Εγκώμια Σιμωνίδη
Εμφάνιση
(Ανακατεύθυνση από Εγκώμια (Σιμωνίδης ο Κείος))
Εγκώμια Συγγραφέας: |
μεταφράσεις:
- απόσπ. 5
- τῶν ἐν Θερμοπύλαις θανόντων
- εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δ' ὁ πότμος,
- βωμὸς δ' ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δ' οἶκτος ἔπαινος·
- ἐντάφιον δὲ τοιοῦτον οὔτ' εὐρὼς
- οὔθ' ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
- ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν
- Ἑλλάδος εἵλετο· μαρτυρεῖ δὲ καὶ Λεωνίδας,
- Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς
- κόσμον ἀέναόν τε κλέος.
- απόσπ. 6
- ἄνθρωπος ἐὼν μή ποτε φάσηις ὅ τι γίνεται αὔριον͵
- μηδ΄ ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται·
- ὠκεῖα γὰρ οὐδὲ τανυπτερύγου μυίας
- οὕτως ἁ μετάστασις.
- απόσπ. 9
- ἀνθρώπων ὀλίγον μὲν
- κάρτος͵ ἄπρακτοι δὲ μεληδόνες͵
- αἰῶνι δ΄ ἐν παύρωι πόνος ἀμφὶ πόνωι·
- ὁ δ΄ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
- 5 κείνου γὰρ ἴσον λάχον μέρος οἵ τ΄ ἀγαθοὶ
- ὅστις τε κακός.
- απόσπ. 13 : Δανάη
- ὅτε λάρνακι
- ἐν δαιδαλέαι
- ἄνεμός τε μην πνέων
- κινηθεῖσά τε λίμνα δείματι
- 5 ἔρειπεν͵ οὐκ ἀδιάντοισι παρειαῖς
- ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
- εἶπέν τ΄· ὦ τέκος οἷον ἔχω πόνον·
- σὺ δ΄ ἀωτεῖς͵ γαλαθηνῶι
- δ΄ ἤθεϊ κνοώσσεις
- 10 ἐν ἀτερπέι δούρατι χαλκεογόμφωι
- <τῶι>δε νυκτιλαμπεῖ͵
- κυανέωι δνόφωι ταθείς·
- ἄχναν δ΄ ὕπερθε τεᾶν κομᾶν
- βαθεῖαν παριόντος
- 15 κύματος οὐκ ἀλέγεις͵ οὐδ΄ ἀνέμου
- φθόγγον͵ πορφυρέαι
- κείμενος ἐν χλανίδι͵ πρόσωπον καλόν.
- εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν͵
- καί κεν ἐμῶν ῥημάτων
- 20 λεπτὸν ὑπεῖχες οὖας.
- κέλομαι δ΄͵ εὗδε βρέφος͵
- εὑδέτω δὲ πόντος͵ εὑδέτω δ΄ ἄμετρον κακόν·
- μεταβουλία δέ τις φανείη͵
- Ζεῦ πάτερ͵ ἐκ σέο·
- 25 ὅττι δὲ θαρσαλέον ἔπος εὔχομαι
- ἢ νόσφι δίκας͵
- σύγγνωθί μοι