Εικόνες Α΄/Βιβλίον β/λδ
←λγ. Δωδώνη | λδ. Ὥραι Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον β΄ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΩΡΑΙ
λδ. τὸ μὲν ἐπὶ ταῖς Ὥραις εἶναι τὰς τοῦ οὐρανοῦ πύλας Ὁμήρῳ ἀφῶμεν εἰδέναι καὶ ἔχειν, εἰκὸς γάρ που αὐτὸν ξυγγενέσθαι ταῖς Ὥραις, ὅτε τὸν αἰθέρα ἔλαχε, τουτὶ δὲ τὸ σπουδαζόμενον ὑπὸ τῆς γραφῆς καὶ ἄλλῳ ξυμβαλεῖν ῥᾴδιον· αἱ γὰρ δὴ Ὧραι αὐτοῖς εἴδεσιν ἐς τὴν γῆν ἀφικόμεναι ξυνάπτουσαι τὰς χεῖρας ἐνιαυτόν, οἶμαι, ἑλίττουσι καὶ ἡ [p. 389] γῆ σοφὴ οὖσα εὐφορεῖ αὐταῖς τὰ ἐνιαυτοῦ πάντα. ‘μὴ πατεῖτε τὴν ὑάκινθον ἢ τὰ ῥόδα’ οὐκ ἐρῶ πρὸς τὰς ἠρινάς, ὑπὸ γὰρ τοῦ πατεῖσθαι ἡδίω φαίνεται καὶ αὐτῶν τι τῶν Ὡρῶν ἀναπνεῖ. ‘μὴ ἐμβαίνετε ἁπαλαῖς ταῖς ἀρούραις’ οὐκ ἐρῶ πρὸς τὰς χειμερίους σφῶν, τὸ γὰρ πατεῖσθαι αὐτὰς ὑπὸ τῶν Ὡρῶν ποιήσει ἄσταχυν. αἱ ξανθαὶ δὲ αὗται βαίνουσιν ἐπὶ τῆς τῶν ἀσταχύων κόμης, οὐ μὴν ὡς κλάσαι ἢ καμψαι, ἀλλ᾽ εἰσὶν οὕτω τι ἐλαφραί, ὡς μηδὲ ἐπημύειν τι τῷ ληίῳ. χαρίεν ὑμῶν, ὦ ἄμπελοι, τὸ λαβέσθαι τῶν ὀπωρινῶν ἐθέλειν, ἐρᾶτε γάρ που τῶν Ὡρῶν, ὅτι ὑμᾶς ἐργάζονται καλὰς καὶ ἡδυοίνους. ταυτὶ μὲν οὖν οἷον γεωργίαι τῆς γραφῆς, αὐταὶ δ᾽ αἱ Ὧραι μάλα ἡδεῖαι καὶ δαιμονίου τέχνης. οἷον μὲν γὰρ αὐτῶν τὸ ᾄδειν, οἵα δὲ ἡ δίνη τοῦ κύκλου καὶ τὸ κατόπιν ἡμῖν μηδεμιᾶς φαίνεσθαι ὑπὸ τοῦ πάσας οἷον ἔρχεσθαι, βραχίων δὲ ἄνω καὶ ἐλευθερία ἀφέτου κόμης καὶ παρειὰ θερμὴ ὑπὸ τοῦ δρόμου καὶ οἱ ὀφθαλμοὶ συγχορεύοντες. τάχα τι καὶ μυθολογῆσαι συγχωροῦσιν ὑπὲρ τοῦ ζωγράφου, δοκεῖ γάρ μοι χορευούσαις ταῖς Ὥραις ἐντυχὼν σεισθῆναι ὑπ᾽ αὐτῶν ἐς τὴν τέχνην ἴσως αἰνιττομένων τῶν θεῶν, ὅτι χρὴ σὺν ὥρᾳ γράφειν.