Μετάβαση στο περιεχόμενο

Εις την βασίλισσαν Βικτωρίαν

Από Βικιθήκη
Εἰς τὴν βασίλισσαν Βικτωρίαν
Συγγραφέας:
Δημοσιεύθηκε στο Ετήσιον Ημερολόγιον του Έτους 1888 του Κωνσταντίνου Σκόκου


ΕΙΣ ΤΗΝ ΒΑΣΙΛΙΣΣΑΝ ΒΙΚΤΩΡΙΑΝ

Ἄνδρες τᾶσδε περιρρύτου
γαίας, νῦν θιάσους πρέπει
πᾶσιν χρυσολυρεῖς μέλειν·
ἥκει γὰρ καλον ἦμαρ!
ἐμπλέξει στέφανον κομαῖς
αγ’ Βικτορία εὐωνύμος, Ἀγγλίας
τιμὰς ωγύγιας χέρσιν
νέμουσ’, εὔπατρις ἐν γένει.
νῦν πόλος οὐρανοῦ
σχισθεὶς ἀντιβοᾷ, βρέμων
πανδάμοις ἀλαλαγμοῖς!
καὶ σὺ χαιρὲ, γύναι! θρόνους
ἀλύπους κατέχοις ἀεὶ —
Δαίμων σοι βίον ὄλβιον
δοίη· μήποτε Νίκη
παύσαιτ’ ἱπταμένη περὶ
τὰν σὰν εὐστέφανον κόμαν·
ναιοὶς ψυχοτακῶν πόρρω
μεριμνῶν ἄπο, καὶ δίκην
σοι πάρεδρον νέμοις —
ιω! ταῦτα θεος πόροι
Σωτήρ. Χαίρε μαλ’ αὐθις.

William Andrew

ΣΗΜ. — Ἀφορμὴν λαμβάνοντες ἐκ τῆς πεντηκονταετηρίδος τῆς βασιλίσσης τῆς Ἀγγλίας, καταχωρίζομεν τὸ ποίημα τοῦτο τὸ συντεθὲν πρὸ πεντηκονταετίας κατὰ τὴν εἰς τὸν θρόνον ἀνάρρησιν αὐτῆς ὑπὸ τοῦ Ἑλληνιστοῦ Reverend Canon Andrew. Ὁ γηραιὸς ἤδη φιλέλλην διακρινόμενος πάντοτε διὰ τὰ πρὸς τὴν Ἑλλάδα αἰσθήματά του, ἐδημοσίευσεν ἄλλοτε ὡραῖον ποίημα εἰς τὸν Κανάρην. Μετέφρασεν ἐπίσης εἰς τὴν Ἀγγλικὴν τὸ ἡμερολόγιον τοῦ Μακεδόνος σπουδαστοῦ τῆς εὐπαιδεύτου καὶ καλλειποῦς ἡμῶν συνεργάτιδος Κας. Ἀρσινόης Παπαδοπούλου. Σημειωτέον ὅτι τὸ ἄνωθι ποίημα ἔχει τονισθῇ κατὰ τὴν ἰδιόρρυθμη ἀγγλικὴν προσῳδίαν, εφ’ ᾧ καὶ τὸ ἰδιάζον τοῦ τονισμοῦ τῶν λέξεων.