Διόσκουροι
Ὕμνος εἰς Διοσκούρους Συγγραφέας: |
Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
κούρης Θεστιάδος, Λακεδαιμονίους δύ᾽ ἀδελφούς,
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θ᾽ αἱματόεντα ταρασσομένων καθ᾽ ὅμιλον,
νηῶν θ᾽, αἳ δύνοντα καὶ οὐρανὸν εἰσανιόντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις·
οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα 10
ἠὲ καὶ ἐκ πρῴρηθεν ἢ ὅππῃ θυμὸς ἑκάστου
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δ᾽ ἄρα τοίχους
ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
εἰκῇ ἀποκλασθέντα· πολὺς δ᾽ ἐξ οὐρανοῦ ὄμβρος
νυκτὸς ἐφερπούσης· παταγεῖ δ᾽ εὐρεῖα θάλασσα,
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
ἀλλ᾽ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀΛιομένοις θανέεσθαι·
αἶψα δ᾽ ἀπολήγοντ᾽ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· 20
ἐκ δ᾽ ἄρκτοι τ᾽ ἐφάνησαν, Ὄνων τ᾽ ἀνὰ μέσσον ἀμαυρὴ
Φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομ᾽ ἀείδειν;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
ἢ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου,
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ 30
τοίχων ἄνδρες ἔβαινον ᾿Ιησονίης ἀπὸ νηός,
ἐκβάντες δ᾽ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
εὐνάς τ᾽ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
Κάστωρ δ᾽ αἰολόπωλος ὅ τ᾽ οἰνωπὸς Πολυδεύκης
ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
εὗρον δ᾽ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δ᾽ ὑπένερθεν
λάλλαι κρυστάλλῳ ἠδ᾽ ἀργύρῳ ἰνδάλλοντο
ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι 40
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
ἄνθεά τ᾽ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
ὅσσ᾽ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
ἔνθα δ᾽ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
στήθεα δ᾽ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
σαρκὶ σιδηρείῃ σφυρήλατος οἷα κολοσσός.
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπ᾽ ὦμον
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· 50
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης·
Χαῖρε ξεῖν᾽, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
χαίρω πῶς, ὅτε τ᾽ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
θάρσει. μήτ᾽ ἀδίκους μήτ᾽ ἐξ ἀδίκων φάθι λεύσσειν.
θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδ᾽ ἔοικεν.
ἄγριος εἶ πρὸς πάντα παλίγκοτος ἠδ᾽ ὑπερόπτης;
τοιόσδ᾽ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
ἔλθοις, καὶ ξενίων κε τυχὼν πάλιν οἴκαδ᾽ ἱκάνοις. 60
μήτε σύ με ξείνιζε, τά τ᾽ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
δαιμόνι᾽, οὐδ᾽ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
γνώσεαι, εὖτέ σε δίψος ἀνειμένα χείλεα τέρσῃ.
ἄργυρος ἢ τίς ὁ μισθός; ἐρεῖς, ᾧ κέν σε πίθοιμεν.
εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; ὄμματά δ᾽ ὀρθά.
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθ᾽ ὁ πύκτης.
ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφ᾽ ᾧ δηρισόμεθ᾽ ἄμφω; 70
σὸς μὲν ἐγώ, σὺ δ᾽ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
εἴτ᾽ οὐν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθ᾽, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθ᾽ ἐπ᾽ ἀέθλῳ.
ἦ ῥ᾽ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατο κοίλην.
οἲ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀλεῖ Βέβρυκες κομόωντες.
ὣς δ᾽ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
οἳ δ᾽ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις 80
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·
ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες,
βάλλετο δ᾽ ἀκτίνεσσιν ἅπαν ᾿Αμύκοιο πρόσωπον.
αὐτὰρ ὅγ᾽ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
χερσὶ τιτυσκόμενος. τοῦ δ᾽ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν,
σὺν δὲ μάχην ἐτάραξε, πολὺς δ᾽ ἐπέκειτο νενευκὼς 90
ἐς γαῖαν. Βέβρυκες δ᾽ ἐπαΰτεον, οἳ δ᾽ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
ἤτοι ὅγ᾽ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δ᾽ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δ᾽ ἔπτυσεν αἷμα
φοίνιον· οἳ δ᾽ ἅμα πάντες ἀριστῆες κελάδησαν,
ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· 100
ὄμματα δ᾽ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
πάντοθεν· ἀλλ᾽ ὅτε δή μιν ἀμηχανέοντ᾽ ἐνόησε,
μέσσης ῥινὸς ὕπερθε κατ᾽ ὀφρύος ἤλασε πυγμῇ,
πᾶν δ᾽ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς
ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
ἔνθα μάχη δριμεῖα πάλιν γένετ᾽ ὀρθωθέντος·
ἀλλήλους δ᾽ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
ἀλλ᾽ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα
αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δ᾽ ἀεικέσι πληγαῖς 110
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
σάρκες τῷ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
αἶψ᾽ ὀλίγος γένετ᾽ ἀνδρός· ὃ δ᾽ αἰεὶ πάσσονα γυῖα
αὐξομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνω.
πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δ᾽ ἑτέρων ὑποφήτης
φθέγξομαι ὅσσ᾽ ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
ἤτοι ὅγε ῥέξαι τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δ᾽ ἐπιβαίνων 120
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν ᾿Αμυκλαίων βασιλῆα·
ἀλλ᾽ ὅγ᾽ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δ᾽ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
ἐκ δ᾽ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δ᾽ ἀράβησαν ὀδόντες·
αἰεὶ δ᾽ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δ᾽ ἐπὶ γαίῃ
κεῖτ᾽ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. 130
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρ᾽ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτ᾽ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας· δοιὼ δ᾽ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ᾽ ᾿Αφαρῆος,
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. 140
ἀλλ᾽ ὅτε τύμβον ἵκανον ἀποφθιμένου ᾿Αφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δ᾽ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγ᾽ ἀύσας·
«δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δ᾽ ἐπὶ νύμφαις
ἀλλοτρίαις χαλεποί, γυμναὶ δ᾽ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
ὑμεῖς δ᾽ οὐ κατὰ κόσμον ἐπ᾽ ἀλλοτρίοις λεχέσσι
βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν 150
ἄνδρα παρετρέψασθε, γάμον δ᾽ ἐκλέπτετε δώροις.
ἦ μὴν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδ᾽ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
“οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
πολλή τοι Σπάρτη, πολλὴ δ᾽ ἱππήλατος Ἦλις,
Ἀρκαδίη τ᾽ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα,
Μεσσήνη τε καὶ ῎Αργος ἅπασά τε Σισυφὶς ἀκτή·
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. 160
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κ᾽ ἐθέλητε·
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι,
ὑμεῖς δ᾽ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον· σφῷν δ᾽ ἄλλον ἐπιφραζώμεθα πάντες.”
ἴσκον τοιάδε πολλά, τὰ δ᾽ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσ᾽ ἀνέμοιο, χάρις δ᾽ οὐχ ἕσπετο μύθοις.
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλ᾽ ἔτι καὶ νῦν
πείθεσθ᾽· ἄμφω δ᾽ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.» 170
«εἰ δ᾽ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴνεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λῦσαι,
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
νῶϊ δ᾽, ἐγὼ Λυγκεύς τε, διακρινώμεθ᾽ Ἄρηι
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
εἶς· ἀτὰρ ὥλλοι πάντες ἐϋφρανέουσιν ἑταίρους
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
τάσδ᾽· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.» 180
εἶπε, τὰ δ᾽ οὐκ ἄρ᾽ ἔμελλε θεὸς μεταμώνια θήσειν.
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπ᾽ ὤμων τεύχε᾽ ἔθεντο,
ὣ γενεῇ προφέρεσκον· ὃ δ᾽ ἐς μέσον ἤλυθε Λυγκεύς,
σείων καρτερὸν ἔγχος ὑπ᾽ ἀσπίδος ἄντυγα πρώτην·
ὣς δ᾽ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
ἀλλ᾽ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
δοῦρ᾽ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. 190
τὼ δ᾽ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπ᾽ ἀλλήλοισι· μάχης δ᾽ οὐ γίνετ᾽ ἐρωή.
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ, πολλὰ δ᾽ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
τοῖο σάκος, φοίνικα δ᾽ ὅσον λόφον ἵκετ᾽ ἀκωκή.
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ· ὃ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. 200
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δ᾽ εἴσω
χαλκὸς ἄφαρ διέχευεν· ὃ δ᾽ ἐς στόμα κεῖτο νενευκὼς
Λυγκεύς, κὰδ δ᾽ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφ᾽ ἑστίῃ εἶδε πατρῴῃ
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
ἦ γὰρ ὅγε στήλην ᾿Αφαρηίου ἐξανέχουσαν
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·
ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν 210
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
οὕτω Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
αὐτοί τε κρατέουσι καὶ ἐκ κρατέοντος ἔφυσαν.
χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ
Τυνδαρίδαις ῾Ελένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας ᾿Αχαιῶν
Ἰλιάδας τε μάχας ᾿Αχιλῆά τε πύργον ἀυτῆς· 220
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
οἷ᾽ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.