Μετάβαση στο περιεχόμενο

Εις την χειροτονίαν Δοαρών

Από Βικιθήκη
Λόγος ιγ΄. Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσα Εὐλαλίῳ ἐπισκόπῳ.
Συγγραφέας:


1. Δέξασθε τὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλάχιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος· πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ Δεσπότης Θεὸς τῇ δικαίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. Δέξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳ ποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖς ὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κωλύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέραν εὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι· ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον. Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυμαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελλεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς τοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶς εἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.

2. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳ λαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέτραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ, χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτο γὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι, καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκ ἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέμως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκε τὸν Γολιὰθ κατὰ τοῦ μεγάλου Δαβὶδ τολμήσαντα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶν γιγάντων. Διὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχαρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομεν βάλλειν μάχαιραν, ἀλλ᾿ εἰρήνην. Οὐκ ἤλθομεν ἐπ᾿ ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμπρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφαλὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμενοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶν Ἐκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα, οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξων ἐλάττωσιν.

3. Τί φῂς, ὦ παῖ Δαθὰν καὶ Ἀβειρὼν, καὶ στρατηγὲ ἀσωφρόνιστε, ὁ κατὰ Μωϋσέως τολμήσας, καὶ χεῖρας ἐπαφεὶς ἡμῖν, ὥσπερ ἐκεῖνοι τὰς γλώςσας τῷ μεγάλῳ θεράποντι; Οὐκ ἔφριξας; Οὐκ ἐνετράπης; Οὐκ ἔῤῥευσάν σοι ταῦτα διανοουμένῳ κατὰ γῆς αἱ σάρκες; Εἶτα τὰς χεῖρας ταύτας ἀνατείνεις τῷ Θεῷ; Εἶτα δῶρα προσάξεις; Εἶτα ὑπερεύξῃ λαοῦ; Φοβοῦμαι μή ποτε τοσοῦτον ἡ ῥομφαία τοῦ Θεοῦ κατιωθῇ, καὶ ἠρεμήσειεν. Οὔτε τῷ ποιμένι τῷ σῷ μέγα τι ἐχαρίσω, καὶ σαυτὸν τὰ μέγιστα ἐζημίωσας, ἀλλοτριώσας σεαυτὸν τῆς τοῦ Θεοῦ χάριτος.

4. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦρό μοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃν προσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπίστευσεν. Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸν θρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγάλων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσει τοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς τὸ δύςκτητον. Ἤκουσας τοῦ εἰπόντος, Ὅτι δεῖ ἡμᾶς διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· εἰπὲ καὶ αὐτός· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὢ τοῦ θαύματο!ς Τὸ ἑσπέρας· ηὐλίσθη κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Ἔα ληρεῖν τοὺς πολεμοῦντας καὶ περιχάσκειν, ὡς κύνας ὑλακτοῦντας διακενῆς· ἡμεῖς δὲ μὴ πολεμώμεθα. Δίδασκε προςκυνεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τρισὶν ὑποστάσεσιν, ἐν μιᾷ δόξῃ τε καὶ λαμπρότητι. Τὸ ἀπολωλὸς ἐκζήτει· τὸ ἀσθενὲς ἐνίσχυε· τὸ ἰσχυρὸν φύλασσε. Τοσαύτην ἀπαιτοῦμέν σε τὴν ἐν τοῖς πνευματικοῖς εὐδοκίμησιν, ὅσην ἐπὶ τῶν κοσμικῶν συνέγνωμεν. Τὴν μὲν οὖν τελεωτέραν ὅπλισιν δέχοιο παρὰ τῶν μειζόνων στρατηγῶν, δι᾿ ἧς δυνήσῃ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ παραστῆσαι τῷ Κυρίῳ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.