Διονυσιακά/13
←Διονυσιακῶν βιβλίον ιβ΄ | Διονυσιακῶν βιβλίον ιγ΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον ιδ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω
καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης
Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,
ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν
Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
5ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,
Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ
ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.
ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ
δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
10ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ
σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης
ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου
χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.
καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
15θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης·
θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου
τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων
παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·
‘Ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει
20εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν·
ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων [p. 430]
αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ
οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι
μή πω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου·
25Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ
ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων
βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν·
Δελφύνην δ᾽ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·
οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
30νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανόν, ὄρχαμος ἄστρων,
εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου
Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.
καὶ σὺ μετ᾽ Ἀπόλλωνα, μεθ᾽ Ἑρμάωνα, μογήσας
μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.’
35ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη
παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην
Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,
φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ
40Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου·
Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης
πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
ἀλλά πολυσπερέων προμάχων ἡρωίδα φύτλην
καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,
45Σειληνῶν τε φάλαγγα δασυκνήμοιο γεραιοῦ
καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι·
οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω [p. 432]
οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,
ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνων
50ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω
εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται
πλαγκτοσύνης καλέουσιν ἀρηγόνα κυανοχαίτην.
πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,
Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
55πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας·
Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον οἳ χθόνα Θήβης
ᾤκεον εὐπύργοιο καὶ ἔνδιον ἐννοσιγαίου
Ὀγχηστόν, Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρύθρας,
Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,
60οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας
Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
κώπας τ᾽, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
65ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,
καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
70Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
ὑδρηλήν θ᾽ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
οἵ τ᾽ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην [p. 434]
75ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην,
πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
γραίης θ᾽ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·
80τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης
Ἀκταίων πρόμος ἦεν, ἐπ᾽ ἠιθέοιο δὲ νίκῃ
πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων
Βοιωτῶν δ᾽ ἑτέροιο προηγεμόνευεν ὁμίλου
εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ῾̣̣̓πήνην,
85ἀρτιθαλής Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ
κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ,
εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,
νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων
σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
90τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,
ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,
δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην·
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
οἵ τ᾽ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
95Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,
οἵ θ᾽ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,
ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων [p. 436]
Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,
100εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις
εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,
αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,
καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο Γαίης,
οἵ τ᾽ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
105Αὐλίδα πετρήεσσαν, ἐδέθλιον ἰοχεαίρης,
ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ
δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,
καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ
ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,
110ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος
ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει
Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,
ὁλκάσι δ᾽ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης
ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
115νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,
κούρη δ᾽ ὀψὲ μολοῦσα μετάρσιος εἰς χθόνα Ταύρων
φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,
ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ
γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.
120Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρὼν
Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.
τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ
ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου
εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω
125Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἥ περὶ μορφῆς
αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ· [p. 438]
οἵ τ᾽ ἔλαχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,
Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,
γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων
130κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,
Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς
Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη
καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς
Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
135Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται
παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,
οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ
νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,
τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ
140εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθά μιν Ἰνὼ
Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύμβου·
οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,
Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων
Δαμνεύς τ᾽ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων
145σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,
οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ
Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης
Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες
Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται
150εἰς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,
ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ
Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,
καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος [p. 440]
νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,
155Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,
οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ
κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.
τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,
οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,
160καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου
ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ᾽ ἔχον ἀκτήν,
ἀκτὴν κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,
καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην
Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·
165τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη
Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.
ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ᾽ ἕνα πάντες
θυμὸν ἔχον κατ᾽ Ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ
Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
170δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.
Κεκροπίδας δ᾽ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς—
χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,
τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος
παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
175παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ
παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ
Ἡφαιστηιάδην, ὅτε δύσγαμος ἀμφιγυήεις
ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·
180τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς, [p. 442]
Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα—,
οἳ λάχον Οἰνώης γόνιμον πέδον, οἵ τε καρήνων
γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους
καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,
185οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,
ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,
καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,
οἵ τ᾽ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,
μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
190Τριπτολέμου γεγαῶτες ἀφ᾽ αἵματος, ὅς ποτε Δηοῦς
δίφρον ἐχιδνήεντα δι᾽ ἠέρος ἡνιοχεύων
στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·
καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων
παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·
195καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ
σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων
εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,
ἐσσυμένων δ᾽ ἐς Ἄρηα λιμὴν ἤχησε Φαληρεύς·
καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην
200χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.
πατρίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις
ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,
αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·
ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δ᾽ ἄλλων [p. 444]
205χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ·
Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,
οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,
ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν
ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
210φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,
καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ
ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἑσμὸς ἀρούρης
εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·
τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
215Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,
φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,
καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη
οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,
δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα
220Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι.
‘καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.’
Κρήτης δ᾽ ἡγεμόνευε πολυγλώσσων ναετήρων
Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
225λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης
Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·
ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
230Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ
πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ᾽ ἀπὸ Λύκτου [p. 446]
Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ
ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
235καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου...
καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ
θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην
240Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,
νίκης ἐσσομένης πρωτάγγελος· ἀλλ᾽ ἐνὶ χάρμῃ
νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης
νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν
πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,
245ἀλλά βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης
Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,
καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσας
ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων,
Ἀστερίους δ᾽ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα Κόλχοις
250Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ
πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσας
αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.
μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,
ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
255ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων
αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ
ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·
ἀμφοτέροις δ᾽ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου· [p. 448]
ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων
260ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,
ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης
δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·
καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐ δὲ τετάρτου
κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,
265καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου
ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης
εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·
καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ᾽ ἄλλῳ
ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
270εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου·
Ζεὺς δὲ μελιρραθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης,
δαιδαλέην δ᾽ ὠδῖνα φιλοσμήνου τοκετοῖο,
δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ
ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
275ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,
ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγος ἥβης,
ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·
οὐ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,
οὔ πω δ᾽ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης
280Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,
οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο
ἐννύχιον πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ
θερμὸν ἀκοντίζοντα δι᾽ αἰθέρος αἴθοπι λαιμῷ
285ἄσθμασι λεπταλέοισι καταψύχουσι ἀῆται·
ἀλλ᾽ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ [p. 450]
λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,
οἵ τ᾽ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου
καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
290Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην
Παρρασίην τ᾽ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης
ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,
καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,
Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
295οἵ τ᾽ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ
Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·
τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ
ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων,
300τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,
Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,
ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων
ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.
καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
305αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων·
παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην
δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου
ὠμαδίῳ τελαμῶνι κατεκλήισσε φαρέτρην.
τῷ δ᾽ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
310καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, [p. 452]
Κιλλυρίων τ᾽ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων
ἕδρανον ἀμφενέμοντο, καὶ οἵ Κατάνην πάρα λίμνην
γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ
Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
315τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ·
οἵ τ᾽ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
Ὕβλης θ᾽ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,
ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης
320θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,
οἵ τε δόμους ἐδάσαντο παρ᾽ ὀφρυόεντι Πελώρῳ,
καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,
καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει
στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,
325πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου
ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,
θερμὸν ἔχων ψυχροῖο δι᾽ ὕδατος ἁπτόμενον πῦρ.
τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσας
Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,
330τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,
σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ
ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.
καὶ Λίβυες στρατόωντο παρ᾽ Ἑσπέριον κλίμα γαίης [p. 454]
ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·
335κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις
εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην
σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν
γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,
ἣν Χάριν ἀντονόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ
340Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη χάρις ἄλλη,
τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ
ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ
φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης,
λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων
345χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης
Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,
ἑσπερίων δ᾽ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων
σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·
κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ
350Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,
νύμφαι δ᾽ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου
Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,
χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,
νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων
355Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ
βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις
ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη
χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·
καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας
360μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ [p. 456]
οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,
καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·
καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης
δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,
365δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ᾽ ἑκάστῃ
δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.
κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ
μαρναμένου βρομίοιο προασπιστῆρες Ἐνυοῦς,
τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης
370καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,
μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων
ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης
ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·
οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ
375ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,
Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων
Ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.
τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ
πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη
380Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος
Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ
νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς
ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·
αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον Ἄρεα νηῶν
385ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ
ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυώ, [p. 458]
ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου
Αἰολίης στόλος ἦλθε σακέσπαλος, ἀλλὰ μανέντος
ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ
390ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,
συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,
καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.
Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,
κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης,
395Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,
Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ᾽ ἔχον ἄμφω,
ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,
καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης
ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,
400καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων
κτίσμα φατιζομένης Περσηίδος, ὁππόθι κούρης
μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,
οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης
Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ
405Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.
τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ
Ἠλέκτρης, ὁμόφυλον ἐπιστώσαντο γενέθλην·
κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,
Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ
410κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.
τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ [p. 460]
Ἠλέκτρης ἀνέτελλε δι᾽ αἰθέρος ἕβδομος ἀστὴρ
δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ
πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ
415γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,
καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ
Ὤγυρος ἡγεμόνευεν ἐς Ἄρεα δεύτερος Ἄρης,
Ὥγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων·
τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου
420αὐχενίου τε τένονοτος ὀπισθοκόμων ἐπὶ νώτων
ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις
ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν
μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,
βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ
425φέρτερος ἄλλος ἵκανεν Ἑώιον εἰς μόθον Ἰνδῶν
νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην
Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.
καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσας
Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,
430Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης
νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.
Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ
εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί,
οἵ τ᾽ ἔλαχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου.
435Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,
Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε Κύπρου
ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης
ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς—
ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ
440Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση [p. 462]
καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου
ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,
ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην—,
οἵ τ᾽ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ
445καὶ Τάμασον καὶ Τέμβρον Ἐρυθραίην τε πολίχνην
καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·
ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,
ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος,
ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ
450κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις.
οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πέτρην
ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης
αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας
ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,
455οἵ τ᾽ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,
καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,
ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,
ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,
Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα
460Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,
καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος,
καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,
ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.
Λυδῶν δ᾽ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ᾽ ἔχον ἄμφω,
465Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην, [p. 464]
οἵ τε Τορήβιον εὐρύ, καὶ οἵ πλούτοιο τιθήνας
Σάρδιας; εὐώδινας, ὁμήλικας ἠριγενείης,
καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ
ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου
470Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ᾽ ὀνόμηνε Κεράσσας,
καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου
ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν
ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·
καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς
475θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ
ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ
αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,
γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·
ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας
480ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,
μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,
γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,
ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,
τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·
485‘στῆθι, τάλαν’· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ
ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ
ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,
γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·
οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
490αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην
γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς, [p. 466]
495καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ
ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,
οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.
ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
τοὺς δὲ λίγα κροτέοντας ὑπ᾽ εὐρύθμῳ χθόνα ταρσῷ
500καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·
καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων
τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει
εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·
τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην
505Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,
ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,
καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
510χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.
καὶ Φρύγες ἐστρατόωντο παρ᾽ ἐγρεμόθων στίχα Λυδῶν,
οἵ τ᾽ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
515Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,
καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.
520τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην, [p. 468]
Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,
καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τ᾽ ἐνὶ βήσσαις
525διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,
Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
530αἰεὶ δ᾽ ἀλλοδαποῖσι παρ᾽ ἀνδράσι δάκρυα λείβων
μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
535κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας
540Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,
καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ
νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων
Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,
Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου
545Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.
Ἀστερίου δ᾽ ἀπάνευθε ἑοῦ γενέταο μολόντος
ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ
Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν
λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·
550οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν
γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν
ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων [p. 470]
Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην
Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,
555ὀλβίζων ὑπ᾽ ἔρωτι μεμηλότα γείτονι πέτρῃ
νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Ζελήνης·
ἀλλ᾽ ἔτι Βυβλίς ἔην φιλοπάρθενος, ἀλλ᾽ ἔτι θήρην
Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·
οὔ πω δ᾽, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,
560δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,
καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.
τῷ δ᾽ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,
οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ
εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,
565Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.
Τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ
λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαί,
Μυγδονίης δὲ πόληος ἐκυκλώθησαν ἀγυιαί.