Εικόνες Α΄/Βιβλίον β/κγ
←κβ. Ἡρακλῆς ἐν Πυγμαίοις | κγ. Ἡρακλῆς μαινόμενος Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον β΄ |
κδ. Θειοδάμας→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΗΡΑΚΛΗΣ ΜΑΙΝΟΜΕΝΟΣ
κγ. μάχεσθε, ὦ γενναῖοι, ῾πρὸσ᾽ τὸν Ἡρακλέα καὶ πρόβατε. ἀλλὰ τοῦ λοιποῦ γε παιδὸς ἀπόσχοιτο δυοῖν ἤδη κειμένοιν καὶ στοχαζομένης τῆς χειρός, ὡς καλὸν Ἡρακλεῖ. μέγας μὲν ὑμῖν ὁ ἆθλος καὶ μείων οὐδὲν ὧν πρὸ τῆς μανίας αὐτὸς ἤθλησεν. [p. 377] ἀλλὰ δείσητε μηδέν· ἄπεστιν ὑμῶν Ἄργος βλέπων καὶ τοὺς Εὐρυσθείδας ἀποκτεῖναι δοκῶν, ἐγὼ δὲ ἤκουσα αὐτοῦ παρ᾽ Εὐριπίδῃ καὶ ἅρματα ἡγουμένου καὶ κέντρα ἐς τοὺς ἵππους φέροντος καὶ τὴν Εὐρυσθέως οἰκίαν ἀπειλοῦντος ἐκπέρσειν, ἀπατηλὸν γάρ τι ἡ μανία καὶ δεινὸν ἐκ τῶν παρόντων ἀγαγεῖν ἐς τὰ μὴ παρόντα. τούτοις μὲν οὖν ἀπόχρη ταῦτα, σοὶ δὲ ὥρα γίγνεσθαι τῆς γραφῆς· ὁ μὲν θάλαμος, ἐφ᾽ ὃν ὥρμηκε, Μεγάραν ἔχει καὶ τὸν παῖδα ἔτι, κανᾶ δὲ καὶ χέρνιβα καὶ οὐλαὶ καὶ σχίζαι καὶ κρατήρ, τὰ τοῦ Ἑρκείου, λελάκτισται πάντα καὶ ὁ μὲν ταῦρος ἕστηκεν, ἱερεῖα δὲ προσέρριπται τῷ βωμῷ βρέφη τὰ γένη καὶ τῇ λεοντῇ. προσβέβληται δ᾽ ὁ μὲν κατὰ τοῦ λαιμοῦ καὶ δι᾽ ἁπαλῆς γε τῆς φάρυγγος ἐκδεδράμηκεν ὀιστός, ὁ δὲ ἐς αὐτὸ διατέταται τὸ στέρνον καὶ ὄγκοι τοῦ βέλους μέσων διεκπεπαίκασι τῶν σπονδύλων, ὡς δῆλα ἐς πλευρὰν ἐρριμμένου. αἱ παρειαὶ δὲ αὐτῶν διάβροχοι καὶ μὴ θαυμάσῃς, εἰ ἐδάκρυσάν τι, περὶ τοῦ δακρῦσαι παισὶ γὰρ χρυσοῦν τὸ δάκρυον καὶ μικρὸν δ᾽ ἴσως καὶ μέγα. οἰστροῦντι δὲ τῷ Ἡρακλεῖ περίκειται πᾶς ὁ τῶν οἰκετῶν δῆμος, οἷον βουκόλοι ταύρῳ ὑβρίζοντι, δῆσαί τις ἐπιβουλεύων καὶ κατασχεῖν τις ἀγῶνα ποιούμενος καὶ κεκραγὼς ἕτερος, ὁ δ᾽ ἤρτηται τῶν χειρῶν, ὁ δ᾽ ὑποσκελίζει, οἱ δὲ ἐνάλλονται· τῷ δὲ αἴσθησις μὲν αὐτῶν οὐδεμία, ἀναρριπτεῖ δὲ τοὺς προσιόντας καὶ συμπατεῖ, πολὺ μὲν τοῦ ἀφροῦ διεκπτύων, μειδιῶν δὲ βλοσυρὸν καὶ ξένον καὶ τοῖς ὀφθαλμοῖς ἀτενίζων ἐς αὐτά, ἃ δρᾷ, τὴν δὲ τοῦ βλέμματος ἔννοιαν ἀπάγων ἐς ἃ ἐξηπάτηται. βρυχᾶται δὲ ἡ φάρυγξ καὶ ὁ αὐχὴν ἐμπίπλαται καὶ ἀνοιδοῦσιν αἱ περὶ αὐτὸν φλέβες, δι᾽ ὧν ἐς τὰ καίρια τῆς κεφαλῆς [p. 378] ἀναρρεῖ πᾶσα χορηγία τῆς νόσου. τὴν Ἐρινὺν δέ, ἥ ταῦτα ἴσχυσεν, ἐπὶ μὲν τῆς σκηνῆς εἶδες πολλάκις, ἐνταῦθα δὲ οὐκ ἂν ἴδοις, ἐς αὐτὸν γὰρ ἐσῳκίσατο τὸν Ἡρακλέα, καὶ διὰ τοῦ στέρνου χορεύει μέσου αὐτῷ ἔσω σκιρτῶσα καὶ τὸν λογισμὸν θολοῦσα. μέχρι τούτων ἡ γραφή, ποιηταὶ δὲ προσπαροινοῦσι καὶ ξυνδοῦσι τὸν Ἡρακλέα καὶ ταῦτα τὸν Προμηθέα φάσκοντες ὑπ᾽ αὐτοῦ λελύσθαι.