Μετάβαση στο περιεχόμενο

Διονυσιακά/7

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον ζ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει
καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.

ἤδη δ᾽ ἀενάοιο βίου παλιναυξέι καρπῷ
ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας
ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς·
καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
5καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ
ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.


ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη
ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.
καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
10ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·
οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας
Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,
ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ
ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
15οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ
θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι·
οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης
ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ [p. 246]
ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
20ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.


ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
25εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·
καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·


‘Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
30οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ
ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;
οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξ ὅτε φωτῶν
ἔκλυσας ἔθνεα πάντα, καί ἠερίου ῥόος ὄμβρου
ἠέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
35χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ
οὐρανίους οἴηκας ἀναίνομαι οὐκέτι κόσμου
πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων
πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω·
ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ
40οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν.
ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει
καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ,
κυφός ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις
γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ·
45ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ [p. 248]
νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ,
συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας.
οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει
Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης·
50ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ
ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ;
πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς
νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην
τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.
55ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης
φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ
οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι
ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς
ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,
60ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ
ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει,
κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,
ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου.
ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας
65σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει
ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;’


ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ
μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς·
καὶ φρενὸς ἡνία λῦσεν· ἐπασσυτέρῃσι δὲ βουλαῖς
70ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί. [p. 250]
καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν
ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων·
‘Ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν,
μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει
75πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης.
νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης
αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω·
ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ
ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.
80τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ
θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.
χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς
γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ
ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης.
85ἤδη δ᾽ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει
ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,
ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων
ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις
90εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ
ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,
Βασσαρίδων τε φάλαγγα φιλεύιον ὑψόθεν ὤμων
ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην·
καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
95πάντες ἀνευάξουσιν ἐπ᾽ εὐκελάδοιο τραπέζης
ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης·
τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,
γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν
Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ. [p. 252]
100καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ
ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας...
σῆμα νέης θεότητος ἔχων ὀφιώδεα μίτρην·
καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται
ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
105χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.’


εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ
ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.
καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγεν, ὃς μὲν ἱκάνων
οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον εἰς δόμον Ἥρης.


110καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων
πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας
ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ
εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων
Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
115δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ
ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης·
‘πρῶτος ἄγει Κρονίωνα βοώπιδος εἰς λέχος Ἰοῦς’·
‘δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ’·
‘Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου’·
120‘τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην’·
‘πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους’·
‘αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει’·
‘ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει’·
‘ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ’· [p. 254]
125‘εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ’·
‘θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης’·
‘ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης’·
‘δωδέκατος τρισέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.’
ἀλλ᾽ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,
130ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,
χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ
κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,
δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,
νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
135νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.


ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,
τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ
ἀργυρέης ἐτίταινε δι᾽ ἄστεος ἦχον ἱμάσθλης
ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης
140λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης·
ὄμμασι γὰρ Ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου
ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ
θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις
ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
145ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,
νιφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις·
ἐξαπίνης δὲ πεσοῦσα δι᾽ αἰθέρος οὐρανίη φλὸξ [p. 256]
δένδρον ὅλον πρήνιξεν, ἑοῦ δ᾽ οὐχ ἥπτετο καρποῦ·
ἀλλά μιν ἁρπόξας τανυσίπτερος ὄρνις ἀλήτης
150ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ
δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ
ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ
αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·
155καὶ Σεμέλη φυτὸν ἦεν, ὑπερφρίσσουσα δὲ κούρη
ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα
εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ἀνείρων.
καὶ Σεμέλης δεδόνητο φυτόν πυρίκαυτον ἀκούων
Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς
160πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους.
καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν
παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νηὸν Ἀθήνης
Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ
ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,
165καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης.


ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ,
ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς
αἵματι κόλπον ἔδευσε, φόνῳ δ᾽ ἐρραίνετο κούρη·
καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί,
170καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες·
καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ
γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ
παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις
στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.


180καὶ Σεμέλην ὁρόωσα παρ᾽ Ἀσωποῖο ῥεέθροις
λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς [p. 258]
μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ
ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ.
κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ
185χεῖρας ἐρετμώσασα δι᾽ ὕδατος ἔτρεχε κούρη·
καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ
ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων
ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ
ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.
175καὶ φόρον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης
ἠῴην παρὰ πέζαν ἀλεξικάκου Διονύσου
εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείων.
οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου
εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι


190οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ
ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.
καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων
πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,
τοξευτὴρ ἀκίχητος· ἐπ᾽ ἀνθοκόμῳ δὲ βελέμνῳ
195νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου
ἑλκομένου ῥοίζησε σοφὸν βέλος Εὔιον ἠχώ.
Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ
αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ
συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων
200εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,
ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,
ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων [p. 260]
ἄστατον ὄμμα φέρων γαίης ὀχετηγὸν ἀνάγκης
παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·
205καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης
Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ
κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ
τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ
πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
210Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,
καὶ Σεμέλης δι᾽ ἔρωτα προώριος αἰετὸς ἔπτη
ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,
Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων
ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·
215αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης
γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·
οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν
ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,
ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων
220ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,
ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.


καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,
καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν
ἀστράπτων Χαρίτεσσιν· ὀπιπεύουσα διὰ νύμφην
225νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν·
‘Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ
μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων [p. 262]
εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ
ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
230μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις
κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων
ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;
μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ
γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆς
235Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ
ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις
παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·
πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν
εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,
240λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
245οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη
αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ
γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,
250καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην
λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·
εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.’


255τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή
Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ [p. 264]
νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·
ἀσταθέος δ᾽ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,
260πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην
πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·
στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
265καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου
ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ
ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
270παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ
βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·
οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
275οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,
αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.
280καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς
ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.
καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς
εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ·
καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,
285καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν·
‘ Ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς; [p. 266]
ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,
λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου
ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς
290ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;
ἠέλιε, κλονέεις με καὶ εἰ μάθες οἶστρον Ἐρώτων·
φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;
οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω,
καὶ σὲ καὶ ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,
295καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ
Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ
ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων
ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.
ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων
300σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ
σῆς Κλυμένης ἀπόναιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.
ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,
μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην
θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,
305καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις
λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,
καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.’


τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.
ἀλλ᾽ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων
310ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,
δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς, [p. 268]
ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς
εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ
ἅλμα θορὼν πρώτιστον ὅλην αρεμέτρεε ταρσῷ
315ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην
ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου
αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.


καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεαμῷ,
πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,
320ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,
ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,
πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,
ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·
325ἄλλοτε μιτρωεῖσαν ὑπὸ σπείρῃσι δρακόντων
νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,
οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,
Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων
ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης
330χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,
συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης
ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.
Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
335εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·
καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ
νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,
νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,
ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,
340πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας· [p. 270]
ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνπι κισσῷ,
δέπμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος
λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
345ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
350καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·


‘Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
355οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
ἤλυθεν εἰς Κρήτην, Σεμέλη δ᾽ ἐς Ὄλυμπον ἱκάνει.
τί πλέον ἤθελες ἄλλο μετ᾽ αἰθέρα καὶ πόλον ἄστρων;
360καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν
νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.
ἀλλὰ μετ᾽ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,
τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος
παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
365καὶ μετὶ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης
ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·
ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.’