Μετάβαση στο περιεχόμενο

Εικόνες Α΄/Βιβλίον β/β

Από Βικιθήκη
β. Ἀχιλλέως τροφαί
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΑΧΙΛΛΕΩΣ ΤΡΟΦΑΙ

β. νεβροὶ καὶ λαγώς, ταῦτα θηράματα τοῦ νῦν Ἀχιλλέως, ὁ δέ γε ἐν Ἰλίῳ πόλεις αἱρήσει καὶ ἵππους καὶ ἀνδρῶν στίχας, καὶ οἱ ποταμοὶ αὐτῷ μαχοῦνται μὴ ἐῶντι αὐτοὺς ῥεῖν, κἀκείνων μὲν τῶν ἔργων μισθὸν ἀποίσεται Βρισηίδα καὶ τὰς ἐκ Λέσβου ἑπτὰ καὶ χρυσὸν καὶ τρίποδας καὶ τὸ τοὺς Ἀχαιοὺς ἐπ᾽ αὐτῷ εἶναι, τὰ δὲ παρὰ τῷ Χείρωνι ταῦτα μήλων δοκεῖ καὶ κηρίων ἄξια, καὶ ἀγαπᾷς, ὦ Ἀχιλλεῦ, μικρὰ δῶρα πόλεις ἀπαξιώσων τότε καὶ τὸ κῆδος τοῦ Ἀγαμέμνονος. ὁ μὲν οὖν ἐπὶ τῆς τάφρου καὶ ὁ κλίνας τοὺς Τρῶας ἐκ μόνου τοῦ βοῆσαι καὶ ὁ κτείνων ἐπιστροφάδην καὶ ἐρυθαίνων τὸ τοῦ Σκαμάνδρου ὕδωρ ἵπποι τε ἀθάνατοι καὶ ἕλξεις Ἕκτορος καὶ ὁ βρυχώμενος ἐπὶ τοῖς Πατροκλείοις στέρνοις Ὁμήρῳ γέγραπται, γράφει δὲ αὐτὸν καὶ ᾄδοντα καὶ [p. 342] εὐχόμενον καὶ ὁμωρόφιον τῷ Πριάμῳ, τουτονὶ δὲ οὔπω ξυνιέντα ἀρετῆς, ἀλλὰ παῖδα ἔτι γάλακτι ὑποθρέψας καὶ μυελῷ καὶ μέλιτι δέδωκεν ὁ Χείρων γράφειν ἁπαλὸν καὶ ἀγέρωχον καὶ ἤδη κοῦφον, εὐθεῖα μὲν γὰρ ἡ κνήμη τῷ παιδί, ἐς γόνυ δὲ αἱ χεῖρες, ἀγαθαὶ γὰρ δὴ αὗται πομποὶ τοῦ δρόμου, κόμη τε ἡδεῖα καὶ οὐδὲ ἀκίνητος, ἔοικε γὰρ προσαθύρων ὁ ζέφυρος μετατάττειν αὐτήν, ὡς μεταπιπτούσης τῇδε κἀκεῖσε ἄλλοτε ἄλλος ὁ παῖς εἴη, ἐπισκύνιόν τε καὶ θυμοειδὲς φρύαγμά ἐστι μὲν ἤδη τῷ παιδί, πραύνει δὲ αὐτὸ ἀκάκῳ ὄμματι καὶ παρειᾷ μάλα ἵλεῳ καὶ προσβαλλούσῃ τι ἁπαλοῦ γέλωτος. ἡ χλαμὺς δέ, ἣν ἀμπέχεται, παρὰ τῆς μητρός, οἶμαι· καλὴ γὰρ καὶ ἁλιπόρφυρος καὶ πυραυγὴς ἐξαλλάττουσα τοῦ κυανῆ εἶναι. κολακεύει δὲ αὐτὸν ὁ Χείρων, οἷον λέοντα πτῶκας ἁρπάζειν καὶ νεβροῖς συμπέτεσθαι· νεβρὸν γοῦν ἄρτι ᾑρηκὼς ἥκει παρὰ τὸν Χείρωνα καὶ ἀπαιτεῖ τὸ ἆθλον, ὁ δὲ χαίρει ἀπαιτούμενος καὶ τοὺς προσθίους ὀκλάσας ἐς ἴσον καθίσταται τῷ παιδί, μῆλα ἀπὸ τοῦ κόλπου ὀρέγων αὐτῷ καλὰ καὶ εὐώδη, καὶ γὰρ καὶ τοῦτο αὐτῶν ἔοικεν ἐγγεγράφθαι, καὶ κηρίον ὀρέγει τῇ χειρὶ σταγόνα λεῖβον δι᾽ εὐνομίαν τῶν μελιττῶν. ὅταν γὰρ πόαις ἀγαθαῖς ἐντυχοῦσαι κυίσκωσι, περιπληθῆ τὰ κηρία γίγνεται καὶ ἀποβλύζουσι τὸ μέλι οἱ οἶκοι αὐτῶν. ὁ δὲ Χείρων γέγραπται μὲν ὅσα κένταυρος· ἀλλὰ ἵππον ἀνθρώπῳ συμβαλεῖν θαῦμα οὐδέν, συναλεῖψαι μὴν καὶ ἑνῶσαι καί, νὴ Δία, λήγειν ἄμφω δοῦναι καὶ ἄρχεσθαι καὶ διαφεύγειν τοὺς ὀφθαλμούς, εἰ τὸ τέρμα τοῦ ἀνθρώπου ἐλέγχοιεν, ἀγαθοῦ, οἶμαι, ζωγράφου. καὶ τὸ ἥμερον δὲ φαίνεσθαι τὸ τοῦ Χείρωνος ὄμμα ἐργάζεται μὲν καὶ ἡ [p. 343] δικαιοσύνη καὶ τὸ ὑπ᾽ αὐτῆς πεπνύσθαι, πράττει δὲ καὶ ἡ πηκτίς, ὑφ᾽ ἧς ἐκμεμούσωται, νυνὶ δὲ καὶ ὑποκορισμοῦ τι αὐτῷ ἔπεστιν, εἰδώς που ὁ Χείρων, ὅτι τοὺς παῖδας τοῦτο μειλίσσεται καὶ τρέφει μᾶλλον ἢ τὸ γάλα. ταυτὶ μὲν περὶ θύρας τοῦ ἄντρου, ὁ δ᾽ ἐν τῷ πεδίῳ παῖς ὁ ἱππηδὸν ἐπὶ τοῦ κενταύρου ἀθύρων ὁ αὐτὸς ἔτι· διδάσκει ὁ Χείρων τὸν Ἀχιλλέα ἱππάζεσθαι καὶ κεχρῆσθαι αὐτῷ ὅσα ἵππῳ, καὶ συμμετρεῖται μὲν τὸν δρόμον ἐς τὸ ἀνεκτὸν τῷ παιδί, καγχάζοντι δὲ αὐτῷ ὑπὸ τοῦ ἥδεσθαι προσμειδιᾷ μεταστρεφόμενος καὶ μονονουχὶ λέγει ‘ἰδού σοι κροαίνω ἄπληκτος, ἰδοὺ καὶ ἐπικελεύομαί σοι· ὁ ἵππος ὀξὺς ἄρα καὶ ἀφαιρεῖ γέλωτα. λαγαρῶς γάρ μοι ἱππασθείς, θεῖε παῖ, καὶ τοιῷδ᾽ ἵππῳ πρέπων ὀχήσῃ ποτὲ καὶ ἐπὶ Ξάνθου καὶ Βαλίου καὶ πολλὰς μὲν πόλεις αἱρήσεις, πολλοὺς δὲ ἄνδρας ἀποκτενεῖς ὅσα θεὸν καὶ σὲ ὑπεκφεύγοντας.’ ταῦτα ὁ Χείρων μαντεύεται τῷ παιδὶ καλὰ καὶ εὔφημα καὶ οὐχ οἷα ὁ Ξάνθος.