Μετάβαση στο περιεχόμενο

Εκλογές

Από Βικιθήκη
Εκλογές (Excerpta)
Συγγραφέας:
Loeb Classical Library, ed. Oxford Univ. Press, 1906


Εκ των Λογγίνου του φιλοσόφου

[Επεξεργασία]

Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον.
1.1 Ἀλλ᾽ εἴτε νέα τῶν μέτρων ἡ θεωρία εἴτε <Μούσης εὕρημα παλαιᾶς> ἑκάτερον ἕξει καλῶς. ἀρχαία μὲν γὰρ οὖσα ἐκ τῆς παλαιότητος ἕξει τὴν σεμνότητα, νέα δὲ οὖσα ποθεινοτέρα καθ᾽ Ὅμηρον (α 51)· τὴν γὰρ ἀοιδὴν πάντες ἐπικλείουσ᾽ ἄνθρωποι, ἥτις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται. Μέτρου δὲ πατὴρ ῥυθμὸς καὶ θεός· ἀπὸ ῥυθμοῦ γὰρ ἔσχε τὴν ἀρχήν, θεὸς δὲ τὸ μέτρον ἀνεφθέγξατο.
1.2 Τοῦ δὲ περὶ μέτρων λόγου πολλοὶ πολλαχῶς ἤρξαντο, οἱ μὲν ἀπὸ στοιχείων ὡς Φιλόξενος, οἱ δὲ ἀπὸ τοῦ μέτρων ὅρου ὡς Ἡλιόδωρος· ἡμεῖς δὲ Ἡφαιστίωνι κατακολουθήσομεν ἀπὸ συλλαβῆς ἀρξάμενοι. πρῶτον δὲ ὀλίγα προειπεῖν δίκαιον.
1.3 Κριτήριον μέτρου ἀκοή. ἔνιοι γοῦν οὕτως ὡρίσαντο· μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις αἰσθήσει τῇ δι᾽ ἀκοῆς παραλαμβανομένη. εἰ δὲ τὸ κρῖνόν ἐστιν ἀκοή, τὸ κοσμοῦν ἐστι φωνή. ὡς γὰρ τὸν ἦχον τῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα <ἡ> φωνὴ σχηματίζει τὰς συλλαβάς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή. διὰ τοῦτο πολλὰ τῶν μέτρων συμβέβηκεν ἀποκρύπτεσθαι σιωπώμενα ἐν τῇ κατὰ πεζὸν ῥήσει· καὶ αὖ πάλιν πολλὰς συνεμπτώσεις ἔχει πρὸς ἄλλα μέτρα. εὕροι γοῦν ἄν τις παρὰ Δημοσθένει τῷ ῥήτορι στίχον ἡρωϊκὸν κεκρυμμένον, ὃς ἠδυνήθη λαθεῖν διὰ τὸ πεζὴν οὖσαν τὴν προφορὰν συναρπάσαι τῷ λόγῳ τὴν ἀκοήν.
1.4 γοῦν τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, δι᾽ ὃν εἰς Ἐλάτειαν ἦλθε Φίλιππος. στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ᾽ ὑμῖν. τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον τῷ εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως.
1.5 τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδείξομεν. Διαφέρει δὲ μέτρον ῥυθμοῦ. ὕλη μὲν γὰρ τοῖς μέτροις ἡ συλλαβὴ καὶ χωρὶς συλλαβῆς οὐκ ἂν γένοιτο μέτρον, ὁ δὲ ῥυθμὸς γίνεται μὲν καὶ ἐν συλλαβαῖς, γίνεται δὲ καὶ χωρὶς συλλαβῆς· καὶ γὰρ ἐν κρότῳ· ὅταν μὲν γὰρ τοὺς χαλκέας ἴδωμεν τὰς σφύρας κατα φέροντας, ἅμα τινὰ καὶ ῥυθμὸν ἀκούομεν. καὶ ἵππων δὲ πορεία ῥυθμὸς ἐνομίσθη καὶ κίνησις δακτύλων καὶ μελῶν σχήματα καὶ χορδῶν κινήματα καὶ τῶν ὀρνίθων τὰ πτερυγίσματα. μέτρον δὲ οὐκ ἂν γένοιτο χωρὶς λέξεως ποιᾶς καὶ ποσῆς. Ἔτι τοίνυν διαφέρει ῥυθμοῦ τὸ μέτρον, ᾗ τὸ μὲν μέτρον πεπηγότας ἔχει τοὺς χρόνους, μακρόν τε καὶ βραχὺν καὶ τὸν μεταξὺ τούτων τὸν κοινὸν καλούμενον, ὃς καὶ αὐτὸς πάντως μακρός ἐστιν ἢ βραχύς· ὁ δὲ ῥυθμὸς ὡς βούλεται ἕλκει τοὺς χρόνους. πολλάκις γοῦν καὶ τὸν βραχὺν χρόνον ποιεῖ μακρόν. Ὅτι δὲ τοῦτο οὕτως ἔχει καὶ τὴν διαφορὰν ἴσασιν οἱ ποιηταί, λάβωμεν παράδειγμα ἀπὸ παιζούσης κωμῳδίας ἐν σπουδαζούσῃ φιλοσοφίᾳ· ὁ γοῦν Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις 638 φησὶ Σωκράτης, εἰ καὶ τωθάζει Ἀριστοφάνης· πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν· ἀντιδιέστειλε γὰρ ἐκεῖνος ἀπὸ ῥυθμῶν τὰ μέτρα· εἰς ἑκάτερον γοῦν τὸ παράδειγμα σημειωτέον, ὅτι τε ῥυθμὸς μέτρου διαφέρει καὶ ὅτι ἴσασιν ἐν διδασκαλίᾳ οἱ παλαιοὶ τὴν τῶν μέτρων θεωρίαν.
1.6 Τὸ δὲ μέτρον λέγεται πολλαχῶς. καὶ γὰρ τὴν <εὐμετρίαν> μέτρον προσαγορεύομεν ὡς ὁ εἰπὼν <μέτρον ἄριστον> —εἴτε σοφὸν ἀπόφθεγμα εἴτε θεῖον ἀνάθημα. Ἀπόλλωνι μὲν γὰρ ἁρμοδιώτατον, ἐπεὶ καὶ μέτρων εὑρετής. —Λέγεται δὲ μέτρον καὶ αὐτὸ τὸ μετροῦν καὶ τὸ μετρούμενον· ὡς ὅταν εἴπωμεν τὸν μέδιμνον μέτρον καὶ τὸ ἐν αὐτῷ μετρηθὲν [μέτρον], ἀμφότερα δὲ καλεῖται μέδιμνος· καὶ αὖ πάλιν εἰ εἴποιμι χόα τὸ σκεῦος, ἐν ᾧ μετρῶ ποσότητά τινα, καὶ [αὖ πάλιν] αὐτὴν τὴν ποσότητα χόα [προσαγορεύομεν]· —καὶ αὖ πάλιν αὐτὸ τὸ ξύλον, ὃ μόνον ἔχει πῆχυν, πῆχυν προσαγορεύομεν· —οὕτως μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς θεωρίας πολλαχόθεν λέγεται μέτρον· Μέτρον τε γὰρ καλοῦμεν πᾶν <τὸ μὴ πεζόν>, ὡς ὅταν εἴπω τὰ μὲν Πλάτωνος πεζά, τὰ δὲ Ὁμήρου μέτρα. μέτρον καλεῖται καὶ <εἶδος> ἕκαστον, ὡς ὅταν εἴπω μέτρον ἰωνικὸν καὶ μέτρον ἰαμβικὸν καὶ μέτρον τροχαϊκόν. μέ τρον καλεῖται καὶ <στίχος> ἕκαστος, ὡς ὅταν εἴπω· ἡ πρώτη Ὁμήρου ῥαψῳδία μέτρα ἔχει ἑξακόσια <καὶ δέκα> —τοῦτο δὲ Ὀδυσσεὺς ὁ μετρικὸς ἐσημειώσατο· —ἔτι τοίνυν μέτρον καλοῦμεν τὴν <συζυγίαν>, τουτέστι τὴν διποδίαν, ὡς ὅταν τὸ ἰαμβικὸν τὸ ἀπὸ ἓξ ποδῶν συγκείμενον τρίμετρον καλῶμεν. <μέτρον καλοῦμεν καὶ τὸν <πόδα>...>. μέτρον καλοῦμεν καὶ τὸν <χρόνον>, ὅν τινες τῶν ῥυθμικῶν σημεῖον προσαγορεύουσιν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παράδειγμα τεθήσεται, ὅ τινες μὲν Ὀρφέως, τινὲς δὲ τῆς Πυθίας ὑπολαμβάνουσι· περὶ γὰρ τῶν ἐπῶν λέγων ἢ λέγουσα ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. Καὶ ταῦτα οὕτως ἔχει ὥσπερ εἴρηκα. μέτρον γὰρ καὶ τὸ μετροῦν καὶ τὸ μετρούμενον· οὕτως καὶ ἐπὶ τῶν προειρημένων αὐτὸ τὸ μετρούμενον τουτέστι τὸ ποίημα μέτρον προσαγορεύεται, καὶ ἕκαστον τῶν μετρούντων τῆς ὁμοίας τετύχηκεν ὀνομασίας. χρόνος γὰρ συλλα βὴν ποιεῖ, συλλαβὴ δὲ πόδα, ποὺς δὲ συζυγίαν, συζυγία δὲ στίχον, στίχος δὲ ποίημα. πάντα οὖν εἰκότως μέτρα προσαγορεύεται.
1.7 Γέγονε δὲ ἀπὸ τοῦ μείρω ῥήματος, ὅ ἐστι μερίζω, ἀφ᾽ οὗ παρὰ τῷ ποιητῇ Ι 612 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ δέρω δέρτρον καὶ παρὰ τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω <μέρτρον καὶ> μέτρον. ὄνομα γοῦν ἐστὶ καὶ ἐκ τῆς ἐτυμολογίας τοῦ μερισμοῦ.
1.8 Περὶ δὲ ὅρου μέτρου νῦν εἰπεῖν οὐκ ἀναγκαῖον· αὐτὸς γὰρ ὁ Ἡφαιστίων αἰτιᾶται τὸν Ἡλιόδωρον, ὅτι τοῖς ὑπαρχομένοις γράφει· τοῖς γὰρ ἀπείροις καὶ [τοῖς] μήπω τῆς μετροποιίας γεγευμένοις ἀδύνατον νοῆσαι τὸν ὅρον. Ἐπιγέγραπται δὲ ἐγχειρίδιον, οὐχ ὥς τινες ᾠή θησαν παρὰ τὸ ξίφος διὰ τὸ ὀξύνειν τῶν μετιόντων τὰς ψυχάς, ἀλλὰ διὰ τὸ ἐν χερσὶν ἔχειν τοὺς βουλομένους τὰ κεφάλαια τῶν μετρικῶν παραγγελμάτων. ὅτι δὲ ταῦτα οὕτως ἔχει, Ἡλιόδωρος τοῦ ἐγχειριδίου ἀρχόμενος οὕτως λέγει· τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς γέγραπται τὸ βιβλίον τοῦτο.
1.9 ῎Ηρξατο δὲ αὐτὸς ὁ Ἡφαιστίων, ὡς ἔφην, ἀπὸ συλλαβῆς. ὕλη γὰρ τοῖς μέτροις ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη τὸ μέτρον· τὸ <δὲ> ποιοῦν πρὸ τοῦ ποιηθέντος, ὅθεν <ἀπὸ συλλαβῆς> ἄρξασθαι δίκαιον. οὐκ ἀπὸ τοῦ γένους δὲ ἤρξατο, ἀλλ᾽ ἀπὸ τοῦ εἴδους. διαφέρει δὲ εἶδος καὶ γένος, ᾗ γένος μέν ἐστι τὸ πρωτότυπον εἰς εἴδη διαιρεθῆναι δυνάμενον, εἶδος δὲ τὸ ἀπὸ τοῦ γένους διῃρημένον, οἷον εἴ τις λέγοι ζῷον γένος, εἴδη δὲ αὐτοῦ ἄνθρωπον ἵππον καὶ τὰ λοιπά. οὐκοῦν γένος μέν ἐστιν ἡ συλλαβή, εἴδη δὲ αὐτῆς βραχεῖα καὶ μακρὰ καὶ <ἡ> κοινὴ καλουμένη. οὐκ ἔδοξεν οὖν αὐτῷ ἀπὸ τοῦ γένους ποιήσασθαι τὴν ἀρχὴν (τεχνικὸς γὰρ οὗτος ὁ λόγος καὶ οὐ πάνυ τοῖς μέτροις συμβάλλεται) οὐδὲ ὅρῳ τὴν συλλαβὴν περιλαβεῖν οὐδὲ τὸν περὶ αὐτῆς εἰπεῖν λόγον τῆς ἐτυμολογίας· καὶ γὰρ ἐν τοῖς τεχνικοῖς ἔλεγχον ἔσχεν ὁ ὅρος, ὅτι ἡ συλλαβὴ παρὰ τοῦτο ὠνόμασται, παρὰ τὸ πο σότητα στοιχείων εἰς ταὐτὸν συλλαμβάνειν ὧν ἔξεστιν ὑφ᾽ ἕνα φθόγγον παραλαβεῖν· <οὐχ γὰρ> ἂν εἴποι τις τὰς μονογραμμάτους. ἀλλὰ ταῦτα μὲν ζητείτωσαν οἱ τεχνικοί.
1.10 Ἐν δὲ τοῖς μετρικοῖς εἰδέναι δεῖ, ὅτι πᾶσα βραχεῖα ἴση καὶ πᾶσα μακρὰ ἴση· καθόλου γὰρ αἱ μέν εἰσι δίχρονοι, αἱ δὲ μονόχρονοι. ἐντεῦθεν τὸν μὲν δάκτυλον καλοῦμεν τετράχρονον, τὸν δὲ πυρρίχιον δίχρονον, οὐ πολυπραγμονοῦντες τῆς ποιητικῆς λέξεως ἢ συλλαβῆς τὰ στοιχεῖα οὐδὲ ἐν ποσότητι καταμετροῦντες τοὺς χρόνους ἀλλ᾽ ἐν δυνάμει [τῆς ποσότητος].

Εκ του Λογγίνου

[Επεξεργασία]

1 Ὅτι χρὴ πεφεισμένως χρῆσθαι ταῖς τροπαῖς καὶ μετὰ τέχνης, μὴ παραλείπειν δὲ παντελῶς· οὕτως πρὸς πολλὰ χρήσιμον [ὂν] τὸ τοιοῦτον εἶδος. καὶ γὰρ καὶ Λυ σίας οὕτως πεποίηκεν. 2 Ὅτι ὁ Ἀριστοτέλης τοὺς πάντα μεταφέροντας αἰνίγματα γράφειν ἔλεγεν. διὸ λέγει Λογγῖνος σπανίως κεχρῆσθαι καὶ τούτῳ τῷ εἴδει.
3 Ὅτι τροπὴ ἐκ τοῦ πανούργου καὶ ἐξάλλαξις οὐδε μία ἦν ἐν τοῖς ἀρχαίοις, ἀλλὰ καὶ τὰ τοῦ νοῦ σχήματα ὀψέποτε εἰς τοὺς δικανικοὺς λόγους παρεισῆλθεν· ἡ πλείων γὰρ αὐτοῖς σπουδὴ περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον ἦν καὶ τὴν συνθήκην καὶ ἁρμονίαν.
4 Ὅτι δεῖ σκέπτεσθαι τὴν δύναμιν τῶν κεφαλαίων, καὶ τὴν τῶν ἀντιθέσεων διαφοράν, καὶ μήτε ἀπὸ τῶν ἀσθενῶν ἄρχεσθαι μήτε τελευτᾶν εἰς ταῦτα, ἀλλὰ μιμεῖσθαι τὴν ἐν τοῖς πολέμοις τακτικὴν εἰς μέσον τοὺς χείους λοχίζουσαν. τοῦτο δὲ καὶ ἐπὶ συνουσίαις ἄριστον,οὐ μόνον ἐν συγγραφῇ. πρὸς γὰρ τὰ ἀσθενῆ ῥᾳδίως ἀντιλέγουσιν, ὥσπερ οἱ εἰς τοὺς ψιλοὺς τῶν πολεμίων ἐμβαλόντες, ἀλλ᾽ οὐκ εἰς τοὺς ὁπλίτας.
5 Ὅτι Δημοσθένης δεινότατος ὢν ἐν ταῖς ἀντιθέσεσιν οὐκ ἀεὶ τῇ τέχνῃ ἐμμένει, ἀλλ᾽ αὐτὸς γίνεται τέχνη πολλάκις. ὡσαύτως καὶ Ἀριστείδης.
61 Ὅτι τὸ παραγράφεσθαι ἐπὶ τῶν λαμπρῶν προσώπων ἄτοπόν φησι· καθαιρετικὸν γάρ ἐστιν ἀξιώματος, καὶ ὑποψίαν ἐμποιεῖ.
7 Ὅτι χρὴ ἐν ταῖς συνθήκαις τῶν κώλων εὐπρεπῆ εἶναι τὴν λέξιν καὶ τὴν συνθήκην οὐκ ἀνάρμοστον, ὡς ἂν παίωνας εἶναι καὶ ἡρῴους τοὺς πλείστους, ἐξ ὧν εὔογκος ἡ ἑρμηνεία γίνεται καὶ σεμνή· παραδείγματα δὲ τὰ Πλάτωνος καὶ Δημοσθένους· οὗτοι γὰρ ἄριστοι γνώμονες τῶν τοιούτων. 8 Ὅτι ἐν τοῖς ἀδόξοις καὶ φέρουσιν αἰσχύνην τῷ ἀπολογουμένῳ κάλλιστος ὁ δι᾽ εἰκασίας τρόπος, οἱονεὶ πορνείας κατηγορηθεὶς μὴ παρὰ ἕκαστον πειρῶ ἀπολογεῖσθαι καὶ λύειν· εὐτελὲς γὰρ καὶ καθαιροῦν τὸ ἀξίωμα, κἂν τὰ μάλιστα πολλοὺς ἔχῃς ἐλέγχους τοῦ ματος. παράδειγμα τῆς μεθόδου ταύτης τοιόνδε ἔχε· βλασφημηθεὶς γάρ τις ὑπό τινος, ὡς ἐπὶ τοῖς αἰσχίστοις συνεγένετο βασιλεῖ, δι᾽ εἰκασίας ἀπελογήσατο· κἀκεῖ νος πρὸς τὰ βελτίω προὔτρεπε συνών, καὶ αὐτὸς οὐχ ἡπτόμην τῶν μοχθηρῶν ἐπιτηδευμάτων. ἐφυλάξατο ἐν ταῦθα τὸ ἄδοξον τῆς ἀπολογίας.
9 Ὅτι ὁ πρῶτος ἄριστα πρὸς τὴν πεζὴν λέξιν τὸν Ὁμηρικὸν ὄγκον μετενεγκὼν Πλάτων ἐστίν. 10 Ὅτι πολλάκις ἐνδείᾳ φύσεως καὶ οἱ ἐπιστήμονες κατὰ τὴν ἐργασίαν ἀποτυγχάνουσιν.
11 Ὅτι Θεόφραστος ἓξ τρόπους αὐξήσεως παραδέδωκεν· τὰ μὲν γὰρ ἐκ τῶν πραγμάτων λέγει ἔχειν τὴν αὔξησιν, τὰ δὲ ἐκ τῶν ἀποβαινόντων, τὰ δὲ ἐξ ἀντιπαραβολῆς καὶ κρίσεως, τὰ δὲ ἐκ τῶν καιρῶν καὶ τοῦ πάθους φαίνεται μεγάλα. οἱ δὲ νέοι ῥήτορες καὶ ἐκ τῆς αἰτίας φασὶν ἔχειν τὸ μέγεθος μεγάλην ῥοπήν.
12 Ὅτι τὴν πλεονάσασαν περὶ τὴν Ἀσίαν ἔκλυσιν ἀνεκτήσατο Ἀριστείδης· συνεχῶς γάρ ἐστι καὶ ῥέων καὶ πιθανός.
13 Ὅτι ἠθικὸς λόγος γίνεται κατὰ διάνοιαν, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν.
14 Ὅτι ἄριστοι λόγοι καὶ μιμήσεως ἄξιοι οἱ μὴ ἔχον τες ἑνὸς χαρακτῆρα, ἀλλὰ διαφόρων. 15 Ὅτι τὰ κεφάλαια τῆς δημηγορίας τέτταρα λέγει εἶναι, ὅσαπερ καὶ καθάπαξ εἴωθεν ἐμπίπτειν εἰς τὰς συμβουλάς, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ ἔνδοξον, ταῦτα δ᾽ ἄριστα τὸν Θουκυδίδην φησὶ φυλάξαι.
16 Ὅτι αἱ γνωμολογίαι ἄρισται ἐπὶ τῇ κατασκευῇ. οὐ δεῖ δὲ κατακόρως ταύταις κεχρῆσθαι. 17 Ὅτι τὸν Κατά Μειδίου λόγον ἐπιφορικόν φησιν εἶναι, εἰλῆφθαι δὲ ἐκ τῆς ποιότητος τοῦ προσώπου.
18 Ὅτι τέχνης ἐστὶ μᾶλλον τὸ ποῖα δεῖ προτάττειν, καὶ ποῖα ἐπιζευγνύειν.
19 Ὅτι ὑπόστασιν καλοῦσιν τὸ ἔμφασιν ἔχον καὶ πάθους τινὸς ἐνδεικτικόν, καθάπερ τὸ Δημοσθενικόν· "οὕτως ὠργίσθη καὶ παρωξύνθη". καὶ ἄλλως· "ὅσῳ πλείοσιν οὗτος ἠνόχληκεν".
20 Ὅτι δεῖ τὰ προοίμια ἐν μὲν τοῖς συμβουλευτικοῖς ἐκ τῶν κεφαλαίων, ἐν δὲ τοῖς δικανικοῖς ἐκ τῶν ὑπολήψεων, ἐν δὲ τοῖς πανηγυρικοῖς ἐκ τῆς ὅλης σχέσεως τοῦ λόγου λαμβάνειν.
21 Ὅτι χρὴ τὸν παραμυθούμενον μὴ μετὰ σοφιστικῆς τρανότητος, ἀλλὰ μετὰ συμπεπονθυίας λέγειν ἁπλότητος· οὐ γὰρ ῥητορικῶς ἀλλὰ θεραπευτικῶς ἔξεστι λέγειν.
22 Ὅτι πραγματικὴ σύνταξίς ἐστιν ἡ πρὸς τὸ σημαινόμενον τὴν ἀναφορὰν ἔχουσα, ἀλλ᾽ οὐ πρὸς τοὺς χαρακτῆρας τῶν ὀνομάτων ἤγουν τῶν λέξεων, ὡς τὸ "ἀπενέοντο ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν". καὶ τὸ "ὑμεῖς δ᾽ ὁ δῆμος". καὶ "ἅπασα ἡ Ἑλλὰς ἐσιδηροφόρουν".
23 Ὅτι ἐπὶ δεινῷ λόγῳ οὐ χρὴ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι᾽ ἐμφάσεως τὸ βούλημα ση μαίνουσιν.
24 Ὅτι ῥητορικῆς ἔργον τὰ μὲν σμικρὰ μεγάλως λέ γειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς. μεγάλως λέγειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς.