Εις τους κατηχουμένους
Εἰς τοὺς κατηχουμένους Συγγραφέας: |
[60.739] Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ μὲν τοῦ δρόμου ὑπομένουσι κόπον, εἷς δὲ κομίζεται τῆς νίκης τὸν στέφανον· καὶ οἱ μὲν πόνοι τοῦ ἀγῶνος καὶ οἱ ἱδρῶτες πολλῶν, τῆς δὲ χαρᾶς τὸ βραβεῖον ἑνός. Ἐν δὲ τῷ πνευματικῷ τούτῳ τῆς ἐκκλησίας χωρίῳ εἷς μὲν παρὰ πάντων τῆς εὐσεβείας ὁ δρόμος, ἰσάριθμοι δὲ τῶν τρεχόντων οἱ στέφανοι. Καὶ ξένον οὐδέν· ἀνενδεὴς γάρ τις βραβευτὴς καὶ πλούσιος ἵσταται μέσος τῶν ἀγωνιζομένων Χριστὸς, ἑκάστου μὲν τὴν προθυμίαν ὡς δρόμον δεχόμενος, ἐπίσης δὲ τὰς τιμὰς εὐτρεπίζων. Οὐ γὰρ προτιμᾶται τὸν δυνάστην, καὶ παρορᾷ τὸν πτωχεύοντα· οὐ δέχεται τὸν ἔνδοξον, καὶ τὸν ἀσθενῆ παραπέμπεται· οὐ στεφανοῖ πολιὰν, ἐξουδενοῖ δὲ νεότητα· οὐ προσμειδιᾷ τῷ δικαίῳ, προστρέχοντα δὲ τὸν ἁμαρτωλὸν ὑποβλέπεται· ἀλλὰ πᾶσιν ἴσως ἐφαπλοῖ τῶν οἰκτιρμῶν τὴν σαγήνην, πάντας ὁμοίως ἐφέλκεται τῷ τῆς εὐσεβείας δικτύῳ.
Κοινὸν γὰρ πᾶσι προστέθεικε· καὶ ὡς ἀρτίως ἠκούσαμεν, φιλανθρωπίας διάταγμα μεγαλοφώνως βοᾷ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Δεῦτε πάντες οἱ τὴν ἁλμυρὰν ταύτην τοῦ βίου διαπλέοντες θάλασσαν, ἐμοὶ τῆς σωτηρίας τοὺς οἴακας ἐμπιστεύσατε· ἔχω τέχνην διαβολικαῖς ἀντιπαλοῦσαν σπιλάσιν· ἐμπορίαν ὑμῖν ἀκλυδώνιστον προξενῶ σωτηρίας. Δεῦτε πάντες· πολὺς ἐπίκειται τῆς ἁμαρτίας χειμών· ἔστι μοι κολυμβήθρας λιμὴν ἀνθρώπους σώζων, τὸν δὲ διάβολον ἀποπνίγων. Ὢ κλήσεως τὴν ἁμαρτίαν γυμνούσης! ὢ φωνῆς πᾶσαν τὴν τοῦ δαίμονος ἁρπαζούσης οὐσίαν! ὢ φαρμάκου πρὸς ἕκαστον τῶν νοσούντων βαδίζοντος! ὢ δωρεᾶς ῥεούσης τοῖς βουλομένοις ἀκώλυτα! ὢ πηγῆς πάντας τοὺς διψῶντας ζωὴν ἐπειγομένης ποτίζειν! Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· εἴ τις διψᾷ τῆς σωτηρίας τὰ νάματα, εἴ τις τοῦ ὕδατος τοῦ ζῶντος ἐπιθυμεῖ, εἴ τις πρὸς τὴν ἀληθῆ διαλέγεται γνῶσιν, εἴ τις διψᾷ τῆς εὐσεβείας τὸ δίψος. Ἐδίψησε γὰρ καὶ Ἰούδας τῆς προδοσίας τὸ δίψος· ἐδίψησε γὰρ καὶ Ἡρώδης τῶν νηπίων τὸν ὄλεθρον, ἐδίψησεν ἡ Συναγωγὴ τοὺς φόνους τῶν προφητῶν, ἐδίψησεν Ἰεζάβελ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, ἐδίψησεν ἡ Δαλιδὰ τοῦ Σαμψὼν τὴν ἀσθένειαν, ἐδίψησεν Ἡρωδιὰς τοῦ Προδρόμου τὸ αἷμα, ἐδίψησαν τὸν Σωτῆρα Ἰουδαῖοι· ἀλλ' ἐδίψησαν δίψος πρόξενον ἀπωλείας, ἐδίψησαν δίψος παρεκτικὸν πυρετοῦ, ἐδίψησαν δίψος κολάσεως αἴτιον. Ἀλλ' εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐμὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱμόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁμαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωμα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωμᾶς τὴν ζωοποιὸν τραυμάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισμα, ἐφ' ὃ πυρακτούμενος ἐβόα πρὸς τὸν Ἀπόστολον· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Ἄκουε, κατηχούμενε· πηγὴ ζωῆς οὐ μόνον καλεῖ, ἀλλὰ καὶ παρακαλεῖ· Δεῦτε γὰρ, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Πρὸς ὅλην μου τοῦ γένους τὴν εὐεργεσίαν ηὐτρέπισμαι· ὄμβρῳ θέλω χαρισμάτων ἀφεῖναι πηγήν. Δεῦτε πάντες· κἂν μυριάδες ἀσθενῶσι, προσίτωσαν.
Μηδεὶς ἀτονεῖν με τὸν ἰατρὸν νομιζέτω τὴν οἰκουμένην ἰώμενον· οὐ κάμνω θεραπεύων, εἰ κτίζων οὐκ ὤκνησα· οὐκ ἐλέγχει μου τὴν εὐπορίαν ὁ κόσμος τὰ ἐμὰ μεριζόμενος· πένης παρέχων οὐ γίνομαι, ἁρπαζόμενος χαίρω, ἐκφορούμενος τέρπομαι· οὐκ ἐλαττοῦμαι κενούμενος, καὶ κλεπτόμενος ἥδομαι· καὶ μάρτυς ἡ αἱμόῤῥους κλέψασα, καὶ διὰ τοῦτο ψυχὴν ἅμα καὶ σῶμα στεφθεῖσα. Δεῦτε, πάντες οἱ κοπιῶντες. Εἶδες, φιλόχριστε, πόση ἡ τοῦ κτίσαντος περὶ τὸ γένος φιλοτιμία; Τί οὖν ἀμελεῖς, ὦ κατηχούμενε; τί βραδύνεις; Πρόσελθε τῷ Δεσπότῃ καλοῦντί σε. Οὐκ ἀκούεις τοῦ σοφοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερτίθου ἡμέραν ἐξ ἡμέρας· ἐξαπίνης γὰρ ἐλεύσεται ἡ ὀργὴ Κυρίου; Συντέμνει δὲ τὸν χρόνον, ἰδὼν τὴν τῶν ἀνθρώπων φύσιν ῥᾳδίως καὶ ἐν βραχεῖ τρεπομένην. Πολλοὶ γὰρ δόντες ἑαυτοὺς μικροτέραις ὑπερθέσεσι, τὴν ἐξ ἀμφοτέρων ἐλπίδα σοφῶς ἐνόμισαν ταμιευσάμενοι, μήτε τῶν προσδοκωμένων ἀμοίρησιν ἐλπίζοντες, καὶ τὸ καταχρήσασθαι τέως τῷ βίῳ κέρδος ἡγούμενοι, οἳ πρὸ τῆς ἀπολαύσεως τῶν ἀναγκαίων ἡρπάγησαν, ταῖς αἰω [60.740] νίαις ἀποδοθέντες βασάνοις καὶ κολάσεσι· καὶ ὡς ἐνόμισαν χρόνον κλέπτειν βραχὺν, ὅλην οὐκ ἐνόησαν τὴν σωτηρίαν κλεπτόμενοι, ἐξαίφνης ἀνάρπαστοι καὶ πρὸ τοῦ γήρως γενόμενοι. Διὰ τοῦτο ὁ Δεσπότης Χριστὸς κλέπτην ὠνόμασε τοῦ ἀνθρώπου τὸν θάνατον· Ὡς κλέπτης γὰρ, φησὶν, ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵν' ἡμεῖς πρὸς τὸ ἀόριστον τῆς ἐπιβουλῆς ταραττόμενοι, τὴν προθεσμίαν τοῦ πλείονος χρόνου μὴ ἐπελπίζωμεν. Οὐ γὰρ ἐξουσιάζομεν τῆς χρονικῆς ὑπερθέσεως, οὐ κυριεύομεν τοῦ ζῆσαι καιρὸν ὅσον ἐθέλομεν. Τούτου γὰρ χάριν τὴν γνῶσιν οὐκ ἐπιστεύθημεν τῆς ἑαυτῶν μεταστάσεως, ἵνα τὴν ἀμετρίαν τῶν ἁμαρτιῶν ἐλαττώσωμεν, τῇ δειλίᾳ τοῦ θανάτου σωφρονεῖν παιδευόμενοι.
Ἀριθμήσωμεν τοὺς καθ' ἑκάστην ἡμέραν προπεμπομένους ἐπὶ τὰ μνήματα, σκοπήσωμεν ὡς τοῖς γεγηρακόσι πολὺ τὸ πλῆθος τῶν νεαζόντων ἐνεμέμικτο. Διὰ τί τοίνυν, ὦ κατηχούμενε, παρορᾷς τῆς ἑαυτοῦ ψυχῆς τὴν ἀσφάλειαν, καὶ τὸν φόβον τοῦ θανάτου παραπεμψάμενος, τὸν χρόνον ὡς ἰσχυρὸν ἀγωνιστὴν ἐπαγγέλλῃ μοι; πόσοι τῶν ἀνθρώπων ἐπιτερπόμενοι ταῖς τοῦ βίου ἡδοναῖς, καὶ ἐπὶ τῆς σαρκὸς γενναιότητι, ὡς ἀμεταβλήτῳ δυναστείᾳ, καυχώμενοι, καθάπερ χοῦς ὑπὸ λαίλαπος, ἀθρόον ἐπὶ τὴν ταφὴν ἀνηρπάσθησαν! Οὐκοῦν ἐπειδὴ τὸν χρόνον ἑαυτοῖς ὁρίσαι τῆς ζωῆς οὐκ ἰσχύομεν, τὸν φόβον τῆς τελευτῆς μὴ ἑλκύσωμεν. Πόσους ῥᾳθυμήσαντας, καὶ μακροχρόνιον ζωὴν προσδοκήσαντας, ἐξαίφνης ἐμπρησμὸς κατετέφρωσε; πόσοι σεισμῷ κατεχώσθησαν; πόσους πλέοντας ἐκάλυψε θάλασσα; πόσους αἰφνίδιον τῆς γῆς ὑπεδέξατο χάσμα; πόσους ὁδοιποροῦντας ἀθρόον παρέσυραν ποταμοὶ πλημμυρίσαντες; πόσοι θηρίοις καὶ λῃσταῖς περιπεσόντες ἀπώλοντο; πόσους ἡ τῶν πολέμων ἐθέρισε μάχαιρα; πόσους ἐδαπάνησαν ἔφοδοι νοσημάτων αἰφνίδιοι; πόσοι τῆς ἑαυτῶν χωρισθέντες πατρίδος τὸ τοῦ θανάτου ἐδέξαντο σύνθημα, καὶ οὐδὲ τῆς κοινῆς ταφῆς ἠξιώθησαν; Οὐκ ἀκούεις συνεχῶς τοῦ Δεσπότου βοῶντος, καὶ τὴν ἐγγύτητα τοῦ τέλους μηνύοντος· Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται; Τίς ἡ ἀξίνη; Ὁ θάνατος. Τίς ἡ ῥίζα; Ἡ ζωὴ τοῦ ἀνθρώπου. Τίς ὁ κόπτων; Ἡ τοῦ Δεσπότου ἀπόφασις, ἥτις ἐν τῷ κόπτειν βοᾷ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκοῦν ταύτης ἀφιστάμενοι προσέλθωμεν τῷ καλοῦντι Χριστῷ· δράμωμεν ἐκ τοῦ σκότους πρὸς τὸ φῶς μεταγόμενοι, δράμωμεν πρὸς τὸν ἀναπαύοντα Κύριον, ὑποτάξαντες τὴν σάρκα τῷ πνεύματι· δράμωμεν, ἐπειχθῶμεν τοῦ θανάτου ταχύτερον, προλάβωμεν ἀγγέλους ἐπὶ τὴν ἡμετέραν ἐρχομένους παράστασιν. Ὡς λόγος ἐστὶν ὁ παρὼν βίος, καὶ ὡς σκιὰ παρατρέχει τῆς ζωῆς τὸ διάστημα.
Ὁ χρόνος δαπανᾶται, ὁ τρόπος οὐ βελτιοῦται· αἱ πράξεις προτρέχουσιν, ὁ κριτὴς περιμένει, κατεπείγει τὸ πρόσταγμα, παριστῶσιν οἱ ἄγγελοι, κατηγορεῖ ἡ συνείδησις, καὶ τί δράσομεν πρὸς κρίσιν καλούμενοι; Οὐκοῦν πολιτείας ἀγαθῆς ἐρασθῶμεν, μισήσωμεν τὴν τοῦ ἁμαρτάνειν συνήθειαν, τῆς μελλούσης ἀπολογίας φροντίσωμεν, κτησώμεθα καθαρότητα βίου· οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, αὐτοὶ τὸν Θεὸν ὄψονται. Τῶν Δεσποτικῶν ἐρασθῶμεν στεφάνων· σὺν προθυμίᾳ πολλῇ τοῦ βίου τὸ στάδιον δράμωμεν, αὐτὸν ἔχοντες συνεργοῦντα πρὸς τὸν ἀγῶνα τὸν ἀγωνοθέτην Χριστόν. Τοῖς γὰρ ἀγαπῶσι, φησὶ, τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Καὶ τὸ θαυμαστότερον ἄκουσον· Ἐν τῷ καιρῷ τοῦ ἀγῶνος ὁ Δεσπότης συναθλεῖ τοῖς παλαίουσι, καὶ ἐν τῇ ὥρᾳ τῆς νίκης βραβευτὴς προκαθέζεται, πρὸς πάλην ἀλείφει, καὶ μετ' ὀλίγον τοὺς στεφάνους αὐτὸς ἐπιτίθησι· συμπαλαίει, τῷ κάμνοντι χαρίζεται δύναμιν, παρέχει τῆς νίκης τὰς ἀφορμὰς, καὶ μετ' ὀλίγον ὡς νικητῇ τοὺς μισθοὺς ἀποδίδωσι. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ Δαυῒδ κεκραγότος· Μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Ὢ φιλανθρωπίας ἀφράστου! ὢ τῆς ὑπὲρ πάντα λόγον χρηστότητος! Βλέπε γὰρ ὅπερ λέγει ὁ Δεσπότης· Ἐν τῷ καιρῷ, φησὶ, τῆς θλίψεως μετ' αὐτοῦ εἰμι, τὴν ἀνάγκην συμμερίζομαι, ἐξαρπάζω τοῦ κινδύνου. Ταῦτα πάντα ποιῶ συναγωνιζόμενος. Εἶτα λοιπὸν ὡς βραβευτὴς καὶ Δεσπότης τὴν φιλοτιμίαν προτίθημι λέγων· Δοξάσω αὐτὸν, μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν.
Τοῦτο ποιεῖν εἴωθεν ὁ Δεσπότης καὶ ἐπὶ τὸν εὐμετάδοτον· κοι [60.741] λαίνει τὴν χεῖρα τῷ πένητι δεχομένῳ τὴν εὐποιίαν. Ὅταν ἀκούσῃς Χριστοῦ χεῖρα, νόει τὴν παλάμην τὴν βαστάζουσαν τῆς οἰκουμένης τὰ πέρατα. Ἐκτείνει τοίνυν τὴν δεξιὰν ἀποῤῥήτως, λάθρα τοὺς ὀβολοὺς ὑποδέχεται, σημειοῦται τοῦ διδόντος τὸ πρόσωπον, ἐπὶ γῆς τὴν εὐεργεσίαν λαμβάνει, καὶ ἐν οὐρανῷ τὰς ἀμοιβὰς εὐτρεπίζει. Καὶ πῶς, καὶ πότε ποιεῖται τὴν ἀντίδοσιν; Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, καθὼς ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τίθησι τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὑτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ηὕρασθε γὰρ τὸν δικαστὴν ὀφειλέτην· μὴ φοβεῖσθε τὸν θρόνον, ἀλλ' ὡς εὐεργετημένῳ τῷ καθημένῳ προσδράμετε· ὅπερ ἐξεθέμην ὑμῖν προφέρω χειρόγραφον· οὐ κρύπτω τὴν εὐεργεσίαν, ἵνα μὴ ζημιωθῆτε τὴν φιλανθρωπίαν· οὐκ ἀρνοῦμαι τὴν δόσιν· πρὸς γὰρ τὴν ἀνταπόδοσιν σπεύδω. Δεῦτε ὑμεῖς, τὸν σπόρον τῶν οἰκτιρμῶν ἐπεδείξασθε, ἐγὼ τὸ θέρος τῆς χαρᾶς ὑμῖν προητοίμασα. Εἰπὲ, Δέσποτα, τὴν αἰτίαν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μηδεὶς οὖν ὡς ἄπορον παραπεμπέτω τὸν πένητα· πεινῶντα γὰρ παρορᾷ τὸν Δικαστὴν τῶν μελλόντων [60.742] αἰώνων. Κτησώμεθα τοίνυν χρεώστην τὸν μέλλοντα κρίνειν ἐκεῖ. Ὁ ἐλεῶν γὰρ, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Τῆς ἐκ δεξιῶν μερίδος ἄξιοι γενέσθαι σπουδάσωμεν, μισήσωμεν τὴν βδελυρὰν τῶν ἐρίφων συγγένειαν, τῶν ἀρνῶν τὴν κοινωνίαν μεταδιώξωμεν· ἔχομεν γὰρ ἐξουσίαν τὴν ἐπιλογὴν τοῦ βελτίονος.
Διὰ τοῦτο γὰρ ἡμῖν ὁ κριτὴς προηγόρευσε Δεσποτικὸν ἐκεῖνο καὶ φοβερὸν δικαστήριον, καὶ αὐστηρίαν τῆς ἀποφάσεως, ἵνα τὸ κακῶς παθεῖν ἐκ τοῦ μαθεῖν τὴν ἀπειλὴν ὑπεκκλίνωμεν. Μὴ παραδράμωμεν τὸ τοῦ Παύλου παράγγελμα τὸ φάσκον· Πορισμὸς μέγας ἡ εὐσέβεια. Οὐχ ὑπόκειται λογοθεσίῳ (ἐν καιρῷ δὲ νοεῖ Δικαστοῦ αὐστηρίαν)· οὐ δέδοικε κατήγορον ἐπὶ τοῦ θρόνου κραυγήν· οὐκ ἐκδέχεται κατάγνωσιν, ἀλλ' ἀναμένει παράκλησιν· ἔστι γὰρ ἀνενδεὴς ἀπόλαυσις ἀγαθῶν, ἀναφαίρετος πλοῦτος, τιμὴ ἀδιάδοχος, κέρδος ἀταμίευτον, προβαδίζον βοήθημα, συνοδεύουσα χάρις, θεραπεία καρδίας, ψυχῆς ἀγαλλίασις, συνειδότος γαυρίαμα, ἀπολογία εὐπρόσιτος, ἀφορμὴ παῤῥησίας. Ἡ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν· ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης, ἧς καὶ ἡμεῖς ἐπιτυχεῖν καταξιωθείημεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.