Μετάβαση στο περιεχόμενο

Διονυσιακά/35

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον λε΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


Μορρέος ἐχθρὸν Ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ
δίζεο Βασσαρίδων τε φόνον καὶ Ἄρηα γυναικῶν.

Δηριάδης δ᾽ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ,
καὶ βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν,
πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων
ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις
5τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς.


ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων
ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ
ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
10κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων.
ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων
φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ
θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες·
καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ
15παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν Ἐνυώ,
καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ.
οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην,
ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς,
φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων, [p. 522]
20μὴ Παφίης ἀλέγοντες ἀφειδήσως2ιν Ἐνυοῦς.


καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίῃ
παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος
ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα
οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,
25καὶ φθιμένη νίκησε· κατ᾽ ἀντιβίοιο δὲ γυμνοὶ
μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες Ἐρώτων.
καὶ νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς,
ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων
ψυχρὰ κονιομένης προστύξατο χείλεα νύμφης,
30εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς.
καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης,
καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν,
καὶ μελέων ἔψανσε, καὶ ἥψατο πολλάκι μαζοῦ
οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ·
35ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων
τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν·


‘παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα
οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις,
καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα·
40ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου
μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων·
στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες Ἐρώτων.
ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω
45κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων·
ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν,
χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα γενέσθω,
σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω ... [p. 524]
τοῖον ἔπος βοόωσα· ῾κυλινδομένην ἐνὶ γαίῃ,
50ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην·
ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος·
τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς
ἀμφαφόων ἐμὀν ἕλκος, ὅ μοι πόρες. ἐρρέτω αἰχμή,
ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
55Σειληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις
καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,
ἀντὶ δασνστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.
ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων
ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης
60ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω
γηραλέον Χείρωνα φεπίσβιον; ἢ πόθεν εὕρω
φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;
ἤθελον, ἣν κολέουσιν, ἔχειν Κενταυρίδα ποίην,
ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας
65ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω.
ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,
ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ
οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;
ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,
70ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ
πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν
ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.
Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,
εἰ θέμις, ἀτρυγέτοιο λιπῶν κευθμῶνα θαλάσσης
75δεἰξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην,
ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις
ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.’


ὣς εἰπῶν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων. [p. 526]


καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη
80Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην·
θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι
ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.
Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν
ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,
85ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος
Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,
μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.


Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ
θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,
90ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ
θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.
πολλαὶ δ᾽ εὐρυχόροισι περικλείοντο μελάθροις,
καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ·
ἄλλη δ᾽ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,
95παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι
λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·
ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.


ὄφρα μὲν ἐγρεμόθοιο δι᾽ ἄστεος ἔβρεμεν Ἄρης,
Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,
100τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη
νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην,
οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποξεν ἔλθῃ· [p. 528]
καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,
παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,
105εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων.
τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης·
θέλγετο δ᾽ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς.
παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.
ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,
110ὼκυτέρην Μορρῆος ὑποπτήσσουας πορείην·


‘εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,
κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει
εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,
εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,
115ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι
ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,
Μορρέα θοῦρος· ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.
οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ύψόθι λέκτρων,
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·
120ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης
ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο·
ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,
μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή·
κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,
125ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης·
μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου·
τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;
ούκέτι Μαιονίης ἐπιβήσομαι· οὐδ᾽ ἐνὶ παστῷ
δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·
130ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς
κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην
κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς
Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ· [p. 530]
εἰς δὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων
135ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην,
εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.
κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην
παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.’


ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν
140ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·


‘οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν
χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,
ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·
ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
145ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω
χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος ἀκοίτης,
γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.
καύρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω
ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·
150οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,
ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω
οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·
ῥίψω δ̓ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,
ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.’


155ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,
καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,
μυδαλέης δ᾽ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης
εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου·
λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,
160αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ
Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις [p. 532]
μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·
καί τινα μῦθον ἔειπεν, ἑὸν δ᾽ ἐρέθιζεν ἀκοίτην·


‘Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς,
165οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα
ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.
καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ
λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ
Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει
170ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ
ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,
καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·
μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ
ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.
175μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται
χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,
μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.
οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ
ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·
180δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,
καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.
Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας
νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.’


εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,
185Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου
καλλείψας ἀκόμιστον ἐπ᾽ αἰγιαλοῖο χιτῶνα
θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,
γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,
θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις
190Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,
εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·
λουσάμενος δ᾽ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,
ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη, [p. 534]
οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.
195καὶ κενεῇ χρόα λοῦσεν ἐπ᾽ ἐλπίδι· χιόνεος γὰρ
ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·
καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,
οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.
ἱσταμένη δ᾽ ἄφθογγος ἐπ᾽ ᾐόνος εἶχε σιωπὴν
200Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη
Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,
ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ
ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.


ἀλλ᾽ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,
205τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ
εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·
καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ
νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·
ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,
210παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην
ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·
ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν
πέτραι ἐμυκήσαντο· φόβῳ δ᾽ ἐλελίζετο Μορρεὺς
αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,
215παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης·
καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,
οὐρὴν ἀγκυλόκυκλον ἐπ᾽ αὐχένι φωτὸς ἑλίξας,
ἔγχος ἔχων στόμα λάβρον· ἐτοξεύοντο δὲ πολλοὶ
ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·
220οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,
οἱ δὲ δρακοντοκόμοιο δι᾽ ἰξύος, οἱ δ᾽ ἀπὸ κόλπου
Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.


ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς, [p. 536]
Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,
225τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ
ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.
καὶ γὰρ ἀπ᾽ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,
ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,
Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·
230δαιμονίην δὲ γυναῖκες ὅτ᾽ ἔκλυον Εὔιον ἠχώ,
εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων
Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου
ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·
καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς
235νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ
φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ
Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις
φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν
λάθριος ἡγεμόνευε δι᾽ ἄστεος ἄπτερος Ἑρμῆς·
240χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων
ἠλιβάτων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις.


Ἠματίην δ᾽ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς,
Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν
Βασσαρίδων μάστευε λιπόπτολιν ἑσμὸν ὁδίτην.
245ὡς δ᾽ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις
τέρπεται ἀπρήκτοισιν ἐπ᾽ ἐλπωρῇσιν, ἀείρων
ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου,
ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων·
ἀλλ᾽ ὅτε φαινομένης ῥοδοειδέος ἠριγενείης
250χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου,
σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων,
ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων·
ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς,
τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην [p. 538]
255ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων,
ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην·
ἀλλ᾽ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας,
ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ.
ὡς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,
260Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους
Βασσαρίδες κελάδησαν ἀνάμπυκες Εὐάδι φωνῇ.


Δηριάδης δ᾽ ἐδίωκε τὸ δεύτερον, ἔγρετο δὲ Ζεὺς
Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου·
καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης
265Σειληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας
σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων,
καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας
Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,
υἱέα δ᾽ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι
270ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δ᾽ ἐν στροφάλιγγι κονίης
κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης,
καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ·
275καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο
ὕπνον ὀμιχλήεντι κατεκλήισσε βερέθρῳ,
εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν.
καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ·


‘οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,
280ἀλλ᾽ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ
σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ; [p. 540]
ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
285εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας
ὑμετέροις ἔσφιγξα· σὺ δ᾽ ἄστατος ὑψόθι γαίης
αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·
καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
290οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ
τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
Ἄρεα δ᾽ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
295εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης
Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης·
καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,
300μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα
Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης
Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,
ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀρύσσῃ
σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
305καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ·
ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου
σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.
καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ
στηρίξω κατ᾽ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
310Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω
ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ· [p. 542]
μοῦνον ἐμοί πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,
μηδέ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσω.’


ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
315Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ,
ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις
χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.


Ἥρη δ᾽ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς
320θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου
ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης·
καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ
ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,
καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·
325ἀμφί δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος
ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,
θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ·
καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου
ὄμμασι μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
330εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ,
εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,
εἰ Φαέθων πέλε τοῖον ἢ ἱμερόφωνος Ἀπόλλων·
καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,
εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
335μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην.


ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου
ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,
μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου
μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,
340καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.


οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς
θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,
χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἐλίσσων· [p. 544]


‘θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ὲν πολέμοις γὰρ
345Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ
ἴλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου
ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.
τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ
δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;
350ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ
γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,
νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.
σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην
Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
355αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ.
καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ·
ἀντιβίους δ᾽ ὄψεσθε παρὰ κρητῆρι Λυαίου
ξανθὸν ὕδωρ πίνοντας ἀπ᾽ οἰνοπόρου ποταμοῖο,
καὶ θρασὺν Ἰνδὸν ἄνακτα, κατάσχετον οἴνοπι κισσῷ,
360ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,
εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης
Νυσιάδες βοόωσι θεουδέες εἰσέτι Νύμφαι,
ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ
ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
365Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,
ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ
ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,
μαρμαρέας λάιγγας, ἐμὴν δ᾽ ἐπὶ μητέρα Ῥείην
370ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας·
καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ
τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ
ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην, [p. 546]
375μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·
οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ
μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς
Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.
αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,
380ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·
οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·
αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
385Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
ῥύσομαι· Εὐρώπης γάρ ἔχεε γένος· ἀλλὰ σαώσας
νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
390ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.’