Εις το άγιον βάπτισμα
Λόγος μ΄. Εἰς τὸ ἅγιον βάπτισμα. Συγγραφέας: |
1. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια, καὶ ὀνομαστήρια, τοῖς σαρκὸς φίλοις, κουρόσυνά τε καὶ κατοικέσια, καὶ ἐτήσια, ὅσα τε ἄλλα πανηγυρίζουσιν ἄνθρωπο)ι, σήμερον περὶ τοῦ βαπτίσματος βραχέα διαλεξόμεθα, καὶ τῆς ἐντεῦθεν ἡμῖν ὑπαρχούσης εὐεργεσίας· εἰ καὶ χθὲς ἡμᾶς ὁ λόγος παρέδραμε, τῆς ὥρας κατεπειγούσης, καὶ ἅμα τοῦ λόγου τὸν κόρον φεύγοντος. Κόρος δὲ λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι. Προςέχειν δὲ ἄξιον τοῖς λεγομένοις, καὶ μὴ παρέργως, ἀλλὰ προθύμως τὸν περὶ τηλικούτων δέξασθαι λόγον· ἐπειδὴ καὶ τοῦτό ἐστι φωτισμὸς, τὸ γνῶναι τοῦ μυστηρίου τὴν δύναμιν.
2. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος· τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ ἐμπαθής· ἡ δὲ ἡμερινὴ, καὶ ἐλευθέρα, καὶ λυτικὴ παθῶν, πᾶν τὸ ἀπὸ γενέσεως κάλυμμα περιτέμνουσα, καὶ πρὸς τὴν ἄνω ζωὴν ἐπανάγουσα· ἡ δὲ φοβερωτέρα καὶ συντομωτέρα, πᾶν τὸ πλάσμα συνάγουσα ἐν βραχεῖ τῷ πλάστῃ παραστησόμενον, καὶ λόγον ὑφέξον τῆς ἐνταῦθα δουλείας, καὶ πολιτείας, εἴτε τῇ σαρκὶ μόνον ἐπηκολούθησεν, εἴτε τῷ Πνεύματι συνανῆλθε, καὶ τὴν χάριν ᾐδέσθη τῆς ἀναπλάσεως. Ταύτας δὴ τὰς γεννήσεις ἁπάσας παρ᾿ ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς φαίνεται· τὴν μὲν, τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ· τὴν δὲ, τῇ σαρκώσει, καὶ τῷ βαπτίσματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δὲ, τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο· ὡς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γενέσθαι καταξιώσας.
3. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ· περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀναγκαίας, ἧς ἐπώνυμος ἡ τῶν φώτων ἡμέρα, φιλοσοφήσωμεν· Τὸ φώτισμα, λαμπρότης ἐστὶ ψυχῶν, βίου μετάθεσις, ἐπερώτημα τῆς εἰς Θεὸν συνειδήσεως· τὸ φώτισμα, βοήθεια τῆς ἀσθενείας τῆς ἡμετέρας· τὸ φώτισμα, σαρκὸς ἀπόθεσις, Πνεύματος ἀκολούθησις, Λόγου κοινωνία, πλάσματος ἐπανόρθωσις, κατακλυσμὸς ἁμαρτίας, φωτὸς μετουσία, σκότους κατάλυσις· τὸ φώτισμα, ὄχημα πρὸς Θεὸν, συνεκδημία Χριστοῦ, ἔρεισμα πίστεως, νοῦ τελείωσις, κλεὶς οὐρανῶν βασιλείας, ζωῆς ἄμειψις, δουλείας ἀναίρεσις, δεσμῶν ἔκλυσις, συνθέσεως μεταποίησις· τὸ φώτισμα (τί δεῖ πλείω καταριθμεῖν), τῶν τοῦ Θεοῦ δώρων τὸ κάλλιστον καὶ μεγαλοπρεπέστατον. Ὥσπερ γὰρ Ἅγια ἁγίων καλεῖταί τινα, καὶ Ἄ,σματα ᾀσμάτων (ἐμπεριεκτικώτερα γάρ ἐστι καὶ κυριώτερ)α· οὕτω καὶ αὐτὸ παντὸς ἄλλου τῶν παρ᾿ ἡμῖν φωτισμῶν ὂν ἁγιώτερον.
4. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα· εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντων ἡμῶν (φιλοῦσι γὰρ οἱ σφόδρα περί τι ἐρωτικῶς διακείμενοι, ἡδέως συνεῖναι καὶ τοῖς ὀνόμασιν), εἴτε τοῦ πολυειδοῦς τῆς εὐεργεσίας πολλὰς καὶ τὰς κλήσεις ἡμῖν δημιουργήσαντος. Δῶρον καλοῦμεν, χάρισμα, βάπτισμα, χρίσμα, φώτισμα, ἀφθαρσίας ἔνδυμα, λουτρὸν παλιγγενεσίας, σφραγῖδα, πᾶν ὅ τι τίμιον· δῶρον μὲν, ὡς καὶ μηδὲν προεισενεγκοῦσι διδόμενον· χάρισμα δὲ, ὡς καὶ ὀφείλουσι· βάπτισμα δὲ, ὡς συνθαπτομένης τῷ ὕδατι τῆς ἁμαρτίας· χρίσμα δὲ, ὡς ἱερὸν καὶ βασιλικὸν (ταῦτα γὰρ ἦν τὰ χριόμεν)α· φώτισμα δὲ, ὡς λαμπρότητα· ἔνδυμα δὲ, ὡς αἰσχύνης κάλυμμα· λουτρὸν δὲ, ὡς ἔκπλυσιν· σφραγῖδα δὲ, ὡς συντήρησιν, καὶ τῆς δεσποτείας σημείωσιν. Τούτῳ συγχαίρουσιν οὐρανοί· τοῦτο δοξάζουσιν ἄγγελοι, διὰ τὸ συγγενὲς τῆς λαμπρότητος· τοῦτο εἰκὼν τῆς ἐκεῖθεν μακαριότητος· τοῦτο ἡμεῖς ἐξυμνεῖν βουλόμεθα μὲν, οὐ δυνάμεθα δὲ ὅσον ἄξιον.
5. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ καταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω, τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἑν ἔξαλμα τῆς λαμπρότητος. Δεύτερον δὲ φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα· οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες. Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος, ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν.
6. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς· καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆ)ς, εἰ καὶ τὸ φθονερὸν σκότος ἐπεισελθὸν τὴν κακίαν ἐδημιούργησεν· φῶς δὲ τυπικὸν καὶ σύμμετρον τοῖς ὑποδεχομένοις, ὁ γραπτὸς νόμος, σκιαγραφῶν τὴν ἀλήθειαν, καὶ τὸ τοῦ μεγάλου φωτὸς μυστήριον· εἴπερ καὶ τὸ Μωϋσέως πρόσωπον τούτῳ δοξάζεται. Καὶ ἵνα πλείονα φῶτα δῶμεν τῷ λόγῳ, φῶς μὲν ἦν ἐκ πυρὸς τῷ Μωϋσεῖ φανταζόμενον, ἡνίκα τὴν βάτον ἔκαιε μὲν, οὐ κατέκαιε δὲ, ἵνα καὶ τὴν φύσιν παραδείξῃ, καὶ γνωρίσῃ τὴν δύναμιν· φῶς δὲ, τὸ ἐν στύλῳ πυρὸς ὁδηγῆσαν τὸν Ἰσραὴλ, καὶ ἡμερῶσαν τὴν ἔρημον· φῶς, τὸ Ἡλίαν ἁρπάσαν ἐν τῷ τοῦ πυρὸς ἅρματι, καὶ μὴ συμφλέξαν τὸν ἁρπαζόμενον· φῶς, τὸ τοὺς ποιμένας περιαστράψαν, ἡνίκα τὸ ἄχρονον φῶς τῷ χρονικῷ ἐμίγνυτο· φῶς, τὸ τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεὲμ κάλλος, ἵνα καὶ Μάγους ὁδηγήσῃ, καὶ δορυφορήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς, μεθ᾿ ἡμῶν γενόμενον φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στεῤῥοτέρα δὲ ὄψεως· φῶς, ἡ Παῦλον περιαστράψασα φαντασία, καὶ πληγῇ τῶν ὄψεων, τὸν σκότον τῆς ψυχῆς θεραπεύσασα· φῶς, καὶ ἡ ἐκεῖθεν λαμπρότης, τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασιλέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· φῶς παρὰ ταῦτα ἰδιοτρόπως, ὁ τοῦ βαπτίσματος φωτισμὸς, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, μέγα καὶ θαυμαστὸν τὸ τῆς σωτηρίας ἡμῶν περιέχων μυστήριον.
7. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως· ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος· θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώπινον, καὶ τῆς κάτω συνθέσεως· σύνθεσις γὰρ ἀρχὴ διαστάσεως· οὐκ ᾤετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλάσμα καταλιπεῖν ὁ Δεσπότης, οὐδὲ περιιδεῖν κινδυνεῦον τὴν ἀπ᾿ αὐτοῦ διάστασιν. Ἀλλ᾿ ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασε, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις· ἵνα μὴ τῇ ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι᾿ ἀπόγνωσιν πίπτωμεν· μηδὲ εἰς κακῶν βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν· ἀλλ᾿ ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατακλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ᾿ ἕκαστον ἁμαρτίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυσμάτων.
8. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως· διττὴ καὶ ἡ κάθαρσις, δι᾿ ὕδατός τέ φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σωματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεωρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος· ὃ τῆς πρώτης γενέσεως ἐπικουρία τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν, καὶ θεοειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χωρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συντρίψεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν, συνθήκας πρὸς Θεὸν δευτέρου βίου καὶ πολιτείας καθαρωτέρας, ὑποληπτέον τὴν τοῦ βαπτίσματος δύναμιν. Ὃ δὴ καὶ μάλιστα φοβητέον, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεῦσται τῆς ὁμολογίας ταύτης φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθεὶς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι· καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μάλιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοῖς τε καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον (ἔρχεται γὰρ καὶ πιστεύομεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφωμεν, ἀγαπῴην ἂν, ἐπειδὴ καὶ αὐτὸς χρῄζω φιλανθρωπία)ς· πλὴν μὴ δευτέρας δεηθῆναι καθάρσεως, ἀλλὰ στῆναι μέχρι τῆς πρώτης ἄμεινον, ἣν κοινὴν οἶδα πᾶσι καὶ ἄμοχθον καὶ ὁμότιμον, δούλοις, δεσπόταις, πένησι, πλουσίοις, ταπεινοῖς, ὑψηλοῖς, εὐγενεστέροις, ἀγενεστέροις, ὀφείλουσιν, οὐκ ὀφείλουσιν, ὡς ἀέρος πνεῦσιν, καὶ φωτὸς χύσιν, καὶ ὡρῶν ἀλλαγὰς, καὶ κτίσεως θέαν, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν ἐντρυφήματος, καὶ ἰσομοιρίαν πίστεως.
9. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσιν. Πόσον γὰρ εἰσοίσομεν δάκρυον, ἵν᾿ ἀντισωθῇ τῇ πηγῇ τοῦ βαπτίσματος; τίς δὲ ὁ ἐγγυητὴς, ὅτι μενεῖ τὴν θεραπείαν τὸ τέλος, ἀλλ᾿ οὐκ ὀφείλοντας ἡμᾶς ἔτι τὸ κριτήριον ὑποδέξεται, καὶ τῆς ἐκεῖσε δεομένους πυρώσεως; Σὺ μὲν δεήσῃ τοῦ Δεσπότου τυχὸν, ὁ καλὸς καὶ φιλάνθρωπος γεωργὸς, ἔτι φείσασθαι τῆς συκῆς, καὶ μήπω ταύτην ἐκτεμεῖν ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ συγχωρηθῆναι περιβαλεῖν κόπρια, δάκρυα, στεναγμοὺς, ἀνακλήσεις, χαμευνίας, ἀγρυπνίας, τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι᾿ ἐξαγορεύσεως, καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν· ἄδηλον δὲ, εἰ φείσεται ταύτης ὁ Δεσπότης, ὡς καταργούσης τὸν τόπον, ἄλλου δεομένου φιλανθρωπίας, καὶ γινομένου χείρονος ἐκ τῆς εἰς τοῦτον μακροθυμίας. Συνταφῶμεν οὖν Χριστῷ διὰ τοῦ βαπτίσματος, ἵνα καὶ συναναστῶμεν· συγκατέλθωμεν, ἵνα καὶ συνυψωθῶμεν· συνανέλθωμεν, ἵνα καὶ συνδοξασθῶμεν.
10. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ· καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον), ἔχεις ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προβαλοῦ τὸ ὕδωρ, προβαλοῦ τὸ Πνεῦμα, ἐν ᾧ πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβεσθήσεται. Πνεῦμα μὲν ἔστιν, ἀλλὰ διαλύον ὄρη· ὕδωρ μὲν ἔστιν, ἀλλὰ πυρὸς σβεστήριον. Ἐὰν προςβάλῃ τὴν χρείαν (καὶ γὰρ κἀκείνῳ τετόλμηκ)ε, καὶ ζητῇ τοὺς λίθους ἄρτους γενέσθαι, τὸ πεινεῖν ἐπιθέμενος· μὴ ἀγνοήσῃς αὐτοῦ τὰ νοήματα. Δίδαξον ἃ μὴ μεμάθηκε· τὸν λόγον ἀντίθες τὸν ζωτικὸν, ὅς ἐστιν ἐξ οὐρανοῦ πεμπόμενος ἄρτος, καὶ τῷ κόσμῳ τὸ ζῇν χαριζόμενος. Ἐὰν διὰ κενοδοξίας ἐπιβουλεύῃ σοι (καὶ γὰρ ἐκείνῳ, ἀνάγων ἐπὶ τὸ τοῦ ἱεροῦ πτερύγιον, καὶ, βάλε σεαυτὸν κάτω, λέγων, εἰς ἐπίδειξιν τῆς θεότητο)ς, μὴ κατενεχθῇς διὰ τῆς ἐπάρσεως. Ἂν τοῦτο λάβῃ, οὐ μέχρι τούτου στήσεται. Ἄπληστός ἐστιν, εἰς πάντα ἐπέρχεται. Σαίνει μὲν τῷ χρηστῷ, τελευτᾷ δὲ εἰς πονηρόν. Οὗτος αὐτοῦ τῆς μάχης ὁ τρόπος. Ἀλλὰ καὶ Γραφῶν ἔμπειρος ὁ λῃστής. Ἐκεῖθεν τὸ, Γέγραπται, περὶ τοῦ ἄρτου· ἐντεῦθεν τὸ, Γέγραπται, περὶ τῶν ἀγγέλων. Γέγραπται γὰρ, φησὶν, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε. Ὦ σοφιστὰ τῆς κακίας· πῶς τὸ ἑξῆς ὑπεκράτησας; Πάνυ γὰρ νοῶ τοῦτο, κἂν αὐτὸς ἀποσιωπήσῃς, ὅτι ἐπὶ τὴν ἀσπίδα σε καὶ τὸν βασιλίσκον ἐπιβήσομαι, καὶ καταπατήσω ἐπάνω ὄφεων καὶ σκορπίων, τῇ Τριάδι τετειχισμένος. Ἐὰν ἐξ ἀπληστίας καταπαλαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς αὐτῷ διαφερούσας, ἐν μιᾷ καιροῦ τε ῥοπῇ καὶ ὄψεως, ἀπαιτῶν τὴν προσκύνησιν· ὡς πένητος καταφρόνησον. Εἰπὲ, τῇ σφραγῖδι θαῤῥήσας· Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ· τῆς ἄνω δόξης οὔπω δι᾿ ἔπαρσιν, ὥσπερ σὺ, καταβέβλημαι· Χριστὸν ἐνδέδυμαι· Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι· σύ με προσκύνησον. Ἀπελεύσεται, σαφῶς οἶδα, τούτοις ἡττημένος καὶ ᾐσχυμμένος, ὥσπερ ἀπὸ Χριστοῦ τοῦ πρώτου φωτὸς, οὕτω τῶν ἀπ᾿ ἐκείνου πεφωτισμένων. Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι τὴν πανδαισίαν.
11. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώμεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνωμεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχωρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτισθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ᾿ ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρήματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως οὐκ ἐπ᾿ ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ᾿ αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ᾿ ὁμολογούμενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ᾿ οὐκ ἀμφίβολον· καὶ τοῦ βάθους ἡ χάρις ἅπτεται, ἀλλ᾿ οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμενα, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλκοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτηρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θάνατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βαπτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμφότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.
12. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ᾿ οὐ Θεόν; Τί καιρὸν, ἀλλ᾿ οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ᾿ οὐ πόθον σωτήριον; Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τὴν βίαν; Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί παρ᾿ ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον, ἀλλ᾿ οὐχ ὡς ἤδη παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρεστῶτος τοῦ ἐξοδίου; Σαυτὸν πρὸ τῆς ἀνάγκης ἰάτρευσον· σαυτὸν ἐλέησον, τὸν γνήσιον τῆς ἀσθενείας θεραπευτήν· σαυτῷ προσάγαγε τὸ σωτήριον ὄντως φάρμακον. Ἕως ἐξ οὐρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον· καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Πανηγυρισθήτω τὸ δῶρον, ἀλλὰ μὴ θρηνηθήτω· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ συγχωσθήτω. Γενέσθω τι μέσον τῆς χάριτος καὶ τῆς ἀναλύσεως, ἵνα μὴ ἐξαλειφθῇ τὰ πονηρὰ γράμματα μόνον, ἀλλὰ καὶ μετεγγραφῇ τὰ βελτίονα· ἵνα μὴ τὸ χάρισμα μόνον ἔχῃς, ἀλλὰ καὶ τὴν ἀντίδοσιν· ἵνα μὴ τὸ πῦρ φύγῃς μόνον, ἀλλὰ καὶ τῆς δόξης κληρονομήσῃς, ἣν τὸ ἐπεργάσασθαι τῷ δώρῳ χαρίζεται. Ἔστι γὰρ τοῖς μὲν μικροψύχοις μέγα, τὸ φυγεῖν βάσανον· τοῖς δὲ μεγαλοψύχοις, τὸ καὶ τυχεῖν ἀντιδόσεως.
13. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι· εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Εἰ δὲ ὑπὲρ τούτους, καὶ υἱὸς, ὡς πατέρα αἰδέσθητι. Ἔργασαι τὸ καλὸν, ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἂν εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι. Τοῦτο αὐτὸ μισθὸς, τὸ τῷ πατρὶ χαρίζεσθαι. Ὧν ἡμεῖς μὴ καταφρονοῦντες φαινοίμεθα. Ὡς ἔστιν ἄτοπον, χρήματα μὲν προαρπάζειν, ὑγείαν δὲ ἀναβάλλεσθαι· καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι· καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν, τῆς ἄνω δὲ μὴ ἐφίεσθαι· καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς, ἢ ἀμφιέσῃ, πᾶσαν ποιεῖσθαι σπουδὴν, ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ, μηδὲν φροντίζειν· καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι, σαυτὸν δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν, μηδενὸς ἂν φείδεσθαι χρήματος· εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον, καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως, ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι, τῆς μεγάλης φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρὸν, ἀλλὰ πάντα τοῦ Νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς, λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ, Ἐν νυκτὶ ἐλπὶς πονηρὰ, κατὰ τὸν Ἡσαΐαν, καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον.
14. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ᾿ ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θαῤῥήσας ἔαρι, καὶ ἄνελκε τὴν ναῦν, πάλιν ἀρχομένου χειμῶνος, καὶ τῆς θαλάσσης ἀγριουμένης. Καὶ πολέμου καιρὸς ἔστω σοι, καὶ εἰρήνης, καὶ γάμου, καὶ τῶν οὐ γάμου, καὶ φιλίας, καὶ διαστάσεως, ἂν ταύτης δεήσῃ, καὶ παντὸς ὅλως πράγματος, εἴ τι τῷ Σολομῶντι πειστέον. Πειστέον δέ· καὶ γὰρ ὠφέλιμος ἡ παραίνεσις. Ἀεὶ δὲ τὴν σωτηρίαν ἐργάζου, καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων, ἐπιτηρῇς τὸ εἰς αὔριον, λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος, ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρὸν, Θεῷ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, Θεῷ τὸ γῆρας· ἐμοὶ τὰς ἡδονὰς, ἐκείνῳ τὴν ἀχρηστίαν. Ὅσος ὁ περὶ σὲ κίνδυνο!ς ὅσα τὰ παρ᾿ ἐλπίδα συμπτώματ!α Ἢ πόλεμος παρανάλωσεν, ἢ σεισμὸς συνέχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ἢ θηρίον ἥρπασεν, ἢ νόσος ἀπώλεσεν, ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυλότατον (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εὐκολώτερον, κἂν μέγα φρονῇς τῇ εἰκόνι;), ἢ πότος πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἵππος συναρπάσας, ἢ φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν, τυχὸν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον, ἢ δικαστὴς ἀπάνθρωπος, ἢ δήμιος ἀπαραίτητος, ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ βοηθείας ἰσχυροτέραν.
15. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτόκων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πεπραγμάτευται; Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ Δαβὶδ εὐαγγελίσθητι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦτό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον, τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστερον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω, χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέντων εἰς σωτηρίαν βοηθημάτων.
16. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν; Ἆρ᾿ οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστιανός; Ἄπαγ!ε Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρονοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων! Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μηδὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει. Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός· ἵν᾿ ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦθα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς πλαστῆς ἀσφαλείας, ἵν᾿ ὃ φοβῇ γε, τοῦτο λάθῃς παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δεδοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ διπλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικειμένου. Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν μεγίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν· μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός. Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσεβείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφαλείας. Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυμνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται, πάσης ἰδέας βίου. Διὰ πάντων ἀποκρουσθήτω.
17. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγκαίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ᾿ ἧς νῦν ἔχεις ἀσθενείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μένεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μισούμενος; Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μὴ παρακμάσαι δὲ τὴν ἀσέλγειαν· ἀλλ᾿ ἢ πάσχειν τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν. Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς φύσεως ἀσθενές· ὡς μικρόψυχος ἡ μήτηρ, καὶ ὀλιγόπιστο!ς Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννηθέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συνανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπᾳσμάτων, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. Δὸς αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτήριον.
18. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴσθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖδι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφροσύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύχθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμήσομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμφίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προθεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομοθετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον. Δέξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ, τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐθυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦτον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ᾿ ἑαυτοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον.
19. Ἀλλ᾿ ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀετοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν᾿ οἰκειότερον εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;). Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μηδὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ᾿ ὁδοῦ, κωλύων σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυτοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς. Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγκαίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐτὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμφότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ, ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ κουφότερα. Διὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν. Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν μηδενὶ βαρούμενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθαρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἑν ἐδικαίωσε μόνον, ἡ φιλοξενία, τἄλλα οὐκ ἐπαινουμένην· καὶ τὸν τελώνην ἑν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳδίως ἀπογινώσκειν.
20. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις. Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρμηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους καιροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰςερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ᾿ ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ᾿ ἐκείνης καὶ ἀπαιτεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόντες, ἀλλ᾿ οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφορον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προςῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύσεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ᾿ ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι. Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην, ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προκεκμήκασιν. Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πόνῳ τῆς προαιρέσεως.
21. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν᾿ αὐτῷ τούτῳ πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χάριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπελῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆλον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑποκρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ Δεσπότου φιλανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντελῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πείσθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.
22. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον; Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτιςμένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώτιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν παντελῶς ἦσαν ἀλλότριοι τοῦ Θεοῦ καὶ τῆς σωτηρίας, πᾶν εἶδος κακίας διεξελθόντες, καὶ εἶναι κακοὶ σπουδάζοντες· οἱ δὲ ἡμιμόχθηροί πως, καὶ μέσως ἔχοντες ἀρετῆς καὶ κακίας· οἳ τὸ μὲν κακὸν ἔπραξαν, τῷ πραττομένῳ δὲ οὐ συνῄνεσαν, καθάπερ οἱ πυρέττοντες τῷ ἑαυτῶν ἀῤῥωστήματι. Οἱ δὲ καὶ πρὸ τῆς τελειώσεως ἦσαν ἐπαινετοί· οἱ μὲν ἐκ φύσεως, οἱ δὲ κατὰ σπουδὴν προκαθαίροντες ἑαυτοὺς τῷ βαπτίσματι· καὶ μετὰ τὴν τελειότητα πεφήνασι κρείττους καὶ ἀσφαλέστεροι· τὸ μὲν, ἵνα τύχωσι τοῦ ἀγαθοῦ, τὸ δὲ, ἵνα φυλάξωσιν. Ἐν τούτοις, βελτίους μὲν τῶν παντάπασι πονηρῶν, οἱ τῆς κακίας τι ὑφιέμενοι· βελτίους δὲ τῶν μικρόν τι ὑφιεμένων, οἱ σπουδαιότεροι καὶ προσαρώσαντες ἑαυτοὺς τοῦ βαπτίσματος· ἔχουσι γάρ τι πλέον, τὴν ἐργασίαν. Οὐ γὰρ, ὥσπερ τῶν ἁμαρτημάτων ἐξάλειψιν ἔχει τὸ λουτρὸν, οὕτω καὶ τῶν κατορθωμάτων ἀναίρεσιν. Τούτων δὲ αὐτῶν βελτίους, οἱ καὶ γεωργοῦντες τὸ χάρισμα, καὶ ὅτι μάλιστα εἰς κάλλος ἑαυτοὺς ἀποξέοντες.
23. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον, ἀλλ᾿ ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώσκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι᾿ ἀπληστίαν. Οἱ δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιότητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν, ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην διαφορὰν εὕρομεν, οὕτω κἂν τούτοις. Χείρους μὲν οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦμαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρονήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο· τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν, ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κολάσεως. Σκοπῶ δὲ κἀκεῖνο· Εἰ κρίνεις φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ δίχα τοῦ φόνου, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βάπτισμα, δίχα τοῦ βαπτίσματος· εἰ δὲ οὐκ ἐκεῖνο, πῶς τοῦτο, συνιδεῖν οὐκ ἔχω. Εἰ βούλει δὲ οὕτως· εἰ ἀρκεῖ σοι πρὸς δύναμιν τοῦ βαπτίσματος ὁ πόθος, καὶ διὰ τοῦτο δικάζῃ περὶ τῆς δόξης, ἀρκείτω σοι καὶ πρὸς δόξαν, ἡ τῆς δόξης ἐπιθυμία. Καὶ τίς σοι βλάβη, τὸ μὴ τυχεῖν ταύτης, τὴν ἔφεσιν ἔχοντι;
24. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ καταλάβῃ χωρίσασα τοῦ φωτίσματος· Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή· αὕτη τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ νωθεστέροις· Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι, λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις. Μένω τὰ Φῶτα· τὸ Πάσχα μοι τιμιώτερον· τὴν Πεντηκοστὴν ἐκδέξομαι· Χριστῷ συμφωτισθῆναι βέλτιον· Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέραν· τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις· εἶτα παραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος, καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν. Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν· ἀλλ᾿ ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιάζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι᾿ ἀγαθότητα.
25. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύνῃς· ἐὰν ἐπ᾿ ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. Δύο γὰρ τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας. Ἂν δέ σοι λέγῃ Δαβὶδ ὁ μέγας· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ αὐτὸς ὁ Σωτήρ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντιτείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστασιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν, συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελθὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυνατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μήτηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα, φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσομαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι. Δέος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφροσύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγαπητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμενον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω; Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρολογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς. Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ· οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς, ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶνται οἱ πένητες· οὐ γὰρ ἔχουσιν, ὅπως τοῖς πλουσίοις ἁμιλληθῶσιν. Ἐν ἄλλοις μὲν, ἡ διαφορὰ τοῦ πλουτεῖν καὶ τοῦ πένεσθαι· ἐνταῦθα δὲ, ὁ προθυμότερος, πλουσιώτερος.
26. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω· μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου· ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Φίλιππός εἰμι· γενοῦ Κανδάκης. Εἰπὲ καὶ αὐτός· Ἰδοὺ τὸ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; Ἅρπασον τὸν καιρόν· τῷ ἀγαθῷ περιχάρηθι· καὶ εἰπὼν, βαπτίσθητι, καὶ βαπτισθεὶς σώθητι· κἂν ᾖς Αἰθίοψ τὸ σῶμα, τὴν ψυχὴν λευκάνθητι. Τύχε τῆς σωτηρίας, ἧς οὐδὲν ὑψηλότερον, οὐδὲ τιμιώτερον τοῖς γε νοῦν ἔχουσι. Μὴ εἴπης· Ἐπίσκοπος βαπτισάτω με, καὶ οὗτος μητροπολίτης, ἢ Ἱεροσολυμίτης (οὐ γὰρ τόπων ἡ χάρις, ἀλλὰ τοῦ Πνεύματο)ς, καὶ οὗτος τῶν εὖ γεγονότων. Δεινὸν γὰρ, εἰ τῷ βαπτιστῇ τὸ εὐγενές μου καθυβρισθήσεται· ἢ πρεσβύτερος μὲν, ἀλλὰ καὶ οὗτος τῶν ἀγάμων, καὶ οὗτος τῶν ἐγκρατῶν καὶ ἀγγελικῶν τὴν πολιτείαν· δεινὸν γὰρ, εἰ ἐν καιρῷ καθάρσεως ῥυπωθήσομαι. Μὴ ζήτει ἀξιοπιστίαν τοῦ κηρύσσοντος, μηδὲ τοῦ βαπτίζοντος. Ἄλλος ὁ τούτων κριτὴς, καὶ τῶν ἀφανεστέρων δοκιμαστής· ἐπειδὴ, ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Σοὶ δὲ πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν· μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ τῶν προδήλως κατεγνωσμένων, μηδὲ τῆς Ἐκκλησίας ἀλλότριος. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σὲ καθαιρόντων, μηδὲ διακρίνου πρὸς τοὺς γεννήτορας. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Σκόπει δὲ οὕτως· Ἔστω χρυσὸς, ἔστω σίδηρος, δακτύλιοι δὲ ἀμφότεροι, καὶ τὴν αὐτὴν ἐγκεχαράχθωσαν εἰκόνα βασιλικὴν, εἶτα κηρὸν ἐντυπούτωσαν· τί διοίσει ἡ σφραγὶς αὕτη τῆς σφραγῖδος ἐκείνης; Οὐδέν. Ἐπίγνωθι τὴν ὕλην ἐν τῷ κηρῷ, κἂν ᾖς σοφώτατος· εἰπὲ, τί μὲν τοῦ σιδήρου, τί δὲ τοῦ χρυσοῦ τὸ ἐκσφράγισμα, καὶ πῶς ἕν ἐστι· τῆς γὰρ ὕλης τὸ διάφορον, οὐ τοῦ χαρακτῆρος. Οὕτως ἔστω σοι πᾶς βαπτιστής. Κἂν τῇ πολιτείᾳ προέχῃ, ἀλλ᾿ ἥ γε τοῦ βαπτίσματος δύναμις ἴση· καὶ τελειοποιός σοι πᾶς ὁμοίως, ὁ τῇ αὐτῇ πίστει μεμορφωμένος.
27. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ᾿ ἧς ἡμέρας μεταποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες· μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπαξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κολάσεω)ς, καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορκισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπαγορεύσῃς. Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χάρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆκος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρόκειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κωλυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μηδὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξεστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ᾿ ὕδωρ (Ἡσαΐας διακελεύεταί σο)ι· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπία!ς Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματο!ς Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγαθόν· αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος δέχεται. Διψᾷ τὸ διψᾶσθαι· ποτίζει τοὺς πιεῖν ἐθέλοντας· εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος· πρόχειρός ἐστι μεγαλόδωρος· δίδωσιν ἥδιον, ἢ λαμβάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶμεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια. Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖτιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μακάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινοφόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ᾿ οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰςενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς χάριτος.
28. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ᾿ ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος; ἢ καὶ ταῦτα βαπτίσομεν; Πάνυ γε, εἴπερ τις ἐπείγοι κίνδυνος. Κρεῖσσον γὰρ ἀναισθήτως ἁγιασθῆναι, ἢ ἀπελθεῖν ἀσφράγιστα καὶ ἀτέλεστα. Καὶ τούτου λόγος ἡμῖν, ἡ ὀκταήμερος περιτομὴ, τυπική τις οὖσα σφραγὶς, καὶ ἀλογίστοις ἔτι προσαγομένη· ὡς δὲ καὶ ἡ τῶν φλιῶν χρίσις, διὰ τῶν ἀναισθήτων φυλάττουσα τὰ πρωτότοκα. Περὶ δὲ τῶν ἄλλων δίδωμι γνώμην, τὴν τριετίαν ἀναμείναντας, ἢ μικρὸν ἐντὸς τούτου, ἢ ὑπὲρ τοῦτο (ἡνίκα καὶ ἀκοῦσαί τι μυστικὸν, καὶ ἀποκρίνεσθαι δυνατὸν, εἰ καὶ μὴ συνιέντα τελέως, ἀλλ᾿ οὖν τυπούμεν)α, οὕτως ἁγιάζειν καὶ ψυχὰς καὶ σώματα τῷ μεγάλῳ μυστηρίῳ τῆς τελειώσεως. Καὶ γὰρ οὕτως ἔχει· Τοῦ μὲν βίου τὰς εὐθύνας τηνικαῦτα ὑπέχειν ἄρχονται, ἡνίκα ἂν ὅτε λόγος συμπληρωθῇ, καὶ τὸ μυστήριον μάθωσι (τῶν γὰρ ἐξ ἀγνοίας ἁμαρτημάτων παρὰ τῆς ἡλικίας αὐτοῖς τὸ ἀνεύθυνον)· τετειχίσθαι δὲ τῷ λουτρῷ, παντὶ λόγῳ λυσιτελέστερον, διὰ τὰς ἐξαίφνης συμπιπτούσας ἡμῖν προσβολὰς τῶν κινδύνων, καὶ βοηθείας ἰσχυροτέρας.
29. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν· καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα; Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲν γὰρ αὐτοκάθαρσις ἦν, καὶ οὐκ ἐδεῖτο καθάρσεως· ἀλλὰ σοὶ καθαίρεται, ὥσπερ καὶ σάρκα φορεῖ σοὶ, ἄσαρκος ὤν. Οὐδέ τις κίνδυνος ἦν αὐτῷ τὸ βάπτισμα παρατείνοντι· αὐτὸς γὰρ καὶ τοῦ παθεῖν ἦν ἑαυτῷ ταμίας, ὥσπερ καὶ τῆς γεννήσεως. Σοὶ δὲ, οὐδὲ περὶ μικρῶν ὁ κίνδυνος, εἰ ἀπέλθοις τῇ φθορᾷ γεννηθεὶς μόνῃ, καὶ μὴ τὴν ἀφθαρσίαν ἀμφιεσάμενος. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τῷ μὲν ἀναγκαῖος ἦν οὗτος ὁ καιρὸς τοῦ βαπτίσματος· σοὶ δὲ οὐχ ὁ αὐτὸς λόγος. Ἀνεδείχθη μὲν γὰρ τριακοστὸν γεγονὼς ἔτος, οὐ πρότερον, τοῦ τε μὴ δοκεῖν ἐπιδεικτικὸς εἶναί τις (τῶν γὰρ ἀπειροκάλων τὸ πάθο)ς, καὶ ὡς τελείαν βάσανον ἀρετῆς, καὶ τοῦ διδάσκειν καιρὸν ταύτης ἐχούσης τῆς ἡλικίας. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸ τοῦ κόσμου σωτήριον πάθος, πάντα συνδραμεῖν ἔδει πρὸς τὸ πάθος ὅσα τοῦ πάθους, τὴν ἀνάδειξιν, τὸ βάπτισμα, τὴν ἄνωθεν μαρτυρίαν, τὸ κήρυγμα, τὴν συνδρομὴν τοῦ πλήθους, τὰ θαύματα, καὶ ὥσπερ ἑν σῶμα γενέσθαι, μὴ διεσπασμένον, μηδὲ ἀπεῤῥηγμένον τοῖς διαστήμασιν. Ἐκ μὲν γὰρ τοῦ βαπτίσματος καὶ τοῦ κηρύγματος, ὁ τῶν συντρεχόντων σεισμὸς (οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τὸν καιρὸν ἐκεῖνον), ἐκ δὲ τοῦ πλήθους, ἡ τῶν σημείων ἐπίδειξις, καὶ τὰ θαύματα τῷ Εὐαγγελίῳ προσάγοντα. Ἐκ δὲ τούτων, ὁ φθόνος· ἐκ δὲ τούτου, τὸ μῖσος· ἐκ δὲ τοῦ μίσους, τὸ τῆς ἐπιβουλῆς, καὶ τῆς προδοσίας· ἐκ τούτου δὲ, ὁ σταυρὸς, καὶ ὅσοις σεσώσμεθα. Τὰ μὲν δὴ τοῦ Χριστοῦ τοιαῦτα, καὶ οὕτως ἔχοντα, ὅσον ἡμῖν ἐφικτόν· τάχα δ᾿ ἄν τις καὶ ἄλλος εὑρεθείη λόγος τούτων ἀποῤῥητότερος.
30. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι· ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα φαίνεται, καὶ οὐ συμβαίνοντα τοῖς καιροῖς; Οἷον, ἐνήστευσε μικρὸν πρὸ τῆς πείρας, ἡμεῖς πρὸ τοῦ Πάσχα· τὸ μὲν τῶν νηστειῶν ἑν, οὐ μικρὸν δὲ ἀμφοτέρων τῶν καιρῶν τὸ διάστημα. Ὁ μὲν γὰρ κατὰ τῶν πειρασμῶν ταύτας προβάλλεται· ἡμῖν δὲ τὴν συννέκρωσιν Χριστοῦ τοῦτο δύναται, καὶ κάθαρσίς ἐστι προεόρτιος. Καὶ ὁ μὲν νηστεύει τεσσαράκοντα ἡμέρας (Θεὸς γὰρ ἦν), ἡμεῖς δὲ τῇ δυνάμει τοῦτο συνεμετρήσαμεν, εἰ καί τινας ᾄττειν ὁ ζῆλος πείθει καὶ ὑπὲρ δύναμιν. Πάλιν μυσταγωγεῖ τὸ Πάσχα τοὺς μαθητὰς ἐν ὑπερῴῳ, καὶ μετὰ τὸ δεῖπνον, καὶ πρὸ μιᾶς τοῦ παθεῖν ἡμέρας· ἡμεῖς ἐν προσευχῆς οἴκοις, καὶ πρὸ τοῦ δείπνου, καὶ μετὰ τὴν ἀνάστασιν. Ἀνίσταται τριήμερος, ἡμεῖς μετὰ πολὺν χρόνον· καὶ οὔτε ἀπέῤῥηκται τῶν ἐκείνου τὰ ἡμέτερα, οὔτε συνέζευκται χρονικῶς· ἀλλ᾿ ὅσον τύπος τις εἶναι τῶν ἡμετέρων παραδοθέντα, τὸ πάντη παραπλήσιον διαπέφευγεν. Τί οὖν θαυμαστὸν, καὶ τὸ βάπτισμα παρειλῆφθαι μὲν δι᾿ ἡμᾶς, τῷ χρόνῳ δὲ διαφέρειν; Ὃ σύ μοι δοκεῖς ὡς μέγα τι καὶ θαυμαστὸν οἷον προβάλλεσθαι κατὰ τῆς ἑαυτοῦ σωτηρίας.
31. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε· αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε· τὸν μὲν προκαθαίρειν ὑμᾶς αὐτοὺς τοῦ βαπτίσματος, τὸν δὲ συντηρεῖν τὸ βάπτισμα· ἐπειδὴ τῆς αὐτῆς ἐστι δυσχερείας, καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ ὃ μὲν σπουδὴ προσέλαβε, ῥᾳθυμία διέφθειρεν· ὃ δὲ ὄκνος ἀπώλεσεν, ἀνεκαλέσατο ἐπιμέλεια. Καλόν σοι βοήθημα πρὸς τὸ τυχεῖν, ὧν ἐπιποθεῖς, ἀγρυπνίαι, νηστεῖαι, χαμευνίαι, προσευχαὶ, δάκρυον, οἶκτος τῶν δεομένων, μετάδοσις. Τοῦτό σοι γενέσθω, ὧν τετύχηκας, εὐχαριστήριόν τε ἅμα καὶ φυλακτήριον. Ἔχεις πολλῶν ἐντολῶν ὑπόμνημα, τὴν εὐεργεσίαν· μὴ παραδράμῃς. Πένης προσῆλθε; μνήσθητι πόσον πτωχεύων, πόσον ἐπλούτησας. Ἄρτου δεόμενος, ἢ πόματος, Λάζαρος ἴσως τις ἄλλος τοῖς σοῖς πυλῶσι προςεῤῥιμμένος; Αἰδέσθητι τὴν μυστικὴν τράπεζαν, ᾗ προσῆλθες· τὸν ἄρτον, οὗ μετείληφας· τὸ ποτήριον, οὗ κεκοινώνηκας τοῖς Χριστοῦ πάθεσι τελειούμενος. Ξένος προσέπεσεν, ἄοικος, παρεπίδημος; Ὑπόδεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις, καὶ εἰσοικισθέντα σοι διὰ τῆς χάριτος, καὶ πρὸς τὴν ἄνω κατοικίαν ἑλκύσαντα. Γενοῦ Ζακχαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον μεγαλόψυχος· πάντα τῇ εἰσόδῳ τοῦ Χριστοῦ καρποφόρησον, ἵνα μέγας ἀναφανῇς, κἂν μικρὸς ᾖς τὴν σωματικὴν ἡλικίαν, καλῶς Χριστὸν θεασάμενος. Ἄῤῥωστος πρόκειται καὶ τραυματίας; τὴν σὴν ὑγίειαν αἰδέσθητι, καὶ τὰ τραύματα, ὧν σε Χριστὸς ἠλευθέρωσεν. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, τὸ σὸν τιμῶν ἔνδυμα τῆς ἀφθαρσίας· Χριστὸς δὲ τοῦτό ἐστιν· Ἐπειδὴ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνδεδύμεθα. Ἐὰν χρεωφειλέτην λάβῃς προσπίπτοντα, πᾶσαν συγγραφὴν ἄδικον καὶ δικαίαν διάσπασον. Μνήσθητι τῶν μυρίων ταλάντων, ὧν σοι Χριστὸς ἐχαρίσατο. Μὴ γένῃ πράκτωρ πικρὸς τοῦ ἐλάττονος χρέους. Καὶ ταῦτα τίσι; Τοῖς ὁμοδούλοις, ὁ τὸ πλέον παρὰ τοῦ Δεσπότου συγχωρηθεὶς, μὴ καὶ τῆς ἐκείνου φιλανθρωπίας ὑπόσχῃς δίκην, ἣν οὐκ ἐμιμήσω λαβὼν ὑπόδειγμα.
32. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶσθαι, ἢ, τό γε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθεσθαι. Τί γὰρ ὄφελος σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζημίαν· δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι; Τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γάρ ἐστι παρὰ σοὶ τὸ ἀλλότριον· καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη. Τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα· τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων τὸ λουτρὸν ἔχει συγχώρησιν. Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ᾿ ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλ᾿ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι· τοῦτο τῆς παντελοῦς καθάρσεως· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· τοῦτο τῶν οὔπω τὸ βάθος καθηραμένων. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν· τρίτη τις αὕτη τάξις τῶν ἁμαρτανομένων· ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύθυνον.
33. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος; χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα· σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν, καὶ εἰς γῆν κλιθῇς, ὥσπερ κύφωνι παρὰ τοῦ πονηροῦ βαρηθεῖσα, καὶ δυςανάκλητον ἔχῃς τὴν ταπεινότητα. Χθὲς ἐξηραίνου θάλλουσα τῇ αἱμοῤῥοίᾳ (ἐπήγαζες γὰρ τὴν φοινικὴν ἁμαρτίαν)· σήμερον ἀνέθηλας ξηρανθεῖσα. Ἥψω γὰρ τῶν Χριστοῦ κρασπέδων, καὶ τὴν ῥύσιν ἔστησας. Φύλασσέ μοι τὴν κάθαρσιν, μὴ πάλιν αἱμοῤῥοήσῃς, καὶ οὐκ ἰσχύσῃς λαβέσθαι Χριστοῦ, ἵνα κλέψῃς τὴν σωτηρίαν. Οὐ γὰρ πολλάκις φιλεῖ Χριστὸς κλεπτόμενος, καὶ εἰ λίαν ἐστὶ φιλάνθρωπος. Χθὲς ἐπὶ κλίνης ἔῤῥιψο παρειμένος καὶ λελυμένος, καὶ οὐκ εἶχες ἄνθρωπον, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ σε εἰς τὴν κολυμβήθραν· σήμερον εὗρες ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, μᾶλλον δὲ, Θεὸν καὶ ἄνθρωπον. Ἤρθης ἀπὸ τοῦ κραββάτου, μᾶλλον δὲ ἦρας τὸν κράββατον, καὶ ἐστηλίτευσας τὴν εὐεργεσίαν· μὴ πάλιν ἐπὶ κραββάτου ῥιφῇς ἁμαρτήσας, τῆς κακῆς τοῦ σώματος ἀναπαύσεως παρειμένου ταῖς ἡδοναῖς· ἀλλ᾿ ὡς ἔχεις, βάδιζε μεμνημένος τῆς ἐντολῆς· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, κακῷ φανέντι μετὰ τὴν εὐποιίαν. Λάζαρε, δεῦρο ἔξω, ἤκουσας τῆς μεγάλης φωνῆς ἐν τάφῳ κείμενος (τί γὰρ τοῦ Λόγου μεγαλοφωνότερον;) καὶ προῆλθες, οὐ τετραήμερος νεκρὸς, ἀλλὰ πολυήμερος, τῷ τριημέρῳ συναναστὰς, καὶ τῶν ἐνταφίων δεσμῶν ἐξελύθης. Μὴ νεκρωθῇς πάλιν, καὶ γένῃ μετὰ τῶν κατοικούντων ἐν τάφοις, μηδὲ κατασφιγγῇς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων· ἄδηλον ὂν, εἰ πάλιν ἐξαναστήσῃ τῶν τάφων, μέχρι τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως, ἣ πᾶν τὸ ποίημα ἄξει εἰς κρίσιν, οὐ θεραπευθησόμενον, ἀλλὰ κριθησόμενον, καὶ λόγον ὑφέξον, ὧν εὖ ἢ κακῶς ἐθησαύρισεν.
34. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα γνῶ, πόσον τῆς νομικῆς αὕτη τιμιωτέρα. Γενοῦ μὴ τῶν ἐννέα τῶν ἀχαρίστων, ἀλλὰ τὸν δέκατον μίμησαι· καὶ γὰρ εἰ Σαμαρείτης ἦν, ἀλλὰ τῶν ἄλλων εὐγνωμονέστερος. Ἀσφάλισαι, μὴ πάλιν κακῶς ἐξανθήσῃς, καὶ δυσθεράπευτον ἕξεις τὴν ἀνωμαλίαν τοῦ σώματος. Πρώην ἐξήραινέ σου τὴν χεῖρα μικρολογία καὶ φειδωλία· σήμερον ἐκτεινάτω μετάδοσις καὶ φιλανθρωπία. Καλὴ θεραπεία χειρὸς ἀῤῥωστούσης, σκορπίζειν, διδόναι τοῖς πένησιν, ἐξαντλεῖν ὧν ἔχομεν δαψιλῶς, μέχρις ἂν καὶ τοῦ πυθμένος ἁψώμεθα (ἴσως καὶ οὗτος πηγάσει σοι τροφὴν, καθάπερ τῇ Σαραφθίᾳ, καὶ μάλιστα εἰ τύχοις Ἡλίαν τρέφουσ)α, καλὴν εὐπορίαν εἰδέναι, τὸ διὰ Χριστὸν ἀπορεῖν, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα. Εἰ κωφὸς ἦσθα καὶ ἄλαλος, ὁ Λόγος ἐνηχησάτω σοι· μᾶλλον δὲ κάτασχε τὸν ἐνηχήσαντα. Μὴ κλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπᾴσματα. Εἰ τυφλὸς καὶ ἀφώτιστος, φώτισον τοὺς ὀφθαλμούς σου, μή ποτε ὑπνώσης εἰς θάνατον. Ἐν τῷ φωτὶ Κυρίου θέασαι φῶς, ἐν τῷ Πνεύματι τοῦ Θεοῦ τὸν Υἱὸν αὐγάσθητι, τὸ τρισσὸν φῶς καὶ ἀμέριστον. Ἐὰν ὅλον εἰσδέξῃ τὸν Λόγον, πάσας τὰς Χριστοῦ θεραπείας ἐπὶ τὴν σεαυτοῦ συνάξεις ψυχὴν, ἃς κατὰ μέρος ἕκαστος τεθεράπευται. Μόνον μὴ ἀγνοήσῃς τὸ μέτρον τῆς χάριτος· μόνον μὴ καθεύδοντί σοι καὶ ἀμεριμνοῦντι κακῶς ἐπισπείρῃ ὁ ἐχθρὸς τὰ ζιζάνια· μόνον ἐπίφθονος τῷ πονηρῷ γεγονὼς διὰ τὴν καθαρότητα, μὴ πάλιν σεαυτὸν ἐλεεινὸν καταστήσῃς διὰ τῆς ἁμαρτίας· μόνον μὴ τῷ ἀγαθῷ περιχαρεὶς, καὶ ὑψωθεὶς ἄμετρα, καταπέσῃς ἐν τῷ ἐπαρθῆναι· μόνον ἀεὶ φιλοπόνει τὴν κάθαρσιν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος· καὶ ἧς ἔτυχες κατὰ δωρεὰν ἀφέσεως, ταύτην ἐπιμελείᾳ συντήρησον· ἵνα τὸ μὲν ἀφεθῆναί σοι παρὰ Θεοῦ, τὸ δὲ συντηρηθῆναι, καὶ παρὰ σοῦ γένηται.
35. Γενήσεται δὲ πῶς; Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα, διωχθὲν τῷ βαπτίσματι. Οὐ φέρει τὸν διωγμόν· οὐ δέχεται ἄοικον εἶναι καὶ ἀνέστιον. Πορεύεται δι᾿ ἀνύδρων τόπων, καὶ ξηρῶν θείας ἐπιῤῥοῆς· ἐκεῖ φιλοχωρῆσαι βούλεται· πλανᾶται ζητοῦν ἀνάπαυσιν, οὐχ εὑρίσκει· βεβαπτισμέναις ἐντυγχάνει ψυχαῖς, ὧν τὴν κακίαν τὸ λουτρὸν ἐξέκλυσεν· φοβεῖται τὸ ὕδωρ· ἐμπνίγεται τῇ καθάρσει, καθάπερ ὁ Λεγεὼν τῇ θαλάσσῃ. Πάλιν ὑποστρέφει πρὸς τὸν οἶκον, ὅθεν ἀνεχώρησεν. Ἀναίσχυντόν ἐστι, φιλόνεικόν ἐστι, προσβάλλει πάλιν, πειρᾶται πάλιν. Ἐὰν μὲν εὕρῃ Χριστὸν εἰσοικισθέντα, καὶ πληρώσαντα τὴν χώραν ἣν αὐτὸς ἐκένωσεν· ἀπεκρούσθη πάλιν, ἀπῆλθεν ἄπρακτον, ἐλεεινὸν ἐγένετο τῆς περιπλανήσεως. Ἐὰν δὲ σεσαρωμένον καὶ κεκοσμημένον τὸν ἐν σοὶ τόπον εὕρῃ, κενὸν καὶ ἄπρακτον, ἕτοιμον ἐπίσης πρὸς ὑποδοχὴν τοῦδε ἢ τοῦδε τοῦ προκαταλαβόντος, εἰσεπήδησεν, εἰσῳκίσθη μετὰ πλείονος τῆς παρασκευῆς, καὶ γίνεται τὰ ἔσχατα χείρονα τῶν προτέρων, ὅσῳ τότε μὲν ἐλπὶς ἦν διορθώσεώς τε καὶ ἀσφαλείας· νῦν δὲ πρόδηλος ἡ κακία, τῇ φυγῇ τοῦ καλοῦ τὸ πονηρὸν ἕλκουσα· καὶ διὰ τοῦτο βεβαιοτέρα τῷ οἰκήτορι ἡ κατάσχεσις.
36. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς ἡδύτερον, τοῖς φωτὸς γευσαμένοις;) καὶ σὲ περιαστράψω τοῖς λεγομένοις. Φῶς μὲν ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη· Φῶς δὲ δικαίοις διὰ παντός. Φωτίζεις δὲ σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, πρὸς τὸν Θεὸν λέγεται· ἀγγελικῶν, οἶμαι, δυνάμεων, αἳ συνεργοῦσιν ἡμῖν πρὸς τὰ κρείττονα. Κύριος δὲ φωτισμός μου, παὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Τοῦ Δαβὶδ ἤκουσας λέγοντος· καὶ ποτὲ μὲν αἰτοῦντος ἐξαποσταλῆναι τὸ φῶς αὐτῷ καὶ τὴν ἀλήθειαν· ποτὲ δὲ εὐχαριστοῦντος, ὅτι καὶ τούτου μετείληφεν, ἐν τῷ σημειωθῆναι τὸ τοῦ Θεοῦ φῶς ἐπ᾿ αὐτὸν, τουτέστιν ἐνσημανθῆναι καὶ γνωρισθῆναι τὰ σημεῖα τῆς δεδομένης ἐλλάμψεως. Ἓν μόνον φῶς φεύγωμεν, τὸ τοῦ πικροῦ πυρὸς ἔκγονον. Μὴ πορευθῶμεν τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσαμεν. Οἶδα γὰρ πῦρ καθαρτήριον, ὃ Χριστὸς ἦλθε βαλεῖν ἐπὶ τῆς γῆς, πῦρ καὶ αὐτὸς ἀναγωγῆς λόγοις καλούμενος. Ἀναλωτικὸν τοῦτο τῆς ὕλης καὶ τῆς πονηρᾶς ἐστιν ἕξεως, ὃ καὶ ἀναφθῆναι τάχιστα βούλεται. Ποθεῖ γὰρ τῆς εὐεργεσίας τὸ τάχος· ἐπεὶ καὶ πυρὸς ἄνθρακας δίδωσιν ἡμῖν εἰς βοήθειαν. Οἶδα καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ καὶ κολαστήριον· εἴτε καὶ Σοδομιτικὸν, ὃ πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον· εἴτε τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· εἴτε ὃ πρὸ προσώπου Κυρίου πορεύεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τὸ τούτων ἔτι φοβερώτερον· ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς. Πάντα γὰρ ταῦτα τῆς ἀφανιστικῆς ἐστι δυνάμεως· εἰ μή τῳ φίλον κἀνταῦθα νοεῖν τοῦτο φιλανθρωπότερον, καὶ τοῦ κολάζοντος ἐπαξίως.
37. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα· τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον, καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀντίθετον, ἐκεῖνο εἶναι ὑποκρινόμενον, ἵνα κλέπτῃ τῷ φαινομένῳ· τοῦτο καὶ σκοτία ἐστὶ, καὶ μεσημβρία δοκεῖ, τὸ τοῦ φωτὸς ἀκμαιότατον. Οὕτως ἀκούω τοῖς διαπαντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι. Τοῦτο καὶ νύξ ἐστι, καὶ φωτισμὸς νομίζεται τοῖς ὑπὸ τῆς τρυφῆς διεφθαρμένοις. Τί γάρ φησιν ὁ Δαβίδ; Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον καὶ ἠγνόουν· φωτισμὸν γὰρ εἶναι τὴν τρυφὴν ὑπελάμβανον. Ἀλλ᾿ ἐκεῖνοι μὲν τοιοῦτοι, καὶ οὕτως ἔχοντες· ἡμεῖς δὲ φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· ἔσται δὲ τοῦτο, ἐκ τοῦ σπείρειν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς (πρᾶξις γὰρ, θεωρίας πρόξενο)ς, ἵνα τά τε ἄλλα καὶ τοῦτο μάθωμεν, τί μὲν τὸ ἀληθινὸν φῶς, τί δὲ τὸ ψευδόμενον, καὶ μὴ λάθωμεν περιπεσόντες, ὡς καλῷ, τῷ χείρονι. Γενώμεθα φῶς, ὥσπερ οἱ μαθηταὶ παρὰ τοῦ μεγάλου Φωτὸς ἤκουσαν, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, λέγοντος. Γενώμεθα φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τουτέστι ζωτικὴ τοῖς ἄλλοις δύναμις. Λαβώμεθα θεότητος, λαβώμεθα τοῦ πρώτου καὶ ἀκραιφνεστάτου Φωτός. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ἡμῶν ἐπ᾿ ὄρη σκοτεινὰ καὶ πολέμια. Ἕως ἡμέρα ἐστὶν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἃ νυκτός ἐστι κλέμματα.
38. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν· μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθῶμεν τὸν ὀφθαλμὸν, ἵν᾿ ὀρθὰ βλέπωμεν, καὶ μηδὲν εἴδωλον πορνικὸν ἐν ἡμῖν αὐτοῖς φέρωμεν ἐκ φιλοπόνου θέας καὶ περιέργου. Κἂν γὰρ τῷ πάθει μὴ προσκυνήσωμεν, ἀλλὰ τὴν ψυχὴν ἐμολύνθημεν. Εἴ τις δοκὸς ἐν ἡμῖν, εἰ τι κάρφος, ἀνακαθαίρωμεν· ἵνα καὶ τὰ τῶν ἄλλων ὁρᾷν δυνώμεθα. Φωτισθῶμεν ἀκοὴν, φωτισθῶμεν γλῶσσαν· ἵνα ἀκούσωμεν, τί λαλήσει Κύριος ὁ Θεὸς, καὶ ἀκουστὸν ἡμῖν γένηται τὸ πρωινὸν ἔλεος, καὶ ἀκουτισθῶμεν ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀκοαῖς θείαις ἐνηχουμένην· ἵνα μὴ ὦμεν μάχαιρα ὀξεῖα, μηδὲ ξυρὸν ἠκονημένον, μηδὲ ὑπὸ τὴν γλῶσσαν στρέφωμεν κόπον καὶ πόνον, ἀλλὰ λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, τὰς πυρίνας γλώσσας αἰδούμενοι. Ἰαθῶμεν ὄσφρησιν, ἵνα μὴ θηλυνώμεθα, μηδὲ ἀντὶ ὀσμῆς ἡδείας κονιορτώμεθα· ἀλλ᾿ ὀσφραινώμεθα, τοῦ ἐκκενωθέντος δι᾿ ἡμᾶς μύρου πνευματικῶς ἀντιλαμβανόμενοι, καὶ τοσοῦτον ἐξ αὐτοῦ ποιούμενοι καὶ μεταποιούμενοι, ὥστε καὶ αὐτῶν ἡμῶν ὀσφραίνεσθαι ὀσμὴν εὐωδίας. Καθαρθῶμεν ἁφὴν, γεῦσιν, λάρυγγα, μὴ μαλακῶς ἐπαφώμενοι, καὶ λειότησι χαίροντες, ἀλλὰ τὸν σαρκωθέντα δι᾿ ἡμᾶς Λόγον ψηλαφῶντες, ὡς ἄξιον, καὶ Θωμᾶν κατὰ τοῦτο μιμούμενοι· μὴ χυμοῖς καὶ ὄψοις γαργαλιζόμενοι, τοῖς ἀδελφοῖς τῶν πικροτέρων γαργαλισμῶν, ἀλλὰ γευόμενοι καὶ γινώσκοντες, ὅτι χρηστὸς ὁ Κύριος τὴν κρείττω γεῦσιν καὶ μένουσαν· μηδὲ μικρὰ τὸν πικρὸν καὶ ἀχάριστον ἀγωγὸν ἀναψύχοντες, τὸν παραπέμποντα, καὶ οὐ κατέχοντα τὸ διδόμενον, ἀλλὰ τοῖς γλυκυτέροις μέλιτος λόγοις τοῦτον εὐφραίνοντες.
39. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρτίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Καλὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυνηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως αἰρόμενον. Καλὸν καὶ τὰς χεῖρας τελειοῦσθαι, καὶ τοὺς πόδας· τὰς μὲν, ὡς ἐν παντὶ τόπῳ ὁσίας αἴρεσθαι, καὶ δράσσεσθαι τῆς Χριστοῦ παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ πιστεύεσθαι λόγον διὰ τοῦ πρακτικοῦ, ὡς τὸν ἐν τῇ χειρὶ τοῦδε τοῦ προφήτου δεδομένον· τοὺς δὲ, μὴ ὀξεῖς εἶναι πρὸς τὸ ἐκχέειν αἷμα, μηδὲ εἰς κακίαν τρέχοντας· ἀλλ᾿ ἑτοίμους εἰς τὸ Εὐαγγέλιον, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ Χριστὸν ὑπονίπτοντα καὶ καθαίροντα δέχεσθαι. Εἴ τις ἐστὶ καὶ κοιλίας κάθαρσις, χωρητικῆς καὶ ἀναδοτικῆς τῶν ἐκ τοῦ Λόγου τροφῶν, καλὸν καὶ ταύτην μὴ θεοποιεῖν ἐκ τρυφῆς καὶ τῆς καταργουμένης βρώσεως· ἀλλὰ καθαίρειν ὅτι μάλιστα, καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν Λόγον Κυρίου ἐν μέσῃ δέχεσθαι, καὶ ἀλγεῖν καλῶς ὑπὲρ τοῦ Ἰσραὴλ πταίοντος. Εὑρίσκω καὶ τὴν καρδίαν καὶ τὰ ἐντὸς, τιμῆς ἀξιούμενα. Πείθει με τοῦτο Δαβὶδ, καρδίαν καθαρὰν ζητῶν ἐν ἑαυτῷ κτίζεσθαι, καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινίζεσθαι. Τὸ διανοητικὸν, οἶμαι, τούτῳ δηλῶν, καὶ τὰ τούτου κινήματα, ἢ διανοήματα.
40. Τί δὲ ἡ ὀσφύς; Τί δὲ οἱ νεφροί; Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις· ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δι᾿ ἐγκρατείας, ὥσπερ τῷ Ἰσραὴλ πάλαι, κατὰ τὸν νόμον, τοῦ πάσχα μεταλαμβάνοντι. Οὐδεὶς γὰρ καθαρῶς Αἴγυπτον ἐξέρχεται, οὐδὲ φεύγει τὸν ὀλοθρεύοντα, μὴ ταῦτα παιδαγωγήσας. Οἱ δὲ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούσθωσαν, ὅλον τὸ ἐπιθυμητικὸν πρὸς Θεὸν μεταφέροντες, ὥστε δύνασθαι λέγειν· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· καὶ, Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Δεῖ γὰρ γενέσθαι ἄνδρα ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος. Οὕτως ἂν ἡμῖν καὶ ὁ τὸ πλεῖστον τῆς ἰσχύος ἐπὶ τοῦ ὀμφαλοῦ καὶ τῆς ὀσφύος φέρων δράκων καταλυθείη, τῆς περὶ ταῦτα δυναστείας αὐτῷ νεκρωθείσης. Μὴ θαυμάσῃς δὲ, εἰ καὶ τοῖς ἀσχήμοσιν ἡμῶν, τιμὴν περισσοτέραν τίθημι, λόγῳ νεκρῶν ταῦτα καὶ σωφρονίζων, καὶ κατὰ τῆς ὕλης ἱστάμενος. Πάντα δῶμεν Θεῷ τὰ μέλη ἐπὶ τῆς γῆς, πάντα καθιερώσωμεν. Μὴ λοβὸν ἥπατος, μηδὲ νεφροὺς μετὰ τῆς πιμελῆς, μηδὲ τὸ μέρος τοῦ σώματος, μηδὲ τὸ καὶ τό. Διὰ τί γὰρ τὰ ἄλλα ἡμῖν ἀτιμαστέα; Ὅλους δὲ ἡμᾶς αὐτοὺς ἀνενέγκωμεν· γενώμεθα ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια· μηδὲ τὸν βραχίονα μόνον, μηδὲ τὸ στηθύνιον μόνον, ἀφαίρεμα ἱερατικὸν ποιώμεθα (μικρὸν γὰρ τοῦτ)ο· ἀλλ᾿ ὅλους διδόντες ἡμᾶς αὐτοὺς, ὅλους ἀντιλαμβάνωμεν· ἐπειδὴ τοῦτό ἐστι λαβεῖν καθαρῶς, τὸ τῷ Θεῷ δοθῆναι, καὶ ἱερουργῆσαι τὴν ἡμῶν αὐτῶν σωτηρίαν.
41. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ᾿ ἧς καὶ ἀλγεινὰ πάντα φέρω, καὶ τερπνὸν ἅπαν διαπτύω, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ταύτην πιστεύω σοι σήμερον· ταύτῃ καὶ συμβαπτίσω καὶ συνανάξω σε. Ταύτην δίδωμι παντὸς τοῦ βίου κοινωνὸν καὶ προστάτιν, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τοῖς τρισὶν εὑρισκομένην ἑνικῶς, καὶ τὰ τρία συλλαμβάνουσαν μεριστῶς· οὔτε ἀνώμαλον οὐσίαις ἢ φύσεσιν, οὔτε αὐξομένην, ἢ μειουμένην ὑπερβολαῖς καὶ ὑφέσεσι, πάντοθεν ἴσην, τὴν αὐτὴν πάντοθεν, ὡς ἑν οὐρανοῦ κάλλος καὶ μέγεθος· τριῶν ἀπείρων ἄπειρον συμφυΐαν, Θεὸν ἕκαστον καθ᾿ ἑαυτὸ θεωρούμενον, ὡς Πατέρα καὶ Υἱὸν, ὡς Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, φυλασσομένης ἑκάστῳ τῆς ἰδιότητος. Θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, ἐκεῖνο διὰ τὴν ὁμοουσιότητα, τοῦτο διὰ τὴν μοναρχίαν. Οὐ φθάνω τὸ ἑν νοῆσαι, καὶ τοῖς τρισὶ περιλάμπομαι· οὐ φθάνω τὰ τρία διελεῖν, καὶ εἰς τὸ ἑν ἀναφέρομαι. Ὅταν ἕν τι τῶν τριῶν φαντασθῶ, τοῦτο νομίζω τὸ πᾶν, καὶ τὴν ὄψιν πεπλήρωμαι, καὶ τὸ πλεῖον διέφυγεν. Οὐκ ἔχω τὸ μέγεθος τούτου καταλαβεῖν, ἵνα δῶ τὸ πλεῖον τῷ λειπομένῳ. Ὅταν τὰ τρία συνέλω τῇ θεωρίᾳ, μίαν ὁρῶ λαμπάδα, οὐκ ἔχων διελεῖν ἢ μετρῆσαι τὸ φῶς ἑνιζόμενον.
42. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων; Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν Υἱὸν τέμνων ἀπὸ τοῦ Πατρὸς, ἢ ἀπὸ τοῦ Υἱοῦ τὴν οὐσίαν τοῦ Πνεύματος. Τὸ γὰρ παράδοξον, ὅτι μὴ κτίσις ἐπάγεται μόνον Θεῷ παρὰ τοῖς κακῶς θεότητα ταλαντεύουσιν, ἀλλὰ καὶ αὐτὴ πάλιν ἡ κτίσις εἰς ἑαυτὴν τέμνεται. Ὥσπερ τοῦ Πατρὸς ὑποστέλλεται ὁ Υἱὸς τοῖς ταπεινοῖς καὶ κάτω κειμένοις, οὕτως ὑποστελλομένης πάλιν καὶ ἀπὸ τοῦ Υἱοῦ τῆς ἀξίας τοῦ Πνεύματος· ὡς ἂν καὶ Θεὸς, καὶ κτίσις ὑβρίζηται τῇ καινῇ ταύτῃ θεολογίᾳ. Οὐδὲν τῆς Τριάδος, ὦ οὗτοι, δοῦλον, οὐδὲ κτιστὸν, οὐδὲ ἐπείσακτον, ἤκουσα τῶν σοφῶν τινος λέγοντος. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, φησὶν ὁ θεῖος ἀπόστολος. Εἰ ἔτι κτίσματι προσεκύνουν, ἢ εἰς κτίσμα ἐβαπτιζόμην, οὐκ ἂν ἐθεούμην, οὐδὲ τὴν πρώτην μετεποιούμην γέννησιν. Τί φήσω πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας, ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων, ἢ τοῦ ἄστρου τὸν τύπον, τοῦ μικρὸν ὑπὲρ ταῦτα Θεοῦ τοῖς εἰδωλολάτραις, πλὴν κτίσματος καὶ ποιήματος· αὐτὸς, ἢ μὴ προσκυνῶν τὰ δύο, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυνῶν τὰ ὁμόδουλα; Ὁμόδουλα γὰρ, καὶ εἰ μικρὸν τιμιώτερα· ἐπεὶ καὶ ἐν ὁμοδούλοις ἐστί τις διαφορὰ καὶ προτίμησις.
43. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως· οὐ γὰρ δόξα τῷ ἐξ οὗ ἡ τῶν ἐξ αὐτοῦ ταπείνωσις. Πρὸς δὲ καὶ ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ τὸ μεῖζον λαβὼν διχοτομήσῃς τὴν φύσιν, κατὰ πάντα τῷ μείζονι χρώμενος. Οὐ γὰρ κατὰ τὴν φύσιν τὸ μεῖζον, τὴν αἰτίαν δέ. Οὐδὲν γὰρ τῶν ὁμοουσίων τῇ οὐσίᾳ μεῖζον ἢ ἔλαττον. Θέλω τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεύματος, ὡς Υἱόν· καὶ οὐ συγχωρεῖ τὸ βάπτισμα τελειοῦν με διὰ τοῦ Πνεύματος. Ἀλλὰ δέδοικας, μὴ τριθεΐαν ὀνειδισθῇς; Ἔχε σὺ τὸ ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἕνωσιν· ἐμοὶ τὴν μάχην παράπεμψον. Ἔασόν με ναυπηγὸν εἶναι, σὺ χρῶ τῇ νηί. Καὶ εἰ ναυπηγός ἐστιν ἕτερος, ἐμὲ λάβε τῆς οἰκίας ἀρχιτέκτονα· σὺ ταύτην οἴκει μετὰ ἀσφαλείας, καὶ εἰ μηδὲν ἐμόχθησας. Οὐχ ἧττον εὐπλοήσεις, ἢ οἰκήσεις τὴν οἰκίαν, ἐμοῦ τοῦ ταῦτα κατασκευάσαντος, εἰ καὶ μηδὲν περὶ ταῦτα πεφιλοπόνηκας. Ὁρᾷς τὴν εὐγνωμοσύνην ὅση; ὁρᾷς τοῦ Πνεύματος τὴν χρηστότητα; Ἐμὸς ὁ πόλεμος, ἔστω σὸν τὸ ἐκνίκημα. Ἐγὼ βαλλοίμην, σὺ δὲ εἰρήνευε, τῷ προπολεμοῦντι συνευχόμενος· χεῖρα δίδου διὰ τῆς πίστεως. Ἔχω τρεῖς λίθους οἷς σφενδονήσω τὸν ἀλλόφυλον. Ἔχω τρεῖς ἐμπνεύσεις, κατὰ τοῦ υἱοῦ τῆς Σαραφθίας, αἷς ζωοποιήσω νενεκρωμένους. Ἔχω τρεῖς ἐπικλύσεις κατὰ τῶν σχιδάκων, αἷς καθιερώσω τὴν θυσίαν, ὕδατι πῦρ ἐγείρων, τὸ παραδοξότατον· καὶ τοὺς προφήτας καταβαλῶ τῆς αἰσχύνης, μυστηρίου δυνάμει χρώμενος.
44. Τί μοι δεῖ μακροτέρων λόγων; Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθήσῃ τῆς πίστεως. Εἰ μὲν ἄλλως ἐγγέγραψαι, ἢ ὡς ὁ ἐμὸς ἀπαιτεῖ λόγος, δεῦρο, καὶ μετεγγράφηθι. Ἐγὼ τούτων οὐκ ἀφυὴς καλλιγράφος, γράφων ἃ γέγραμμαι, καὶ διδάσκων ἃ καὶ μεμάθηκα, καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. Ἐμὸς ὁ κίνδυνος, ἐμὸν καὶ τὸ γέρας, τοῦ τῆς σῆς ψυχῆς οἰκονόμου, καὶ τελειοῦντός σε διὰ τοῦ βαπτίσματος. Εἰ δὲ οὕτως ἔχεις, καὶ καλοῖς ἐνεσημάνθης τοῖς γράμμασι, φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. Μίμησαι τὸν Πιλᾶτον ἐπὶ τὸ κρεῖττον, κακῶς γράφοντα, καλῶς γεγραμμένος. Εἰπὲ τοῖς μεταπείθουσί σε· Ὃ γέγραφα, γέγραφα. Καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοῦ κακοῦ μένοντος ἀκλινοῦς, τὸ καλὸν ῥᾷστα μετακλίνοιτο· δέον εὐμετακινήτους μὲν εἶναι πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀκινήτους δὲ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ βελτίονος. Εἰ οὕτως βαπτίζῃ, καὶ κατὰ ταύτην τὴν μαθητείαν, Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, ἰδοὺ κίχρημι τὰς χεῖρας τῷ Πνεύματι. Ταχύνωμεν τὴν σωτηρίαν, ἀναστῶμεν ἐπὶ τὸ βάπτισμα· σφύζει τὸ Πνεῦμα, πρόθυμος ὁ τελειωτὴς, τὸ δῶρον ἕτοιμον. Εἰ δὲ σκάζεις ἔτι, καὶ μὴ καταδέχῃ τὸ τέλειον τῆς θεότητος, ζήτει σὸν βαπτιστὴν, ἢ καταβαπτιστήν. Ἐμοὶ δὲ οὐ σχολὴ τέμνειν θεότητα, καὶ νεκρόν σε ποιεῖν ἐν καιρῷ τῆς ἀναγεννήσεως· ἵνα μήτε τὸ χάρισμα ἔχῃς, μήτε τὴν ἐλπίδα τῆς χάριτος, ἐν ὀλίγῳ ναυαγήσας τὴν σωτηρίαν. Ὡς ὅ τι ἂν ὑφέλῃς τῶν τριῶν τῆς θεότητος, τὸ πᾶν ἔσῃ καθῃρηκὼς, καὶ σεαυτῷ τὴν τελείωσιν.
45. Ἀλλ᾿ οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος· σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ᾿ ἡμῶν τυπωθῆναι πρὸς τελειότητα; Εἴσω τῆς νεφέλης χωρήσωμεν· δός μοι τὰς πλάκας τῆς σῆς καρδίας· γίνομαί σοι Μωσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν· ἐγγράφω δακτύλῳ Θεοῦ νέαν δεκάλογον· ἐγγράφω σύντομον σωτηρίαν. Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μεινάτω· ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ κοινὸν τῶν τριῶν ἑν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πίστευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρχον, ἢ παρ᾿ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ᾿ ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ᾿ οὐχὶ τοῦ κτίσαντος. Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι᾿ οὗ σωτηρί)α, ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας· ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι· τοσοῦτον ἄνθρωπον διά σε, ὅσον σὺ γίνῃ δι᾿ ἐκεῖνον Θεός· τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύσασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον· ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς· οὐκ ἔτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. Δέχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκαθαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν· σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας. Δέκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων· ἐπειδὴ, Πίστις χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Τὰ δὲ ἄλλα εἴσω μαθήσῃ, τῆς Τριάδος χαριζομένης, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφραγῖδι κρατούμενα.
46. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία, μεθ᾿ ἧς δεχθήσῃ, τῆς ἐκεῖθεν ὑμνῳδίας προοίμιον. Αἱ λαμπάδες, ἅσπερ ἀνάψεις, τῆς ἐκεῖθεν φωταγωγίας μυστήριον, μεθ᾿ ἧς ἀπαντήσομεν τῷ νυμφίῳ φαιδραὶ καὶ παρθένοι ψυχαὶ, φαιδραῖς ταῖς λαμπάσι τῆς πίστεως, μήτε καθεύδουσαι διὰ ῥᾳθυμίαν, ἵνα μὴ λάθῃ παρὼν ἀδοκήτως ὁ προσδοκώμενος, μήτε ἄτροφοι, καὶ ἀνέλαιοι, καὶ καλῶν ἔργων ἐπιδεεῖς, ἵνα μὴ τοῦ νυμφῶνος ἐκπέσωμεν. Ὁρῶ γὰρ τὸ πάθος, ὡς ἐλεεινόν. Ὁ μὲν παρέσται, ἀπαιτούσης τῆς κραυγῆς τὴν ἀπάντησιν· αἱ δὲ ἀπαντήσονται, ὅσαι φρόνιμοι, μετὰ λαμπροῦ τοῦ φωτὸς, καὶ δαψιλεστέρας τῆς τούτου τροφῆς· αἱ δὲ ταραχθήσονται ζητοῦσαι τὸ ἔλαιον οὐκ ἐν καιρῷ παρὰ τῶν ἐχόντων. Ὁ δὲ εἰσελεύσεται δρομαῖος· αἱ δὲ συνεισελεύσονται· αἱ δὲ ἀποκλεισθήσονται, τὸν τοῦ εἰσελθεῖν καιρὸν εἰς τὸ παρασκευάσασθαι δαπανήσασαι, καὶ πολλὰ μετακλαύσονται, ὀψὲ μαθοῦσαι τὴν ζημίαν τῆς ῥᾳθυμίας, ὅταν μηκέτι ὁ νυμφὼν αὐταῖς εἰσιτητὸς ᾖ, καὶ πολλὰ δεομέναις, ὃν κακῶς ἑαυταῖς ἀπέκλεισαν· ἄλλον τρόπον μιμησάμεναι τοὺς ὑστεροῦντας τοῦ γάμου, ὃν ὁ καλὸς πατὴρ ἑςτιᾷ τῷ καλῷ νυμφίῳ, διὰ τὴν γυναῖκα τὴν νεόνυμφον, ἢ διὰ τὸν ἀγρὸν τὸν νεώνητον, ἢ τὸ ζεῦγος τῶν βοῶν, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζημιούμενοι. Οὐδεὶς γὰρ ἐκεῖ τῶν ὑπεροπτικῶν καὶ ῥᾳθύμων, οὐδὲ τῶν ῥυπαρῶς, ἀλλ᾿ οὐ νυμφικῶς ἐστολισμένων, κἂν ἐντεῦθεν ἑαυτὸν ἀξιώσῃ τῆς ἐκεῖθεν λαμπροφορίας, καὶ λαθὼν ἑαυτὸν παρενείρῃ, κεναῖς ἐλπίσιν ἐξαπατώμενος. Εἶτα τί; Ὅταν ἔνδον γενώμεθα, τότε οἶδεν ὁ νυμφίος ἃ διδάξει, καὶ ἃ συνέσται ταῖς συνεισελθούσαις ψυχαῖς. Συνέσται δὲ, ὡς οἶμαι, διδάσκων τὰ τελεώτερά τε καὶ καθαρώτερα· ὧν καὶ ἡμεῖς μεταλάβοιμεν, οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.