Διονυσιακά/4
←Διονυσιακῶν βιβλίον γ΄ | Διονυσιακῶν βιβλίον δ΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον ε΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις
Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.
ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς
αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων
σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.
<...οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων,...>
5ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ
ὄρθια δινεύουσα νοήμοι δάκτυλα παλμῷ
Ἁρμκονίην ἐκάλεσσε τύπῳ τεχυήμονι φωνῆς·
ἡ δὲ τιταινομένη βλεφάρων ἀντώτιον αἴγλην
Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,
10καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης
σιγαλέαι κήρθκε ἐμκαντεύοντο παρειαί.
παγθενικὴ δ᾽ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ
εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ
ἑπταμύχου θαλάμοιο πολυσφρήτιστον ὀχῆα
15λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ
ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·
καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφινσε κούρης [p. 136]
δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης
ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.
20ἀλλ᾽ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις
λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,
παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρθε νύμφη
εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ
ἑζομένη στοιχηδὸν ἐπ᾽ ἀργυροφεγγέι δίφρῳ
25ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ,
καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ
ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.
παρθενικὴ δ᾽ ἀίουσα πολυπλάγκτους ὑμεναίους
καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
30ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος
ξεινοδόκος Κάδμοιο βοοσσόος ἔννεπεν Ἐρμῆς·
καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ
συζυγίην φερέοκον ἀδωροδόκων ὑμεναίων·
καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης
35δάκρυαι μυδαλέη πολυξμεμφέα ῥήξατο φωνήν·
‘Μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;
οὕτωι σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;
ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;
40οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,
παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.
ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·
τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην
ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
45ἀλλ᾽, ἐρέεις, Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ·
πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,
ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνετις Ἥρη [p. 138]
Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;
οὐ χατέει Κάδμονιο τεὸς πόσις ὑψιμέδων Ζεύς·
50ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς
ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι,
εἰ λίπε θοῦρον Ἄρηα, κυβερνπητῆρα κυδοιμοῦ,
καὶ βροτόν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος
ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
55τοσσατίους Τιρῆνας ἐνεκλήισσε βερέθρῳ,
καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.
οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·
Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης
θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ
60Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,
Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,
δέμνιον ἀμφιέποντες ὁμόγνιον, ὤμοι ἀνάγκης·
γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.’
ὣς φαμένης ἀπένεψε γοήμονος ὄμβρον ὀπωπῆς
65μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς
Ἁρμονίην ᾤκτερπε, Διὸς δ᾽ ἀλέεινεν ἀπειλήν.
ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ
κερδαλέῳ ζωοτῆρι δολοφράδμων Ἀφροδίτη,
καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς
70Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα·
καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου
Πεισινόῃ δέμας ἶσον ἐίσκετο γεῖτονι κούρῃ,
Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυθίῃ τινὶ νούσῳ
λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ
75ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ,
οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν·
‘Ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλόν ἀλήτην,
οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην [p. 140]
ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·
80ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,
ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ
ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει.
ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,
ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ᾽ ἐψεύσατο φύτλην.
85οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ
σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,
Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,
οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ
μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
90εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,
Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ.
παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης
εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα,
λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
95ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων·
ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς
Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·
οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα
100κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ
εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς τεὸν εἶδον ἀλήτην,
105ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
ἀλλ᾽ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην· [p. 142]
χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δ᾽ ἐθελήσῃς,
δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
110καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
115στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ
ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.
120οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,
οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
125σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.
οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ
εἰαρινὸν δώρημα φύσις δωρήσατο Κάδμῳ·
εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου
130ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ
δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.
καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου. [p. 144]
135εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.
χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
140πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω·
δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
145κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·
αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
150χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας,
τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
155οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
160ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις, [p. 146]
165μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
170ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
175τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.’
εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
180ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·
‘Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
185μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
ἀλλ᾽ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
190Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω, [p. 148]
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτ᾽ ἔλθω
195εἰς δύσιν ἀχλυόεσσαν, ἐπ᾽ Ἐνδυμίωνι καὶ αὐτὴ
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.’
τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·
καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου
200Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
πάσας δ᾽ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
205ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
210Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
λάτριν ἔχων πομπῆα δι᾽ ἄστεος ἄχρι θαλάσσης.
παρθενικὴν δ᾽ ὁρόωσα παρ᾽ ᾐόνας ὑψόθι πόντου
ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
215Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
‘Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην [p. 150]
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;
220πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος εἰπὲ τεκούσῃ·
῾κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.᾿
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
225μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.’
ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων
ὁλκάδος ἰθυπόροιο παλίμπορα πείσματα λύσας
εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ·
διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
230δουροπαγές πόμπευε δι᾽ οἴδματος ἅρμα θαλάσσης,
ἰσάζων ἑκάτερθε νεὼς πόδας, οἷα δὲ Φοῖνιξ,
ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν
Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυε κούρην
235νηὸς ἰδὼν ξείνὁ̣̣̓ς ἐπιβήτορας, οὓς τότε ναῦται
μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·
‘Αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ
υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·
240ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ
ὁλκάδα Σιδονίην. Δολόεις τάχα φώριος Ἄρης
ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων
ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.
245ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ
πέμπέ μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.’ [p. 152]
τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ
λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.
καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς
250οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων
ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.
ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων
ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,
ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
255εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις
χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας
δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις
ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,
ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ
260Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων
γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ
ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας
γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,
πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
265Αἰγυπτίης σοφίης μετανάστιος, ἦμος Ἀγήνωρ
Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην·
καί, ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,
χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων
ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου
270εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων
μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης, [p. 154]
καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ
λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ
γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ
275κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ
μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων
καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,
χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,
ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,
280πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,
ἀρτιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ,
πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ
ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ,
πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.
285τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων
ναυτιλίην μεθέηκε· σὸν Ἁρμονίῃ δὲ κομίζων
ἑσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην
ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις
μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας
290Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς
μαντοσύνην ἐρέεινε, καὶ ἔμφρονα Πύθιος ἄξων
κυκλόθεν αὐτοβόητος ἐθέσπισε κοιλάδι φωνῇ·
‘Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις·
μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,
295μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι·
Ἀσσυρίην ἀπόειπε, τεῆς δ᾽ ἡγήτορα πομπῆς
ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου· [p. 156]
νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν·
οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ
300πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν
Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,
αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.
ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσας
μίμνε παρ᾽ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης
305πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα
εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.’
ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,
καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς
γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ
310Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.
εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ
βοῦν ἴδε, νισσομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ
ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ
φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην
315ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων
ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας
Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης
εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.
Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ
320Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω
σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,
Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη
συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,
κούρη δ᾽ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις
325εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης
μυρομένης Θρήισσαν ἀναγκαίην Ἀφροδίτην
δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ, [p. 158]
παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,
ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ
330γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης·
καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς Ἀρούρης
ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος
ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς·
καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,
335ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων
Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,
ἧχί ποτ᾽ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,
σκορπίος, ἀστόργοιο βοηθόος ἰοχεαίρης,
340τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης
ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,
ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ
ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.
καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
345ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,
καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης
λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.
καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ [p. 160]
ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ᾽ ὅτε Κάδμῳ
350Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ
δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ
μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς
ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
355ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.
καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ·
στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ
Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ·
360τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,
τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
θῆκε νέκυν· ψαφαρὴ δὲ κατ᾽ αὐχένος ἔρρεε χαίτη
αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου·
ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
380μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην·
ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ
εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ
ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·
385ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
δήγματι φαρμακόεντι, δι᾽ ἐγκεφάλου δὲ χυθέντος
μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
365καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων
Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ, [p. 162]
καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ
ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·
καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
370ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,
φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα
ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
375καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου
ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
ἀλλ᾽ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
390ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης
Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,
καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων·
‘Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,
δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
395σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων
τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων·
Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ
ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.
400ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας
θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ
κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ
πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις
405σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.’
ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ, [p. 164]
δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ
μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
410ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ
ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ·
θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση
σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
415ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,
καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ
θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ
Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ
ἀλλοφυὴς ἤμελλε παρ᾽ Ἰλλυρίδος σφυρὰ γαίης
420ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.
ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ
χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,
θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ
Παλλάδος ὑβὸν ἄροτρον ἀπ᾽ ὀργάδος εἰς χθόνα σύρων
425καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης
ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.
καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
430φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης·
ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δ᾽ ἐπὶ γαίῃ
ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·
ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
435ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ
τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα, [p. 166]
ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·
καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων
440ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ.
οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,
ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων·
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ,
τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας
445ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος·
ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ
γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων
ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ
φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ
450πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.
ἄλλου μαρναμένοιο παρ᾽ ἰσχίον ἄορι τύψας
συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων
λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
455ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ
γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνων·
οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες Ἐνυοῦς
Ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ
ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.
460ἄλλῳ δ᾽ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ
στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης
γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης
γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.