Εικόνες Α΄/Βιβλίον α/ιβ
←ια. Φαέθων | ιβ.-ιγ. Βόσπορος Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον α΄ |
ιδ. Σεμέλη→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
ιβ΄. — [τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια] παραβοῶσι, παρακαλεῖν δὲ καὶ τοὺς ἵππους ἐοίκασι μὴ ῥῖψαι τὰ παιδία, μηδὲ ἀποπτύσαι τὸν χαλινόν, ἑλεῖν δὲ καὶ συμπατῆσαι τὰ θηρία, οἱ δὲ ἀκούουσιν, οἶμαι, καὶ ποιοῦσι ταῦτα. θηράσαντας δὲ αὐτοὺς καὶ δαῖτα ᾑρηκότας διαπορθμεύει ναῦς ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν σταδίους μάλιστά που τέτταρας, τουτὶ γὰρ τὸ ἐν μέσῳ τοῖν ἐθνοῖν, καὶ αὐτερέται πλέουσιν· ἰδοὺ καὶ πεῖσμα βάλλονται, δέχεται δὲ αὐτοὺς οἰκία μάλα ἡδεῖα θαλάμους ὑποφαίνουσα καὶ ἀνδρῶνας καὶ θυρίδων ἴχνη, καὶ τεῖχος δὲ περιβέβληται καὶ ἐπάλξεις ἔχει. τὸ δὲ κάλλιστον αὐτῆς, ἡμίκυκλος περιέστηκε στοὰ τῇ θαλάττῃ κιρροειδὴς ὑπὸ τοῦ ἐν αὐτῇ λίθου. γένεσις ἐκ πηγῶν τῷ λίθῳ, θερμὸν γὰρ νᾶμα ὑπεκρέον τὰ τῆς κάτω Φρυγίας ὄρη καὶ τὸ ῥεῦμα ἐς τὰς λιθοτομίας ἐσάγον ὑπόμβρους ἐργάζεται τῶν πετρῶν ἐνίας καὶ ὑδατώδη ποιεῖ τὴν ἔκφυσιν τῶν λίθων, ὅθεν αὐτῶν καὶ πολλὰ τὰ χρώματα· θολερὸν μὲν γάρ, ἔνθα λιμνάζει, καὶ κιρροειδὲς δίδωσι, καθαρὸν δὲ ὅπου, κρυσταλλοειδὲς ἐκεῖθεν καὶ ποικίλλει τὰς πέτρας ἐν πολλαῖς διαπινόμενον ταῖς ὀπαῖς. ἡ ἀκτὴ δὲ ὑψηλὴ καὶ τοιοῦδε μύθου φέρει σύμβολα· κόρη καὶ παῖς ἄμφω καλὼ καὶ φοιτῶντε ταὐτῷ διδασκάλῳ προσεκαύθησαν ἀλλήλοις καὶ περιβάλλειν οὐκ οὔσης ἀδείας ὥρμησαν ἀποθανεῖν ἀπὸ ταυτησὶ τῆς πέτρας κἀντεῦθεν ἤρθησαν ἐς τὴν θάλατταν ἐν ὑστάταις καὶ πρώταις περιβολαῖς, καὶ ὁ Ἔρως ἐπὶ τῇ πέτρᾳ τείνει τὴν χεῖρα ἐς τὴν θάλατταν, ὑποσημαίνων τὸν μῦθον ὁ ζωγράφος. ἡ δὲ ἐφεξῆς οἰκία, χηρεύει τι γύναιον ἐξεληλυθὸς τοῦ ἄστεος δι᾽ ὄχλον νέων, ἁρπάσεσθαι γὰρ αὐτὸ ἔφασαν καὶ ἀφειδῶς ἐκώμαζον καὶ δώροις ἐπείρων. ἡ δ᾽, οἶμαι, κομψόν τι ἐς αὐτοὺς ἔχουσα κνίζει τὰ μειράκια καὶ δεῦρο ὑπεξελθοῦσα οἰκεῖ τὴν ἐχυρὰν ταύτην οἰκίαν. σκέψαι γὰρ ὡς ὠχύρωται· κρημνὸς τῇ θαλάττῃ ἐφέστηκε τὰ μὲν κλυζόμενα ὑπωλισθηκώς, τὰ δὲ ἄνω προεκκείμενος ἔφαλόν τινα ταύτην ἀνέχων οἰκίαν, ὑφ᾽ ἧς καὶ ἡ θάλαττα κυανωτέρα φαίνεται καθιεμένων ἐς αὐτὴν τῶν ὀφθαλμῶν, καὶ ἡ γῆ παρέχεται τὰ νεὼς πάντα πλὴν τοῦ κινεῖσθαι. ἐς τοῦτο ἥκουσαν τὸ φρούριον οὐδὲ ὣς ἀπολελοίπασιν αὐτὴν οἱ ἐρῶντες, ἀλλ᾽ ὁ μὲν κυανόπρωρον, ὁ δὲ χρυσόπρωρον, ὁ δὲ ἄλλος ἄλλο τι τῶν ποικίλων ἀκατίων ἐμβεβηκὼς πλεῖ, καὶ ὁ κῶμος αὐτὸς καλοί τε καὶ ἐστεφανωμένοι, καὶ ὁ μὲν αὐλεῖ, ὁ δὲ κροτεῖν φησιν, ὁ δὲ ᾄδει, οἶμαι, στεφάνους δὲ ἀναρριπτοῦσι καὶ φιλήματα, καὶ οὐδὲ ἐρέττουσιν, ἀλλὰ ἐπέχουσι τὴν εἰρεσίαν καὶ ὑφορμίζονται τῷ κρημνῷ. τὸ δὲ γύναιον ἀπὸ τῆς οἰκίας οἷον ἐκ περιωπῆς ὁρᾷ ταῦτα καὶ γελᾷ κατὰ τοῦ κώμου, χλιδῶσα ἐς τοὺς ἐρῶντας ὡς οὐ πλεῖν μόνον, ἀλλὰ καὶ νεῖν ἀναγκάζουσα. καὶ ποίμναις ἐντεύξῃ προχωρῶν καὶ μυκωμένων ἀκούσῃ βοῶν καὶ συρίγγων βοὴ περιηχήσει σε καὶ κυνηγέταις ἐντεύξῃ καὶ γεωργοῖς καὶ ποταμοῖς καὶ λίμναις καὶ πηγαῖς — ἐκμέμακται γὰρ ἡ γραφὴ καὶ τὰ ὄντα καὶ τὰ γιγνόμενα καὶ ὡς ἂν γένοιτο ἔνια, οὐ διὰ πλῆθος αὐτῶν ῥᾳδιουργοῦσα τὴν ἀλήθειαν, ἀλλ᾽ ἐπιτελοῦσα τὸ ἑκάστου οἰκεῖον, ὡς ἂν εἰ καὶ ἕν τι ἔγραφεν — ἔς τ᾽ ἂν ἐφ᾽ Ἱερὸν ἀφικώμεθα. καὶ τὸν ἐκεῖ νεών, οἶμαι, ὁρᾷς, καὶ στήλας, αἳ περιίδρυνται αὐτῷ, καὶ τὸν ἐπὶ τῷ στόματι πυρσόν, ὃς ἤρτηται ἐς φρυκτωρίαν τῶν νεῶν, αἳ πλέουσιν ἐκ τοῦ Πόντου.
[ιγ΄]. ‘τί οὖν οὐκ ἐπ᾽ ἄλλο ἄγεις; ἱκανῶς γάρ μοι τὰ τοῦ Βοσπόρου διανενόηται.’ τί φήσεις; λέλοιπέ με τὸ τῶν ἁλιέων, ὃ κατ᾽ ἀρχὰς ἐπηγγειλάμην. ἵν᾽ οὖν μὴ περὶ μικρῶν διεξίοιμεν, ἀλλὰ περὶ ὧν λέγειν ἄξιον, τοὺς μὲν καλάμῳ θηρῶντας ἢ κύρτῳ τεχνάζοντας ἢ εἴ τις ἀνιμᾷ δίκτυον ἢ ἐναράττει τρίαιναν, ἀφέλωμεν τοῦ λόγου, σμικρὰ γὰρ ἀκούσῃ περὶ αὐτῶν καὶ φανεῖταί σοι μᾶλλον ἡδύσματα τῆς γραφῆς, τοὺς δὲ ἐπιχειροῦντας τοῖς θύννοις ἴδωμεν, ἄξιοι γὰρ οὗτοι λόγου διὰ μέγεθος τῆς θήρας. φοιτῶσιν οἱ θύννοι τῇ ἔξω θαλάττῃ παρὰ τοῦ Πόντου γένεσιν ἐν αὐτῷ σχόντες καὶ νομὰς τὰς μὲν ἰχθύων, τὰς δὲ ἰλύων καὶ χυμῶν ἑτέρων, οὓς Ἴστρος ἐς αὐτὸν φέρει καὶ Μαιῶτις, ὑφ᾽ ὧν γλυκερώτερος καὶ ποτιμώτερος ἄλλης θαλάττης ὁ Πόντος. νέουσι δὲ οἷον στρατιωτῶν φάλαγξ ἐπὶ ὀκτὼ καὶ ἐφ᾽ ἑκκαίδεκα καὶ δὶς τόσοι, καὶ ὑποκυματίζουσιν ἀλλήλοις, ἄλλος ἄλλῳ ἐπινέοντες, τοσοῦτον βάθος, ὅσον αὐτῶν τὸ εὖρος. ἰδέαι μὲν οὖν, καθ᾽ ἃς ἁλίσκονται, μυρίαι, καὶ γὰρ σιδηρὸν ἔστιν ἐπ᾽ αὐτοὺς θήξασθαι καὶ φάρμακα ἐπιπάσαι καὶ σμικρὸν ἤρκεσε δίκτυον, ὅτῳ ἀπόχρη καὶ σμικρόν τι τῆς ἀγέλης, ἀρίστη δὲ ἥδε ἡ θήρα· σκοπιωρεῖται γάρ τις ἀφ᾽ ὑψηλοῦ του ξύλου ταχὺς μὲν ἀριθμῆσαι, τὴν δὲ ὄψιν ἱκανός, δεῖ γὰρ αὐτῷ πεπηγέναι μὲν τοὺς ὀφθαλμοὺς ἐς τὴν θάλατταν, ἐξικνεῖσθαι δὲ πορρωτάτω, κἂν ἐμβάλλοντας τοὺς ἰχθῦς ἴδῃ, βοῆς τε ὡς μεγίστης δεῖ αὐτῷ πρὸς τοὺς ἐν τοῖς ἀκατίοις, καὶ τὸν ἀριθμὸν λέγει καὶ τὰς μυριάδας αὐτῶν, οἱ δὲ ἀποφράξαντες αὐτοὺς βαθεῖ καὶ κλειστῷ δικτύῳ δέχονται λαμπρὰν ἄγραν, ὑφ᾽ ἧς καὶ πλουτεῖν ἕτοιμον τῷ τῆς θήρας ἡγεμόνι. βλέπε πρὸς τὴν γραφὴν ἤδη, κατόψει γὰρ αὐτὰ καὶ δρώμενα· ὁ μὲν σκοπιωρὸς ἐς τὴν θάλατταν βλέπει διαπέμπων τοὺς ὀφθαλμοὺς ἐς τὴν τοῦ ἀριθμοῦ σύλληψιν, ἐν γλαυκῷ δὲ τῷ τῆς θαλάττης ἄνθει τὰ τῶν ἰχθύων χρώματα μέλανες μὲν οἱ ἄνω δοκοῦσιν, ἧττον δὲ οἱ ἐφεξῆς, οἱ δὲ μετ᾽ ἐκείνους ἤδη παραψεύδονται τὴν ὄψιν, εἶτα σκιώδεις, εἶτα ὑδαρεῖς ὑπονοῆσαι, καταβαίνουσα γὰρ ἐς τὸ ὕδωρ ἡ ὄψις ἀμβλύνεται διακριβοῦν τὰ ἐν αὐτῷ. ὁ δὲ τῶν ἁλιέων δῆμος ἡδεῖς καὶ ξανθοὶ τὴν χρόαν ὑπὸ τοῦ θέρεσθαι καὶ ὁ μὲν τὴν κώπην ζεύγνυσιν, ὁ δὲ ἐρέττει μάλα διεξῳδηκότι τῷ βραχίονι, ὁ δὲ ἐπικελεύεται τῷ πέλας, ὁ δὲ παίει τὸν μὴ ἐρέττοντα, βοὴ δὲ ἦρται τῶν ἁλιέων, ἐμπεπτωκότων ἤδη τῶν ἰχθύων ἐς τὸ δίκτυον, καὶ τοὺς μὲν ᾑρήκασι, τοὺς δὲ αἱροῦσιν. ἀμηχανοῦντες δέ, ὅ τι χρήσονται τῷ πλήθει καὶ παρανοίγουσι τοῦ δικτύου καὶ συγχωροῦσιν ἐνίους διαφυγεῖν καὶ διεκπεσεῖν, τοσοῦτον ἐς τὴν θήραν τρυφῶσιν.