Μετάβαση στο περιεχόμενο

Διονυσιακά/43

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον μγ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω
Ἄρεα κυματόεντα καἰ ἀμπελόεσσαν Ἐνυώ.

ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·
καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ
5θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων
χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,
Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.
καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης
παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
10εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν
ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,
καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,
ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος
ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
15ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.


καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ
ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·
καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ
Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης,
20σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ [p. 270]
εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,
μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·
καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου
ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
25βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·
καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων
θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,
τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων·
καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ
30ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,
ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,
καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων
πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.


καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
35ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων
δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις
δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·
καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.
40καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου
εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ
θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου
ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου
διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·
45καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ·
ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ
ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·
καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ
ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα
50προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ
ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.


καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας, [p. 272]
στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.
τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
55υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου
Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·
τῆς δ᾽ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἐλικάων
ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ
πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσίρετο χαίτης·
60Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
πέμπτης δ᾽ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,
ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
65σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,
υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.
καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·


70 Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου
αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
75Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·
καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,
80Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·
καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους
γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,
85ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς·
καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων [p. 274]
διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης
ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων
βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,
καί μιν ὑποδρήσσοντα μετ᾽ Ἰσθμιάδος βυθὸν ἅλμης
πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,
90εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·
οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ᾽ ἐάσσω.
ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης
νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις
κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
95Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,
μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·
Λευκοθέης δ᾽ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·
χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ
Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·
100καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης
βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ·
Εἰδοθέη δ᾽ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω·
καἰ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ
τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,
105ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ


ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ;
ἀλλὰ γένος Νηρῆος ἐάσατε· ποντοπόρους γὰρ
δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.
καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου
110Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων
θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,
στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς
ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς
δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.
115Γλαῦκος ἁλιβρέκτοιο διάκτορος ἐννοσιγαίου
Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων [p. 276]
αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.
οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς
νύμφης ἡμετέρης περὶ πατρίδος· οὕ μιν ἀράξας
120ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων,
εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ...
125ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ
Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ
ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω
ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
130γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
135νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δ᾽ αὐτὴ
ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων
δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.
καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην
140ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ·
ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,
μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.


τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης·


145‘Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης [p. 278]
ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου·
δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ·
οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
150ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος
τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,
κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
155Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.
οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
Νηρεΐδες γεγάασιν ἀρείονες· ἀλλὰ θαλάσσῃ
διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ
ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·
160καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ
Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,
ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.
165Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,
ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης
Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,
ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ
Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,
170ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,
Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.
ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσας
δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν
κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ
175εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,
ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ [p. 280]
πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,
καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·
οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου
180οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης
τοσσατίης, τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν
οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν Ἐνυώ·
καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς
πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου
185εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος Ἄρης·
ὑψώθη δὲ θάλασσα κατ᾽ αἰθέρος, Ὠκεανῷ δὲ
λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης
βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,
καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων
190κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου
οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.’


ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,
καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ
ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.
195καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης·
καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ
ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,
ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος
ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,
200τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,
ζεύξας Ἴσθμιον ἅρμα· καὶ Ἱππείῳ χρεμετισμῷ
Ἰνδῴων κελάδημα συνεπλατάγησε λεόντων.
καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου
ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.
205τρίτων δ᾽ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ, [p. 282]
ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν
ἀλλοφυῆ, χλοάουσαν, ἀπ᾽ ἰξύος ἄχρι καρήνου
ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ
δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
210καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ
ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,
Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων
καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ
Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
215ἄβροχος αἰγείῃσιν ἀνακρούων ἄλα χηλαῖς,
ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,
πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ
μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς
ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,
220μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ
τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.
ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
ῥῖψεν ἐφ᾽ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.


225Πρωτεὺς δ᾽ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·
ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
230σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·
Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·
καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
235ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·
καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας [p. 284]
εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
σπεῖραν ἀνῃώρησεν, ὑπ᾽ ὀρχηστῆρι δὲ παλμῷ
ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,
240καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·
καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ
φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν
ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
245χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·
κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων
εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,
ὃν κτάμεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας
ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.
250χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην
πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης
οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.


θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων
ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
255ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,
δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρ᾽ ᾐόνα γείτονες ὄχθαι
εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.
Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι
ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου
260ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.
καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
265γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·
καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ· [p. 286]
κουφίζων δ᾽ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
πομπίλος ἠέρταζε δι᾽ ὕδατος ἄβροχον Εἰδώ.
270ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ.
δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
ὀκλάζων ἐπίκυρτος, ἐπ᾽ ἄντυγι γούνατα πήξας
275ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·
ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος
280ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις.
ἄλλη δ᾽ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην
ἡνίοχος δελφῖνος ὑπερκύψασα θαλάσσης,
νώτῳ δ᾽ ἰχθυόεντι καθιππεύουσα γαλήνης
ὑγρομανῆ δρόμον εἶχε· μανεὶς δέ τις ὑγρὸς ὁδίτης
285μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς.


καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου
θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν
ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο
ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ·
290καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ·
Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ
ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ
οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ
Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
295Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντες ἀέλλῃ
Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης
συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης
κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη
ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ [p. 288]
300εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς·
καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
305καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.


Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
310ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·
ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
315ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην
320Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
325θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
ἔγχεϊ κισσήεντι δι᾽ ὕδατος ἤλασεν Ἰνώ.
ἄλλῳ δ᾽ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
330θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης, [p. 290]
Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
335οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ
Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
ὑψινεφὴς δ᾽ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ·
340καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
ἀλλοφανὴς κεχάλαστο δι᾽ ἰξύος ὄρθιος οὐρή.
Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
345συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
350πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·
λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
355σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
ἀφλεγέος σελάγιζε κατ᾽ αὐχένος αὐτόματον πῦρ,
θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ᾽ ᾐόνι γείτονι πόντῳ
φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου
360αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν·


‘Εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος, [p. 292]
εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θεσμῶν,
Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω
δουλοσύνην Νηρῆος ἐπὶ Γλαύκοιο τελευτῇ·
365μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,
δμωίδα μή μιν ἴδοιμι παρὰ Βρομίῳ, χθόνα Λυδῶν
ὀψομένην μετὰ πόντον, Ἀχιλλέα, Πηλέα, Πύρρον,
υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·
Λευκοθέην δ᾽ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
370υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος
παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.’


ὣς φαμένης ἤκουσε δι᾽ αἰθέρος ὑψιμέδων Ζεύς,
καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν ἐννοσιγαίῳ,
καὶ μόθον ἐπρήυνε γαμοστόλον·οὐρανόθεν γὰρ
375νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες Ἐνυὼ
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,
380καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
οὔασι δ᾽ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
385καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
390καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου. [p. 294]


καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
395νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·
καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,
400Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
ὁρμὸν ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
ὁππόσα Νηρεΐδεσσιν ἀμιμήτῳ κάμε τέχνῃ
Λήμνιος ἐργοπόνος παρὰ κύμασι καὶ μέσον ἅλμης
ἔμπυρον ἄκμονα πάλλεν ὑποβρυχίην τε πυράγρην,
405φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων
ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.
Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος ἀράχνης·
410χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων
ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε γείτονα Ῥείην
Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
415Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.


ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ
420γήθεεν ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ
γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν· [p. 296]
‘Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
425παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·
ἁβροτέρην δ᾽ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
430ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
435ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.’


τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
440καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ᾽ Ἀσσυρίοιο δὲ κόλπου
ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ·
Μαιονίης δ᾽ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
445Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
Εὐρώπης πτολίεθρα μετ᾽ Ἀσίδος ἄστεα βαίνων.