Μετάβαση στο περιεχόμενο

Ενάλιοι Διάλογοι/Νότος και Ζέφυρος

Από Βικιθήκη
Νότος καὶ Ζέφυρος
Συγγραφέας:
Ενάλιοι Διάλογοι
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896.


Νότος

[1] ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους ἐς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρευσεν ἁλοὺς ἔρωτι;

Ζέφυρος

ναί, ὦ Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι καὶ πάνυ ἑώρα ἐρῶντα τὸν Δία.

Νότος

νῦν οὖν ἔτι ἐρᾷ τῆς βοός;

Ζέφυρος

καὶ μάλα, καὶ διὰ τοῦτο ἐς Αἴγυπτον αὐτὴν [306] ἔπεμψε καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλατταν ἔστ᾽ ἂν διανήξηται, ὡς ἀποτεκοῦσα ἐκεῖ —κυεῖ δὲ ἤδη— θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.

Νότος

[2] ἡ δάμαλις θεός;

Ζέφυρος

καὶ μάλα, ὦ Νότε· ἄρξει τε, ὡς ὁ Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.

Νότος

Θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα.

Ζέφυρος

νὴ Δί᾽· εὐνουστέρα γὰρ ἂν οὕτω γένοιτο. ἀλλ᾽ ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδιστὶ βαδίζει, ἀνορθώσας δὲ αὐτὴν ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησε;

Νότος

παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε· οὐκέτι τὰ κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ᾽ ἐπέραστος [307] κόρη. ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται; [p. 126]

Ζέφυρος

μὴ πολυπραγμονῶμεν, ὅτε ἄμεινον ἐκεῖνος οἶδε τὰ πρακτέα.