Μετάβαση στο περιεχόμενο

Εις την γεγομένην έφοδο των βαρβάρων και εις την αυτών αστοχίαν

Από Βικιθήκη



Εἰς τὴν γενομένην ἔφοδον τῶν βαρβάρων καὶ εἰς τὴν αὐτῶν ἀστοχίαν



Τῶν ζωγράφων τις εἰ θέλει τὰ τῆς μάχης τρόπαια δεῖξαι, τὴν Τεκοῦσαν ἀσπόρως μόνην προτάξοι καὶ γράφοι τὴν εἰκόνα· ἀεὶ γὰρ οἶδε τὴν φύσιν νικᾶν μόνη, τόκῳ τὸ πρῶτον καὶ μάχῃ τὸ δεύτερον· ἔδει γὰρ αὐτήν, ὥσπερ ἀσπόρως τότε, οὕτως ἀόπλως νῦν τεκεῖν σωτηρίαν, ὅπως δι' ἀμφοῖν εὑρεθῇ καὶ παρθένος καὶ πρὸς μάχην ἄτρεπτος ὡς πρὸς τὸν τόκον. ἐγὼ δὲ μικροὺς τῶν ἀγώνων, ὡς ῥόδα, λόγους συνάξας ἐξ ἀκανθῶν τῆς μάχης, σοὶ τῷ φυτουργῷ τῶν φρενοσπόρων λόγων τούτους προσάξαι συμφερόντως εἱλόμην, ὅπως ὁ μακρὸς μὴ παρεκλύσῃ χρόνος τὰ τῶν καθ' ἡμᾶς θαυμάτων κινήματα. ἤδη μὲν ὥσπερ δυσγενεῖς ἀποσπάδες Τούρκων ἀποσχισθέντες ἄγριοι κλάδοι, καὶ τοῖς καθ' ἡμᾶς εὐγενεστάτοις τόποις παρεντεθέντες ὥσπερ ἐμφυλίσματα, καρποὺς παρεβλάστησαν ἐν τοῖς ἡμέροις φυτοῖς ὑποτρέφοντας ἀγρίαν φύσιν. ἐπεὶ δὲ λοιπὸν ἐκταθεῖσα τῶν κλάδων ἡ ῥίζα τῆς γῆς τοὺς ὅρους ὑφήρπασεν, ὕλη δὲ πολλῶν βαρβάρων ἐγίνετο, οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη, ἀλλ' ὥσπερ εἰς γῆν ἐμπεσοῦσαι λαμπάδες ἡ φλὸξ ἐκείνου τοῦ γένους ἀνημμένη τὸ τερπνὸν ἄνθος τῶν τόπων ἐβόσκετο. ὅμως ἐπισχεῖν τὴν τοσαύτην ἀγρίαν ὁ Ποντογείτων Ἴστρος ἴσχυσεν μόλις ὡς ῥευστὸν ἀντίφραγμα καὶ τεῖχος νέον· τεῖχος γὰρ αὐτοῖς ἀντέβη τὰ κύματα καὶ φραγμὸς ἑστὼς εἰς ἀείδρομον φύσιν. τέως μὲν οὖν τὸ ῥεῖθρον ἀγράφῳ κρίσει τούτους μεσάζον τοὺς ὅρους ἐπήξατο, ὅσην δὲ λοιπὸν ἡ πολιτεία βλάβην ἐκ τῶν ἀθέσμων βαρβάρων ὑφίστατο, τῶν μὲν θελόντων τοὺς πεπηγμένους ὅρους ἀεὶ σαλεύειν, τοῦ δὲ Ῥωμαίων κράτους εἴργοντος αὐτοῖς τὰς καθ' ἡμῶν εἰσόδους. ἔμπροσθεν ἄλλοις εὐσυνόπτως ἐγράφη ὅσοις ἔδειξε συμπαρέρπων ὁ χρόνος τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν· ἐγὼ δὲ τοῖς ἔναγχος ἐντυχὼν χρόνοις αὐτοπροσώπως πραγμάτων ἐφάπτομαι, εἴπερ τις ἡμῖν ἔνθεος δοίη χάρις τῇ τῶν τοσούτων πράξεων ἀμετρίᾳ στολὴν παρασχεῖν τεχνικῆς εὐμετρίας. μόλις μὲν οὖν ἔσβεστο τῆς τυραννίδος ὁ δυσκάθεκτος καὶ βιοφθόρος δράκων ὃς ἦγε πολλοὺς εἰς τὸ βλάπτειν αὐχένας ὕδρας ἐκείνης τῆς λαλουμένης πλέον, οἳ μέχρι νῦν σπαίρουσι καὶ τετμημένοι φύουσιν αὖθιςοἱ γὰρ ἰχῶρες πάλιν στάζοντες ὠδίνουσι τὴν καινὴν βλάβην· καὶ ταῦτα πολλῶν πολλάκις τετμημένων ἐκ τοῦ παρ' ἡμῖν εὐσεβοῦς Ἡρακλέους. ὅμως δὲ ταύτην τὴν ἀφορμὴν ἡ νόσος ἐκ τῶν καθ' ἡμᾶς προσλαβοῦσα πραγμάτων πολλὰς ἐποίει τῶν μερῶν διαιρέσεις καὶ τοῖς ἑαυτῶν αἵμασιν πεφυρμένον ὅλον τὸ σῶμα τοῖς πόνοις ἐβόσκετο. ἐντεῦθεν ἡμᾶς, ὡς μέλιτται, βάρβαροι κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην σπουδὴν μὲν εἶχον πᾶσαν ἐξᾶραι πόλιν, πρώτην δὲ τὴν Ἄνθουσαν ὡς πρώτην πόλιν. ἕως μὲν οὖν ἡ ῥίζα τῆς ἀποσπάδος ἐν τοῖς ὑφαρπαγεῖσι τῶν Σκυθῶν τόποις τὸ τοῦ γέροντος ἐθρασεύετο θράσος, ἄχθος μὲν εἶχεν ἐξ ἀνάγκης ἡ Πόλις, ἀλλ' ἦν τὸ λυποῦν τῷ δοκεῖν ὡρισμένον· κουφίζεται γὰρ καὶ τὸ τῆς βλάβης βάρος εἰ μέτρον οἶδεν ἐν κακοῖς,ὡρισμένον· οὕτω μὲν οὖν τὸ τακτὸν εἴχομεν βάρος ἕως τὸ γῆρας τὸν Σκύθην παρεκράτει. ἐπεὶ δὲ τὸν χοῦν ἀντεπῆρεν ἡ κόνις καὶ πρὸς τὸν οἶκον τῆς ταφῆς ὡδοιπόρει, τὴν γῆν <δ'> ὑφέλκων ἐξ ἐκείνης εἵλκετο, μετῆλθεν αὖθις εἰς τὸν ἄγριον βίον τῆς ὠμότητος τοῦ πεσόντος ὁ κλάδος· παλινδρομεῖν γὰρ οἶδεν Εὐρίπου δίκην εἰς τοὺς ἀγωγοὺς τοὺς ἑαυτῆς ἡ φύσις, εἰ καί τις αὐτὴν ἐκ βίας ἐναντίαν ποιεῖν ἑαυτῇ τὴν ῥοὴν ἀναγκάσει. ἐντεῦθεν ἡμῖν ποῖος ἀρκέσει λόγος ἢ νεῦρα φωνῆς ἢ δεκάγλωττον στόμα δι' οὗ φράσαιμι τὸ ξενόσπορον τέρας τὸ τοῦ γέροντος δυσκάθεκτον ἔγγονον, ἢ τὸν κεραυνὸν ἢ τὸν ἔμψυχον σάλον ᾧ γλῶττα μὲν πρόσεστι συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλουτον χάριν, πίστιν δὲ ποίαν καὶ λόγου καὶ πράγματος ὁ πάντα πράττων συμφερόντως δεσπότης παρῆκεν ἢ μεθῆκεν εἰς ὑπερθέσεις θέλων μαλάξαι τὴν ἀσύνθετον φύσιν σχέσει λογισμῶν, δωρεῶν ὑποσχέσει, πειθοῖ τὰ πρῶτα καὶ λόγῳ τὰ δεύτερα; ποίαν δὲ γλώττης οὐκ ἐκίνησεν λύραν ἐκ τῆς ἐν αὐτῷ μουσικῆς ἡρμοσμένην, ᾗ πείθεται μὲν πολλάκις καὶ θηρία, πραΰνεται δὲ καὶ τὸ δημῶδες θράσος ὃ μυρίων τις εὐπορήσας Ὀρφέων οὐκ ἂν μαλάξοι; καὶ γὰρ ἐργωδέστερον ἄνθρωπον ἕλξαι τοῦ μαλάξαι θηρία. ὅμως ἐνίκα τῇ κρίσει τοῦ χείρονος ὁ βάρβαρος νοῦς τὴν κακὴν νίκην ἔχων· ὁ μὲν γὰρ αὐτοῦ τὰς μελανθεί<σ>ας φρένας ἔργων φιλέχθρων ἐκκαθαίρειν ἠξίου, ὁ δ' αὖ γε διπλοῦς Αἰθίοψ ἐγίνετο. ἐπεὶ δὲ λοιπὸν ὡς ἀλώπηξ τοὺς δόλους ὑπῆλθεν ἐνδὺς τὴν κακὴν ἀπιστίαν, ἔξω μὲν ὄψιν ὡς πρὸς εἰρήνην πλάσας ἔσω δὲ λυττῶν ὥστε κλέψαι τὴν μάχην, καὶ πρὸς τὸ τεῖχος ἦλθεν ὡς εἰς συμβάσεις τέχναις ἐνόρκοις συγκαλύψαι τὸν δόλον, καὶ τῷ μὲν εὐτρέπιστο τόξα καὶ μάχη ἡμῖν δὲ δῶρα καὶ πρὸς εἰρήνην λόγοι, μετῆλθεν ἡμᾶς οὐχ ὁ βάρβαρος δόλος ἀλλ' ἡ καθ' ἡμᾶς συγγενὴς ἁμαρτία· ὅμως τὰ πολλὰ τοῦ πάθους σιγητέον· λυπεῖν γὰρ οἶδε καὶ λαλούμενον πάθος. ἀλλ' εἶμι λοιπὸν πρὸς τὰ τῆς νεωτέρας μάχης τρόπαια, καὶ πάλιν δὲ συμμάχου τῆς σῆς προσευχῆς εὐποροῦντες οἱ λόγοι ὡς πρὸς συνήθη καὶ φιλεύδιον πόρον ἄγουσι πρὸς σὲ τὴν λαλοῦσαν ὁλκάδα. ὦ πάντα πράττων ὥστε μὴ στεῖράν ποτε ψυχὴν παρελθεῖν, ἀλλὰ <καὶ> σπείρων ἀεὶ καὶ τεκνοποιῶν τῷ Θεῷ καθ' ἡμέραν καὶ παρθενεύων καὶ πλέον μήτηρ μένων μάλιστα γὰρ νῦν πάντας ὠδίνεις μόνος καὶ πᾶσά σοι γῆ σπαργανοῦται καὶ Πόλις, ταύτης δι' ὑμῶν ἐκ Θεοῦ σεσωσμένης, χαῖρε, στρατηγὲ πρακτικῆς ἀγρυπνίας· σὺ μὲν γὰρ ἑστὼς ἐξ ἑτοίμου καρδίας μηδὲν λαλῶν ἔφραζες, ἡ δὲ σὴ στάσις πτῶσις κατ' ἐχθρῶν εὐθέως ἐγίνετο. χαῖρε, στρατηγὲ τῶν ἐνόπλων δακρύων τῶν πυρπολούντων τὸ θράσος τὸ βάρβαρον· ὅσον γὰρ ἁπλοῖς τὰς ῥοὰς τῶν ὀμμάτων, τοσοῦτον εἴργεις τὰς ῥοὰς τῶν αἱμάτων· ὁρῶν γὰρ ἡμῶν τοὺς ἀκανθώδεις ῥύπους ἐκ τῆς ἀκάρπου τῶν κακῶν κακουργίας πρὸς καῦσιν ἤδη καὶ φθορὰν ἠπειγμένους, φθάνεις τὸ πῦρ μὲν ὡς πρὸς ὕλην ἡμμένον πρὸς δ' αὖ τὰ δένδρα τὴν τομὴν τεθειμένην, πηγὰς δὲ τῶν σῶν ἐξανοίξας ὀμμάτων ἄρδεις τὰ χέρσα καὶ δροσίζεις τὴν φλόγα, καὶ τὰς ἀκάρπους καρδίας μετειργάσω καρποὺς ἐνεγκεῖν ἐξ ἐπομβρίας ξένης. ᾔδεις γάρ, ᾔδεις, ὡς γεωργῶν τὰς φρένας, ὡς οὐκ ἔνεστιν εὐφορῆσαι καρδίαν, εἰ μὴ καθαρθῇ πρῶτον ἀμπέλου δίκην, ἔπειτα πυκνὸν ἐκχέοι τὸ δάκρυον οὕτω τε λοιπὸν ἐκκαλοῖ τοὺς ὄμφακας· πλὴν οὐδὲ ταύτης ἐντελὴς εὐκαρπία ἕως ὁ βλαστὸς προσλαβὼν τὸν ἥλιον καὶ μηδὲν ὠμὸν εὑρεθῇ τῆς ἀμπέλου. ἡμᾶς δὲ τῆς σῆς πίστεως ἡ θερμότης καὶπρὶν γενέσθαι τοὺς συνήθεις ὄμφακας καρποὺς ἐνεγκεῖν ὡρίμους ἠνάγκασε. θέλω δὲ τούτων τὰς ἀφορμὰς τῶν λόγων ὡς τὴν ἔναγχος ἱστορῆσαί σοι μάχην, ἀλλ' ἐξ ἐναύλου τοῦ φόβου συστέλλομαι καὶ μηδὲν εἰπεῖν ὡς θέλω βιάζομαι· ὅμως ὁ πάντων εἰκονογράφος λόγος καὶ ταῦτα μέτροις τεχνικοῖς συναρμόσοι, ὡς παντὸς ἔργου πρακτικὸς καλλιγράφος. ἡ μὲν ζάλη σφύζουσα τῶν ἐναντίων ἐπῆλθεν ἡμῖν, ὡς ἄμετρα κύματα, τὴν ψάμμον ἐκπτύσασα τὴν τῶν βαρβάρων· τὸ γὰρ κακὸν φύσημα τῆς Θρᾴκης ὅλης χειμῶνα πολλῶν ἐκ νεφῶν συνημμένον ἤγειρεν ἡμῖν ἐξ ἀνάγκης ἐν θέρει· ἐπεὶ δὲ λοιπὸν πλησίον τῆς ὁλκάδος τῆς σῆς προ<σ>ῆλθεν ἡ ζέσις τοῦ πνεύματος καὶ πανταχοῦ κίνδυνος ἦν ἠρτυμένος πᾶν γὰρ τὸ κύκλον τοῦ σκάφους ἐβάπτετο, αὐτὸς παριστὰς τοῖς ἐπιπλώταις ὅλοις ἄνω τε ποιῶν ἐκτενῶς τὸν αὐχένα πᾶσιν παρῄνεις ὥστε τῆς ἁμαρτίας ἄχρηστον ὄντα μὴ παρέλκειν τὸν στόλον, ἀλλ' ἐκβαλεῖν ἕκαστον ἐκ τῆς καρδίας τὰ τῶν περιττῶν φορτίων βαρήματα, μή πως κατασπασθεῖσα τῷ δεινῷ βάρει ἡ κοσμικὴ ναῦς ζημιώσῃ τὸν βίον. καὶ ταῦτα πράττων εἰς ἀΰπνους ἡμέρας καὶ πᾶσα γὰρ νὺξ ἔργον εἶχεν ἡμέρας, μόνος τοσοῦτον ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτησε συμπεφυρμένη. Σλάβος γὰρ Οὕννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ γλωττῶν ἔχοντες καὶ τόπων μερίσματα καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι μίαν καθ' ἡμῶν ἀντεκίνησαν μάχην καὶ τὴν ἑαυτῶν ἠξίουν ἀπιστίαν ἔχειν καθ' ἡμῶν πίστιν ἠκριβωμένην· ἔνθεν μὲν οὖν ἔβραζεν ἡ Σκυθοτρόφος Σκύλλα σφοδρῶς ζέσασα, τῆς δὲ Περσίδος ἐκεῖθεν ἡ Χάρυβδις ἀντήχει μέγα· μέσος δὲ τούτων, οὐ πλανήτης ὡς πάλαι, ὁ τῶν δόλων ἐκεῖνος ἦν βουληφόρος· ἀλλ' αὐτὸς ἕλκων ἀπλανῆ τὴν ὀρθίαν καὶ λευκὰ τείνων τῶν λογισμῶν ἱστία τῇ κοσμαγωγῷ συνδιέπλεις ὁλκάδι· καὶ ταῦτα μὲν δὴ πρὸς τὰ τῆς θαλαττίας ὁρμῆς τὰ θεῖα δεικνύει τεχνάσματα. ἐπεὶ δὲ λοιπόν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς Γηγενεῖς πλάττουσι τοὺς ψευδοσπόρους, τῆς γῆς ὁ πυθμὴν βαρβάρους ἀνέπλασε, καὶ πρὸς τὰ τείχη τῆς Φιλοξένου πύλης πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα ὀκτὼ συναθροίζοντα μυριαρχίας, παρῆν δὲ σάλπιγξ καὶ βέλη καὶ φάσγανα, πῦρ καὶ χελῶναι καὶ διᾴττοντες λίθοι νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις· καὶ πᾶσιν ἦν ἄπιστος ἡ σωτηρία, ὅσην παρ' ἡμῖν αὐτὸς εἶχες ἐλπίδα σφίγγουσαν ἡμῶν τὴν ἐπὶ σφαίρας τύχην. ἐγὼ δὲ ταῦτα συγκαλύψαι σοι θέλων οὐκ ἠγνόουν γὰρ ὡς λαθεῖν καὶ νῦν θέλεις σιγᾶν ἔμελλον· ἀλλ' ὁ νοῦς ἠρυθρία κλέψαι τοσούτους εἰσορῶν συνειδότας. οὐκοῦν ἀνάσχου· δυσχερὲς γὰρ εἰκότως κοινὴν καλύψαι καὶ λαθεῖν ὑποψίαν· εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρειταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις. τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα τομώτερον τρέχουσαν ἀστραπῆς τάχους, πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα· καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων· καὶ ταῦτα μὲν δὴ μικρὸν ὕστερον πάλιν εἶχεν κατ' ἐχθρῶν ἐμφανέστερον πέρας. οὐ μὴν παρεῖδεν ἡ τομωτάτη φύσις ἀπὼν παρεῖναι τοῖς πόνοις ὁ δεσπότης, ἀλλ' εἰς τοσοῦτον ἐγγὺς ἦν τῶν φροντίδων ὅσον μεταξὺ τῶν τόπων ἀφίστατο· ἤδη γὰρ εἶχε τρεῖς ἐτῶν περιδρόμους καταστρατηγῶν τῆς ἀθέσμου Περσίδος ἐκδούς τε τὸν νοῦν εἰς ἀμηχάνους τόνους, ὃν οὔτε χειμὼν καυστικὴν ἔχων ζέσιν ἔπεισε δοῦναι τοῖς ἀγῶσιν ἀργίαν οὐδ' αὖ γε μητρὸς ἐξενεύρωσεν πόθος μικρὰν παρασχεῖν τοῦ χρόνου pροθεσμίαν, οὐδ' ἀντανεῖλεν αὐτὸν ἔμφυτος βία τέκνων τοσούτων, οὐδὲ σώματος μάχη κουφισμὸν εὑρεῖν ἀξιοῦσα τῶν πόνων, ἀλλ' ὢν ἀπαύστως ἐν μέσῳ τῶν βαρβάρων, ὡς εἰς ἀκάνθας ἐμπεπλεγμένον ῥόδον, καὶ πρὶν δι' ἡμᾶς Περσικὴν κινῶν μάχην πάλιν δι' ἡμᾶς ψυχικὴν εἶχεν μάχην· καὶ ταῖς ἐπ' ἄμφω προσβολαῖς ἐσφιγμένος, ἀφεὶς τὸν ἐγγύς, εἶχε τὸν μακρὰν πόνον. ἐντεῦθεν ἡμᾶς τῇ φορᾷ τῶν γραμμάτων ὑπεξανῆπτεν, οἷα πῦρ ἀναγκάσαν ἀργοῦσαν ὕλην ἐκπυροῦσθαι πρὸς φλόγα, πυκνῶς κελεύων ἀσφαλεῖς μὲν τὰς βάσεις τὰς πρὸς τὸ τεῖχος εὐτρεπίζειν, ὡς ἔδει, κτίζειν δὲ πύργων ἐκφορὰς ὑπαιθρίους φραγμούς τε ποιεῖν καὶ πεπηγμένους πάλους προσαντιβάλλειν καὶ πλέκειν τεῖχος νέον πλοκάς τε ποιεῖν τοξοτῶν τε καὶ λίθων ταχυδρομούσας μηχανὰς καὶ συνθέσεις· καὶ τὰς ἐνόπλους εὐτρεπίζειν ὁλκάδας, ἃς καὶ πρὸ πολλοῦ συγκροτῶν οὐκ ἠμέλει. τὸ γὰρ πρόσωπον μὴ θέλων ἰδεῖν μάχης ἕτοιμον εἶχεν ἐξ ἀνάγκης τὴν μάχην, στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας καὶ τῆς καθ' αὑτὸν ἀσφαλείας ἠμέλει, μόνην νομίζων ἀσφαλῆ σωτηρίαν εἴπερ τὸ κοινὸν εὑρεθῇ σεσωσμένον· σχεδόν τε πάσας τὰς ἑαυτοῦ φροντίδας εἰς τὰς δι' ἡμᾶς ἀντανῄρει φροντίδας, κίνδυνον ὥσπερ ψυχικὸν δοκῶν ἔχειν εἰ μὴ δι' ἡμᾶς πάντα κίνδυνον πάθοι. οὕτως ἕκαστα καὶ κελεύων καὶ γράφων προϊστόρει μὲν τῷ λόγῳ τὰ πράγματα, ἐζωγράφει δὲ μὴ παρὼν τὰ τῆς μάχης, τάττων, στρατηγῶν, μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ πολιτῶν καὶ ξένων καὶ τῶν ἐν ἀρχαῖς καὶ μεγίσταις ἀξίαις ὑποδραμόντων τοὺς ἑκουσίους πόνους. ἔδει γάρ, οἶμαι, τὸν τοσοῦτον δεσπότην ἔχειν τοσούτους εἰς ἀνάγκην οἰκέτας, οἳ τὰς κελεύσεις τῶν σοφῶν βουλευμάτων μαθόντες ἔργα τοὺς λόγους ἐδείκνυον. οὕτως ἀεικίνητος ὢν ὁ δεσπότης τάχει λογισμῶν καὶ φρενῶν ἀπληστίᾳ πόρρωθεν ἐγγὺς τῇ Πόλει παρίστατο καὶ ταῖς μερίμναις πανταχοῦ συνῆν μόνος ὡς εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσας. ὅμως τὸ πλῆθος τῶν πόνων σου, δέσποτα, εἰς καιρὸν ἡμῖν εὔθετον τηρετέον ἐν ᾧ παρούσης τῆς γαλήνης ἐν μέσῳ εὔκαιρος ὁ πλοῦς ταῖς ἀβύσσοις τῶν λόγων. ἐπεὶ δὲ φρικτὸν ἡ περίστασις φόβον εἶχε βλέπουσα τῆς μάχης τὰ κύματα, ἔδοξε τοῖς ἄρχουσι, τοῖς ὑπηκόοις καὶ τῷ μαγίστρῳ τῶν ἐνόπλων ταγμάτων ἀεὶ γὰρ ὑμῖν εἰς τὸ πᾶν συνημμένοι τὰ κοινὰ σὺν σοὶ τῶν πόνων ἐβάστασαν καθ' ἡμέραν τρέχοντες ὡς ὁδοιπόροι καὶ συμπαρόντες τῇ πολυπλόκῳ μάχῃ ὅπλοις λογισμῶν, τακτικαῖς ἀγρυπνίαις, καίτοιγε ταῦτα μὴ πονοῦντες ἐξ ἔθους, ὅπερ μάλιστα τοὺς πόνους ποιεῖ πόνους παρ' οἷς τὸ μοχθεῖν εἰς μάχην οὐ γίνεται, ὅμως ἔδοξεν ὥστε πρὸς τοὺς βαρβάρους ἄνδρας σταλῆναι παντὸς ἔργου καὶ λόγου πολλὴν ἀποστάζοντας εὐαρμοστίαν προσαγγελοῦντας ὥστε λῦσαι τὴν μάχην πέρας τε κοινῶν συντεθῆναι φροντίδων. τούτων παρ' ἡμῖν τακτικῶς κινουμένων τὸ Περσικὸν φρύαγμα σὺν δόλῳ πάλιν στέλλουσι κλέπτας τῆς θαλάττης ἀγγέλους σπεύδοντας ὥσπερ ἠκονημένον ξίφος θήγειν καθ' ἡμῶν τὸ ξίφος τὸ βάρβαρον. ἐπεὶ δὲ συνδραμόντες ἐξ ἀδηλίας ἐκεῖθεν ἔνθεν οἱ σταλέντες ἄγγελοι εἰς ἓν μέρος συνῆλθον ἐκ τόπων δύο, ὁ βάρβαρος μὲν ὡς ὁμοῦ δεδεγμένος πρέσβεις τοσούτους καὶ πρὸς ὄγκον ἠρμένος συνῆψεν ἄμφω· τοῦτο δὴ δόξης χάριν τὸ δ' αὖ γε πλεῖστον ἐκφοβεῖν ἡμᾶς θέλων. ὁ Περσικὸς γὰρ ἐξανῆπτεν οἰκέτης τὸν θυμόν, ὡς πῦρ ἐκ πυρός, τοῦ βαρβάρου, καὶ χιλίους μὲν συμμάχους ὑπέσχετο, ἡμᾶς δὲ δεινοῖς ἐξεφαύλισεν λόγοις συνέστρεφέν τε συλλαβὼν τῷ βαρβάρῳ γνώμας ἐνόπλους καὶ τεθηγμένους λόγους· τούτοις ὑπαχθεὶς τοῖς λόγοις ἐτέρπετο ὁ τῶν Σκυθῶν τύραννος, ἡ πρώτη βλάβη. ὅμως ὁ πάντων ἀσφαλὴς Ζυγοστάτης καὶ τοῦτον αὐτοῦ tὸν σκοπὸν παρ' ἐλπίδας εἰς τὴν κατ' αὐτοῦ συμφορὰν ἀντιστρέφει· δέον γὰρ αὐτὸν συγκαλύψαι τὸν δόλον σιγῇ τε κρύψαι τοὺς λαθόντας ἀγγέλους· ποιεῖ τὸ κρυπτὸν ἐμφανὲς καὶ γίνεται σύμβουλος ἐχθρὸς καὶ κατήγορος φίλος. ἐπεὶ γὰρ ἦλθον οἱ καλῶς ἐσταλμένοι ἀμήχανον μὲν τὸν πρὸς εἰρήνην λόγον φήσαντες εἶναι τὸν σκοπὸν τοῦ βαρβάρου, τὸν Περσικὸν δὲ μὴ διαδρᾶσαι δόλον, φυλάττεται μὲν τῆς θαλάττης ἡ θύρα τὰς εἰσόδους κλείσασα ταῖς διεξόδοις, ἁλίσκεται δὲ συντόμως τὰ κλέμματα καὶ νυκτὸς ἔργον φῶς ἀνέσχεν ἡμέρας· κοινὸν γὰρ εἶχον πένθος ἐξ ἑνὸς τρόπου τὸ Περσικόν τε καὶ τὸ βάρβαρον γένος τοὺς ἀνταμοιβοὺς προσδοκῶντες ἀγγέλους. ἐπεὶ δὲ λοιπὸν τῆς μάχης ἡ κυρία πρὸς τὴν κρίσιν συνῆλθε τὴν θεόγραφον, πάλιν σὺ κάμνεις· οὐ γὰρ ἀσκόπως φθάσας τῆς κοινότητος ἐντολεὺς κατεστάθης· λαβὼν δὲ θᾶττον τὸν συνήγορον λόγον καὶ πρὸς τὸ τεῖχος ἐκδραμὼν τὸ τῆς δίκης γραφὴν κατ' αὐτῶν ἀσφαλῶς προεξέθου τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ταύτην τις, οἶμαι, τὴν διάγνωσιν βλέπων φήσει δόλῳ σε τὸν κριτὴν ὑφαρπάσαι· δείξας γὰρ αὐτὸ τοῖς ἐναντίοις ὅλοις ἀντιπρόσωπον ἐξανέστησας φόβον καὶ τῶν ἐλέγχων μηδέπω παρηγμένων κόμφευσος αὐτοῖς ἡ δίκη καθίστατο. ὡς εὖ γέ σοι γένοιτο τοῦ καλοῦ δόλου· κρίνας γὰρ ἐν σοὶ καὶ διαγνοὺς τὴν φύσιν ὡς μητρὸς οὐδὲν παιδὶ συμπαθέστερον τὴν τοῦ ∆ικαστοῦ Μητέρα προσηγάγου οἴκτῳ, δεήσει, δακρύοις, ἀσιτίᾳ καὶ τῇ δόσει δὲ τῶν ῥεόντων χρημάτων· ἐκεῖθεν ἔνθεν πολλὰ δοὺς καὶ σκορπίσας πείθεις ἐκείνην πρῶτον· ἡ δὲ συντόμως πείθει τὸ Τέκνον καὶ σχεδὸν πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς ὁ πρὸ τείχους ὡραϊσμένος τόπος· ἡ φλὸξ δὲ καπνίζουσα τὸν καινὸν ζόφον ἐκ τῆς ὁμίχλης τῆς ξένης ἐκρύπτετο. τοῖς δ' αὖ γε Πέρσαις ἐστρατευμένοις πέραν ὡς δὴ καθ' ἡμῶν ἔργον εἶχεν ἡ μάχη κῆρυξ ὁ καπνὸς τοῦ σκότους ἐγίνετο· ἔρως γὰρ ἦν τις τοῖς ἐπ' ἄμφω βαρβάροις, οὐχ ὅστις ὅπλα συντομώτερον λάβοι, ἀλλ' ὃς προφλέξει τοὺς ἀναιτίους λίθους· καὶ ταῦτα μὲν δὴ τοῦτον εἶχε τὸν τρόπον. ἤδη δὲ λοιπὸν συγκροτοῦντες τὴν μάχην οἱ βάρβαροι μὲν τοῦ δικαστοῦ τοὺς τόπους καὶ τοῦ στρατηγοῦ, τῆς ἀτρέπτου Παρθένου, λαβόντες εἶχον ὡσανεὶ τὰς ἀσπίδας, καὶ τοὺς παρ' αὐτῶν δυσσεβῶς ὑβρισμένους ἔχειν συνεργοὺς εἰς ἀνάγκην ἠξίουν. Σθλάβων τε πλήθη Βουλγάροις μεμιγμένα ὁ βάρβαρος νοῦς ἐμβαλὼν ταῖς ὁλκάσι γλύψας γὰρ εἶχεν ἐσκυφωμένα σκάφη, ἔμιξε τῇ γῇ τῆς θαλάττης τὴν μάχην. κἀμοὶ δὲ μῖξις νῦν ἐπῆλθε καὶ μάχη, καὶ πανταχοῦ μοι τοῦ σκοποῦ πεφυρμένου καὶ συγκροτοῦντος τοὺς λόγους ὡς εἰς μάχην τί πρῶτον εἰπὼν δευτέρων ἀπάρξομαι; ἄλλος μὲν οὖν ἔπιπτεν ἐκ ῥιπῆς λίθου λαβὼν κατ' αὐτὸ τὴν βολὴν καὶ τὸν τάφον, ἄλλος δὲ σύννους προσλαλῶν τῷ συμμάχῳ βληθεὶς ἄνωθεν ἐξ ἀδήλου τοξότου τὸ πνεῦμα θᾶττον ἀνταφῆκε τοῦ λόγου· καί τις παρ' αὐτοῖς ἐν μεγίσταις ἀξίαις τάξαι νομίζων εἰς δέον τὰ τάγματα ἔστη παρεισδὺς ἐν μέσῳ τῶν ἀσπίδων, κρύπτειν ἑαυτὸν ἀσφαλῶς ἠπειγμένος· βολὴ δέ τις φθάσασα συντόμου λίθου ἀπροσδοκήτως διχοτομεῖ τὰς ἀσπίδας, καὶ τὰς μὲν ὠθεῖ, τῷ δὲ γίνεται φόνος· οἱ δ' αὖ γε λοιποὶ πάντες, ἀκρίδων δίκην, ἔπιπτον ἄρδην δυστυχοῦντες εὐστόχως. οὕτως ἀπηκρίβωσεν ἡ θεία κρίσις τὰ τόξα, τοὺς βάλλοντας, αὐτοὺς τοὺς λίθους, ὡς μηδὲν εἰκῇ συμπεσεῖν ἐρριμμένον· ἀλλ' ἦν τὸ πεμφθὲν εὐστόχως ἀφιγμένον πρὸς τὴν ἑκάστην τῶν βεβλημένων τύχην. καὶ ταῦτα μὲν δὴ τῆς τύχης τὰ πράγματα τὰ νῶτα τῆς γῆς εὐφόρως ἐβάστασεν· ἔδει δὲ λοιπὸν καὶ τὰ τῶν θαλαττίων λαβεῖν ἀγώνων τὴν ἰσόρροπον κρίσιν. καί μοι πρόσεστι τοῦτο θαυμάσαι πλέον· πῶς τὴν τοσαύτην τῆς θαλάττης οὐσίαν οἱ βάρβαροι βλέποντες ἐξηπλωμένην, δοκοῦντες ὥσπερ ἐστενῶσθαι τῷ πλάτει, ἐκεῖ συνεκλείσθησαν εὐθέως ὅπου τὸν οἶκον εἶχεν ἡ στρατηγὸς Παρθένος· ἐκεῖ γὰρ ὥσπερ ἐν θαλάττῃ δίκτυον τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη. ἐπεὶ δὲ συννεύσαντες ἀλλήλοις ὅλοι ἐπῆλθον ἡμῶν σὺν βοῇ ταῖς ὁλκάσιν, ἐντεῦθεν ἦν ἄδηλος ἡ δήλη μάχη· μόνην γὰρ οἶμαι τὴν Τεκοῦσαν ἀσπόρως τὰ τόξα τεῖναι καὶ βαλεῖν τὴν ἀσπίδα, καὶ ταῖς ἀδήλοις συμπλοκαῖς μεμιγμένην βάλλειν, τιτρώσκειν, ἀντιπέμπειν τὸ ξίφος, ἀνατρέπειν τε καὶ καλύπτειν τὰ σκάφη δοῦναί τε πᾶσι τὸν βυθὸν κατοικίαν. ξένον γὰρ οὐδὲν εἰ <προ>πολεμεῖ Παρθένος, δι' ἧς παρῆλθεν εἰς τὸ τῆς ψυχῆς σέβας οὐκ οἶδα πῶς πεμφθεῖσα ῥομφαία πάλιν· ὅμως παρῆλθεν ἢ διῆλθεν ὀξέως τρώσασα τὴν ἄτρωτον οὐδαμοῦ φύσιν. οὕτω μὲν οὖν ἐκεῖνα τὰ γλυπτὰ σκάφη τὸν ὅρμον εἶχον ἐξ ἀνάγκης εἰς ζάλην· πολλὴ δὲ φύρσις καὶ φόβος καὶ σύγχυσις τοῖς ναυμαχοῦσι βαρβάροις συνήρχετο. καὶ πού τις αὐτῶν ἐκπεσὼν τῆς ὁλκάδος πλωτὴρ σχεδιάζων τὴν τέχνην ηὑρίσκετο, ἄλλος δὲ νεκρὸν εἰς ὕδωρ μιμούμενος ἤλπιζε φεύγειν τῷ δοκεῖν πεπνιγμένος, καί τις παρ' αὐτοῖς ἀντὶ πύργου τὴν τρόπιν λαθὼν ὑπῆλθε καὶ πολὺν μείνας χρόνον ἐκ τῆς ἀνάγκης δυστυχῶν ἐκαρτέρει· ὅμως ἐκείνους πάντας, ὡς ἕνα στόλον, ὁ τῆς θαλάττης συγκατέκλυσεν σάλος. ἐντεῦθεν ὁ πρὶν ἀφθόνως ἀνημμένος πνέων τε πυρσὸν ἐκ λόγων πυρεκβόλων ἀπῃθάλωτο συντόμως ὁ βάρβαρος, ἄφνω δὲ τέφρα προσφόρως ἐγίνετο, ὡς πῦρ ἀνάψας εἰς ἀνέγκλητα ξύλα. ἄλλος γὰρ ἄλλον ἐξέπεμπεν ἄγγελον φέροντας αὐτῷ συμφορὰς ὡς δράγματα, ἐκ γῆς μὲν εἰς θάλατταν, εἰς δὲ γῆν πάλιν ἐκ τῆς θαλάττης δυστυχημάτων σάλον. οὕτω μὲν οὖν ἔπασχε τὸν καινὸν σάλον εἰς γῆν νομίζων κυματοῦσθαι τὰς ἀφιγμένων πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστορεσμένη ἐξ ἀλλοφύλων αἱμάτων φοινίσσεται· καὶ νῦν Ἐρυθρὰ κυρίως ἀκούεται καλῶς βαφεῖσα τῇ βαφῇ τῶν βαρβάρων. ἔδει γάρ, οἶμαι, τὸν Φαραὼ τὸν δεύτερον βλέπουσαν αὐτὴν καὶ νέον σὲ Μωσέα τὰς τῆς Ἐρυθρᾶς εἰκονίζειν ἐμφάσεις· καὶ νῦν ἔχουσιν εἰς σοροὺς τὰ κύματα μνήμην ἔνυγρον καὶ ταφὴν Αἰγυπτίαν· οὐκ ἦν γὰρ εἰκὸς ἐνδεεστέραν βλέπειν πρὸς τὴν παλαιὰν τὴν νέαν τιμωρίαν. ᾄσωμεν οὖν τὸν ὕμνον, οὐκ ἐν τυμπάνοις ἄρρυθμα βομβήσαντες, ἀλλ' ἐξ ὀργάνων τῶν ἔνδον ἡμῶν μυστικῶς ἡρμοσμένων· καὶ νεῦρα μὲν τείνωμεν ἐψυχωμένα καὶ πλῆκτρα γλώττας καὶ τὰ χείλη κύμβαλα, αἰσθήσεων δὲ πενταχόρδῳ συνθέσει τὸν ἄκρον εἰς τὸν πρῶτον εἴπωμεν τόνον. οὕτω γὰρ ἡ μὲν ὄψις ἡ τῶν ὀμμάτων πᾶσαν καθαίρει βλαπτικὴν θεωρίαν· ἡ δ' αὖ νοητὴ τῶν ἀκουσμάτων πύλη ἤχοις ἀτάκτοις οὐκ ἀνοίξει τὰς θύρας, οὐδ' αὖ γε τὴν ὄσφρησιν ἠπατημένην ἥδυσμα πικρᾶς ἡδονῆς ὑφαρπάσοι καὶ γεῦσις ἔσται μὴ φθορᾶς παραιτία, ἀλλ' εἰς τροφὴν ἄφθαρτον ηὐτρεπισμένη, ἁφαῖς τε ῥευστῶν λημμάτων ἐλευθέραις τὰ Χριστάδελφα ψηλαφήσωμεν μέλη, ὅπως ὁ πάσης ἀρχιτέκτων οὐσίας τὸ πανσθενὲς στήριγμα τῶν ὁρωμένων καὶ τῶν ἀδήλων ἡ πεπηγμένη βάσις, ὁ παιδαγωγῶν συμφερόντως τὴν φύσιν καὶ σωφρονισταῖς ἐκφοβῶν διδασκάλοις τὴν νηπιώδη τῶν παθῶν ἀταξίαν, καὶ νῦν στρατεύσας τοὺς πυραυγεῖς συμμάχους κατὰ σκοτεινῶν ἀντιτάξοι βαρβάρων, δείξοι τε Τίγριν καὶ τὸν Ἴστριον πόρον ὡς πρὶν τὸ Νείλου ῥεῖθρον ᾑματωμένους ὅπως μεθυσθῇ συγγενῶν ἐξ αἱμάτων ὁ βάρβαρος νοῦς δυστυχῶς γεγευμένος, αὔξοι δὲ τὴν σὴν εὐσεβῆ φυτουργίαν, τὸν δεσπότην θάλλοντα τοῖς θείοις κλάδοις· θύρας τε πολλοῖς ἐξανοίγοι τοῖς λόγοις νικῶντος αὐτοῦ πανταχοῦ τοὺς βαρβάρους. ἐνταῦθά μοι νῦν τὸν βραδύγλωττον λόγον τὸ συμπέρασμα τοῦ σκοποῦ περιγράφει· τῷ σῷ δὲ τέκνῳ, τῷ νεωτέρῳ κράτει, τούτους προσειπεῖν εὐτρεπίζω τοὺς λόγους· νίκη φάνηθι· νῦν λαβεῖν σε νυμφίον ἔξεστι τοῦτον, ᾧ τὰδῶρα τῶν γάμων δέδωκας ἤδη τὴν σφαγὴν τῶν βαρβάρων.