Διονυσιακά/11
←Διονυσιακῶν βιβλίον ι΄ | Διονυσιακῶν βιβλίον ια΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον ιβ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις
ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
λῦτο δ᾽ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
5καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
‘Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
νηχομένῳ δ᾽ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
10Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονόσου,
καὶ Σατύρους παίζοντας ἔτι σκαρθμοῖσιν ἐάσας
εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα·
ἐν χθονὶ νικήσαις καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
15σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων· [p. 360]
20καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·
Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
25ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ
ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ
σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω
μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·
30῾πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη
καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;
αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,
Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρά κεν ἄμφω
καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
35ἀλλ᾽ ἐπεὶ Ἑοπερίου ποταμοῦ μάλα τηλόθι ναίω,
ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων
Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ὄφρά σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,
Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.
40Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω·
οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος
χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.’
ὣς εἰπὼν πεφόρητο δτ᾽ ὕδατος· ἐκ δαπέδου δὲ
ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·
45καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ᾽ ἄκρου
νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.
καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα
ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις [p. 362]
στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων
50ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,
πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,
πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσῃ
ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ·
ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων,
55ὑγροπόρῳ ταχύγουνος ἑκούσιος ὤπασε νίκην.
καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης
ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ.
καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ
φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·
60πολλάκι δ᾽ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,
δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,
πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,
στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δ᾽ ἐνὶ δίφρῳ
πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
65γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν·
πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου
θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,
πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,
ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,
70ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.
καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,
εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,
μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν·
‘Πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
75μίμνέ μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ·
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ
κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.
πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου, [p. 364]
μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·
80μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.’
ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ
οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παῖζεν.
ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
85ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων
ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
90ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης· 90
σπονδῆς δ᾽ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ.
95ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην
πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
ἔμπης δ᾽ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ
100εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.
καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ
οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
πολλάκι καὶ βρομίοιο παρεζομένοιο τραπέζῃ
ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
105καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου
καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας [p. 366]
110ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ·
ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
115ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ
Αμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·
‘Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·
ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου
120θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
ποῖον ἔχεις τόδε δῶρον ἀπ᾽ εὐθύρσοιο Λυαίου;
πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
125καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
130πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης [p. 368]
135Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·
ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
Τρώιος οἰνοχόος πέλε φέρτερος, ὅς Διὸς αὐλὴν
οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
140εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,
ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ
ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·
Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι,
καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
145ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·
150σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,
ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.’
155ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.
καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης,
χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα, [p. 370]
160ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου
λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου
πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ
ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,
ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
165ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ
ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.
καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου
ἀμφάφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην·
καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
170ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.
δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ
ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην
μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ
γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·
175καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,
καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,
καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,
αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·
καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην
180χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·
καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
εὐχαίτην ἅτε πῶλον, ἐὸν μάστιζε φορῆα.
185καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·
‘Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.’
τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
καὶ φθονερῆς σκοπίαζε δι᾽ ἠέρος ὄμμα Σελήνης
190Αμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ [p. 372]
ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
195ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·
‘Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·
μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.
200μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην·
μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
205εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,
ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·
ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,
πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις
210εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,
γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·
ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.’
τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
215δύσμορος· ἀίσσων δὲ ποδῶν διδυμάονι χηλῇ
οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·
ἤριπε δ᾽ αὐτοκύλιστος· ἐπ᾽ ἀστραγάλου δὲ πεσόντος
λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·
220καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας
θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης. [p. 374]
καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
καί τις, ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
225ἄμπελον ἱμερόεντα, δυσάγγελος ἤλυθε Βάκχῳ.
καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·
οὐ τόσον Ἡρακλέης δρόμον ἤνυσεν, ὁππότε Νύμφαι
ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
230ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ
κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.
καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
καί, νέκυός περ ἐόντος, ἐδήσατο ταρσὰ κοθόρνοις·
235καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,
οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·
καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου
240πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
245οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ
καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·
ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
Σειληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι. [p. 376]
250οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ
κεῖτο νέκυς, γελόωντι πανείκελος, οἷά περ αἰεὶ
χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.
καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν
νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
255‘Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐπ᾽ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;
τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;
ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ
ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ
260φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,
αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου·
ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω
ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;
ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων
265ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.
οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,
ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου
ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικρὴν
ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,
270ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.
ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης
παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων
χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,
καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,
275ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.
μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ
ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ᾽ ἐπὶ παστῷ [p. 378]
νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην,
ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.
280οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,
ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει·
καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,
ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ
εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,
285σοὺς δ᾽ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται·
οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν ὥρη,
ἀλλ᾽ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,
τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;
εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,
290τίπτέ μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης
ἐνθάδε δίφρον ἄγοιμι, καὶ ἀρχαίης ἀπὸ φύτλης
Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων
πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη
σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων
295φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς·
εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,
τίπτέ μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;
καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,
καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης
300μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα δρακόντων.
οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,
οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,
οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.
ὤμοι, ὅτ᾽ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ᾽ ἐπὶ νεκρῷ
305δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,
ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·
ὤμοι, ὅτ᾽ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δ᾽ ἐθελήσῃ, [p. 380]
ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο
δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
310ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν
ἀφνειῆς τ᾽ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.’
ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ
κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·
315‘Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,
ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,
ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·
῾τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;
οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,
320ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω·
νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,
ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ
νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,
Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.᾿
325ὤμοι, ὅτ᾽ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην
σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ᾽ ἐνὶ Λήθῃ
ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω.
εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων
οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
330εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.
ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;
εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ᾽ ἐνὶ λόχμῃ
ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.
335εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ, [p. 382]
φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.
εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,
πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων
Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,
340εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες·
πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,
οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·
ἄλλοι θῆρες ἔασιν, ὅλης δ᾽ ἐπιήρανος ἄγρης
Αρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
345νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν·
εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας
πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω
κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ·
εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ
350ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.’
ὣς ὁ μὲν ἐστενάχιζεν. ἔρως δέ οἱ ἐγγύθεν ἔστη
Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,
θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας
γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
355καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν·
‘ Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων
εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,
λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ
φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι
360ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.
εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,
φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν.
καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος
ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς Ἀήτης [p. 384]
365εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.
ἤν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ
κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς
φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.
κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·
370ἁβρὸς ἔην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,
Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,
εἴδεϊ λεπταλέῳ ταναός, πόδας ὀξύς, ἐθείρας
ἰθυτενής, ἀνίουλος· ἐπ᾽ ἀμφοτέραις δὲ παρειαῖς
αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπῳ
375ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ
κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη·
καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ
ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ πυρσῷ.
τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης
380νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,
ἑρπύζων δ᾽ ἀίδηλος, ὑπὸ χθόνα λοξὸς ὁδίτης,
ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,
ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.
τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠίθεος δὲ
385ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,
ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ·
εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,
καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,
φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας
390ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν·
οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ
νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη·
ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς
εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων, [p. 386]
395Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,
καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.
τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,
κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης
γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.
400τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ
ἦεν ἔρις· κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,
καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην
ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ᾽ ἄκρου ...
καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,
405καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.
παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων,
καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα,
καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσας
πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων
410καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ
ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.
καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω,
τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ
ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων
415γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων·
καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων [p. 388]
κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς
νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν·
καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,
420ἠιθέῳ δ᾽ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων
κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων·
καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,
καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,
ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν Ἀήτης,
425καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ
οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.
καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας
ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς·
καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας
430ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
Ν̔ηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν Ἀήτης;
ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν
εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ
φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.
435οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων
καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν Ἀήτης,
καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,
ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.
οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,
440οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις
καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;
νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;
δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;
κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων
δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;
εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη, [p. 390]
450ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει
γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,
εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.
Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;
κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
455εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω
νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων·
εἰ βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.
εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,
καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
460ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,
καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.
ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,
σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.
εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ
465κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην
Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·
῾δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ
εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·
470καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω
εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ
εἶς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.
τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης
ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
475γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω·
‘Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω
ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.’ [p. 392]
καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,
βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
445καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.᾿
εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ
πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.
480καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.’
τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
485ἠιθέου διὰ πότμον ἀώριον.—ἀσταθέος δὲ
θυγατέρες Λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·
ὧν ἡ μὲν νιφόεντι κατάσκιον ἀμφὶ προσώπῳ
λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
490ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
ὀμβροτόκον κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·
495ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν
500διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ· [p. 394]
ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,
καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
ἄγγελον ἀμητοῖο, δέμας δ᾽ ἐσφίγγετο κούρη
505ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
φαίνετο λεπταλέοιο δι᾽ εἵματος ὄργια μηρῶν,
καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·
ἄλλη δ᾽ εὐαρότοιο προηγήτειρα χορείης
510θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
515οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·
520ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.