη}; [276] ἐκεῖνος δὲ ἔφη Δοκιμάζων καὶ τὸν λέγοντα καὶ τὸ λεγόμενον καὶ περὶ τίνος λέγει, καὶ ἐν πλείονι χρόνῳ τὰ αὐτὰ δι᾽ ἑτέρων τρόπων ἐπερωτῶν. τὸ δὲ νοῦν ἔχειν ὀξὺν καὶ δύνασθαι κρίνειν ἕκαστα θεοῦ δώρημα καλόν ἐστιν· ὡς σὺ τοῦτο κέκτησαι, βασιλεῦ. [277] Κρότῳ δὲ ἐπισημηνάμενος ὁ βασιλεὺς ἕτερον ἐπηρώτα Διὰ τί τὴν ἀρετὴν οὐ παραδέχονται τῶν ἀνθρώπων οἱ πλείονες; Ὅτι φυσικῶς ἅπαντες, εἶπεν, ἀκρατεῖς καὶ ἐπὶ τὰς ἡδονὰς τρεπόμενοι γεγόνασιν· ὧν χάριν ἀδικία πέφυκε καὶ τὸ τῆς πλεονεξίας χύμα. [278] τὸ δὲ τῆς ἀρετῆς κατάστημα κωλύει τοὺς ἐπιφερομένους ἐπὶ τὴν ἡδονοκρασίαν, ἐγκράτειαν δὲ κελεύει καὶ δικαιοσύνην προτιμᾷν. ὁ δὲ θεὸς πάντων ἡγεῖται τούτων. [279] Εὖ δὲ ἀποκεκρίσθαι τοῦτον εἰπὼν ὁ βασιλεὺς ἠρώτα Τίσι δεῖ κατακολουθεῖν τοὺς βασιλεῖς; ὁ δὲ ἔφη Τοῖς νόμοις, ἵνα δικαιοπραγοῦντες ἀνακτῶνται τοὺς βίους τῶν ἀνθρώπων· καθὼς σὺ τοῦτο πράσσων ἀένναον μνήμην καταβέβλησαι σεαυτοῦ, θείῳ προστάγματι κατακολουθῶν. [280] E Εἰπὼν δὲ καὶ τοῦτον καλῶς λέγειν τὸν ἐχόμενον ἠρώτα Τίνας δεῖ καθιστάνειν στρατηγούς; ὃς δὲ εἶπεν Ὅσοι μισοπονηρίαν ἔχουσι, καὶ τὴν ἀγωγὴν αὐτοῦ μιμούμενοι, πρὸς τὸ διὰ παντὸς εὐδοξίαν ἔχειν αὐτούς, τὰ δίκαια πράσσουσι· καθὼς σὺ τοῦτο ἐπιτελεῖς, εἶπε, μέγιστε βασιλεῦ, θεοῦ σοι στέφανον δικαιοσύνης δεδωκότος. [281] Ἀποδεξάμενος δὲ αὐτὸν μετὰ φωνῆς ἐπὶ τὸν ἐχόμενον ἐπιβλέψας εἶπε Τίνας δεῖ καθιστάνειν ἐπὶ τῶν δυνάμεων ἄρχοντας; ὁ δὲ ἀπεφήνατο Τοὺς ἀνδρείᾳ διαφέροντας καὶ δικαιοσύνῃ, καὶ περὶ πολλοῦ ποιουμένους τὸ σώζειν τοὺς ἄνδρας ἢ τὸ νικᾷν, τῷ θράσει {παραβάλλοντας} τὸ ζῇν. ὡς γὰρ ὁ θεὸς εὖ ἐργάζεται πᾶσι, καὶ σὺ τοῦτον μιμούμενος εὐεργετεῖς τοὺς ὑπὸ σεαυτόν. [282] Ὁ δὲ ἀποκεκρίσθαι φήσας αὐτὸν εὖ, ἄλλον ἠρώτα Τίνα θαυμάζειν ἄξιόν ἐστιν ἄνθρωπον; ὁ δὲ ἔφη Τὸν κεχορηγημένον δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, καὶ ψυχὴν ἴσον πᾶσιν ὄντα· καθὼς σὺ τοῦτο ποιῶν ἀξιοθαύμαστος εἶ τοῦ θεοῦ σοι διδόντος εἰς ταῦτα τὴν ἐπιμέλειαν. [283] Ἐπιφωνήσας δὲ καὶ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐν τίσι δεῖ πράγμασι τοὺς βασιλεῖς τὸν πλείω χρόνον διάγειν; ὁ δὲ εἶπεν Ἐν ταῖς ἀναγνώσεσι καὶ ἐν ταῖς τῶν πορειῶν ἀπογραφαῖς διατρίβειν, ὅσαι πρὸς τὰς βασιλείας ἀναγεγραμμέναι τυγχάνουσι πρὸς ἐπανόρθωσιν καὶ διαμονὴν ἀνθρώπων. ὃ σὺ πράσσων ἀνέφικτον ἄλλοις δόξαν κέκτησιν θεοῦ σοι τὰ βουλήματα συντελοῦντος. [284] Ἐνεργῶς δὲ καὶ τοῦτον προσειπὼν ἕτερον ἠρώτα Τίνας δεῖ ποιεῖσθαι τὰς διαγωγὰς ἐν ταῖς ἀνέσεσι καὶ ῥᾳθυμίαις; ὁ δὲ ἔφη Θεωρεῖν ὅσα {παίζεται} μετὰ περιστολῆς καὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ τοῦ βίου μετ᾽ εὐσχημοσύνης καὶ καταστολῆς γινόμενα {βίῳ συμφέρον καὶ καθῆκον}. ἔνεστι γὰρ καὶ ἐν τούτοις ἐπισκευή τις. [285] E πολλάκις γὰρ καὶ ἐκ τῶν ἐλαχίστων αἱρετόν τι δείκνυται. σὺ δὲ πᾶσαν ἠσκηκὼς καταστολὴν διὰ τῶν ἐνεργεῖν φιλοσοφεῖς διὰ καλοκἀγαθίαν ὑπὸ θεοῦ τιμώμενος. [286] Εὐαρεστήσας δὲ τοῖς προειρημένοις πρὸς τὸν ἔνατον εἶπε Πῶς δεῖ διὰ τῶν συμποσίων διεξάγειν; ὁ δὲ ἔφησε Παραλαμβάνοντα τοὺς φιλομαθεῖς καὶ δυναμένους ὑπομιμνήσκειν τὰ {χρήσιμα τῇ βασιλείᾳ} καὶ τοῖς τῶν ἀρχομένων βίοις- ἐμμελέστερον ἢ μουσικώτερον οὐκ ἂν εὕροις τι τούτων· [287] οὗτοι γὰρ θεοφιλεῖς εἰσι πρὸς τὰ κάλλιστα πεπαιδευκότες τὰς διανοίας- καθὼς καὶ σὺ τοῦτο πράσσεις, ὡς ἂν ὑπὸ θεοῦ σοι κατευθυνομένων ἅπαντων. [288] Διαχυθεὶς δὲ ἐπὶ τοῖς εἰρημένοις, ἐπυνθάνετο τοῦ μετέπειτα Τί κάλλιστόν ἐστι τοῖς ὄχλοις, ἐξ ἰδιώτου βασιλέα κατασταθῆναι {ἐπ᾽} αὐτῶν, ἢ ἐκ βασιλέως βασιλέα; ἐκεῖνος δὲ ἔφη Τὸ ἄριστον τῇ φύσει. [289] καὶ γὰρ ἐκ βασιλέων βασιλεῖς γινόμενοι πρὸς τοὺς ὑποτεταγμένους ἀνήμεροί τε καὶ σκληροὶ καθίστανται· πολλῷ δὲ μᾶλλον καί τινες τῶν ἰδιωτῶν καὶ κακῶν πεπειραμένοι καὶ πενίας μετεσχηκότες ἄρξαντες ὄχλων χαλεπώτεροι τῶν ἀνοσίων τυράννων ἐξέβησαν. [290] E ἀλλὰ ὡς προεῖπον, ἦθος χρηστὸν καὶ παιδείας κεκοινωνηκὸς δυνατὸν ἄρχειν ἐστί· καθὼς σὺ βασιλεὺς μέγας ὑπάρχεις, οὐ τοσοῦτον τῇ δόξῃ τῆς ἀρχῆς καὶ πλούτῳ προσχών, ὅσον ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ πάντας ἀνθρώπους ὑπερῆρκας τοῦ θεοῦ σοι δεδωρημένου ταῦτα. [291] Ἐπὶ πλείονα χρόνον καὶ τοῦτον ἐπαινέσας τὸν ἐπὶ πᾶσιν ἠρώτα Τί μέγιστόν ἐστι βασιλείας; πρὸς τοῦτο εἶπε Τὸ διὰ παντὸς ἐν εἰρήνῃ καθεστάναι τοὺς ὑποτεταγμένους, καὶ κομίζεσθαι τὸ δίκαιον ταχέως ἐν ταῖς διακρίσεσι. [292] ταῦτα δὲ γίνεται διὰ τὸν ἡγούμενον, ὅταν μισοπόνηρος ᾖ καὶ φιλάγαθος καὶ περὶ πολλοῦ ποιούμενος ψυχὴν ἀνθρώπου σώζειν· καθὼς καὶ σὺ μέγιστον κακὸν ἥγησαι τὴν ἀδικίαν, δικαίως δὲ πάντα κυβερνῶν ἀένναον τὴν περὶ σεαυτὸν δόξαν κατεσκευάσας, τοῦ θεοῦ σοι διδόντος ἔχειν ἁγνὴν καὶ ἀμιγῆ παντὸς κακοῦ τὴν διάνοιαν. [293] Καταλήξαντος δὲ τούτου κατερράγη κρότος μετὰ φωνῆς καὶ χαρᾶς ἐπὶ πλείονα χρόνον. ὡς δὲ ἐπαύσατο, ὁ βασιλεὺς λαβὼν ποτήριον ἐπεχέατο καὶ τῶν παρόντων ἁπάντων καὶ τῶν εἰρημένων λόγων. ἐπὶ πᾶσι δὲ εἶπε Τὰ μέγιστά μοι γέγονεν ἀγαθὰ παραγενηθέντων ὑμῶν· [294] πολλὰ γὰρ ὠφέλημαι, καταβεβλημένων ὑμῶν διδαχὴν ἐμοὶ πρὸς τὸ βασιλεύειν. ἑκάστῳ δὲ τρία τάλαντα προσέταξεν ἀργυρίου δοθῆναι καὶ τὸν ἀποκαταστήσοντα παῖδα. συνεπιφωνησάντων δὲ πάντων, χαρᾶς ἐπληρώθη τὸ συμπόσιον, ἀδιαλείπτως τοῦ βασιλέως εἰς εὐφροσύνην τραπέντος. [295] E Ἐγὼ δὲ {εἰ πεπλεόνακα,} τούτοις, ὦ Φιλόκρατες, συγγνώμην ἔχειν. τεθαυμακὼς γὰρ τοὺς ἄνδρας ὑπὲρ τὸ δέον, ὡς ἐκ τοῦ καιροῦ τὰς ἀποκρίσεις ἐποιοῦντο πολλοῦ χρόνου δεομένας, [296] καὶ τοῦ μὲν ἐρωτῶντος μεμεριμνηκότος ἕκαστα, τῶν δὲ ἀποκρινομένων καταλλήλως ἐχόντων τὰ πρὸς τὰς ἐρωτήσας, ἄξιοι θαυμασμοῦ κατεφαίνοντό μοι καὶ τοῖς παροῦσι, μάλιστα δὲ τοῖς φιλοσόφοις. οἴομαι δὲ καὶ πᾶσι τοῖς παραληψομένοις τὴν ἀναγραφὴν ἄπιστον φανεῖται. [297] ψεύσασθαι μὲν οὖν οὐ καθῆκόν ἐστι περὶ τῶν ἀναγραφομένων· εἰ δὲ καί τι παραβαίην, οὐχ ὅσιον ἐν τούτοις· ἀλλ᾽, ὡς γέγονεν, οὕτως διασαφοῦμεν ἀφοσιούμενοι πᾶν ἁμάρτημα. διόπερ ἐπειράθην ἀποδεξάμενος αὐτῶν τὴν τοῦ λόγου δύναμιν παρὰ τῶν ἀναγραφομένων ἕκαστα τῶν γινομένων ἔν τε τοῖς χρηματισμοῖς τοῦ βασιλέως καὶ ταῖς συμποσίαις μεταλαβεῖν. [298] ἔθος γάρ ἐστι, καθὼς καὶ σὺ γινώσκεις, ἀφ᾽ ἧς ἂν [ἡμέρας] ὁ βασιλεὺς ἄρξηται χρηματίζειν, μέχρις οὗ κατακοιμηθῇ, πάντα ἀναγράφεσθαι τὰ λεγόμενα καὶ πρασσόμενα, καλῶς γινομένου καὶ συμφερόντως. [299] τῇ γὰρ ἐπιούσῃ τὰ τῇ πρότερον πεπραγμένα καὶ λελαλημένα πρὸ τοῦ χρηματισμοῦ παραναγινώσκεται, καί, εἴ τι μὴ δεόντως γέγονε, διορθώσεως τυγχάνει τὸ πεπραγμένον. [300] E πάντ᾽ οὖν ἀκριβῶς {παρὰ τῶν} ἀναγεγραμμένων, ὡς ἐλέχθη, μεταλαβόντες κατακεχωρίκαμεν, εἰδότες ἣν ἔχεις φιλομάθειαν εἰς τὰ χρήσιμα. [301] Μετὰ δὲ τρεῖς ἡμέρας ὁ Δημήτριος παραλαβὼν αὐτούς, καὶ διελθὼν τὸ τῶν ἑπτὰ σταδίων ἀνάχωμα τῆς θαλάσσης πρὸς τὴν νῆσον, καὶ διαβὰς τὴν γέφυραν, καὶ προσελθὼν ὡς ἐπὶ τὰ βόρεια μέρη, συνέδριον ποιησάμενος εἰς κατεσκευασμένον οἶκον παρὰ τὴν ἠϊόνα, διαπρεπῶς ἔχοντα καὶ πολλῆς ἡσυχίας ἔφεδρον, παρεκάλει τοὺς ἄνδρας τὰ τῆς ἑρμηνείας ἐπιτελεῖν, παρόντων ὅσα πρὸς τὴν χρείαν ἔδει καλῶς. [302] οἱ δὲ ἐπετέλουν ἕκαστα σύμφωνα ποιοῦντες πρὸς ἑαυτοὺς ταῖς ἀντιβολαῖς· τὸ δὲ ἐκ τῆς συμφωνίας γινόμενον πρεπόντως ἀναγραφῆς οὕτως ἐτύγχανε παρὰ τοῦ Δημητρίου. [303] καὶ μέχρι μὲν ὥρας ἐνάτης τὰ τῆς συνεδρείας ἐγίνετο· μετὰ δὲ ταῦτα περὶ τὴν τοῦ σώματος θεραπείαν ἀπελύοντο γίνεσθαι, χορηγουμένων αὐτοῖς δαψιλῶς ὧν προῃροῦντο πάντων. [304] ἐκτὸς δὲ καὶ καθ᾽ ἡμέραν, ὅσα βασιλεῖ παρεσκευάζετο, καὶ τούτοις ὁ Δωρόθεος ἐπετέλει· προστεταγμένον γὰρ ἦν αὐτῷ διὰ τοῦ βασιλέως. ἅμα δὲ τῇ πρωΐᾳ παρεγίνοντο εἰς τὴν αὐλὴν καθ᾽ ἡμέραν, καὶ ποιησάμενοι τὸν ἀσπασμὸν τοῦ βασιλέως, ἀπελύοντο πρὸς τὸν ἑαυτῶν τόπον. [305] E ὡς δὲ ἔθος ἐστὶ πᾶσι τοῖς Ἰουδαίοις, {ἀπονιψάμενοι} τῇ θαλάσσῃ τὰς χεῖρας, ὡς ἂν εὔξωνται πρὸς τὸν θεόν, ἐτρέποντο πρὸς τὴν ἀνάγνωσιν καὶ τὴν ἑκάστου διασάφησιν. [306] Ἐπηρώτησα δὲ καὶ τοῦτο Τίνος χάριν ἀπονιζόμενος τὰς χεῖρας τὸ τηνικαῦτα εὔχονται; διεσάφουν δέ, ὅτι μαρτύριόν ἐστι τοῦ μηδὲν εἰργάσθαι κακόν· πᾶσα γὰρ ἐνέργεια διὰ τῶν χειρῶν γίνεται· καλῶς καὶ ὁσίως μεταφέροντες ἐπὶ τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν πάντα. [307] καθὼς δὲ προειρήκαμεν, οὕτως καθ᾽ ἑκάστην εἰς τὸν τόπον, ἔχοντα τερπνότητα διὰ τὴν ἠσυχίαν καὶ καταύγειαν, συναγόμενοι τὸ προκείμενον ἐπετέλουν. συνέτυχε δὲ οὕτως ἐν ἡμέραις ἑβδομήκοντα δυσὶ τελειωθῆναι τὰ τῆς μεταγραφῆς, οἱονεὶ κατὰ πρόθεσίν τινα τοῦ τοιούτου γεγενημένου. [308] Τελείωσιν δὲ ὅτε ἔλαβε, συναγαγὼν ὁ Δημήτριος τὸ πλῆθος τῶν Ἰουδαίων εἰς τὸν τόπον, οὗ καὶ τὰ τῆς ἑρμηνείας ἐτελέσθη, παρανέγνω πᾶσι, παρόντων καὶ τῶν διερμηνευσάντων, οἵτινες μεγάλης ἀποδοχῆς καὶ παρὰ τοῦ πλήθους ἔτυχον, ὡς ἂνμεγάλων ἀγαθῶν παραίτιοι γεγονότες. [309] ὡσαύτως δὲ καὶ τὸν Δημήτριον ἀποδεξάμενοι παρεκάλεσαν μεταδοῦναι τοῖς ἡγουμένοις αὐτῶν, μεταγράψαντα τὸν πάντα νόμον. [310] E καθὼς δὲ ἀνεγνώσθη τὰ τεύχη, στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος οἵ τε ἡγούμενοι τοῦ πλήθους εἶπον Ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἠκριβωμένως, καλῶς ἔχον ἐστίν, ἵνα διαμείνῃ ταῦθ᾽ οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή. [311] πάντων δ᾽ ἐπιφωνησάντων τοῖς εἰρημένοις, ἐκέλευσαν διαράσασθαι, καθὼς ἔθος αὐτοῖς ἐστιν, εἴ τις διασκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν, καλῶς τούτο πράσσοντες, ἵνα διὰ παντὸς ἀένναα καὶ μένοντα φυλάσσηται. [312] Προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν, ἣν εἴχεν, ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν. καὶ πρὸς τὸν Δημήτριον εἶπε Πῶς τηλικούτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν ἢ ποιητῶν ἐπιμνησθῆναι; [313] ἐκεῖνος δὲ ἔφη Διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι· καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. [314] καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νόμου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν ἄνεσιν ἐξιλάσκεσθαι τὸν θεόν, σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμβαῖνόν ἐστι. [315] E δι᾽ ὀνείρου δὲ σημανθέντος, ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. [316] καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγώ, διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψες ἀπεγλαυκώθη· καὶ λαβὼν ὑπόνοιαν, ὅτι διὰ τοῦτ᾽ αὐτῷ τὸ σύμπτωμα γέγονεν, ἐξιλασάμενος τὸν θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. [317] Μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ Δημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς. [318] παρακαλέσας δὲ καὶ τοὺς ἑρμηνεῖς, ἵνα παραγίνωνται πυκνότερον πρὸς αὐτόν, ἐὰν ἀποκατασταθῶσιν εἰς τὴν Ἰουδαίων,- δίκαιον γὰρ εἶπε τὴν ἐκπομπὴν αὐτῶν γενέσθαι· παραγενηθέντες δέ, ὡς θέμις, ἕξειν αὐτοὺς φίλου·, καὶ {πολυωρία} τῆς μεγίστης τεύξεσθαι παρ᾽ αὐτοῦ. [319] τὰ δὲ πρὸς τὴν ἐκπομπὴν αὐτῶν ἐκέλευσεν ἑτοιμάζειν, μεγαλομερῶς τοῖς ἀνδράσι χρησάμενος. ἑκάστῳ γὰρ στολὰς ἔδωκε τῶν κρατίστων τρεῖς καὶ χρυσίου τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τρικλίνου πᾶσαν κατάστρωσιν. [320] E ἔπεμψε δὲ καὶ τῷ Ἐλεαζάρῳ μετὰ τῆς ἐκπομπῆς αὐτῶν ἀργυρόποδας κλίνας δέκα καὶ τὰ ἀκόλουθα πάντα καὶ κυλίκιον ταλάντων τριάκοντα καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνων ὀθονίων ἱστοὺς ἑκατὸν καὶ φιάλας καὶ τρυβλία καὶ κρατῆρας χρυσοῦς δύο πρὸς ἀνάθεσιν. [321] ἔγραψε δὲ καὶ παρακαλῶν, ἵνα, ἐάν τινες τῶν ἀνδρῶν προαιρῶνται πρὸς αὐτὸν ἀνακομισθῆναι, μὴ κωλύσῃ, περὶ πολλοῦ ποιούμενος τοῖς πεπαιδευμένοις συνεῖναι, καὶ εἰς τοιούτους τὸν πλοῦτον κατατίθεσθαι δαψιλῶς, καὶ οὐκ εἰς μάταια. [322] Σὺ δέ, καθὼς ἐπηγγειλάμην, ἀπέχεις τὴν διήγησιν, ὦ Φιλόκρατες. τέρπειν γὰρ οἴομαί σε ταῦτα ἢ τὰ τῶν μυθολόγων βιβλία. νένευκας γὰρ πρὸς περιεργίαν τῶν δυναμένων ὠφελεῖν διάνοιαν, καὶ ἐν τούτοις τὸν πλείονα χρόνον διατελεῖς. πειράσομαι δὲ καὶ τὰ λοιπὰ τῶν ἀξιολόγων ἀναγράφειν, ἵνα διαπορευόμενος αὐτὰ κομίζῃ τοῦ βουλήματος τὸ κάλλιστον ἔπαθλον.