Μετάβαση στο περιεχόμενο

Εικόνες Α΄/Βιβλίον β/θ

Από Βικιθήκη
θ. Πάνθεια
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΠΑΝΘΕΙΑ

θ. Πάνθεια ἡ καλὴ Ξενοφῶντι μὲν ἀπὸ τοῦ ἤθους γέγραπται, ὅτι τε Ἀράσπαν ἀπηξίου καὶ Κύρου οὐχ ἡττᾶτο καὶ Ἀβραδάτῃ ἐβούλετο κοινὴν γῆν ἐπισπάσασθαι, ὁποία δὲ ἡ κόμη καὶ ἡ ὀφρὺς ὅση καὶ οἷον ἔβλεπε καὶ ὡς εἶχε τοῦ στόματος, οὔπω ὁ Ξενοφῶν εἴρηκε καίτοι δεινὸς ὢν περιλαλῆσαι ταῦτα, ἀλλ᾽ ἀνὴρ ξυγγράφειν μὲν οὐχ ἱκανός, γράφειν δὲ ἱκανώτατος, αὐτῇ μὲν Πανθείᾳ οὐκ ἐντυχών, Ξενοφῶντι δὲ ὁμιλήσας γράφει τὴν Πάνθειαν, ὁποίαν τῇ ψυχῇ ἐτεκμήρατο. τὰ τείχη, ὦ παῖ, καὶ τὰς ἐμπιπραμένας οἰκίας καὶ αἱ Λυδαὶ αἱ καλαί, Πέρσαις ταῦτα ἀφῶμεν ἄγειν τε καὶ αἱρεῖν, ὅ τι αὐτῶν ἁλωτόν. καὶ ὁ Κροῖσος, ἐφ᾽ ὃν ἡ πυρά, οὐχὶ αὐτῷ Ξενοφῶντι· οὔκουν οἶδεν αὐτὸν ἢ ξυγχωρεῖ τῷ Κύρῳ. τὸν δὲ Ἀβραδάτην καὶ τὴν ἀποθανοῦσαν ἐπ᾽ αὐτῷ Πάνθειαν, ἐπειδὴ ταῦτα ἡ γραφὴ βούλεται, διασκεψώμεθα, οἷον τὸ δρᾶμα· ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο, ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼ νέος ἔτι ἐν ἁπαλῇ τῇ ὑπήνῃ, ὁπότε καὶ οἱ ποιηταὶ τὰ δένδρα τὰ νέα ἐλεεινὰ ἡγοῦνται τῆς γῆς ἐκπεσόντα. τὰ μὲν [p. 354] δὴ τραύματα, ὦ παῖ, οἷα ἐκ μαχαιροφόρων, τὸ γὰρ κατακόπτειν πρὸς τρόπου τῇ τοιαύτῃ μάχῃ, τοῦ δὲ αἵματος ἀκραιφνοῦς ὄντος τὸ μὲν τὰ ὅπλα χραίνει, τὸ δ᾽ αὐτόν, ἔστι δ᾽ ὃ καὶ διέρρανται κατὰ τοῦ λόφου, ὁ δὲ ἄρα χρυσοῦ τοῦ κράνους ἀνέστηκεν ὑακίνθινος αὐτῷ τῷ χρυσῷ ἐπαστράπτων. καλὰ μὲν οὖν ἐντάφια καὶ ταυτὶ τὰ ὅπλα τῷ γε μὴ καταισχύναντι αὐτά, μηδὲ ἀποβαλόντι ἐν τῇ μάχῃ, πολλὰ δὲ Ἀσσύριά τε καὶ Λύδια Κῦρος ἀνδρὶ ἀγαθῷ δῶρα ἀπάγει τά τε ἄλλα καὶ ψάμμον χρυσῆν ἐπὶ ἁρμαμάξης ἐκ θησαυρῶν Κροίσου τῶν ἀργῶν, Πάνθεια δὲ οὔπω τὰ πρόσφορα ἔχειν ἡγεῖται τὸν τάφον, εἰ μὴ ἐντάφιον τῷ Ἀβραδάτῃ αὐτὴ γένοιτο. τὸν μὲν δὴ ἀκινάκην διελήλακεν ἤδη τοῦ στέρνου, ἀλλ᾽ οὕτω τι δὴ ἐρρωμένως, ὡς μηδὲ οἰμωγὴν ἐπ᾽ αὐτῷ ῥῆξαι. κεῖται γοῦν, τὸ στόμα ξυμμετρίαν τὴν ἑαυτοῦ φυλάττον, καί, νὴ Δί᾽, ὥραν, ἧς τὸ ἄνθος οὕτω τι ἐπὶ χείλεσιν, ὡς καὶ σιωπώσης ἐκφαίνεσθαι. ἀνήρτηται δὲ οὔπω τὸν ἀκινάκην, ἀλλ᾽ ἐνερείδει ἔτι συνέχουσα τῆς κώπης αὐτόν —ἡ δὲ κώπη ῥοπάλῳ χρυσῷ εἴκασται σμαραγδίνῳ τοὺς ὄζους. ἀλλ᾽ ἡδίους οἱ δάκτυλοι— μεταβέβληκέ τε οὐδὲν τοῦ εἴδους ὑπὸ τοῦ ἀλγεῖν, ἥ γε μηδὲ ἀλγεῖν ἔοικεν, ἀλλ᾽ ἀπιέναι χαίρουσα, ὅτι αὑτὴν πέμπει, ἄπεισι δὲ οὐχ ὥσπερ ἡ τοῦ Πρωτεσίλεω καταστεφθεῖσα οἷς ἐβάκχευσεν, οὐδ᾽ ὥσπερ ἡ τοῦ Καπανέως οἷον θυσίας ἀρθεῖσα, ἀλλ᾽ ἀσκεύαστον τὸ κάλλος καὶ οἷον ἐπὶ τοῦ Ἀβραδάτου ἦν, φυλάττει αὐτὸ καὶ ἀπάγει χαίτην μὲν οὔπω μέλαινάν τε καὶ ἀμφιλαφῆ περιχέουσα τοῖς ὤμοις καὶ τῷ αὐχένι, δέρην δὲ λευκὴν ὑπεκφαίνουσα, ἣν ἐδρύψατο μέν, οὐ μὴν ὡς αἰσχῦναι, τὰ γὰρ σημεῖα τῶν ὀνύχων ἡδίω γραφῆς. τὸ δὲ ἐν τῇ [p. 355] παρειᾷ ἔρευθος οὐδὲ ἀποθνήσκουσαν διαφεύγει, χορηγοὶ δὲ αὐτοῦ ἥ τε ὥρα καὶ ἡ αἱδώς. ἰδοὺ καὶ μυκτῆρες ἀνεσταλμένοι τὸ μέτριον καὶ βάσιν τῇ ῥινὶ πράττοντες, ἧς ὥσπερ πτόρθοι μηνοειδεῖς ἐκπεφύκασιν αἱ ὀφρύες ὑπὸ λευκῷ τῷ μετώπῳ μέλαιναι. τοὺς δὲ ὀφθαλμούς, ὦ παῖ, μὴ ἀπὸ τοῦ μεγέθους, μηδ᾽ εἰ μέλανες, ἀλλὰ τόν τε νοῦν θεωρῶμεν, ὅσος ἐν αὐτοῖς ἐστι καί, νὴ Δί᾽, ὁπόσα τῶν τῆς ψυχῆς ἀγαθῶν ἔσπασαν ἐλεεινῶς μὲν διακείμενοι, τοῦ δὲ φαιδρῶς ἔχειν οὐκ ἀπηλλαγμένοι, καὶ θαρσαλέοι μέν, λογισμοῦ δὲ ἔσω μᾶλλον ἢ τόλμης, καὶ τοῦ μὲν θανάτου ξυνιέντες, οὔπω δὲ ἀπιόντες. ὀπαδὸς δὲ ἔρωτος ἵμερος οὕτω τι ἐπικέχυται τοῖς ὀφθαλμοῖς, ὡς ἐπιδηλότατα δὴ ἀπ᾽ αὐτῶν ἀποστάζειν. γέγραπται καὶ ὁ Ἔρως ἐν ἱστορίᾳ τοῦ ἔργου, γέγραπται δὲ καὶ ἡ Λυδία τὸ αἷμα ὑποδεχομένη καὶ χρυσῷ γε, ὡς ὁρᾷς, τῷ κόλπῳ.