Διονυσιακά/21

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον κα΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου
καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.

οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·
ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ...
ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ
δῶκε μένος καὶ θάρσος ἀρειμανές οὐράνιος Ζεύς,
5ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης
μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,
καὶ βριαρήν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.
αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ
τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
10οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ᾽ ἀνενείκατο φωνήν·


‘Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,
αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου
οὐτιδανήν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.
πόντος ἐμόν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ
15κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ᾽ ἄπρηκτος ὁδεύων
ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ᾽ ἀτέλεστον ἀνήσω.’


ἔννεπεν· ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ
χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,
οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων, [p. 148]
20παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,
ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.
οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ
ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·
ἀλλά φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ
25ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.
γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα
ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ
ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη
εἰς φυτόν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·
30σειρὴν δ᾽ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργου
ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,
μαρναμένη μετά θύρσον ἀπειλητῆρι κορύμβῳ.


καὶ φυτόν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη
ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·
35ἀμβροσίη δ᾽ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν·


‘οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,
σὸν δέμας οὐτήσω καὶ ὲν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς
χαλκείης ἀλύτοις σε περισφίγξαιμι πετήλοις·
εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρά τις εἴπῃ·
40‘Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.’
φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ
ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.
σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·
οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.
45ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ
ἰχθὺς βαιός ἄναλκις ἐπέχραε πολλάκι ναύταις [p. 150]
ἂψ ἀνασειράζων, ὀλίγῳ δ᾽ ὑπὸ χάσματι λαιμοῦ
μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;
δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων
50αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.
μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,
εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.’


τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ
ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου·
55καὶ ,χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ
ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων
ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·
οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ᾽ ἐτίνασσεν ἀνάγκῃ
οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·
60οὐδὲ δι᾽ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ
θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι
αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.
καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης
παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
65μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·
οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,
καὶ μάλα περ ποθέων, στεροπῇ δ᾽ ὑπόειξε τοκῆος
δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.
καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
70ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·
γαστέρι δ᾽ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,
ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,
χωομένη δ᾽ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι, [p. 152]
οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος
θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος—·
καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν
Κλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ
εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου
αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων·
80Φλειὼ δ᾽ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις
αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
85δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·
καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
ῥινοτόρῳ νάρθηκι· δέμας δ᾽ ἤρασσε Λυκούργου
καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.


90καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου
πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
95αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,
ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
Ἀρραβίης δ᾽ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,
100ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·
καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ
Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν· [p. 154]
καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ᾽ ἐκονίσσατο δάφνη,
καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.


105ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης,
νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,
τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ
θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης
Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
110σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ
ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,
ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ
115υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.
καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ
υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ...
ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην
εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.


120τοῖα μὲν οἰστρήεντι δόλῳ κυμαίνετο βούτης
δαιτρεύων ἑὰ τέκνα, καὶ υἱέας εἰλαπινάζων
παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων
ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστὴρ <...>
νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις
125ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,
οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,
οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ
χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ
ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.
130βάλλετο δ᾽ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων [p. 156]
τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,
Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων
Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.
καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·


135 ‘ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω
βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου
ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,
ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ
δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην
140τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.
λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·
μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·
λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ
Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,
145ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι θυμῷ
ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.’


εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ ...
Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα
υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ
150Αρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις
δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,
εἰς φόβον αἰθύσσουσα Κυβηλίδα θῆλυν Ἐνυώ·
ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ
δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.
155καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην
γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,
ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη
ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,
ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς, [p. 158]
160ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης
λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.


καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
165μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,
αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.


170καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ᾽ ἐνὶ πόντῳ
θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
175μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·
καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.


ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·
180καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ·
Καδμείην δ᾽ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην
αὐτοκασιγνήτην προσπτύξατο μητέρος Ἰνώ,
καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ
σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
185οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,
Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν
ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·
καὶ Σάτυρος φιλόμοχθος ἔχων ἀγέλαστον ὀπωπὴν
ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
190ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται, [p. 160]
Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·
Σειληνὸς δ᾽ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
κεῖτο κατηφιόων· Κρονίη δ᾽ ἐλελίζετο Νύμφη
Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,
195Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.
ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ
Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης
πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,
νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.


200ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,
τόφρα δὲ Καυκασίοιο δι᾽ οὔρεος εἰς πόλιν Ἰνδῶν
οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
205αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,
αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,
δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,
ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
210ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.


ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
215καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·


‘οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,
ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ [p. 162]
220εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ
καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.’


ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
230χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.


καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·


‘Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
235σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·
εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
εἰρομένῳ τινὰ μῦθον, ἵν᾽ ἀγγείλω Διονύσῳ.’
240ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·


‘ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης
245ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου·
οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων
εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.
καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης
ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης·
καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἣν ἐθελήσῃ,
225χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,
Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.
ἢν δ᾽ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων· [p. 164]
κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.
250δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,
Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ
οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει
ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.
οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,
255οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,
αἰθέρος ἀμήσαντα φυτοσπόρον ἑσμὸν Ἐρώτων.
ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην·
οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην·
οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ᾽ αὖ πότος ἐστὶ βοείη.
260οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις
δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ
ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.
οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ
μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.
265ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ·
ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,
ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας
ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας
Δηριάδῆ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην
270σύνδρομον αὖ ἐρύσω σε δορικτήτῳ Διονύσῳ.
οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον· οὐ δύνασαι γὰρ
λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς
οὔασι ῥιπίζοντα παρ᾽ εἰλαπίνῃσιν ἐάσω.’


ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·
275καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας
τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ· [p. 166]


‘εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.’


τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.
Σειληνοὺς δ᾽ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ
280ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις·
καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς
πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης
μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
285καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,
ἴχνιον ἀείδουσα παλιννόστου Διονύσου.


καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας,
τερπωλῆς δ᾽ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου
πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
290ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,
καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·
ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,
πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·
295ἔκλυε δ᾽ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν
ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,
ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,
καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν Ἐνυώ.


τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,
300ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,
ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,
δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.


οὐ μέν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς
θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
305σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ. [p. 168]
καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης
Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως
Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης
πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
310καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης
τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην
Καυκασίην λοφόεντα διαστείχων κενεῶνα
Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,
ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.


315ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ
καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,
τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυεν Ἰνδῶν,
γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,
πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης
320Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν
λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
325ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.


ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
330εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
335ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης [p. 170]
ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,
340οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην,
οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ...
345δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ.