Εικόνες Β΄/ιβ
←ια. Ἀργῶ ἢ Αἰήτης | ιβ. Ἡσιόνη Συγγραφέας: Εἰκόνες Β΄ |
ιγ. Σοφοκλῆς→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΗΣΙΟΝΗ
ιβ. ταυτὶ μὲν οὐδ᾽ ἐπιτάττοντος, οἶμαί, τινος [p. 413] ὁ γενναῖος Ἡρακλῆς μοχθεῖ, οὐδ᾽ ἔστιν εἰπεῖν, ὡς Εὐρυσθεὺς δι᾽ ὄχλου νῦν αὐτῷ, δεσπόζειν δὲ τὴν ἀρετὴν ἑαυτοῦ τάξας ἐθελουσίους ἄθλους ὑπομένει, ἢ τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται; ὁρᾷς γάρ, ὁπόσοι μὲν αὐτῷ οἱ ὀφθαλμοὶ κυκλοτερεῖς ταυρείαν τὴν ὄψιν ἀποτορνεύοντες καὶ δεινῶς ἐς πολὺδεδορκότες ἐπισκύνιόν τε ὀφρύων ἀκανθῶδες καὶ ἄγριον ἐφ᾽ ἑαυτοὺς ἕλκοντες, ὅπως δὲ ὀξεῖα ἡ τοῦ στόματος ἐκβολὴ καρχάρους καὶ τριστοίχους ὀδόντας ἐκφαίνουσα, ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα, οἱ δὲ ὀξεῖς τὴν αἰχμὴν καὶ ἐς πολὺ ἀνεστῶτες, ὅση δὲ ἡ κεφαλὴ σκολιοῦ καὶ ὑγροῦ τοῦ αὐχένος ἐξιοῦσα. μέγεθος δὲ ἄπιστον μὲν εἰπεῖν ἐν μικρῷ, ἡ δὲ ὄψις νικᾷ τοὺς ἀπιστοῦντας. ἐκκυρτουμένου γὰρ οὐχ ἅπαξ, ἀλλὰ κατὰ πολλὰ μέρη τοῦ κήτους τὰ μὲν ὕφαλα διαφαίνεται τὸ ἀκριβὲς τῆς ὄψεως κλέπτοντα τῷ βάθει, τὰ δὲ ἀνίσχει νησῖδες ἂν τοῖς ἀπειροθαλάττοις δόξαντα. ἀτρεμοῦντι προσετύχομεν τῷ κήτει, κινούμενον δὲ νυνὶ σφοδροτάτῃ ῥύμῃ πολὺν ἐγείρει ῥοθίου κτύπον ἐν γαλήνῃ καὶ ταῦτα, καὶ κλύδων οὗτος ὑπὸ τῆς ἐμβολῆς αὐτοῦ διανιστάμενος ὁ μὲν περὶ τοῖς ἐκφαινομένοις μέρεσι κυμαίνει περικλύζων αὐτὰ καὶ διαλευκαίνων κάτωθεν, ὁ δὲ τῆς ᾐόνος μέρος βέβληκεν ἥ τε τῶν οὐραίων ἀνάκλασις ἐπὶ πολὺ τὴν θάλατταν ἐς ὕψος ἀναρριπτούντων ἱστία νεὼς ἂν ἀπεικασθείη ποικίλως προσαυγάζοντα. ἀλλ᾽ οὐκ ἐκπλήττεται ταῦτα ὁ θεσπέσιος οὗτος, ἀλλ᾽ ἡ μὲν λεοντῆ καὶ τὸ ῥόπαλον ἐν ποσὶν αὐτῷ ἕτοιμα πρὸς τὴν χρείαν, εἰ τούτων δεήσειεν, ἕστηκε δὲ γυμνὸς ἐν προβολῇ, τὸν μὲν ἀριστερὸν προτείνας πόδα ὄχημα εἶναι τῷ παντὶ σώματι μεθισταμένῳ πρὸς τὸ [p. 414] τῆς κινήσεως ὀξύρροπον, καὶ τῆς πλευρᾶς δὲ τῆς ἀριστερᾶς ἅμα τῇ χειρὶ προεκκειμένης πρὸς τὴν ἐπίτασιν τοῦ τόξου τὰ δεξιὰ ὑπέσταλται τῆς δεξιᾶς χειρὸς πρὸς τὸν μαστὸν τὴν νευρὰν ἑλκούσης. τὴν δ᾽ αἰτίαν, ὦ παῖ, μὴ ζητῶμεν τούτων, ἡ γὰρ τῶν πετρῶν ἀνημμένη κόρη πρόκειται τῷ κήτει βορά, Ἡσιόνην δ᾽ αὐτὴν Λαομέδοντος παῖδα νομίζωμεν. ποῖ δὲ οὗτος; ἔσω, μοι δοκεῖν, τοῦ τῆς πόλεως τείχους ἐν περιωπῇ τῶν πραττομένων. ὁρᾷς γὰρ πόλεως κύκλον καὶ τὰς ἐπάλξεις ἀνθρώπων μεστὰς καὶ ὡς ἀνατετάκασιν ἐς οὐρανὸν εὐχόμενοι τὰς χεῖρας τάχα που δεδοικότες ὑπ᾽ ἐκπλήξεως περιττῆς, μὴ καὶ προσβάλλοι τῷ τείχει τὸ κῆτος, ἐπειδὴ ὡς χερσεῦσον ὥρμηκε. τὸ δὲ τῆς κόρης κάλλος ὁ καιρὸς ἐφερμηνεύειν ἐπ᾽ ἀκριβὲς οὐκ ἐᾷ, τὸ γὰρ περὶ τῇ ψυχῇ δέος καὶ ὁ ἐπὶ τοῖς ὁρωμένοις ἀγὼν ἀπομαραίνει μὲν τὸ τῆς ὥρας ἄνθος, δίδωσι δ᾽ ὅμως τοῖς ὁρῶσιν ἐκ τῶν παρόντων τὸ ἐντελὲς στοχάσασθαι.