Εκάβη
Ἑκάβη Συγγραφέας: |
Δείτε επίσης: σχετικό λήμμα. |
- Πολυδώρου εἴδωλον
Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵν' Ἅιδης χωρὶς ᾤκισται θεῶν,
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
Πριάμου τε πατρός, ὅς μ', ἐπεὶ Φρυγῶν πόλιν
κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ, 5
δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
ὃς τήν<δ'> ἀρίστην Χερσονησίαν πλάκα
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
Πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ 10
πατήρ, ἵν', εἴ ποτ' Ἰλίου τείχη πέσοι,
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
Νεώτατος δ' ἦ Πριαμιδῶν, ὃ καί με γῆς
ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
οὔτ' ἔγχος οἷός τ' ἦ νέῳ βραχίονι. 15
Ἕως μὲν οὖν γῆς ὄρθ' ἔκειθ' ὁρίσματα
πύργοι τ' ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
Ἕκτωρ τ' ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
καλῶς παρ' ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας· 20
ἐπεὶ δὲ Τροία θ' Ἕκτορός τ' ἀπόλλυται
ψυχή, πατρῴα θ' ἑστία κατεσκάφη,
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν 25
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ' ἁλὸς
μεθῆχ', ἵν' αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
Κεῖμαι δ' ἐπ' ἀκταῖς, ἄλλοτ' ἐν πόντου σάλῳ,
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
ἄκλαυτος ἄταφος· νῦν δ' ὑπὲρ μητρὸς φίλης 30
Ἑκάβης ἀίσσω, σῶμ' ἐρημώσας ἐμόν,
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
Πάντες δ' Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι 35
θάσσουσ' ἐπ' ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
κατέσχ' Ἀχιλλεὺς πᾶν στράτευμ' Ἑλληνικόν,
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
αἰτεῖ δ' ἀδελφὴν τὴν ἐμὴν Πολυξένην 40
τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
Καὶ τεύξεται τοῦδ', οὐδ' ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ' ἄγει
θανεῖν ἀδελφὴν τῷδ' ἐμὴν ἐν ἤματι.
Δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται 45
μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
Φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
Τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. 50
Τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
ἔσται· γεραιᾷ δ' ἐκποδὼν χωρήσομαι
Ἑκάβῃ· περᾷ γὰρ ἥδ' ὑπὸ σκηνῆς πόδα
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ' ἐμόν. Φεῦ·
ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων 55
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
ὅσονπερ εὖ ποτ'· ἀντισηκώσας δέ σε
φθείρει θεῶν τις τῆς πάροιθ' εὐπραξίας.
- Ἑκάβη
ἄγετ', ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
ἄγετ' ὀρθοῦσαι τὴν ὁμόδουλον, 60
Τρῳάδες, ὑμῖν, πρόσθε δ' ἄνασσαν·
λάβετε φέρετε πέμπετ' ἀείρετέ μου
γεραιᾶς χειρὸς προσλαζύμεναι·
κἀγὼ σκολιῷ σκίπωνι χερὸς 65
διερειδομένα σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
Ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
τί ποτ' αἴρομαι ἔννυχος οὕτω
δείμασι, φάσμασιν; Ὦ πότνια Χθών, 70
μελανοπτερύγων μῆτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν,
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι' ὀνείρων 75
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
Ὦ χθόνιοι θεοί, σώσατε παῖδ' ἐμόν,
ὃς μόνος οἴκων ἄγκυρ' ἔτ' ἐμῶν 80
τὴν χιονώδη Θρῄκην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.
Ἔσται τι νέον·
ἥξει τι μέλος γοερὸν γοεραῖς.
Οὔποτ' ἐμὰ φρὴν ὧδ' ἀλίαστος 85
φρίσσει, ταρβεῖ.
Ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
Εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ 90
σφαζομέναν, ἀπ' ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
Καὶ τόδε δεῖμά μοι· ἦλθ' ὑπὲρ ἄκρας
τύμβου κορυφᾶς
φάντασμ' Ἀχιλέως· ᾔτει δὲ γέρας
τῶν πολυμόχθων τινὰ Τρωιάδων. 95
Ἀπ' ἐμᾶς ἀπ' ἐμᾶς οὖν τόδε παιδὸς
πέμψατε, δαίμονες, ἱκετεύω.
- Χορός
Ἑκάβη, σπουδῇ πρός σ' ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσ',
ἵν' ἐκληρώθην καὶ προσετάχθην 100
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσ',
ἀλλ' ἀγγελίας βάρος ἀραμένη 105
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
Ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
λέγεται δόξαι σὴν παῖδ' Ἀχιλεῖ
σφάγιον θέσθαι· τύμβου δ' ἐπιβὰς
οἶσθ' ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, 110
τὰς ποντοπόρους δ' ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωύ̈σσων·
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
στέλλεσθ' ἀγέραστον ἀφέντες; 115
Πολλῆς δ' ἔριδος συνέπαισε κλύδων,
δόξα δ' ἐχώρει δίχ' ἀν' Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβῳ σφάγιον, τοῖς δ' οὐχὶ δοκοῦν. 120
Ἦν δ' ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρ' Ἀγαμέμνων·
τὼ Θησείδα δ', ὄζω Ἀθηνῶν,
δισσῶν μύθων ῥήτορες ἦσαν·
γνώμῃ δὲ μιᾷ συνεχωρείτην, 125
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
λέκτρ' οὐκ ἐφάτην τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.
Σπουδαὶ δὲ λόγων κατατεινομένων 130
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
δούλων σφαγίων εἵνεκ' ἀπωθεῖν, 135
μηδέ τιν' εἰπεῖν παρὰ Φερσεφόνῃ
στάντα φθιμένων
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
Τροίας πεδίων ἀπέβησαν. 140
Ἥξει δ' Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
Ἀλλ' ἴθι ναούς, ἴθι πρὸς βωμούς,
ἵζ' Ἀγαμέμνονος ἱκέτις γονάτων, 145
κήρυσσε θεοὺς τούς τ' οὐρανίδας
τούς θ' ὑπὸ γαῖαν.
Ἢ γάρ σε λιταὶ διακωλύσουσ'
ὀρφανὸν εἶναι παιδὸς μελέας,
ἢ δεῖ σ' ἐπιδεῖν τύμβου προπετῆ 150
φοινισσομένην αἵματι παρθένον
ἐκ χρυσοφόρου
δειρῆς νασμῷ μελαναυγεῖ.
- Ἑκάβη
Οἲ ἐγὼ μελέα, τί ποτ' ἀπύσω;
Ποίαν ἀχώ, ποῖον ὀδυρμόν, 155
δειλαία δειλαίου γήρως,
δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; Οἴμοι.
Τίς ἀμύνει μοι; Ποία γέννα,
ποία δὲ πόλις; Φροῦδος πρέσβυς, 160
φροῦδοι παῖδες.
Ποίαν ἢ ταύταν ἢ κείναν
στείχω; Ποῖ δ' ἥσω; Ποῦ τις θεῶν
ἢ δαιμόνων ἐπαρωγός;
Ὦ κάκ' ἐνεγκοῦσαι, 165
Τρῳάδες ὦ κάκ' ἐνεγκοῦσαι
πήματ', ἀπωλέσατ' ὠλέσατ'· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
Ὦ τλάμων ἅγησαί μοι πούς,
ἅγησαι τᾷ γηραιᾷ 170
πρὸς τάνδ' αὐλάν· ὦ τέκνον, ὦ παῖ,
δυστανοτάτας ματέρος ἔξελθ' ἔξελθ'
οἴκων ἄιε ματέρος αὐδάν.
Ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν 175
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
- Πολυξένη
Ἰώ·
μᾶτερ μᾶτερ τί βοᾷς; Τί νέον
καρύξασ' οἴκων μ' ὥστ' ὄρνιν
θάμβει τῷδ' ἐξέπταξας;
- Ἑκάβη
οἴμοι τέκνον. 180
- Πολυξένη
Τί με δυσφημεῖς; Φροίμιά μοι κακά.
- Ἑκάβη
Αἰαῖ σᾶς ψυχᾶς.
- Πολυξένη
Ἐξαύδα· μὴ κρύψῃς δαρόν.
Δειμαίνω δειμαίνω, μᾶτερ,
τί ποτ' ἀναστένεις... 185
- Ἑκάβη
Ὦ τέκνον τέκνον μελέας ματρὸς...
- Πολυξένη
Τί <δὲ> τόδ' ἀγγελεῖς;
- Ἑκάβη
σφάξαι σ' Ἀργείων κοινὰ
συντείνει πρὸς τύμβον γνώμα
Πηλείᾳ γέννᾳ. 190
- Πολυξένη
Οἴμοι μᾶτερ, πῶς φθέγγῃ
ἀμέγαρτα κακῶν; Μάνυσόν μοι,
μάνυσον, μᾶτερ.
- Ἑκάβη
Αὐδῶ, παῖ, δυσφήμους φήμας·
ἀγγέλλουσ' Ἀργείων δόξαι 195
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
- Πολυξένη
Ὦ δεινὰ παθοῦσ', ὦ παντλάμων,
ὦ δυστάνου μᾶτερ βιοτᾶς
οἵαν οἵαν αὖ σοι λώβαν
ἐχθίσταν ἀρρήταν τ' 200
ὦρσέν τις δαίμων;
Οὐκέτι σοι παῖς ἅδ' οὐκέτι δὴ
γήρᾳ δειλαίῳ δειλαία
συνδουλεύσω.
Σκύμνον γάρ μ' ὥστ' οὐριθρέπταν 205
μόσχον δειλαία δειλαίαν
... ἐσόψῃ,
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν τ' Ἀίδᾳ
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
τάλαινα κείσομαι. 210
Καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
κλαίω πανδύρτοις θρήνοις,
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ'
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
ξυντυχία κρείσσων ἐκύρησεν. 215
- Χορός
Καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
- Ὀδυσσεύς
Γύναι, δοκῶ μέν σ' εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ' ὅμως φράσω.
Ἔδοξ' Ἀχαιοῖς παῖδα σὴν Πολυξένην 220
σφάξαι πρὸς ὀρθὸν χῶμ' Ἀχιλλείου τάφου.
Ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι· θύματος δ' ἐπιστάτης
ἱερεύς τ' ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
Οἶσθ' οὖν ὃ δρᾶσον; Μήτ' ἀποσπασθῇς βίᾳ 225
μήτ' ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
γίγνωσκε δ' ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν. Σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.
- Ἑκάβη
Αἰαῖ· παρέστηχ', ὡς ἔοικ', ἀγὼν μέγας,
πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός. 230
Κἄγωγ' ἄρ' οὐκ ἔθνῃσκον οὗ μ' ἐχρῆν θανεῖν,
οὐδ' ὤλεσέν με Ζεύς, τρέφει δ', ὅπως ὁρῶ
κακῶν κάκ' ἄλλα μείζον' ἡ τάλαιν' ἐγώ.
Εἰ δ' ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια 235
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δ' ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
- Ὀδυσσεύς
Ἔξεστ', ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
- Ἑκάβη
Οἶσθ' ἡνίκ' ἦλθες Ἰλίου κατάσκοπος,
δυσχλαινίᾳ τ' ἄμορφος, ὀμμάτων τ' ἄπο 240
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
- Ὀδυσσεύς
Οἶδ'· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
- Ἑκάβη
Ἔγνω δέ σ' Ἑλένη καὶ μόνῃ κατεῖπ' ἐμοί;
- Ὀδυσσεύς
Μεμνήμεθ' ἐς κίνδυνον ἐλθόντες μέγαν.
- Ἑκάβη
Ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν; 245
- Ὀδυσσεύς
Ὥστ' ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ' ἐμήν.
- Ἑκάβη
Ἔσωσα δῆτά σ' ἐξέπεμψά τε χθονός;
- Ὀδυσσεύς
Ὥστ' εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
- Ἑκάβη
Τί δῆτ' ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
- Ὀδυσσεύς
Πολλῶν λόγων εὑρήμαθ', ὥστε μὴ θανεῖν. 250
- Ἑκάβη
Οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
δρᾷς δ' οὐδὲν ἡμᾶς εὖ, κακῶς δ' ὅσον δύνῃ;
Ἀχάριστον ὑμῶν σπέρμ', ὅσοι δημηγόρους
ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι, 255
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
Ἀτὰρ τί δὴ σόφισμα τοῦθ' ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
Πότερα τὸ χρῆν σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν 260
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
Ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδ' Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
Ἀλλ' οὐδὲν αὐτὸν ἥδε γ' εἴργασται κακόν.
Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα· 265
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ' ἄγει.
Εἰ δ' αἰχμαλώτων χρή τιν' ἔκκριτον θανεῖν
κάλλει θ' ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
ἀδικοῦσά θ' ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη. 270
Τῷ μὲν δικαίῳ τόνδ' ἁμιλλῶμαι λόγον·
ἃ δ' ἀντιδοῦναι δεῖ σ' ἀπαιτούσης ἐμοῦ,
ἄκουσον. Ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ 275
χάριν τ' ἀπαιτῶ τὴν τόθ' ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
Ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
ἥδ' ἀντὶ πολλῶν ἐστί μοι παραψυχή, 280
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
Οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
οὐδ' εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
κἀγὼ γὰρ ἦ ποτ', ἀλλὰ νῦν οὐκ εἴμ' ἔτι,
τὸν πάντα δ' ὄλβον ἦμαρ ἕν μ' ἀφείλετο. 285
Ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον· ἐλθὼν δ' εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
βωμῶν ἀποσπάσαντες, ἀλλ' ᾠκτίρατε. 290
Νόμος δ' ἐν ὑμῖν τοῖς τ' ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
Τὸ δ' ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
πείσει· λόγος γὰρ ἔκ τ' ἀδοξούντων ἰὼν
κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει. 295
- Χορός
Οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
- Ὀδυσσεύς
Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός. 300
Ἐγὼ τὸ μὲν σὸν σῶμ' ὑφ' οὗπερ εὐτύχουν
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
ἃ δ' εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ. 305
Ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
Ἡμῖν δ' Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ' ἀνήρ. 310
Οὔκουν τόδ' αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθ', ἐπεὶ δ' ὄλωλε, μὴ χρώμεσθ' ἔτι;
Εἶεν· τί δῆτ' ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τ' ἄθροισις πολεμίων τ' ἀγωνία;
Πότερα μαχούμεθ' ἢ φιλοψυχήσομεν, 315
τὸν κατθανόνθ' ὁρῶντες οὐ τιμώμενον;
Καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ' ἡμέραν
κεἰ σμίκρ' ἔχοιμι, πάντ' ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις. 320
Εἰ δ' οἰκτρὰ πάσχειν φῄς, τάδ' ἀντάκουέ μου·
εἰσὶν παρ' ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τ' ἀρίστων νυμφίων τητώμεναι,
ὧν ἥδε κεύθει σώματ' Ἰδαία κόνις. 325
Τόλμα τάδ'. Ἡμεῖς δ', εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
θαυμάζεθ', ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, 330
ὑμεῖς δ' ἔχηθ' ὅμοια τοῖς βουλεύμασιν.
- Χορός
Αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ' ἀεὶ
τολμᾷ θ' ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
- Ἑκάβη
Ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου· 335
σὺ δ', εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστ' ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
Πρόσπιπτε δ' οἰκτρῶς τοῦδ' Ὀδυσσέως γόνυ
καὶ πεῖθ' ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα 340
καὶ τῷδε τὴν σὴν ὥστ' ἐποικτῖραι τύχην.
- Πολυξένη
Ὁρῶ σ', Ὀδυσσεῦ, δεξιὰν ὑφ' εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
Θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία· 345
ὡς ἕψομαί γε τοῦ τ' ἀναγκαίου χάριν
θανεῖν τε χρῄζουσ'· εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
Τί γάρ με δεῖ ζῆν; ᾟ πατὴρ μὲν ἦν ἄναξ
Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου· 350
ἔπειτ' ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσ', ὅτου δῶμ' ἑστίαν τ' ἀφίξομαι·
δέσποινα δ' ἡ δύστηνος Ἰδαίαισιν ἦ
γυναιξὶ παρθένοις τ' ἀπόβλεπτος μέτα, 355
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
νῦν δ' εἰμὶ δούλη. Πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
ἔπειτ' ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
τύχοιμ' ἄν, ὅστις ἀργύρου μ' ὠνήσεται, 360
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
προσθεὶς δ' ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
σαίρειν τε δῶμα κερκίσιν τ' ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μ' ἀναγκάσει·
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν 365
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
Οὐ δῆτ'· ἀφίημ' ὀμμάτων ἐλευθέρων
φέγγος τόδ', Ἅιδῃ προστιθεῖσ' ἐμὸν δέμας.
Ἄγου μ', Ὀδυσσεῦ, καὶ διέργασαί μ' ἄγων·
οὔτ' ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ 370
θάρσος παρ' ἡμῖν ὥς ποτ' εὖ πρᾶξαί με χρή.
Μῆτερ, σὺ δ' ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατ' ἀξίαν τυχεῖν.
Ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν, 375
φέρει μέν, ἀλγεῖ δ' αὐχέν' ἐντιθεὶς ζυγῷ·
θανὼν δ' ἂν εἴη μᾶλλον εὐτυχέστερος
ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
- Χορός
Δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται 380
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
- Ἑκάβη
Καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. Εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, 385
ἡμᾶς δ' ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθ'· ἐγὼ ̓́τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
- Ὀδυσσεύς
Οὐ σ', ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
φάντασμ' Ἀχαιούς, ἀλλὰ τήνδ', ᾐτήσατο. 390
- Ἑκάβη
Ὑμεῖς δέ μ' ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμ' αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδ' ἐξαιτουμένῳ.
- Ὀδυσσεύς
Ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδ' ὠφείλομεν. 395
- Ἑκάβη
Πολλή γ' ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
- Ὀδυσσεύς
Πῶς; Οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
- Ἑκάβη
Ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ' ἕξομαι.
- Ὀδυσσεύς
Οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
- Ἑκάβη
Ὡς τῆσδ' ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. 400
- Ὀδυσσεύς
Ἀλλ' οὐδ' ἐγὼ μὴν τήνδ' ἄπειμ' αὐτοῦ λιπών.
- Πολυξένη
Μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τ', ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
Βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν 405
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τ' ἐκ νέου βραχίονος
σπασθεῖσ', ἃ πείσῃ; Μὴ σύ γ'· οὐ γὰρ ἄξιον.
Ἀλλ', ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· 410
ὡς οὔποτ' αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ' ἡλίου προσόψομαι.
Τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
Ὦ μῆτερ, ὦ τεκοῦσ', ἄπειμι δὴ κάτω.
- Ἑκάβη
Ὦ θύγατερ, ἡμεῖς δ' ἐν φάει δουλεύσομεν. 415
- Πολυξένη
Ἀνυμφος ἀνυμέναιος ὧν μ' ἐχρῆν τυχεῖν.
- Ἑκάβη
Οἰκτρὰ σύ, τέκνον, ἀθλία δ' ἐγὼ γυνή.
- Πολυξένη
Ἐκεῖ δ' ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
- Ἑκάβη
Οἴμοι· τί δράσω; Ποῖ τελευτήσω βίον;
- Πολυξένη
Δούλη θανοῦμαι, πατρὸς οὖσ' ἐλευθέρου. 420
- Ἑκάβη
Ἡμεῖς δὲ πεντήκοντά γ' ἄμμοροι τέκνων.
- Πολυξένη
Τί σοι πρὸς Ἕκτορ' ἢ γέροντ' εἴπω πόσιν;
- Ἑκάβη
Ἀγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
- Πολυξένη
Ὦ στέρνα μαστοί θ', οἵ μ' ἐθρέψαθ' ἡδέως.
- Ἑκάβη
Ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης. 425
- Πολυξένη
Χαῖρ', ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ' ἐμοί,
- Ἑκάβη
χαίρουσιν ἄλλοι, μητρὶ δ' οὐκ ἔστιν τόδε.
- Πολυξένη
Ὅ τ' ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
- Ἑκάβη
Εἰ ζῇ γ'· ἀπιστῶ δ'· ὧδε πάντα δυστυχῶ.
- Πολυξένη
Ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν. 430
- Ἑκάβη
Τέθνηκ' ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
- Πολυξένη
Κόμιζ', Ὀδυσσεῦ, μ' ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γ' ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τ' ἐκτήκω γόοις.
῀Ω φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ' ἔξεστί μοι, 435
μέτεστι δ' οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
- Ἑκάβη
Οἲ 'γώ, προλείπω· λύεται δέ μου μέλη.
Ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
δός· μὴ λίπῃς μ' ἄπαιδ'. Ἀπωλόμην, φίλαι... 440
Ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
- Χορός
Αὔρα, ποντιὰς αὔρα,
ἅτε ποντοπόρους κομί- 445
ζεις θοὰς ἀκάτους ἐπ' οἶδμα λίμνας,
ποῖ με τὰν μελέαν πορεύ-
σεις; Τῷ δουλόσυνος πρὸς οἶ-
κον κτηθεῖσ' ἀφίξομαι; Ἢ
Δωρίδος ὅρμον αἴας; 450
Ἢ Φθιάδος, ἔνθα τὸν
καλλίστων ὑδάτων πατέρα
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
Ἢ νάσων, ἁλιήρει 455
κώπᾳ πεμπομέναν τάλαι-
ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
ἔνθα πρωτόγονός τε φοῖ-
νιξ δάφνα θ' ἱεροὺς ἀνέ-
σχε πτόρθους Λατοῖ φίλᾳ ὠ- 460
δῖνος ἄγαλμα Δίας;
Σὺν Δηλιάσιν τε κού-
ραισιν Ἀρτέμιδος θεᾶς
χρυσέαν ἄμπυκα τόξα τ' εὐλογήσω; 465
Ἢ Παλλάδος ἐν πόλει
τὰς καλλιδίφρους Ἀθα-
ναίας ἐν κροκέῳ πέπλῳ
ζεύξομαι ἆρα πώλους ἐν
δαιδαλέαισι ποικίλλουσ' 470
ἀνθοκρόκοισι πήναις, ἢ
Τιτάνων γενεὰν
τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
ζει φλογμῷ Κρονίδας;
Ὤ μοι τεκέων ἐμῶν, 475
ὤ μοι πατέρων χθονός θ',
ἃ καπνῷ κατερείπεται,
τυφομένα, δορίκτητος
Ἀργεί̈ων· ἐγὼ δ' ἐν ξεί-
νᾳ χθονὶ δὴ κέκλημαι δού- 480
λα, λιποῦσ' Ἀσίαν,
Εὐρώπας θεραπνᾶν ἀλλά-
ξασ' Ἅιδα θαλάμους.
- Ταλθύβιος
Ποῦ τὴν ἄνασσαν δή ποτ' οὖσαν Ἰλίου
Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι; 485
- Χορός
Αὕτη πέλας σου νῶτ' ἔχουσ' ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
- Ταλθύβιος
Ὦ Ζεῦ, τί λέξω; Πότερά σ' ἀνθρώπους ὁρᾶν;
Ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος 490
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
Οὐχ ἥδ' ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγ' ὀλβίου δάμαρ;
Καὶ νῦν πόλις μὲν πᾶσ' ἀνέστηκεν δορί,
αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ 495
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
Φεῦ φεῦ· γέρων μέν εἰμ', ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
Ἀνίστασ', ὦ δύστηνε, καὶ μετάρσιον
πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα. 500
- Ἑκάβη
Ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; Τί κινεῖς μ', ὅστις εἶ, λυπουμένην;
- Ταλθύβιος
Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
- Ἑκάβη
Ὦ φίλτατ', ἆρα κἄμ' ἐπισφάξαι τάφῳ 505
δοκοῦν Ἀχαιοῖς ἦλθες; Ὡς φίλ' ἂν λέγοις.
Σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
- Ταλθύβιος
Σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
δισσοί τ' Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός. 510
- Ἑκάβη
Οἴμοι, τί λέξεις; Οὐκ ἄρ' ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
Ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ' ἄπο·
ἡμεῖς δ' ἄτεκνοι τοὐπὶ σ'· ὦ τάλαιν' ἐγώ.
Πῶς καί νιν ἐξεπράξατ'; Ἆρ' αἰδούμενοι; 515
Ἢ πρὸς τὸ δεινὸν ἤλθεθ' ὡς ἐχθράν, γέρον,
κτείνοντες; Εἰπέ, καίπερ οὐ λέξων φίλα.
- Ταλθύβιος
Διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
τέγξω τόδ' ὄμμα, πρὸς τάφῳ θ' ὅτ' ὤλλυτο. 520
Παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
λαβὼν δ' Ἀχιλλέως παῖς Πολυξένην χερὸς
ἔστησ' ἐπ' ἄκρου χώματος, πέλας δ' ἐγώ·
λεκτοί τ' Ἀχαιῶν ἔκκριτοι νεανίαι, 525
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
ἕσποντο. Πλῆρες δ' ἐν χεροῖν λαβὼν δέπας
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. 530
Κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
Σιγᾶτ', Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
σίγα σιώπα· νήνεμον δ' ἔστησ' ὄχλον.
Ὃ δ' εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ' ἐμός,
δέξαι χοάς μοι τάσδε κηλητηρίους, 535
νεκρῶν ἀγωγούς· ἐλθὲ δ', ὡς πίῃς μέλαν
κόρης ἀκραιφνὲς αἷμ', ὅ σοι δωρούμεθα
στρατός τε κἀγώ· πρευμενὴς δ' ἡμῖν γενοῦ
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
νεῶν δὸς ἡμῖν πρευμενοῦς τ' ἀπ' Ἰλίου 540
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
Τοσαῦτ' ἔλεξε, πᾶς δ' ἐπηύξατο στρατός.
Εἶτ' ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
ἐξεῖλκε κολεοῦ, λογάσι δ' Ἀργείων στρατοῦ
νεανίαις ἔνευσε παρθένον λαβεῖν. 545
Ἣ δ', ὡς ἐφράσθη, τόνδ' ἐσήμηνεν λόγον·
Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸς
τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.
Ἐλευθέραν δέ μ', ὡς ἐλευθέρα θάνω, 550
πρὸς θεῶν, μεθέντες κτείνατ'· ἐν νεκροῖσι γὰρ
δούλη κεκλῆσθαι βασιλὶς οὖσ' αἰσχύνομαι.
Λαοὶ δ' ἐπερρόθησαν, Ἀγαμέμνων τ' ἄναξ
εἶπεν μεθεῖναι παρθένον νεανίαις.
Οἳ δ', ὡς τάχιστ' ἤκουσαν ὑστάτην ὄπα, 555
μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.
Κἀπεὶ τόδ' εἰσήκουσε δεσποτῶν ἔπος,
λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
ἔρρηξε λαγόνας ἐς μέσας παρ' ὀμφαλόν,
μαστούς τ' ἔδειξε στέρνα θ' ὡς ἀγάλματος 560
κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
ἔλεξε πάντων τλημονέστατον λόγον·
Ἰδού, τόδ', εἰ μὲν στέρνον, ὦ νεανία,
παίειν προθυμῇ, παῖσον, εἰ δ' ὑπ' αὐχένα
χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. 565
Ὃ δ' οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
τέμνει σιδήρῳ πνεύματος διαρροάς·
κρουνοὶ δ' ἐχώρουν. Ἣ δὲ καὶ θνῄσκουσ' ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
κρύπτουσ' ἃ κρύπτειν ὄμματ' ἀρσένων χρεών. 570
Ἐπεὶ δ' ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
ἀλλ' οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
κορμοὺς φέροντες πευκίνους, ὁ δ' οὐ φέρων 575
πρὸς τοῦ φέροντος τοιάδ' ἤκουεν κακά·
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
Οὐκ εἶ τι δώσων τῇ περίσσ' εὐκαρδίῳ
ψυχήν τ' ἀρίστῃ; Τοιάδ' ἀμφὶ σῆς λέγων 580
παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
πασῶν γυναικῶν δυστυχεστάτην θ' ὁρῶ.
- Χορός
Δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
- Ἑκάβη
Ὦ θύγατερ, οὐκ οἶδ' εἰς ὅ τι βλέψω κακῶν, 585
πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
τόδ' οὐκ ἐᾷ με, παρακαλεῖ δ' ἐκεῖθεν αὖ
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
Καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός· 590
τὸ δ' αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
γενναῖος. Οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
χρηστὴ δ' ἁμαρτοῦσ' ὧν χρεὼν αὐτὴν τυχεῖν
κακὸν δίδωσι καρπόν, ἀνθρώποις δ' ἀεὶ 595
ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
ὁ δ' ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
φύσιν διέφθειρ', ἀλλὰ χρηστός ἐστ' ἀεί;
Ἆρ' οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;
Ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς 600
δίδαξιν ἐσθλοῦ· τοῦτο δ' ἤν τις εὖ μάθῃ,
οἶδεν τό γ' αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
Καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
σὺ δ' ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
μὴ θιγγάνειν μοι μηδέν', ἀλλ' εἴργειν ὄχλον, 605
τῆς παιδός. Ἔν τοι μυρίῳ στρατεύματι
ἀκόλαστος ὄχλος ναυτική τ' ἀναρχία
κρείσσων πυρός, κακὸς δ' ὁ μή τι δρῶν κακόν.
Σὺ δ' αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
βάψασ' ἔνεγκε δεῦρο ποντίας ἁλός, 610
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
νύμφην τ' ἄνυμφον παρθένον τ' ἀπάρθενον,
λούσω προθῶμαί θ' ὡς μὲν ἀξία, πόθεν;
Οὐκ ἂν δυναίμην· ὡς δ' ἔχω τί γὰρ πάθω;
Κόσμον τ' ἀγείρασ' αἰχμαλωτίδων πάρα, 615
αἵ μοι πάρεδροι τῶνδ' ἔσω σκηνωμάτων
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
λαθοῦσ' ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
Ὦ σχήματ' οἴκων, ὦ ποτ' εὐτυχεῖς δόμοι,
ὦ πλεῖστ' ἔχων κάλλιστά τ', εὐτεκνώτατε 620
Πρίαμε, γεραιά θ' ἥδ' ἐγὼ μήτηρ τέκνων,
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
τοῦ πρὶν στερέντες. Εἶτα δῆτ' ὀγκούμεθα,
ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
ὃ δ' ἐν πολίταις τίμιος κεκλημένος. 625
Τὰ δ' οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
γλώσσης τε κόμποι. Κεῖνος ὀλβιώτατος,
ὅτῳ κατ' ἦμαρ τυγχάνει μηδὲν κακόν.
- Χορός
Ἐμοὶ χρῆν συμφοράν,
ἐμοὶ χρῆν πημονὰν γενέσθαι, 630
Ἰδαίαν ὅτε πρῶτον ὕλαν
Ἀλέξανδρος εἰλατίναν
ἐτάμεθ', ἅλιον ἐπ' οἶδμα ναυστολήσων
Ἑλένας ἐπὶ λέκτρα, τὰν 635
καλλίσταν ὁ χρυσοφαὴς
Ἅλιος αὐγάζει.
Πόνοι γὰρ καὶ πόνων
ἀνάγκαι κρείσσονες κυκλοῦνται 640
κοινὸν δ' ἐξ ἰδίας ἀνοίας
κακὸν τᾷ Σιμουντίδι γᾷ
ὀλέθριον ἔμολε συμφορά τ' ἀπ' ἄλλων.
Ἐκρίθη δ' ἔρις, ἃν ἐν Ἴ-
δᾳ κρίνει τρισσὰς μακάρων 645
παῖδας ἀνὴρ βούτας,
ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·
στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν 650
Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
πολιάν τ' ἐπὶ κρᾶτα μάτηρ
τέκνων θανόντων
τίθεται χέρα δρύπτεται παρειάν, 655
δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
- Θεράπαινα
Γυναῖκες, Ἑκάβη ποῦ ποθ' ἡ παναθλία,
ἡ πάντα νικῶσ' ἄνδρα καὶ θῆλυν σπορὰν
κακοῖσιν; Οὐδεὶς στέφανον ἀνθαιρήσεται. 660
- Χορός
Τί δ', ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
Ὡς οὔποθ' εὕδει λυπρά σου κηρύγματα.
- Θεράπαινα
Ἑκάβῃ φέρω τόδ' ἄλγος· ἐν κακοῖσι δὲ
οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
- Χορός
Καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ 665
ἥδ', ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
- Θεράπαινα
Ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
δέσποιν', ὄλωλας κοὐκέτ' εἶ, βλέπουσα φῶς,
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
- Ἑκάβη
Οὐ καινὸν εἶπας, εἰδόσιν δ' ὠνείδισας. 670
Ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
ἥκεις κομίζουσ', ἧς ἀπηγγέλθη τάφος
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
- Θεράπαινα
Ἥδ' οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται. 675
- Ἑκάβη
Οἲ 'γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
- Θεράπαινα
Ζῶσαν λέλακας, τὸν θανόντα δ' οὐ στένεις
τόνδ'· ἀλλ' ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
εἴ σοι φανεῖται θαῦμα καὶ παρ' ἐλπίδας. 680
- Ἑκάβη
Οἴμοι, βλέπω δὴ παῖδ' ἐμὸν τεθνηκότα,
Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζ' οἴκοις ἀνήρ.
Ἀπωλόμην δύστηνος, οὐκέτ' εἰμὶ δή.
Ὦ τέκνον τέκνον,
αἰαῖ, κατάρχομαι γόων, 685
βακχεῖον ἐξ ἀλάστορος
ἀρτιμαθῆ νόμον.
- Θεράπαινα
Ἐγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
- Ἑκάβη
Ἄπιστ' ἄπιστα, καινὰ καινὰ δέρκομαι.
Ἕτερα δ' ἀφ' ἑτέρων κακὰ κακῶν κυρεῖ· 690
οὐδέ ποτ' ἀστένακτος ἀδάκρυτος ἁ-
μέρα μ' ἐπισχήσει.
- Χορός
Δείν', ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
- Ἑκάβη
Ὦ τέκνον τέκνον ταλαίνας ματρός,
τίνι μόρῳ θνῄσκεις, 695
τίνι πότμῳ κεῖσαι;
Πρὸς τίνος ἀνθρώπων;
- Θεράπαινα
Οὐκ οἶδ'· ἐπ' ἀκταῖς νιν κυρῶ θαλασσίαις...
- Ἑκάβη
Ἔκβλητον, ἢ πέσημα φοινίου δορός,
ἐν ψαμάθῳ λευρᾷ; 700
- Θεράπαινα
Πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
- Ἑκάβη
Ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
ἐμῶν ὄψιν· οὔ με παρέβα
φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, 705
ὦ τέκνον, οὐκέτ' ὄντα Διὸς ἐν φάει.
- Χορός
Τίς γάρ νιν ἔκτειν'; Οἶσθ' ὀνειρόφρων φράσαι;
- Ἑκάβη
Ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, 710
ἵν' ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
- Χορός
Οἴμοι, τί λέξεις; Χρυσὸν ὡς ἔχοι κτανών;
- Ἑκάβη
Ἄρρητ' ἀνωνόμαστα, θαυμάτων πέρα,
οὐχ ὅσι' οὐδ' ἀνεκτά. Ποῦ δίκα ξένων; 715
Ὦ κατάρατ' ἀνδρῶν, ὡς διεμοιράσω
χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
μέλεα τοῦδε παιδὸς οὐδ' ᾤκτισας. 720
- Χορός
Ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
Ἀλλ' εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. 725
- Ἀγαμέμνων
Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
ἐλθοῦσ', ἐφ' οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
μὴ θιγγάνειν σῆς μηδέν' Ἀργείων κόρης;
Ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ' ἐψαύομεν·
σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. 730
Ἥκω δ' ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
πεπραγμέν' ἐστίν εἴ τι τῶνδ' ἐστὶν καλῶς.
Ἔα· τίν' ἄνδρα τόνδ' ἐπὶ σκηναῖς ὁρῶ
θανόντα Τρώων; Οὐ γὰρ Ἀργεῖον πέπλοι
δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. 735
- Ἑκάβη
Δύστην', ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
Ἑκάβη, τί δράσω; Πότερα προσπέσω γόνυ
Ἀγαμέμνονος τοῦδ' ἢ φέρω σιγῇ κακά;
- Ἀγαμέμνων
Τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
δύρῃ, τὸ πραχθὲν δ' οὐ λέγεις; Τίς ἔσθ' ὅδε; 740
- Ἑκάβη
Ἀλλ', εἴ με δούλην πολεμίαν θ' ἡγούμενος
γονάτων ἀπώσαιτ', ἄλγος ἂν προσθείμεθ' ἄν.
- Ἀγαμέμνων
Οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
- Ἑκάβη
Ἆρ' ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς 745
μᾶλλον φρένας τοῦδ', ὄντος οὐχὶ δυσμενοῦς;
- Ἀγαμέμνων
Εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ' ἐγὼ κλύειν.
- Ἑκάβη
Οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
τέκνοισι τοῖς ἐμοῖσι. Τί στρέφω τάδε; 750
Τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
καὶ σοῦ γενείου δεξιᾶς τ' εὐδαίμονος...
- Ἀγαμέμνων
Τί χρῆμα μαστεύουσα; Μῶν ἐλεύθερον
αἰῶνα θέσθαι; Ῥᾴδιον γάρ ἐστί σοι. 755
- Ἑκάβη
Οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη
αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
- Ἀγαμέμνων
Καὶ δὴ τίν' ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
- Ἑκάβη
Οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.
ὁρᾷς νεκρὸν τόνδ', οὗ καταστάζω δάκρυ; 760
- Ἀγαμέμνων
Ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
- Ἑκάβη
Τοῦτόν ποτ' ἔτεκον κἄφερον ζώνης ὕπο.
- Ἀγαμέμνων
Ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
- Ἑκάβη
Οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ' Ἰλίῳ.
- Ἀγαμέμνων
Ἦ γάρ τιν' ἄλλον ἔτεκες ἢ κείνους, γύναι; 765
- Ἑκάβη
Ἀνόνητά γ', ὡς ἔοικε, τόνδ' ὃν εἰσορᾷς.
- Ἀγαμέμνων
Ποῦ δ' ὢν ἐτύγχαν', ἡνίκ' ὤλλυτο πτόλις;
- Ἑκάβη
Πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
- Ἀγαμέμνων
Ποῖ τῶν τότ' ὄντων χωρίσας τέκνων μόνον;
- Ἑκάβη
Ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. 770
- Ἀγαμέμνων
Πρὸς ἄνδρ' ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
- Ἑκάβη
Ἐνταῦθ' ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
- Ἀγαμέμνων
Θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
- Ἑκάβη
Τίνος γ' ὑπ' ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
- Ἀγαμέμνων
Ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; 775
- Ἑκάβη
Τοιαῦτ', ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
- Ἀγαμέμνων
Ηὗρες δὲ ποῦ νιν; Ἢ τίς ἤνεγκεν νεκρόν;
- Ἑκάβη
Ἥδ', ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
- Ἀγαμέμνων
Τοῦτον ματεύουσ' ἢ πονοῦσ' ἄλλον πόνον;
- Ἑκάβη
Λούτρ' ᾤχετ' οἴσουσ' ἐξ ἁλὸς Πολυξένῃ. 780
- Ἀγαμέμνων
Κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
- Ἑκάβη
Θαλασσόπλαγκτόν γ', ὧδε διατεμὼν χρόα.
- Ἀγαμέμνων
Ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
- Ἑκάβη
Ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
- Ἀγαμέμνων
Φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή; 785
- Ἑκάβη
Οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
Ἀλλ' ὧνπερ οὕνεκ' ἀμφὶ σὸν πίπτω γόνυ
ἄκουσον. Εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
στέργοιμ' ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, 790
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
ξενίας τ' ἀριθμῷ πρῶτ' ἔχων ἐμῶν φίλων,
τυχὼν δ' ὅσων δεῖ . Καὶ λαβὼν προμηθίαν 795
ἔκτεινε· τύμβου δ', εἰ κτανεῖν ἐβούλετο,
οὐκ ἠξίωσεν, ἀλλ' ἀφῆκε πόντιον.
Ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
ἀλλ' οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα 800
καὶ ζῶμεν ἄδικα καὶ δίκαι' ὡρισμένοι·
ὃς ἐς σ' ἀνελθὼν εἰ διαφθαρήσεται,
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον. 805
Ταῦτ' οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ' ἀποσταθεὶς
ἰδοῦ με κἀνάθρησον οἷ' ἔχω κακά.
Τύραννος ἦ ποτ', ἀλλὰ νῦν δούλη σέθεν,
εὔπαις ποτ' οὖσα, νῦν δὲ γραῦς ἄπαις θ' ἅμα, 810
ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν...
Οἴμοι τάλαινα, ποῖ μ' ὑπεξάγεις πόδα;
Ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν' ἐγώ.
Τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, 815
Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
μισθοὺς διδόντες μανθάνειν, ἵν' ἦν ποτε
πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ' ἅμα;
Πῶς οὖν ἔτ' ἄν τις ἐλπίσαι πράξειν καλῶς; 820
Οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ' εἰσί μοι,
αὕτη δ' ἐπ' αἰσχροῖς αἰχμάλωτος. Οἴχομαι·
καπνὸν δὲ πόλεως τόνδ' ὑπερθρῴσκονθ' ὁρῶ.
Καὶ μήν ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
Κύπριν προβάλλειν· ἀλλ' ὅμως εἰρήσεται· 825
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
Ποῦ τὰς φίλας δῆτ' εὐφρόνας δείξεις, ἄναξ,
ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
χάριν τίν' ἕξει παῖς ἐμή, κείνης δ' ἐγώ; 830
Ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
Ἄκουε δή νυν· τὸν θανόντα τόνδ' ὁρᾷς;
Τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
δράσεις. Ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. 835
Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
ὡς πάνθ' ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
κλαίοντ', ἐπισκήπτοντα παντοίους λόγους. 840
Ὦ δέσποτ', ὦ μέγιστον Ἕλλησιν φάος,
πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλ' ὅμως.
Ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θ' ὑπηρετεῖν
καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. 845
- Χορός
Δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
φίλους τιθέντες τούς γε πολεμιωτάτους
ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
- Ἀγαμέμνων
Ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, 850
Ἑκάβη, δι' οἴκτου χεῖρά θ' ἱκεσίαν ἔχω,
καὶ βούλομαι θεῶν θ' οὕνεκ' ἀνόσιον ξένον
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
εἴ πως φανείη γ' ὥστε σοί τ' ἔχειν καλῶς,
στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν 855
Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
Ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
τὸν κατθανόντα δ' ἐχθρόν· εἰ δὲ σοὶ φίλος
ὅδ' ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. 860
Πρὸς ταῦτα φρόντιζ'· ὡς θέλοντα μέν μ' ἔχεις
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
βραδὺν δ', Ἀχαιοῖς εἰ διαβληθήσομαι.
- Ἑκάβη
Φεῦ.
Οὐκ ἔστι θνητῶν ὅστις ἔστ' ἐλεύθερος·
ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, 865
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
Ἐπεὶ δὲ ταρβεῖς τῷ τ' ὄχλῳ πλέον νέμεις,
ἐγώ σε θήσω τοῦδ' ἐλεύθερον φόβου.
Σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν 870
τῷ τόνδ' ἀποκτείναντι, συνδράσῃς δὲ μή.
Ἢν δ' ἐξ Ἀχαιῶν θόρυβος ἢ 'πικουρία
πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
Τὰ δ' ἄλλα θάρσει πάντ' ἐγὼ θήσω καλῶς. 875
- Ἀγαμέμνων
Πῶς οὖν; Τί δράσεις; Πότερα φάσγανον χερὶ
λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
ἢ φαρμάκοισιν ἢ 'πικουρίᾳ τινί;
Τίς σοι ξυνέσται χείρ; Πόθεν κτήσῃ φίλους;
- Ἑκάβη
Στέγαι κεκεύθασ' αἵδε Τρῳάδων ὄχλον. 880
- Ἀγαμέμνων
Τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
- Ἑκάβη
Σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
- Ἀγαμέμνων
Καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
- Ἑκάβη
Δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
- Ἀγαμέμνων
Δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος. 885
- Ἑκάβη
Τί δ'; Οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
Ἀλλ' ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
πέμψον δέ μοι τήνδ' ἀσφαλῶς διὰ στρατοῦ
γυναῖκα. Καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ 890
λέξον· Καλεῖ σ' ἄνασσα δή ποτ' Ἰλίου
Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
καὶ παῖδας· ὡς δεῖ καὶ τέκν' εἰδέναι λόγους
τοὺς ἐξ ἐκείνης. Τὸν δὲ τῆς νεοσφαγοῦς
Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, 895
ὡς τώδ' ἀδελφὼ πλησίον μιᾷ φλογί,
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
- Ἀγαμέμνων
Ἔσται τάδ' οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
νῦν δ', οὐ γὰρ ἵησ' οὐρίους πνοὰς θεός, 900
μένειν ἀνάγκη πλοῦν ὁρῶντ' ἐς ἥσυχον.
Γένοιτο δ' εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
ἰδίᾳ θ' ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
- Χορός
Σὺ μέν, ὦ πατρὶς Ἰλιάς, 905
τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·
τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
δορὶ δὴ δορὶ πέρσαν.
Ἀπὸ δὲ στεφάναν κέκαρ- 910
σαι πύργων, κατὰ δ' αἰθάλου
κηλῖδ' οἰκτροτάταν κέχρω-
σαι· τάλαιν', οὐκέτι σ' ἐμβατεύσω.
Μεσονύκτιος ὠλλύμαν,
ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ' ὄσσοις 915
σκίδναται, μολπᾶν δ' ἄπο καὶ χοροποιῶν
θυσιᾶν καταλύσας
πόσις ἐν θαλάμοις ἔκει-
το, ξυστὸν δ' ἐπὶ πασσάλῳ, 920
ναύταν οὐκέθ' ὁρῶν ὅμι-
λον Τροίαν Ἰλιάδ' ἐμβεβῶτα.
Ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
μίτραισιν ἐρρυθμιζόμαν
χρυσέων ἐνόπτρων λεύσ- 925
σουσ' ἀτέρμονας εἰς αὐγάς,
ἐπιδέμνιος ὡς πέσοιμ' ἐς εὐνάν.
ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
κέλευσμα δ' ἦν κατ' ἄστυ Τροί-
ας τόδ'· Ὦ
παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν 930
Ἰλιάδα σκοπιὰν
πέρσαντες ἥξετ' οἴκους;
Λέχη δὲ φίλια μονόπεπλος
λιποῦσα, Δωρὶς ὡς κόρα,
σεμνὰν προσίζουσ' οὐκ 935
ἤνυσ' Ἄρτεμιν ἁ τλάμων·
ἄγομαι δὲ θανόντ' ἰδοῦσ' ἀκοίταν
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
πόλιν τ' ἀποσκοποῦσ', ἐπεὶ
νόστιμον
ναῦς ἐκίνησεν πόδα καί μ' ἀπὸ γᾶς 940
ὥρισεν Ἰλιάδος·
τάλαιν', ἀπεῖπον ἄλγει,
τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
Ἰδαῖόν τε βούταν
αἰνόπαριν κατάρᾳ 945
διδοῦσ', ἐπεί με γᾶς ἐκ
πατρῴας ἀπώλεσεν
ἐξῴκισέν τ' οἴκων γάμος, οὐ γάμος ἀλλ' ἀ-
λάστορός τις οἰζύς·
ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν, 950
μήτε πα-
τρῷον ἵκοιτ' ἐς οἶκον.
- Πολυμήστωρ
Ὦ φίλτατ' ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
Ἑκάβη, δακρύω σ' εἰσορῶν πόλιν τε σὴν
τήν τ' ἀρτίως θανοῦσαν ἔκγονον σέθεν. 955
Φεῦ·
οὐκ ἔστι πιστὸν οὐδέν, οὔτ' εὐδοξία
οὔτ' αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
Φύρουσι δ' αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
σέβωμεν αὐτούς. Ἀλλὰ ταῦτα μὲν τί δεῖ 960
θρηνεῖν, προκόπτοντ' οὐδὲν ἐς πρόσθεν κακῶν;
Σὺ δ', εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
ἀπών, ὅτ' ἦλθες δεῦρ'· ἐπεὶ δ' ἀφικόμην,
ἤδη πόδ' ἔξω δωμάτων αἴροντί μοι 965
ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
- Ἑκάβη
Αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
Ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσ', αἰδώς μ' ἔχει 970
ἐν τῷδε πότμῳ τυγχάνουσ' ἵν' εἰμὶ νῦν
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
Ἀλλ' αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
Πολυμῆστορ· ἄλλως δ' αἴτιόν τι καὶ νόμος,
γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον. 975
- Πολυμήστωρ
Καὶ θαῦμά γ' οὐδέν. Ἀλλὰ τίς χρεία σ' ἐμοῦ;
Τί χρῆμ' ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
- Ἑκάβη
Ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
χωρὶς κέλευσον τῶνδ' ἀποστῆναι δόμων. 980
- Πολυμήστωρ
Χωρεῖτ'· ἐν ἀσφαλεῖ γὰρ ἥδ' ἐρημία.
Φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
στράτευμ' Ἀχαιῶν. Ἀλλὰ σημαίνειν σὲ χρῆν·
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
φίλοις ἐπαρκεῖν; Ὡς ἕτοιμός εἰμ' ἐγώ. 985
- Ἑκάβη
Πρῶτον μὲν εἰπὲ παῖδ' ὃν ἐξ ἐμῆς χερὸς
Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
εἰ ζῇ· τὰ δ' ἄλλα δεύτερόν σ' ἐρήσομαι.
- Πολυμήστωρ
Μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
- Ἑκάβη
Ὦ φίλταθ', ὡς εὖ κἀξίως λέγεις σέθεν. 990
- Πολυμήστωρ
Τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
- Ἑκάβη
Εἰ τῆς τεκούσης τῆσδε... μέμνηταί τί μου;
- Πολυμήστωρ
Καὶ δεῦρό γ' ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
- Ἑκάβη
Χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
- Πολυμήστωρ
Σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. 995
- Ἑκάβη
Σῶσόν νυν αὐτὸν μηδ' ἔρα τῶν πλησίον.
- Πολυμήστωρ
Ἥκιστ'· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
- Ἑκάβη
Οἶσθ' οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
- Πολυμήστωρ
Οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
- Ἑκάβη
Ἔστ', ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ 1000
- Πολυμήστωρ
Τί χρῆμ' ὃ κἀμὲ καὶ τέκν' εἰδέναι χρεών;
- Ἑκάβη
Χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
- Πολυμήστωρ
Ταῦτ' ἔσθ' ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
- Ἑκάβη
Μάλιστα, διὰ σοῦ γ'· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
- Πολυμήστωρ
Τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας; 1005
- Ἑκάβη
Ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδ' εἰδέναι.
- Πολυμήστωρ
Καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
- Ἑκάβη
Οἶσθ' οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
- Πολυμήστωρ
Ἐνταῦθ' ὁ χρυσός ἐστι; Σημεῖον δὲ τί;
- Ἑκάβη
Μέλαινα πέτρα γῆς ὑπερτέλλουσ' ἄνω. 1010
- Πολυμήστωρ
Ἔτ' οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
- Ἑκάβη
Σῶσαί σε χρήμαθ' οἷς συνεξῆλθον θέλω.
- Πολυμήστωρ
Ποῦ δῆτα; Πέπλων ἐντὸς ἢ κρύψασ' ἔχεις;
- Ἑκάβη
Σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
- Πολυμήστωρ
Ποῦ δ'; Αἵδ' Ἀχαιῶν ναύλοχοι περιπτυχαί. 1015
- Ἑκάβη
Ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
- Πολυμήστωρ
Τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
- Ἑκάβη
Οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλ' ἡμεῖς μόναι.
ἀλλ' ἕρπ' ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
λῦσαι ποθοῦσιν οἴκαδ' ἐκ Τροίας πόδα· 1020
ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
- Χορός
Οὔπω δέδωκας, ἀλλ' ἴσως δώσεις δίκην·
Ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν 1025
λέχριος ἐκπεσῇ φίλας καρδίας,
ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
ὀλέθριον ὀλέθριον κακόν. 1030
Ψεύσει σ' ὁδοῦ τῆσδ' ἐλπὶς ἥ σ' ἐπήγαγεν
θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
- Πολυμήστωρ
Ἔσωθε
ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. 1035
- Χορός
Ἠκούσατ' ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
- Πολυμήστωρ
Ὤμοι μάλ' αὖθις, τέκνα, δυστήνου σφαγῆς.
- Χορός
Φίλαι, πέπρακται καίν' ἔσω δόμων κακά.
- Πολυμήστωρ
Ἀλλ' οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
βάλλων γὰρ οἴκων τῶνδ' ἀναρρήξω μυχούς. 1040
- Χορός
Ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
Βούλεσθ' ἐπεσπέσωμεν; Ὡς ἀκμὴ καλεῖ
Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
- Ἑκάβη
Ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
οὐ γάρ ποτ' ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, 1045
οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτειν' ἐγώ.
- Χορός
Ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
- Ἑκάβη
Ὄψῃ νιν αὐτίκ' ὄντα δωμάτων πάρος
τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί, 1050
παίδων τε δισσῶν σώμαθ', οὓς ἔκτειν' ἐγὼ
σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
δέδωκε. χωρεῖ δ', ὡς ὁρᾷς, ὅδ' ἐκ δόμων.
ἀλλ' ἐκποδὼν ἄπειμι κἀποστήσομαι
θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ. 1055
- Πολυμήστωρ
Ὤμοι ἐγώ, πᾷ βῶ,
πᾷ στῶ, πᾷ κέλσω;
Τετράποδος βάσιν θηρὸς ὀρεστέρου
τιθέμενος ἐπίχειρα κατ' ἴχνος; Ποίαν
ἢ ταύταν ἢ τάνδ' ἐξαλλάξω, τὰς 1060
ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
αἵ με διώλεσαν;
Τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
ὦ κατάρατοι, 1065
ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
Εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
ἀκέσαι' ἀκέσαιο τυφλόν, Ἅλιε,
φέγγος ἐπαλλάξας.
Ἆ ἆ, 1070
σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
τάνδε γυναικῶν. Πᾷ πόδ' ἐπᾴξας
σαρκῶν ὀστέων τ' ἐμπλησθῶ,
θοίναν ἀγρίων θηρῶν τιθέμενος,
ἀρνύμενος λώβαν
λύμας ἀντίποιν' ἐμᾶς; Ὦ τάλας. 1075
ποῖ πᾷ φέρομαι τέκν' ἔρημα λιπὼν
Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
σφακτά, κυσίν τε φοινίαν δαῖτ' ἀνή-
μερον τ' οὐρείαν ἐκβολάν;
Πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, 1080
ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
- Χορός
Ὦ τλῆμον, ὥς σοι δύσφορ' εἴργασται κακά· 1085
δράσαντι δ' αἰσχρὰ δεινὰ τἀπιτίμια.
Δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
- Πολυμήστωρ
Αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
πλον εὔιππον Ἄρει κάτοχον γένος. 1090
Ἰὼ Ἀχαιοί. ἰὼ Ἀτρεῖδαι. βοὰν βοὰν ἀυτῶ, βοάν.
ὢ ἴτε· μόλετε πρὸς θεῶν.
Κλύει τις ἢ οὐδεὶς ἀρκέσει; Τί μέλλετε;
Γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
δεινὰ πεπόνθαμεν. 1096
Ὤμοι ἐμᾶς λώβας.
ποῖ τράπωμαι, ποῖ πορευθῶ;
Ἀμπτάμενος οὐράνιον 1100
ὑψιπετὲς ἐς μέλαθρον,
Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα 1105
μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
- Χορός
Συγγνώσθ', ὅταν τις κρείσσον' ἢ φέρειν κακὰ
πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
- Ἀγαμέμνων
Κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
πέτρας ὀρείας παῖς λέλακ' ἀνὰ στρατὸν 1110
Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
- Πολυμήστωρ
Ὦ φίλτατ'· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν; 1115
- Ἀγαμέμνων
Ἔα·
Πολυμῆστορ· ὦ δύστηνε, τίς σ' ἀπώλεσεν;
Τίς ὄμμ' ἔθηκε τυφλὸν αἱμάξας κόρας,
παῖδάς τε τούσδ' ἔκτεινεν; Ἦ μέγαν χόλον
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
- Πολυμήστωρ
Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν 1120
ἀπώλεσ' οὐκ ἀπώλεσ', ἀλλὰ μειζόνως.
- Ἀγαμέμνων
Τί φῄς; Σὺ τοὔργον εἴργασαι τόδ', ὡς λέγει;
Σὺ τόλμαν, Ἑκάβη, τήνδ' ἔτλης ἀμήχανον;
- Πολυμήστωρ
Ὤμοι, τί λέξεις; Ἦ γὰρ ἐγγύς ἐστί που;
Σήμηνον, εἰπὲ ποῦ 'σθ', ἵν' ἁρπάσας χεροῖν 1125
διασπάσωμαι καὶ καθαιμάξω χρόα.
- Ἀγαμέμνων
Οὗτος, τί πάσχεις;
- Πολυμήστωρ
Πρὸς θεῶν σε λίσσομαι,
μέθες μ' ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
- Ἀγαμέμνων
Ἴσχ'· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
λέγ', ὡς ἀκούσας σοῦ τε τῆσδέ τ' ἐν μέρει 1130
κρίνω δικαίως ἀνθ' ὅτου πάσχεις τάδε.
- Πολυμήστωρ
Λέγοιμ' ἄν. Ἦν τις Πριαμιδῶν νεώτατος,
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως. 1135
Τοῦτον κατέκτειν'· ἀνθ' ὅτου δ' ἔκτεινά νιν,
ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
Ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
γνόντες δ' Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα 1140
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
λεηλατοῦντες, γείτοσιν δ' εἴη κακὸν
Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον 1145
λόγῳ με τοιῷδ' ἤγαγ', ὡς κεκρυμμένας
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μ' εἰσάγει
δόμους, ἵν' ἄλλος μή τις εἰδείη τάδε.
Ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ· 1150
πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
αἳ δ' ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
θάκους ἔχουσαι, κερκίδ' Ἠδωνῆς χερὸς
ᾔνουν, ὑπ' αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι 1155
γυμνόν μ' ἔθηκαν διπτύχου στολίσματος.
Ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
τέκν' ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
κᾆτ' ἐκ γαληνῶν πῶς δοκεῖς; Προσφθεγμάτων 1160
εὐθὺς λαβοῦσαι φάσγαν' ἐκ πέπλων ποθὲν
κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
καὶ κῶλα· παισὶ δ' ἀρκέσαι χρῄζων ἐμοῖς,
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν, 1165
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
Τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
ἐξειργάσαντο δείν'· ἐμῶν γὰρ ὀμμάτων,
πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας 1170
κεντοῦσιν, αἱμάσσουσιν· εἶτ' ἀνὰ στέγας
φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
ἅπαντ' ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
βάλλων ἀράσσων. Τοιάδε σπεύδων χάριν 1175
πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
Ἀγάμεμνον. Ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω· 1180
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
τοιόνδ'· ὁ δ' αἰεὶ ξυντυχὼν ἐπίσταται.
- Χορός
Μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
Πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσ' ἐπίφθονοι, 1185
αἳ δ' εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
- Ἑκάβη
Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον:
ἀλλ', εἴτε χρήστ' ἔδρασε, χρήστ' ἔδει λέγειν,
εἴτ' αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς, 1190
καὶ μὴ δύνασθαι τἄδικ' εὖ λέγειν ποτέ.
Σοφοὶ μὲν οὖν εἰσ' οἱ τάδ' ἠκριβωκότες,
ἀλλ' οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
κακῶς δ' ἀπώλοντ': οὔτις ἐξήλυξέ πω.
Καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει: 1195
πρὸς τόνδε δ' εἶμι καὶ λόγοις ἀμείψομαι:
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
Ἀγαμέμνονός θ' ἕκατι παῖδ' ἐμὸν κτανεῖν.
Ἀλλ', ὦ κάκιστε, πρῶτον οὔποτ' ἂν φίλον
τὸ βάρβαρον γένοιτ' ἂν Ἕλλησιν γένος 1200
οὐδ' ἂν δύναιτο. Τίνα δὲ καὶ σπεύδων χάριν
πρόθυμος ἦσθα; Πότερα κηδεύσων τινὰ
ἢ συγγενὴς ὤν, ἢ τίν' αἰτίαν ἔχων;
Ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
πλεύσαντες αὖθις; Τίνα δοκεῖς πείσειν τάδε; 1205
Ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
Ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ' εὐτύχει
Τροία, πέριξ δὲ πύργος εἶχ' ἔτι πτόλιν,
ἔζη τε Πρίαμος Ἕκτορός τ' ἤνθει δόρυ, 1210
τί δ' οὐ τότ', εἴπερ τῷδ' ἐβουλήθης χάριν
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
ἔκτεινας ἢ ζῶντ' ἦλθες Ἀργείοις ἄγων;
Ἀλλ' ἡνίχ' ἡμεῖς οὐκέτ' ἐσμὲν ἐν φάει
καπνῷ δ' ἐσήμην' ἄστυ πολεμίων ὕπο, 1215
ξένον κατέκτας σὴν μολόντ' ἐφ' ἑστίαν.
Πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
Χρῆν σ', εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδ' ἔχειν
δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον 1220
πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
σὺ δ' οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτ' ἐν δόμοις.
Καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ' ἐχρῆν τρέφειν
σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος· 1225
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
φίλοι· τὰ χρηστὰ δ' αὔθ' ἕκαστ' ἔχει φίλους.
Εἰ δ' ἐσπάνιζες χρημάτων, ὃ δ' εὐτύχει,
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ' οὑμὸς μέγας·
νῦν δ' οὔτ' ἐκεῖνον ἄνδρ' ἔχεις σαυτῷ φίλον, 1230
χρυσοῦ τ' ὄνησις οἴχεται παῖδές τε σοί,
αὐτός τε πράσσεις ὧδε. Σοὶ δ' ἐγὼ λέγω,
Ἀγάμεμνον, εἰ τῷδ' ἀρκέσεις, κακὸς φανῇ·
οὔτ' εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον· 1235
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
τοιοῦτον ὄντα... δεσπότας δ' οὐ λοιδορῶ.
- Χορός
Φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
χρηστῶν ἀφορμὰς ἐνδίδωσ' ἀεὶ λόγων.
- Ἀγαμέμνων
Ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, 1240
ὅμως δ' ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
πρᾶγμ' ἐς χέρας λαβόντ' ἀπώσασθαι τόδε.
Ἐμοὶ δ', ἵν' εἰδῇς, οὔτ' ἐμὴν δοκεῖς χάριν
οὔτ' οὖν Ἀχαιῶν ἄνδρ' ἀποκτεῖναι ξένον,
ἀλλ' ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς. 1245
Λέγεις δὲ σαυτῷ πρόσφορ' ἐν κακοῖσιν ὤν.
Τάχ' οὖν παρ' ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
ἡμῖν δέ γ' αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
Πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
Οὐκ ἂν δυναίμην. Ἀλλ' ἐπεὶ τὰ μὴ καλὰ 1250
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
- Πολυμήστωρ
Οἴμοι, γυναικός, ὡς ἔοιχ', ἡσσώμενος
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
- Ἀγαμέμνων
Οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
- Πολυμήστωρ
Οἴμοι τέκνων τῶνδ' ὀμμάτων τ' ἐμῶν, τάλας. 125
- Ἑκάβη
Ἀλγεῖς· τί δ'; Ἦ 'μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
- Πολυμήστωρ
Χαίρεις ὑβρίζουσ' εἰς ἔμ', ὦ πανοῦργε σύ;
- Ἑκάβη
Οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
- Πολυμήστωρ
Ἀλλ' οὐ τάχ', ἡνίκ' ἄν σε ποντία νοτὶς
- Ἑκάβη
Μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος; 1260
- Πολυμήστωρ
Κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
- Ἑκάβη
Πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
- Πολυμήστωρ
Αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
- Ἑκάβη
Ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
- Πολυμήστωρ
Κύων γενήσῃ πύρσ' ἔχουσα δέργματα. 1265
- Ἑκάβη
Πῶς δ' οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
- Πολυμήστωρ
Ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
- Ἑκάβη
Σοὶ δ' οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
- Πολυμήστωρ
Οὐ γάρ ποτ' ἂν σύ μ' εἷλες ὧδε σὺν δόλῳ.
- Ἑκάβη
Θανοῦσα δ' ἢ ζῶσ' ἐνθάδ' ἐκπλήσω βίον; 1270
- Πολυμήστωρ
Θανοῦσα· τύμβῳ δ' ὄνομα σῷ κεκλήσεται
- Ἑκάβη
Μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
- Πολυμήστωρ
Κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
- Ἑκάβη
Οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
- Πολυμήστωρ
Καὶ σήν γ' ἀνάγκη παῖδα Κασάνδραν θανεῖν. 1275
- Ἑκάβη
Ἀπέπτυσ'· αὐτῷ ταῦτα σοὶ δίδωμ' ἔχειν.
- Πολυμήστωρ
Κτενεῖ νιν ἡ τοῦδ' ἄλοχος, οἰκουρὸς πικρά.
- Ἑκάβη
Μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
- Πολυμήστωρ
Καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασ' ἄνω.
- Ἀγαμέμνων
Οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν; 1280
- Πολυμήστωρ
Κτεῖν', ὡς ἐν Ἄργει φόνια λουτρά σ' ἀμμένει.
- Ἀγαμέμνων
Οὐχ ἕλξετ' αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
- Πολυμήστωρ
Ἀλγεῖς ἀκούων;
- Ἀγαμέμνων
Οὐκ ἐφέξετε στόμα;
- Πολυμήστωρ
Ἐγκλῄετ'· εἴρηται γάρ.
- Ἀγαμέμνων
Οὐχ ὅσον τάχος
νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που, 1285
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
Ἑκάβη, σὺ δ', ὦ τάλαινα, διπτύχους νεκροὺς
στείχουσα θάπτε· δεσποτῶν δ' ὑμᾶς χρεὼν
σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. 1290
εὖ δ' ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
ἔχοντ' ἴδοιμεν τῶνδ' ἀφειμένοι πόνων.
- Χορός
Ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
τῶν δεσποσύνων πειρασόμεναι
μόχθων· στερρὰ γὰρ ἀνάγκη. 1295