Μετάβαση στο περιεχόμενο

Εικόνες Β΄/ζ

Από Βικιθήκη
ζ. Μήδεια ἐν Κολχοίς
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΜΗΔΕΙΑ ΕΝ ΚΟΛΧΟΙΣ

ζ. τίς ἡ βλοσυρὸν μὲν ἐπισκύνιον ὑπὲρ ὀφθαλμῶν αἴρουσα, τὴν δὲ ὀφρὺν ἐννοίας μεστὴ καὶ ἱεροπρεπὴς τὴν κόμην τό τε ὄμμα οὐκ οἶδ᾽ εἴτε ἐρωτικόν ἤδη, εἴτε τι ἔνθεον ὑποφαίνουσα, αὐτήν τε ἄρρητον ἐκδεικνῦσα τοῦ προσώπου τὴν θέαν; τουτὶ δὴ τὸ τῶν Ἡλιάδων γνώρισμα· Μήδειαν, οἶμαι, χρὴ νοεῖν τὴν Αἰήτου. ἐνορμισάμενος γὰρ τῷ Φάσιδι ὁ τοῦ Ἰάσονος στόλος, ὅτε τὸ χρυσοῦν μετῄει δέρας, καὶ ἐς τὴν τοῦ Αἰήτου παρελθὼν πόλιν ἐρᾷ ἡ κόρη τοῦ ξένου λογισμός τε ὕπεισιν αὐτὴν ἀήθης, καὶ ὅ τι μὲν πέπονθεν, οὐκ οἶδεν, ἀτακτεῖ δὲ τὰς ἐννοίας καὶ τῇ ψυχῇ ἀλύει. ἔσταλται δὲ οὐκ ἐνεργὸς νῦν, οὐδὲ ἐν ξυνουσίᾳ τῶν κρειττόνων, ἀλλ᾽ ὡς καὶ πολλοῖς ὁρᾶν. τὸ δὲ τοῦ Ἰάσονος εἶδος ἁβρὸν μέν, οὐ μὴν ἔξω τοῦ ἐρρῶσθαι ὄμμα τε αὐτῷ χαροπὸν μὲν ὑπόκειται τῷ τῆς ὀφρύος ἤθει φρονούσης τε καὶ παντὸς ὑπεραιρούσης τοῦ ἀντιξόου, ἰούλῳ τε ἤδη βρύει καθέρποντι καὶ ἡ κόμη ξανθὴ ἐπισαλεύει τῷ μετώπῳ, τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται λεοντῆν ἐξηρτημένος καὶ κρηπῖδα ἐνῆπται, ἀκοντίῳ τε ἐπερείσας ἑαυτὸν ἕστηκε, τό τε ἦθος τοῦ προσώπου οἷον μήτε ὑπερφρονεῖν, αἰδεῖται γάρ, μήτε ὑποκεῖσθαι, θαρρεῖ γὰρ τὸν ἆθλον. Ἔρως δὲ ἑαυτοῦ ποιεῖται ταῦτα καὶ τῷ τόξῳ ἐπερείσας ἑαυτὸν ἐναλλὰξ τὼ πόδε ἵστησι τὸ λαμπάδιον ἐς τὴν γῆν τρέψας, ἐπειδὴ ἐν ἀναβολαῖς ἔτι τὰ τοῦ ἔρωτος.