Ομηρικοί Ύμνοι/XXVI. Εις Διόνυσον

Από Βικιθήκη
< Ομηρικοί Ύμνοι(Ανακατεύθυνση από Εις Διόνυσον (3))
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι
Εἰς Διώνυσον


Κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ᾽ ἀείδειν
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
Νύσης ἐν γυάλοις· ὁ δ᾽ ἀέξετο πατρὸς ἕκητι 5
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ' ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος: αἱ δ᾽ ἅμ᾽ ἕποντο
νύμφαι, ὁ δ᾽ ἐξηγεῖτο· βρόμος δ᾽ ἔχεν ἄσπετον ὕλην. 10
Καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ᾽ ὦ Διόνυσε·
δὸς δ᾽ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ᾽ αὖθ᾽ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.