Μετάβαση στο περιεχόμενο

Εις Ἀρετάν

Από Βικιθήκη
Εις Ἀρετάν
Συγγραφέας:
Έκδοση: Firmin Didot Hymne d’Aristote à la Vertu, Παρίσι, 1832


ΕΙΣ ΑΡΕΤΑΝ.




Ἀρετά πολύμοχθε
γένει βροτείῳ
θήραμα κάλλιστον βίῳ,
σᾶς περὶ, παρθένε, μορφᾶς
καὶ θανεῖν, ζηλωτὸς Ἑλλάδι πότμος,
καὶ πόνους τλῆναι μαλεροὺς
ἀκάμαντας· τοῖον
ἐπὶ φρένα βάλλεις
καρπόν τ’ ἀθάνατον,
χρυσοῦ τε κρέσσω καὶ γονέων,
μαλακαυχητοῖό θ’ ὗπνου·
σεῦ δ’ ἕνεχ’ ὁὐκ Διὸς Ἡρακλέης,
Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν,
ἔργοις σὰν ἀγρεύοντες δύναμιν·
σοῖς δὲ πόθοις Ἀχιλλεὺς
Αἴας τ’ Ἀΐδαο δόμους ἦλθον·
σᾶς δ’ ἕνεκα φιλίου μορφᾶς
καὶ Ἀταρνέως ἔντροφος
ἡελίου χήρωσεν αὐγάς.
Τοιγὰρ ἀοίδιμος ἔργοις,
ἀθάνατόν τε μιν αὔξουσι Μοῦσαι
Μναμοσύνας θύγατρες,
Διός Ξενίου σέβας αὔξουσαι
φιλίας τε γέρας βεβαίου.