Διονυσιακά/19
←Διονυσιακῶν βιβλίον ιη΄ | Διονυσιακῶν βιβλίον ιθ΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον κ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει
Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.
ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ
κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,
δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ
οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·
5‘ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης,
σὸν Στάφυλον, Διόνυσε, κατεύνασε χάλκεος ὕπνος,
σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.
δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν
Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ᾽ ἐμὸς ἔμπεσε νούσῳ·
10καὶ ξυνὴν μεθέπεσκον ἐπ᾽ ἀμφοτέροισιν ἀνίην,
καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.
ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης
δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα
εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.
15ἐλπὶς ἐμοί, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην,
μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.’
ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ
ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου [p. 92]
παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καἰ πίον ἄμφω
20τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης·
καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην·
καί τινα μῦθον ἔειπε γυιὴ θελξίφρονι Βάκχῳ·
‘ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτ᾽ ἀνίη,
οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·
25ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ
δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.
οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ
βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ
Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.
30ἕσπομαι, ἢν ἐθέλῃς με, καἰ εἰς τεὸν οἶκον ἱκάνω·
εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δ᾽ ἐθελήσῃς,
κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,
χείλεσι δ᾽ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.
χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω
35καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου.
βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας
καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν·
καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ
ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.
40γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσῃς
σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.’
ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ
Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ·
‘ὦ γύναι, ἀγλαόδωρε μετά χρυσῆν Ἀφροδίτην,
45εὐφροσύνης δώτειρα ... τερψίμβροτε μῆτερ Ἐρώτων,
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ· [p. 94]
ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,
ἄνθεσι μιτρωθεῖσα καὶ εὐαλδέσσι κορύμβοις·
στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.
50οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·
ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ
Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,
καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·
βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
55καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.
οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,
οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.’
ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ
60νηπενθὴς Διόνυσος ἀπειθέα θῆκεν ἀγῶνα·
καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας
διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν
Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·
διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
65ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·
‘Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ
ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.’
ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
70Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,
πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπ᾽ αὐτῷ
Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.
ἄμφω δ᾽ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος [p. 96]
φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δέ χαίτην
75δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δέ πέπλους.
ἀρχόμενοι δ᾽ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ
ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς
ἄκρα περισφίγγοντες, ὅπως μήτ᾽ ὄρθιος εἴη,
μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.
80καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ
Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,
μέλπων πάτριον ὕμνον, ὅτι ‘ζαθέαις ἐν Ἀθήναις
καὶ Κελεὸς ξείνισσε Βίου παμμήτορα Δηὼ
Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
85καί σφισι καρπὸν ὄπασσεν, ὅτε χθονὸς αὔλακα νίφων
Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,
καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ
ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,
ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
90Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μεταιείρης·
οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ
Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης
ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,
καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
95υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,
καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.’
τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ
πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ
ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.
100δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,
ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ, [p. 98]
δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,
παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινί θεσμῷ·
‘Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,
105καὶ Στάφυλον Διόνυσος ἀεί ζώοντα τελέσσει.’
οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ
εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπό λαιμῶν,
καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου
ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
110δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ
ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·
Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,
καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ
ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·
115ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.
καί τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,
αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.
Εὐχαίτης δ᾽ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,
ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περί νίκης,
120γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,
χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ
ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,
Ἡφαίστου σοφὸν ἔρυον Ὀλύμπιον, ὅν ποτε Κύπρις
ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·
125μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι
ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ
δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,
ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου
ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο κευθμών, [p. 100]
130τοῦ περὶ χείλεος ἄκρον ἐπ᾽ ὀμφαλόεντι καρήνῳ
κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·
τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι
ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,
γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ
135ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.
ἀλλ᾽ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,
ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·
‘ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
νικήσας τροχαλοῖο ποδός κρίσιν, οὗτος ἑλέσθω
140καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·
ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,
ἥσσονα δ᾽ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·
οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δέ
ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
145οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,
οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,
δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·
οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμή
τηλεφόρου· Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,
150ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω·
οὐδὲ παλαισμοσύνῃ μυιαλκέι δῶρα τιταίνω,
οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,
οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ
νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
155χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου [p. 102]
ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ
δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.’
τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,
καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ
160χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,
οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλ᾽ ὅτι μοῦνον
εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης
ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου
θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·
165καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,
μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.
καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,
νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·
‘εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·
170δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καί Διονύσῳ;
κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·
δέξό με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,
οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·
ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
175ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,
δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴου,
Σειληνὸς δὲ νέης πιέτω νέον ὄγκον ὀπώρης.
καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,
ὅττι χορὸν προβέβουλα φιλοκνίσοιο τραπέζης·
180σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω
κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,
οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,
οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων
δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ [p. 104]
185ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο
εἰμί, νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος·
οὐ Σπάρτης ναέτης, οὐ πένθιμον ἄνθος ἀείρω
σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.
σήμερον, εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
190εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,
Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,
κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων
ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·
ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
195νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου
σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων
ἀρχόμενος κρητῆρος ἐμῆς μετ᾽ ἀέθλια νίκης.’
ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,
200σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·
ὀφθαλμοὺς δ᾽ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,
νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·
καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,
εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.
205οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,
ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,
οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην
ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·
ἀλλὰ λιπὼν ξύμπαντα καὶ ἀρχαίης χύσιν ὕλης
210οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ
Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων
αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,
ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην· [p. 106]
ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν
215νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·
εἰς Σατύρους δ᾽ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν
χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,
ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.
τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,
220καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,
ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.
ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,
τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι
μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.
225Σειληνὸς δ᾽ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης
σύμβολα τεχνήεντα κατέγραφε σιγαλέη χείρ.
καἰ παλάμαις τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ
υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ
ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή.
230οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ Φοίβου
ὄργανα κεῖτο κύπελλα μεμηλότα καί Διονύσῳ
καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,
ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης·
καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ
235ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης·
ὄργανα κεῖτο κύπελλα· καὶ, ὡς χρυσόπτερος Ἑρμῆς,
αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,
χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,
Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων
240στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,
Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ [p. 108]
πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης
ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἐπ᾽ ἄλλῳ
εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·
245τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης
ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων
τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,
καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ
ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων
250κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ
τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,
πατροκασιγνήτῳ τρίτατον δέπας ἐννοσιγαίῳ·
ἑξείης δ᾽ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι
τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ
255μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ·
οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,
διψαλέοι δ᾽ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,
καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.
ἀθάνατοι δ᾽ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ
260οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης·
καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,
κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.
τοῦτο σοφῇ παλάμῃ κερόεις Σειληνὸς ὑφαίνων
δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ
265ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,
πῇ μὲν ἐπ᾽ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,
πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,
ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων
ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ· [p. 110]
270δεξιτερῷ δ᾽ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ
δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδός, ἢ γόνυ κάμψας
συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν
Σειληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·
καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου
275κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ᾽ ὑπὸ τέχνῃ
καμπύλον ᾐώρησεν ἐπ᾽ αὐχένι ταρσὸν ἑλίξας·
καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης
ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ
πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,
280τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·
καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ
ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·
καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων
ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
285καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·
καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ
χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου
εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,
290καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,
καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·
Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη
εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων
ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
295αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην,
ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·
Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,
ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,
καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,
300χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ [p. 112]
Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.
καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·
‘οὔ σε Μάρων, Σειληνέ, Βιάζεται· εἰς σὲ δὲ ῥίψω
οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
305δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου
ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.
εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,
σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,
εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις
310ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις,
Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης·
ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης
ζῆλον ὑποκλέπτοντα καὶ ὲν ποταμοῖσι νοήσω.
ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·
315ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.
νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;
Σειληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,
αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·
ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,
320ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου
ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,
οἶα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·
καἰ μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,
καὶ ποταμὸν ποίησεν ὁμώνυμον· εἰσέτι κείνου
325Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,
καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἶά περ αἰεὶ
ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.
καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας [p. 114]
Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην
330μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,
Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ
Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.
μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,
ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,
335καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων
ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.
εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.
μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις·
τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων
340Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;
ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ
Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.
εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ
Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις
345ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.’
εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ
Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.
ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.