Μετάβαση στο περιεχόμενο

Εις νεκρόν Άδωνιν

Από Βικιθήκη
Εἰς νεκρὸν Ἄδωνιν
Συγγραφέας:


Ἄδωνιν ἡ Κυθήρη
ὡς εἶδε νεκρὸν ἤδη
στυγνὰν ἔχοντα χαίταν
ὠχράν τε τὰν παρειάν,
ἄγειν τὸν ὗν πρὸς αὑτὰν
ἔταξε τὼς Ἔρωτας.
οἳ δ᾽ εὐθέως ποτανοὶ
πᾶσαν δραμόντες ὕλαν,
στυγνὸν τὸν ὗν ἀνεῦρον,
δῆσάν δὲ καὶ πέδασαν. 10
χὣ μέν βρόχῳ καθάψας
ἔσυρεν αἰχμάλωτον,
ὁ δ᾽, ἐξόπισθ᾽ ἐλαύνων
ἔτυπτε τοῖσι τόξοις.
Ὁ θὴρ δ᾽ ἔβαινε δειλῶς,
φοβεῖτο γὰρ Κυθήρην.
τῷ δ᾽ εἶπεν Ἀφροδίτα
«Πάντων κάκιστε θηρῶν,
σὺ τόνδε μηρὸν ἴψω;
σύ μευ τὸν ἄνδρ᾽ ἔτυψας;» 20
ὁ θὴρ δ᾽ ἔλεξεν ὦδε·
«ὄμνυσί σοι Κυθήρη

αὐτήν σε καὶ τὸν ἄνδρα
καὶ ταῦτά μου τὰ δεσμὰ
καὶ τώσδε τὼς κυναγώς,
τόν ἄνδρα τὸν καλόν σευ
οὐκ ἤθελον πατάξαι
ἀλλ᾽ ὡς ἄγαλμ᾽ ἐσεῖδον,
καὶ μὴ φέρων τὸ καῦμα
γυμνὸν τὸν εἶχε μηρὸν 30
ἐμαινόμαν φιλᾶσαι.
καί μ᾽εὖ κατεκσίναζε·
τούτους λαβοῦσα τέμνε,
τούτους κόλαζε, Κύπρι·
τί γὰρ φέρω περισσῶς
ἐρωτικοὺς ὀδόντας;
εἰ δ᾽ οὐχί σοι τάδ᾽ ἀρκεῖ,
καὶ ταῦτά μου τὰ χείλη.
τί γὰρ φιλεῖν ἐτόλμων;»
τὸν δ᾽ ἠλέησε Κύπρις, 40
εἶπέν τε τοῖς Ἔρωσι
τὰ δεσμά οἱ ᾽πιλῦσαι.
ἐκ τῶδ᾽ ἐπηκολούθει,
κἀς ὕλαν οὐκ ἔβαινε,
καὶ τῷ πυρὶ προσελθὼν
ἔκαιε τοὺς ὀδόντας.