Μετάβαση στο περιεχόμενο

Διατριβαί/Βιβλίον 4

Από Βικιθήκη
Διατριβαί
Συγγραφέας:
Βιβλίον 4


Περὶ ἐλευθερίας

[Επεξεργασία]

Ἐλεύθερός ἐστιν ὁ ζῶν ὡς βούλεται, ὃν οὔτ' ἀναγκάσαι ἔστιν οὔτε κωλῦσαι οὔτε βιάσασθαι, οὗ αἱ ὁρμαὶ ἀνεμπόδιστοι, αἱ ὀρέξεις ἐπιτευκτικαί, αἱ ἐκκλίσεις ἀπερίπτωτοι. [2] τίς οὖν θέλει ζῆν ἁμαρτάνων; -- Οὐδείς. -- Τίς θέλει ζῆν ἐξαπατώμενος, προπίπτων, ἄδικος ὤν, ἀκόλαστος, μεμψίμοιρος, ταπεινός; [3] -- Οὐδείς. -- Οὐδεὶς ἄρα τῶν φαύλων ζῇ ὡς βούλεται: οὐ τοίνυν οὐδ' ἐλεύθερός ἐστιν. [4] τίς δὲ θέλει λυπούμενος ζῆν, φοβούμενος, φθονῶν, ἐλεῶν, ὀρεγόμενος καὶ ἀποτυγχάνων, ἐκκλίνων καὶ περιπίπτων; [5] -- Οὐδὲ εἷς. -- Ἔχομεν οὖν τινα τῶν φαύλων ἄλυπον, ἄφοβον, ἀπερίπτωτον, ἀναπότευκτον; -- Οὐδένα. -- Οὐκ ἄρα οὐδὲ ἐλεύθερον.

Ταῦτα ἄν τις ἀκούσῃ δισύπατος, [6] ἂν μὲν προσθῇς ὅτι "ἀλλὰ σύ γε σοφὸς εἶ, οὐδὲν πρὸς σὲ ταῦτα", συγγνώσεταί σοι. [7] ἂν δ' αὐτῷ τὰς ἀληθείας εἴπῃς ὅτι "τῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι", τί ἄλλο ἢ πληγάς σε δεῖ προσδοκᾶν; " [8] 3πῶς γάρ", φησίν, "ἐγὼ δοῦλός εἰμι; ὁ πατὴρ ἐλεύθερος, ἡ μήτηρ ἐλευθέρα, οὗ ὠνὴν οὐδεὶς ἔχει: ἀλλὰ καὶ συγκλητικός εἰμι καὶ Καίσαρος φίλος καὶ ὑπάτευκα καὶ δούλους πολλοὺς ἔχω. [9] " πρῶτον μέν, ὦ βέλτιστε συγκλητικέ, τάχα σου καὶ ὁ πατὴρ τὴν αὐτὴν δουλείαν δοῦλος ἦν καὶ ἡ μήτηρ καὶ ὁ πάππος καὶ ἐφεξῆς πάντες οἱ πρόγονοι. [10] εἰ δὲ δὴ καὶ τὰ μάλιστα ἦσαν ἐλεύθεροι, τί τοῦτο πρὸς σέ; τί γάρ, εἰ ἐκεῖνοι μὲν γενναῖοι ἦσαν, σὺ δ' ἀγεννής; ἐκεῖνοι μὲν ἄφοβοι, σὺ δὲ δειλός; ἐκεῖνοι μὲν ἐγκρατεῖς, σὺ δ' ἀκόλαστος;

Καὶ τί, φησί, τοῦτο πρὸς τὸ δοῦλον εἶναι; [11] -- Οὐδέν σοι φαίνεται εἶναι τὸ ἄκοντά τι ποιεῖν, τὸ ἀναγκαζόμενον, τὸ στένοντα πρὸς τὸ δοῦλον εἶναι; [12] -- Τοῦτο μὲν ἔστω, φησίν. ἀλλὰ τίς με δύναται ἀναγκάσαι, εἰ μὴ ὁ πάντων κύριος Καῖσαρ; [13] -- Οὐκοῦν ἕνα μὲν δεσπότην σαυτοῦ καὶ σὺ αὐτὸς ὡμολόγησας. ὅτι δὲ πάντων, ὡς λέγεις, κοινός ἐστιν, μηδέν σε τοῦτο παραμυθείσθω, ἀλλὰ γίγνωσκε, ὅτι ἐκ μεγάλης οἰκίας δοῦλος εἶ. [14] οὕτως καὶ Νικοπολῖται ἐπιβοᾶν εἰώθασι "νὴ τὴν Καίσαρος τύχην, ἐλεύθεροί ἐσμεν".

Ὅμως δ', [15] ἐάν σοι δοκῇ, τὸν μὲν Καίσαρα πρὸς τὸ παρὸν ἀφῶμεν, ἐκεῖνο δέ μοι εἰπέ: οὐδέποτ' ἠράσθης τινός; οὐ παιδισκαρίου, οὐ παιδαρίου, οὐ δούλου, οὐκ ἐλευθέρου; [16] -- Τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἢ ἐλεύθερον; [17] -- Οὐδέποθ' ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτ' αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος. [18] τί οὖν ἄλλο ἐστὶ δουλεία; νυκτὸς οὐδέποτ' ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνάλωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων, ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος; [19] ἀλλ' εἰ σὺ αἰσχύνῃ τὰ σαυτοῦ ὁμολογεῖν, ὅρα ἃ λέγει καὶ ποιεῖ ὁ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε ὁ Γέτας οὐ τολμᾷ ἐξελθεῖν, ἀλλ' εἰ προσηναγκάζετο ὑπ' αὐτοῦ, πόλλ' ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυράμενος ἐξῆλθεν. [20] εἶτα, τί λέγει; παιδισκάριόν με, φησίν, καταδεδούλωκ' εὐτελές,

ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε. τάλας, [21] ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκαρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί δὲ προφέρεις σου τὰς στρατε [22] ίας; εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπ' εὐνοίας μὴ διδόντα χαλεπαίνει[ν] καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται: πλὴν καὶ τότε πῶς; [23] † μηδ' ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτ' ἐλευθερίαν †.

Σκέψαι δ' ἐπὶ τῶν ζῴων, [24] πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας. [25] λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθ' αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δ' ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δ' ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων; [26] ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ ὑπομένει τὴν τοιαύτην διεξαγωγήν, [27] ὅσα δ' οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι. καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; [28] "οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾄδειν ὅταν θέλω: σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις "τί σοι κακόν ἐστιν" [29] "; διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλ' ἅμα τε ἑάλω καὶ ἀποθανόντα διέφυγεν. [30] οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι "τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι: οὐ μᾶλλον", φησίν, "ἢ τοὺς ἰχθύας". " [31] 3πῶς; οὐ γὰρ λήψομαι αὐτούς;" "ἂν λάβῃς", φησίν, "εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες." καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν: καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς παρασκευῆς ὄφελος; [32] τοῦτ' ἔστιν ἐλευθέρου ἀνδρὸς φωνὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρηκότος. ἂν δ' ἀλλαχοῦ ζητῇς ἢ ὅπου ἐστίν, τί θαυμαστόν, εἰ οὐδέποτε αὐτὸ εὑρίσκεις;

Ὁ δοῦλος εὐθὺς εὔχεται ἀφεθῆναι ἐλεύθερος. [33] διὰ τί; δοκεῖτε, ὅτι τοῖς εἰκοστώναις ἐπιθυμεῖ δοῦναι ἀργύριον; οὔ: ἀλλ' ὅτι φαντάζεται μέχρι νῦν διὰ τὸ μὴ τετυχηκέναι τούτου ἐμποδίζεσθαι καὶ δυσροεῖν. [34] "ἂν ἀφεθῶ", φησίν, "εὐθὺς πᾶσα εὔροια, οὐδενὸς ἐπιστρέφομαι, πᾶσιν ὡς ἴσος καὶ ὅμοιος λαλῶ, πορεύομαι ὅπου θέλω, ἔρχομαι ὅθεν θέλω καὶ ὅπου θέλω. [35] " εἶτα ἀπηλευθέρωται καὶ εὐθὺς μὲν οὐκ ἔχων, ποῖ φάγῃ, ζητεῖ, τίνα κολακεύσῃ, παρὰ τίνι δειπνήσῃ: εἶτα ἢ ἐργάζεται τῷ σώματι καὶ πάσχει τὰ δεινότατα κἂν σχῇ τινα φάτνην, ἐμπέπτωκεν εἰς δουλείαν πολὺ τῆς προτέρας χαλεπω [36] τέραν ἢ καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δουλείαν ποθεῖ. [37] "τί γάρ μοι κακὸν ἦν; ἄλλος μ' ἐνέδυεν, ἄλλος μ' ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλίγα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι δουλεύων ἀνθ' ἑνός; [38] ὅμως δ' ἐὰν δακτυλίους", φησίν, "λάβω, τότε γ' εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα". πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος: εἶτα λαβὼν πάλιν ταὐτά. [39] εἶτά φησιν "ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν". στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην. [40] εἶθ' ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.

Ἵνα μὴ μωρὸς ᾖ, [41] ἀλλ' ἵνα μάθῃ, ἃ ἔλεγεν ὁ Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις. [42] τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν. τοῖς ἐπὶ μέρους. [43] ἡμεῖς δ' ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλ' ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. ὁ δ' ὅτι πτωχός ἐστιν, ὁ δ' ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δ' ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν. τοῦτο δ' ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι. [44] ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλ' ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν. [45] τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον: ἀπῆλθεν, ἀπέ[σ]πεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον: ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν. [46] τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα φίλον; [47] ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτι "παῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ: οὐκ οἶδας, οἷα πάσχω τάλας: οὐδ' ὕπνος ἐπέρχεταί μοι, ἀλλ' ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν: εἶτα ταραχαί, εἶτα φροντίδες" [48] 3. ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει: ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλ' ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον. [49] ἐλούου δὲ πότ' ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν ἢ τὸν τότε; [50] ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἢ ἀναλήθης, μὴ ἀποδύρασθαι τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν ᾖ φίλτερος.

[51] Ὅταν οὖν μήτε οἱ βασιλεῖς λεγόμενοι ζῶσιν ὡς θέλουσι μήθ' οἱ φίλοι τῶν βασιλέων, τίνες ἔτι εἰσὶν ἐλεύθεροι; -- Ζήτει καὶ εὑρήσεις. ἔχεις γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως πρὸς εὕρεσιν τῆς ἀληθείας. εἰ δ' αὐτὸς οὐχ οἷός τε εἶ κατὰ ταύτας ψιλὰς πορευόμενος εὑρεῖν τὸ ἑξῆς, ἄκουσον παρὰ τῶν ἐζητηκότων. [52] τί λέγουσιν; ἀγαθόν σοι δοκεῖ ἡ ἐλευθερία; -- Τὸ μέγιστον. -- Δύναται οὖν τις τοῦ μεγίστου ἀγαθοῦ τυγχάνων κακοδαιμονεῖν ἢ κακῶς πράσσειν; -- Οὔ. -- Ὅσους οὖν ἂν ἴδῃς κακοδαιμονοῦντας, δυσροοῦντας, πενθοῦντας, ἀποφαίνου θαῤῥῶν μὴ εἶναι ἐλευθέρους. -- Ἀποφαίνομαι. [53] -- Οὐκοῦν ἀπὸ μὲν ὠνῆς καὶ πράσεως καὶ τῆς τοιαύτης ἐν κτήσει κατατάξεως ἤδη ἀποκεχωρήκαμεν. εἰ γὰρ ὀρθῶς ὡμολόγησας ταῦτα, ἄν τε μέγας βασιλεὺς κακοδαιμονῇ, οὐκ ἂν ἐλεύθερος, ἄν τε μικρὸς ἄν θ' ὑπατικὸς ἄν τε δισύπατος. -- Ἔστω.

Ἔτι οὖν ἀπόκριναί μοι κἀκεῖνο: [54] δοκεῖ σοι μέγα τι εἶναι καὶ γενναῖον ἡ ἐλευθερία καὶ ἀξιόλογον; -- Πῶς γὰρ οὔ; -- Ἔστιν οὖν τυγχάνοντά τινος οὕτως μεγάλου καὶ ἀξιολόγου καὶ γενναίου ταπεινὸν εἶναι; -- Οὐκ ἔστιν. [55] -- Ὅταν οὖν ἴδῃς τινὰ ὑποπεπτωκότα ἑτέρῳ ἢ κολακεύοντα παρὰ τὸ φαινόμενον αὐτῷ, λέγε καὶ τοῦτον θαῤῥῶν μὴ εἶναι ἐλεύθερον: καὶ μὴ μόνον, ἂν δειπναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν ὑπατείας. ἀλλ' ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δ', ὡς εἰσὶν ἄξιοι, μεγαλοδούλους. [56] -- Ἔστω καὶ ταῦτα. -- Δοκεῖ δέ σοι ἡ ἐλευθερία αὐτεξούσιόν τι εἶναι καὶ αὐτόνομον; -- Πῶς γὰρ οὔ; -- Ὅντινα οὖν ἐπ' ἄλλῳ κωλῦσαι ἔστι καὶ ἀναγκάσαι, θαῤῥῶν λέγε μὴ εἶναι ἐλεύθερον. [57] καὶ μή μοι πάππους αὐτοῦ καὶ προπάππους βλέπε καὶ ὠνὴν ζήτει καὶ πρᾶσιν, ἀλλ' ἂν ἀκούσῃς λέγοντος ἔσωθεν καὶ ἐκ πάθους "κύριε", κἂν δώδεκα ῥάβδοι προάγωσιν, λέγε δοῦλον: κἂν ἀκούσῃς λέγοντος "τάλας ἐγώ, οἷα πάσχω", λέγε δοῦλον: ἂν ἁπλῶς ἀποκλαιόμενον ἴδῃς, μεμφόμενον, δυσροοῦντα, λέγε δοῦλον περιπόρφυρον ἔχοντα. [58] ἂν οὖν μηδὲν τούτων ποιῇ, μήπω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά: κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν Σατο[υ]ρναλίοις: λέγε, ὅτι ὁ κύριος αὐτοῦ ἀποδημεῖ: εἶθ' ἥξει καὶ γνώσῃ οἷα πάσχει. [59] -- Τίς ἥξει; -- Πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπ' αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἢ ἀφελέσθαι. -- Οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; -- Οὕτως. τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν: ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν κυρίους εἶναι: [60] ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φοβεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι ᾖ πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν, στρατηγίαν, ὑπατείαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶμεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχοντας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς προσκυνοῦμεν: [61] ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθ' ὑποτάσσομεν κακῶς "οὗτος δ' ἔχει [τῆς μεγίστης ὠφελείας: θεῖόν ἐστιν. εἶθ' ὑποτάσσομεν κακῶς, οὗτος δ' ἔχει] τῆς μεγίστης ὠφελείας ἐξουσίαν". ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς.

[62] Τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδ' ὑπατεία οὐδ' ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι. [63] τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; -- Ἡ ἐπιστήμη τοῦ γράφειν. -- Τί δ' ἐν τῷ κιθαρίζειν; -- Ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. -- Οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν. [64] ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας: σκέψαι δ' αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπ' ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; -- Οὔ. -- Ἐνδέχεται ἀπαραπόδιστον; [65] -- Οὔ. -- Οὐκοῦν οὐδ' ἐλεύθερον. ὅρα οὖν: πότερον οὐδὲν ἔχομεν, ὃ ἐφ' ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφ' ἡμῖν ἐστιν, τὰ δ' ἐπ' ἄλλοις; [66] -- Πῶς λέγεις; -- Τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; -- Οὐκ ἐπ' ἐμοί. -- Ὅταν δ' ὑγιαίνειν; -- Οὐδὲ τοῦτο. -- Ὅταν δὲ καλὸν εἶναι; -- Οὐδὲ τοῦτο. -- Ζῆν δὲ καὶ ἀποθανεῖν; -- Οὐδὲ τοῦτο. -- Οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου. [67] -- Ἔστω. -- Τὸν ἀγρὸν δ' ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφ' ὅσον θέλεις καὶ οἷον θέλεις; -- Οὔ. -- Τὰ δὲ δουλάρια; -- Οὔ. -- Τὰ δ' ἱμάτια; -- Οὔ. -- Τὸ δὲ οἰκίδιον; -- Οὔ. -- Τοὺς δ' ἵππους; -- Τούτων μὲν οὐδέν. -- Ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; -- Οὐδὲ ταῦτα.

Πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, [68] ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; -- Οὐκ οἶδα. -- Ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό. [69] μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; -- Οὐδείς. -- Οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος. [70] -- Ἔστω. -- Ἄγε, ὁρμῆσαι δέ σε ἐφ' ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι; -- Δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μ' ὁρμῆσαι. -- Ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ; [71] -- Οὔ. -- Σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; -- Ἐμόν. -- Σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; -- Ἔστω ἐμόν. -- Τὸ δ' ἀφορμῆσαι τίνος; [72] σὸν καὶ τοῦτο. -- Τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; -- Τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; -- Οὔ: ἀλλὰ τὸ σωμάτιον. -- Ναί, ὡς λίθον. -- Ἔστω: ἀλλ' οὐκέτι ἐγὼ περιπατῶ. [73] -- Τίς δέ σοι εἶπεν "τὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον"; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι: ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν. [74] -- Ἔστω καὶ ταῦτα. -- Ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; -- Οὐδείς. -- Προθέσθαι δ' ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις; [75] -- Οὐδὲ τοῦτο: ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. -- Ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; -- Οὐδαμῶς. -- Τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;

Ὑγείας οὖν μὴ ὀρέγωμαι; [76] -- Μηδαμῶς, μηδ' ἄλλου ἀλλοτρίου μηδενός. [77] ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπ' αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν: εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, † ἂν θαυμάσῃς τῶν [τι] μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς. -- Ἡ χεὶρ οὐκ ἔστιν ἐμή; [78] -- Μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου. [79] καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφ' ὅσον ἂν οἷόν τε ᾖ, ἐφ' ὅσον ἂν διδῶται: ἂν δ' ἀγγαρεία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον. [80] ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον ἢ τὸ ὀνάριον.

[81] Καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα; [82] -- Οὐδένα. -- Περὶ τίνος γὰρ φοβήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφελέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον ἢ τὸν θεόν. [83] ἀλλ' ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας ἢ διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον ἀτυχῇς καὶ δυστυχῇς; [84] οὐκοῦν ἄφοβος μὲν οὕτως ἔσει καὶ ἀτάραχος. λύπη δὲ τί πρὸς σέ; ὧν γὰρ προσδοκωμένων φόβος γίνεται, καὶ λύπη παρόντων. ἐπιθυμήσεις δὲ τίνος ἔτι; τῶν μὲν γὰρ προαιρετικῶν ἅτε καλῶν ὄντων καὶ παρόντων σύμμετρον ἔχεις καὶ καθισταμένην τὴν ὄρεξιν, τῶν δ' ἀπροαιρέτων οὐδενὸς ὀρέγῃ, ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον;

Ὅταν οὖν πρὸς τὰ πράγματα οὕτως ἔχῃς, [85] τίς ἔτι ἄνθρωπος δύναται φοβερὸς εἶναι; τί γὰρ ἔχει ἄνθρωπος ἀνθρώπῳ φοβερὸν ἢ ὀφθεὶς ἢ λαλήσας ἢ ὅλως συναναστραφείς; οὐ μᾶλλον ἢ ἵππος ἵππῳ ἢ κύων κυνὶ ἢ μέλισσα μελίσσῃ. ἀλλὰ τὰ πράγματα ἑκάστῳ φοβερά ἐστιν: ταῦτα δ' ὅταν περιποιεῖν τις δύνηταί τινι ἢ ἀφελέσθαι, τότε καὶ αὐτὸς φοβερὸς γίνεται. [86] πῶς οὖν ἀκρόπολις καταλύεται; οὐ σιδήρῳ οὐδὲ πυρί, ἀλλὰ δόγμασιν. ἂν γὰρ τὴν οὖσαν ἐν τῇ πόλει καθέλωμεν, μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν, οὓς ἐφ' ἑκάστοις καθ' ἡμέραν ἔχομεν, ποτὲ μὲν τοὺς αὐτούς, ποτὲ δ' ἄλλους; [87] ἀλλ' ἔνθεν ἄρξασθαι δεῖ καὶ ἔνθεν καθελεῖν τὴν ἀκρόπολιν, ἐκβάλλειν τοὺς τυράννους: τὸ σωμάτιον ἀφεῖναι, τὰ μέρη αὐτοῦ, τὰς δυνάμεις, τὴν κτῆσιν, τὴν φήμην, ἀρχάς, τιμάς, τέκνα, ἀδελφούς, φίλους, πάντα ταῦτα ἡγήσασθαι ἀλλότρια. [88] κἂν ἔνθεν ἐκβληθῶσιν οἱ τύραννοι, τί ἔτι ἀποτειχίζω τὴν ἀκρόπολιν ἐμοῦ γε ἕνεκα; ἑστῶσα γὰρ τί μοι ποιεῖ; τί ἔτι ἐκβάλλω τοὺς δορυφόρους; ποῦ γὰρ αὐτῶν αἰσθάνομαι; ἐπ' ἄλλους ἔχουσιν τὰς ῥάβδους καὶ τοὺς κοντοὺς καὶ τὰς μαχαίρας. [89] ἐγὼ δ' οὐπώποτ' οὔτε θέλων ἐκωλύθην οὔτ' ἠναγκάσθην μὴ θέλων καὶ πῶς τοῦτο δυνατόν; προσκατατέταχά μου τὴν ὁρμὴν τῷ θεῷ. θέλει μ' ἐκεῖνος πυρέσσειν: κἀγὼ θέλω. θέλει ὁρμᾶν ἐπί τι: κἀγὼ θέλω. θέλει ὀρέγεσθαι: κἀγὼ θέλω. θέλει με τυχεῖν τινος: κἀγὼ βούλομαι. [90] οὐ θέλει: οὐ βούλομαι. ἀποθανεῖν οὖν θέλω: στρεβλωθῆναι οὖν θέλω. τίς ἔτι με κωλῦσαι δύναται παρὰ τὸ ἐμοὶ φαινόμενον ἢ ἀναγκάσαι; οὐ μᾶλλον ἢ τὸν Δία.

Οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. [91] ἀκήκοεν ὅτι λῃστεύεται ἡ ὁδός: μόνος οὐ τολμᾷ καθεῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν ἢ πρεσβευτοῦ ἢ ταμίου ἢ ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχεται ἀσφαλῶς. [92] οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ ὁ φρόνιμος. "πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ τῶν φιλτάτων. [93] ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ; ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ; τίνι προσκατατάξας ἑαυτόν; [94] τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δ', ἂν ὁ συνοδοιπόρος αὐτὸς ἐπ' ἐμὲ στραφεὶς λῃστής μου γένηται; [95] τί ποιήσω; φίλος ἔσομαι Καίσαρος: ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶτον μέν, ἵνα γένωμαι, π[ρ]όσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι: εἶτα ἐὰν γένωμαι, καὶ οὗτος θνητός ἐστιν [καὶ οὗτος θνητός]. [96] ἂν δ' αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον; [97] εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον; [98] " οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.

Πῶς λέγεις προσκατατάξαι; [99] -- Ἵν', ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδ' αὐτὸς θέλῃ. [100] -- Πῶς οὖν τοῦτο γένηται; -- Πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλ[ε]ιπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπ' ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα. [101] τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφ' ὅσον δύναται. ἀλλ' ὁ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλίθιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλ' ἔτι πρότερον ἄδικος. [102] πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; ὁ πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πεποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δ' ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς;

[103] Εἶτα σύμπαντα εἰληφὼς παρ' ἄλλου καὶ αὐτὸν σεαυτόν, ἀγανακτεῖς καὶ μέμφῃ τὸν δόντα, ἄν σού τι ἀφέληται; [104] τίς ὢν καὶ ἐπὶ τί ἐληλυθώς; οὐχὶ ἐκεῖνός σε εἰσήγαγεν; οὐχὶ τὸ φῶς ἐκεῖνός σοι ἔδειξεν; οὐ συνεργοὺς δέδωκεν; οὐ καὶ αἰσθήσεις; οὐ λόγον; ὡς τίνα δὲ εἰσήγαγεν; οὐχ ὡς θνητόν; οὐχ ὡς μετὰ ὀλίγου σαρκιδίου ζήσοντα ἐπὶ γῆς καὶ θεασόμενον τὴν διοίκησιν αὐτοῦ καὶ συμπομπεύσοντα αὐτῷ καὶ συνεορτάσοντα πρὸς ὀλίγον; [105] οὐ θέλεις οὖν, ἕως δέδοταί σοι, θεασάμενος τὴν πομπὴν καὶ τὴν πανήγυριν εἶτα, ὅταν σ' ἐξάγῃ, πορεύεσθαι προσκυνήσας καὶ εὐχαριστήσας ὑπὲρ ὧν ἤκουσας καὶ εἶδες; [106] "οὔ: ἀλλ' ἔτι ἑορτάζειν ἤθελον." καὶ γὰρ οἱ μύσται μυεῖσθαι; τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλλους ἀθλητὰς βλέπειν: ἀλλὰ ἡ πανήγυρις πέρας ἔχει: ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων: δὸς ἄλλοις τόπον: δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δ' οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπολείπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς τὸν κόσμον; [107] -- Ναί: ἀλλὰ τὰ τεκνία μετ' ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. -- Σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκστήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι; [108] -- Τί οὖν μ' εἰσῆγεν ἐπὶ τούτοις; -- Καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε: οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵν' ἐπικροτῶσι μᾶλλον, ἐπιθειάζωσιν, ὑμνῶσι δὲ τὴν πανήγυριν. [109] τοὺς ἀταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως: οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδ' ἐξεπλήρουν τὴν χώραν τὴν πρέπουσαν, ἀλλ' ὠδυνῶντο, ἐμέμφοντο τὸν δαίμονα, τὴν τύχην, τοὺς συνόντας: ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων, ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς τῆς νῦν ζητουμένης ἐλευθερίας. [110] -- Ἐπὶ τί οὖν εἴληφα ταῦτα; -- Χρησόμενος. -- Μέχρι τίνος; -- Μέχρις ἂν ὁ χρήσας θέλῃ. -- Ἂν οὖν ἀναγκαῖά μοι ᾖ; -- Μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴπῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν.

Ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. [111] ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστοτάτων ἀρξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθ' οὕτως ἐπὶ χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ ἀγρίδιον: ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς. [112] πανταχοῦ περιβλέψας ἀπόῤῥιψον ἀπὸ σεαυτοῦ: κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι συμπέφυκεν, μή τι ὀδυνήσει σ' ἀποσπώμενον. [113] καὶ λέγε γυμναζόμενος καθ' ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖς ̔ἔστω φορτικὸν τὸ ὄνομἀ, ἀλλ' ὅτι καρπιστὴν δίδως. τοῦτο γάρ ἐστιν ἡ ταῖς ἀληθείαις ἐλευθερία. [114] ταύτην ἠλευθερώθη Διογένης παρ' Ἀντισθένους καὶ οὐκέτι ἔφη καταδουλωθῆναι δύνασθαι ὑπ' οὐδενός. [115] διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο: μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα: οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφ' οὗ ἡ φωνὴ ἐκπέμπεται. [116] πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς ἑαλωκότας: πῶς ἐπράθη: μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπότην: εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστολίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν, πῶς δεῖ αὐτοὺς διάγειν. [117] καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο ἢ κυρίῳ; εἰ δ' ἰατρόν, ὡσαύτως, εἰ δ' ἀρχιτέκτονα. καὶ οὕτως ἐφ' ἑκάστης ὕλης τὸν ἔμπειρον τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη. [118] ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο ἢ τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; -- Ὁ κυβερνήτης. -- Διὰ τί; ὅτι ὁ ἀπειθῶν αὐτῷ ζημιοῦται. [119] -- Ἀλλὰ δεῖραί με δύναται. -- Μή τι οὖν ἀζημίως; -- Οὕτως μὲν κἀγὼ ἔκρινον. -- Ἀλλ' ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν: οὐδενὶ δ' ἀζήμιόν ἐστι τὸ ποιεῖν τὰ ἄδικα. [120] -- Καὶ τίς ἡ ζημία τῷ δήσαντι τὸν αὑτοῦ δοῦλον, ἣν δοκεῖς; -- Τὸ δῆσαι: τοῦτο ὃ καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι θηρίον, ἀλλ' ἥμερον ζῷον. [121] ἐπεὶ πότ' ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότ' ἀλεκτρυών; [122] ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ: ἀλλ' εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότ' οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ.

Ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς; [123] -- Οὔ, ἀλλ' οἱ δικασταὶ καὶ οἱ κατήγοροι. -- Οὐδ' ἐν Ῥώμῃ Ἑλουίδιος; -- Οὔ, ἀλλ' ὁ ἀποκτείνας αὐτόν. -- Πῶς λέγεις; [124] -- Ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα: οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλ' ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου. [125] τί παραδοξολογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν τοῦ ἀνθρώπου ἄλλως φέρῃ; [126] ἀλλ' ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; -- Οὐδὲ τοῦτο. [127] -- Πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δεσμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν: εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἢ ἔχις ἢ σφήξ;

Ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. [128] ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δ' ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν. [129] τίς δ' ἀκώλυτος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δ' ἀλλότρια; ἃ οὐκ ἔστιν ἐφ' ἡμῖν οὔτ' ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα. [130] οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον. [131] αὕτη ἡ ὁδὸς ἐπ' ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, [μόνῃ] τὸ δυνηθῆναί ποτ' εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ γ' ἡ Πεπρωμένη,

ὅποι ποθ' ὑμῖν εἰμι διατεταγμένος.

Ἀλλὰ τί λέγεις, φιλόσοφε; [132] καλεῖ σε ὁ τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις ἢ οὐ λέγεις; εἰπέ μοι. -- Ἄφες σκέψωμαι. -- Νῦν σκέψῃ; ὅτε δ' ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; -- Ἐσκεπτόμην. -- Τίνα οὖν ἤρεσκεν ὑμῖν; [133] -- Τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. -- Μή τι τὸ ζῆν ἀγαθόν; -- Οὔ. -- Μή τι τὸ ἀποθανεῖν κακόν; -- Οὔ. -- Μή τι φυλακή; -- Οὔ. -- Λόγος δ' ἀγεννὴς καὶ ἄπιστος καὶ φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαίνετο; [134] -- Κακά. -- Τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δ' ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε; [135] οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδ' εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δ' ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδ' ἐγγύς: ἀλλ' αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ. [136] πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα; [137] ἀλλ' οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτ' ἐκεῖνα κακά, ἀλλ' οὐδὲν πρὸς ἡμᾶς. [138] οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν: "ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλ' ἐξελήλυθα τῆς σχολῆς: ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν." οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος, [139] οὕτως ἐπ' ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα: ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ, [140] οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον. [141] παραφύλαξον σαυτόν, πῶς ἀκούεις -- οὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν: πόθεν σοι; ἀλλ' ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, ὁ οἶνος ἐξεπόθη, [142] ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτ' αὐτὸ μόνον εἴπῃ "φιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ: τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος εἶ; [143] " ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνηται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει ἢ λέγει ἢ ἀναγιγνώσκει.

Καὶ τί ταῦτα πρὸς ἐλευθερίαν; [144] -- Οὐκ ἄλλα μὲν οὖν ἢ ταῦτ', ἄν τε θέλητε ὑμεῖς οἱ πλούσιοι ἄν τε μή. [145] -- Καὶ τί[ς] σοι μαρτυρεῖ ταῦτα; -- Τί γὰρ ἄλλο ἢ αὐτοὶ ὑμεῖς οἱ τὸν κύριον τὸν μέγαν ἔχοντες καὶ πρὸς τὸ ἐκείνου νεῦμα καὶ κίνημα ζῶντες, κἄν τινα ὑμῶν ἴδῃ μόνον συνεστραμμένῳ βλέμματι, ἀποψυχόμενοι, τὰς γραίας θεραπεύοντες καὶ τοὺς γέροντας καὶ λέγοντες ὅτι " [146] 3οὐ δύναμαι τοῦτο ποιῆσαι: οὐκ ἐξεστί μοι"; διὰ τί οὐκ ἔξεστίν σοι; οὐκ ἄρτι ἐμάχου μοι λέγων ἐλεύθερος εἶναι; "ἀλλὰ Ἄπρυλλά με κεκώλυκεν." λέγε οὖν τὰς ἀληθείας, δοῦλε, καὶ μὴ δραπέτευέ σου τοὺς κυρίους μηδ' ἀπαρνοῦ μηδὲ τόλμα καρπιστὴν διδόναι τοσούτους ἔχων τῆς δουλείας ἐλέγχους. [147] καίτοι τὸν μὲν ὑπ' ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον καὶ ἅμα μὲν ὁρῶντα τὸ ἄμεινον, ἅμα δ' οὐκ ἐξευτονοῦντα ἀκολουθῆσαι αὐτῷ ἔτι μᾶλλον ἄν τις συγγνώμης ἄξιον ὑπολάβοι, ἅθ' ὑπό τινος βιαίου καὶ τρόπον τινὰ θείου κατεσχημένον. [148] σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶντος καὶ τῶν γερόντων καὶ ἐκείνας ἀπομύσσοντος καὶ ἀποπλύνοντος καὶ δωροδοκοῦντος καὶ ἅμα μὲν νοσούσας θεραπεύοντος ὡς δούλου, ἅμα δ' ἀποθανεῖν εὐχομένου καὶ τοὺς ἰατροὺς διακρίνοντος, εἰ ἤδη θανασίμως ἔχουσιν; ἢ πάλιν ὅταν ὑπὲρ τῶν μεγάλων τούτων καὶ σεμνῶν ἀρχῶν καὶ τιμῶν τὰς χεῖρας τῶν ἀλλοτρίων δούλων καταφιλῇς, ἵνα μηδ' ἐλευθέρων δοῦλος ᾖς; [149] εἶτά μοι σεμνὸς περιπατεῖς στρατηγῶν, ὑπατεύων, οὐκ οἶδα, πῶς ἐστρατήγησας, πόθεν τὴν ὑπατείαν ἔλαβες, τίς σοι αὐτὴν ἔδωκεν; [150] ἐγὼ μὲν οὐδὲ ζῆν ἤθελον, εἰ διὰ Φηλικίωνα ἔδει ζῆσαι τῆς ὀφρύος αὐτοῦ καὶ τοῦ δουλικοῦ φρυάγματος ἀνασχόμενον. οἶδα γάρ, τί ἐστι δοῦλος εὐτυχῶν ὡς δοκεῖ καὶ τετυφ[λ]ωμένος.

Σὺ οὖν, φησίν, ἐλεύθερος εἶ; [151] -- Θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλ' οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ πολλοῦ ποιοῦμαι καίτοι μηδ' ὁλόκληρον ἔχων. [152] ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν ̔οὐ γὰρ ἦν̓, ἀλλ' ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας [β]λαβὰς οὐδ' ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδ' ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι. [153] πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν δι' αὐτήν: εἰ τοῦ σκέλους, τὸ σκέλος: εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον: οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών. τοὺς μέν γ' ἀληθ[ε]ινοὺς προγόνους, [154] τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτ' ἂν ἐγκατέλ[ε]ιπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδ' ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος. [155] οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλ' ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται. [156] τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει: "διὰ τοῦτό σοι", φησίν, "ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι" [157] 3. ἆρά γ' ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλ' ἐδεδοίκεσαν καὶ ἐθεράπευον; [158] διὰ τί οὖν, φησίν, ἔξεστιν; "ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν." ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.

Καὶ ἵνα μὴ δόξῃς, [159] ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφ' ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότρια[ν], πατρίδα, ἐφ' ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθ [160] είᾳ. διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότ' ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα: ἐπὶ Λέοντα δ' ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδ' ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ. [161] καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν: οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα. [162] ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθ' ὅτ' ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλ' ὡς μόνος. τί δ', ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; [163] δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι "ἔξελθε διὰ τὰ παιδία" τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δ' οὐδ' ὁρᾷ, οὐδ' ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλ' ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δ' ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται. Σωκράτης δ' αἰσχρῶς οὐ σῴζεται, [164] ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος: τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, [165] ἀλλ' ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν. [166] τί οὖν ποιήσει τὰ παιδία; "εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν: εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος;" ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον. [167] εἰ δ' ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι "τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι" καὶ προσθέντες ὅτι "ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δ' οὐδενί", εἰ [γ]ἄρ' ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. [168] καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; [169] καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμη ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.

Ταῦτα μελέτα, [170] ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατ' ἀξίαν τοῦ πράγματος. καὶ τί θαυμαστόν, [171] εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δ' ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο: [172] ὑπὲρ τῆς ἀληθ[ε]ινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθ' ἁπλῶς ἀποδιδόναι τἀλλότρια; [173] ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς, οὐδὲν ἧττον: καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. [174] ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι: τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά: εἶθ' ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ αὐτός, ἡ ἄση, [175] ἡ τῶν οὐ παρόντων ἐπιθυμία. οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας. [176] καὶ ἵν' εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον: ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, [177] θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθητ[α]ι τὰς τούτου: οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδ' ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γ': οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.


Περὶ συμπεριφορᾶς

[Επεξεργασία]

Τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ' εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ: εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. [2] ἂν δέ σ' ὑποτρέχῃ ὅτι "ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον", μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ' ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα [μὴ] τὸν αὐτὸν εἶναι τῷ ποτέ. ἐλοῦ οὖν πότερον θέλεις, [3] ὁμοίως φιλεῖσθαι ὑφ' ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων. [4] εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ' εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα: [5] εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ' ἀξίαν οὔτ' ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες. [6] πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν. [7] οὐ δύνασαι δ' ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν: ἀλλ' ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σ' ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ' ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι: ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾄδων μεθ' ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ' αὐτῶν: ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. [8] εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα "ἡδὺς ἄνθρωπος", ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. [9] εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία: γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ. [10] διάφορα δ' οὕτως πρόσωπα οὐ μίγνυται: οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν: ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.


Τίνα τίνων ἀντικαταλλακτέον

[Επεξεργασία]

Ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντ' αὐτοῦ περιποιῇ: κἂν ᾖ πλείονος ἄξιον, μηδέποτ' εἴπῃς ὅτι " [2] 3ἐζημίωμαι": οὐδ' ἂν ἀντὶ ὄνου ἵππον, οὐδ' ἀντὶ προβάτου βοῦν, οὐδ' ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ' ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδ' ἀντὶ αἰσχρολογίας αἰδῶ. [3] τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν. [4] ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου. [5] ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι: ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο: κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δ', ἀπώλετο. [6] τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε: μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει. [7] οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλ' αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, [8] ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία. τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. -- Ἀλλ' οὐ τεύξομαι τοιούτου τινὸς ἀντ' αὐτοῦ. -- Βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντ' αὐτοῦ λαμβάνεις. " [9] 3ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν: ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλ' οὐ κραυγάζω, ὅπου ἀπρεπές: ἀλλ' οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φίλος τοῦ θεοῦ, ἵν' ἑκὼν πείθωμαι αὐτῷ. [10] τῶν δ' ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός: οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μ' ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί. νῦν δ' οὐ πεποίηκεν: διὰ τοῦτο οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν. [11] " τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δ' ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυθήσῃ, ἐμποδισθήσῃ. [12] οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα: τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.


Πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας

[Επεξεργασία]

Μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον [ε]ἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ. [2] τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι "κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς" ἢ λέγειν "κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι" [3] 3; ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον. [4] ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπ' αὐτὸ[υ] καταστρέφεις [ἐπ' αὐτὸ] τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δ' ἐφ' ὃ δεῖ ἀναφέρεις, τί τοῦτ' ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ; [5] -- Ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. -- Καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δ' εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον. [6] νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ ἐκτός, [7] καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδ' ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλ' ἐπ' ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. "πῶς οὖν παύσωμαι; τότε καὶ ἐγὼ ἡμάρτανον: νῦν δ' οὐκέτι, χάρις τῷ θεῷ."

Ἄγε, [8] ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθ' ἃ ἀνέγνωκας ἐσθίειν; [9] ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατάπληκτον, [10] εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία; πῶς ἢ ἐπὶ τί; [11] οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δ' ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών, ὅτι μὴ ἔξω γυμνάζεται. [12] τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν; [13] οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δ' ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλ' ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.

Τί οὖν τὸ αἴτιον; [14] ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵν' ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλ' αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι. [15] διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε. [16] εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλ' ἵνα ὁρμῶμεν †: τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτ' ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτ' ἐκκλίνοντες περιπίπτωμεν: τὰ Περὶ καθήκοντος δ', ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρ' αὐτὰ ποιῶμεν: [17] οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατ[α]άλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα "σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε" [18] 3, ἀλλὰ "σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν" καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφ' οἷς δεῖ εὐχαριστεῖν.

Νῦν δ' ἡμεῖς οὐκ ἴσμεν, [19] ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ: σύ, μὴ ἄρξῃς. [20] μηδαμῶς, ἄνθρωπε. ἀλλ' ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι. [21] ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους "εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω"; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθ' ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δ' ὠδύρετ' ἂν καὶ ἔστενεν "τάλας ἐγώ, νῦν ἐνθάδ' ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι" [22] 3; τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

Ἁπλῶς οὖν ἐκείνου μέμνησο, [23] ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δ' ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. [24] "νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν." τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος: καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται; [25] μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. "τὸ ὄξος σαπρόν, δριμὺ γάρ": "τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν": "λάχανα οὐ θέλω." οὕτως καὶ "σχολὴν οὐ θέλω, ἐρημία ἐστίν", "ὄχλον οὐ θέλω, θόρυβός ἐστιν" [26] 3. ἀλλ' ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετ' ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ: λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δ' εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις. [27] τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα: ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται; [28] "ἀλλὰ κατακραυγάζουσί μου." οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;

Σὺ μόνον μέμνησο τῶν καθολικῶν: " [29] 3τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει; [30] " πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι: ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει "ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι. [31] " τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς. [32] -- Ἀλλ' ἐγὼ ἤθελον ἐφ' ἡσυχίας διάγειν. -- Οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν;

Καὶ πῶς ἀπαλλάξω; [33] -- Οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπ' ἄλλοις. [34] ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ γ' ἡ Πεπρωμένη. θέλετ' εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν. ἂν ἅπαξ εἴπῃ [35] ς "πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;", ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφ' οἷς οὐ δεῖ ἐπαιρόμενον: πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις. [36] ἄφες οὖν ταῦτα πάντα. "καλαὶ αἱ Ἀθῆναι." ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα. [37] "θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί." ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; [38] εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.

Μία ὁδὸς ἐπὶ εὔροιαν ̔ [39] τοῦτο καὶ ὄρθρου καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον̓, ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, [40] οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν. [41] διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα: οὐ τοίνυν οὐδ' ἐγώ. [42] ἀλλ' ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δ' ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον. [43] ἂν δ' ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵν' ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον. [44] μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτ' ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα: [45] τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν. [46] εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπ' αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφ' οἷς πρότερον, εἰ οὐχ ὁμοίως γ' ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθ' ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ. πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατ [47] εία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμνησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα. [48] τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ, ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ γινόμενα;


Πρὸς τοὺς μαχίμους καὶ θηριώδεις

[Επεξεργασία]

Ὁ καλὸς καὶ ἀγαθὸς οὔτ' αὐτὸς μάχεταί τινι οὔτ' ἄλλον ἐᾷ κατὰ δύναμιν. [2] παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ' οὐδ' ἄλλους μάχεσθαι εἴα. [3] ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ' αὐτοῦ, σοφιζόμενος. [4] λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. [5] τί δ' ἔστι τοῦτο; οὐχ † ἱκ ... ος οὗτος ... κατὰ φύσιν: τοῦτο γὰρ ἀλλότριον: ἀλλ' ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. [6] τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ: ἀλλ', ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ: ἄλλ', ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι. [7] ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτ' ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.

Ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; [8] μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου; [9] "ἐλοιδόρησέν σε ὁ δεῖνα." πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. "ἀλλὰ καὶ ἔπληξεν." πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. "ἀλλὰ καὶ ἔτρωσεν". πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν. [10] πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι; [11] "βέβληκεν ὁ γείτων λίθους". μή τι οὖν σὺ ἡμάρτηκας; "ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη". σὺ οὖν σκευάριον εἶ; [12] οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν: ἀνθρώπῳ δ' ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας: μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν; [13] ἵππος οὖν πότ' ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται: οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλ' ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται; [14] ἀλλ' ὅταν μὴ ἰχνεύειν. μή ποτ' οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν ̔οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεωσ̓, ἀλλ' ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν; [15] τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν: οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλ' ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια ̔τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων̓, ἀλλὰ τὰ ἀνθρωπικά, [16] τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν. [17] "τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον; Τραιανοῦ; φέρε. Νέρωνος; ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν. οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; "ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον." φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν. [18] ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; "ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων. [19] " τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι. [20] καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν: οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλ' ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά. [21] οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος: ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται: ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ: ὥστε οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.

Τί οὖν; [22] θέλεις με καταφρονεῖσθαι; -- Ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλ' ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων. -- Ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι. [23] -- Τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν; [24] -- Οὔ. -- Τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστ' ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; "ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά."

Οὕτως καὶ ἐχυρὰν πόλιν [25] οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων: "νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν. [26] " ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον; [27] πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις. [28] εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδ' ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος; [29] Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. [30] φύσις δ' αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν: τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ. [31] τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν: λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτ' ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν. [32] εἰ δ' οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων;

[33] Τούτων Σωκράτης μεμνημένος τὴν οἰκ[ε]ίαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵν' ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα: καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ; [34] τοῦτο δ' ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθ' ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον: τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. [35] ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαῤῥοῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων. [36] ἀλλ' ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δ' οὐδ' ἐγγύς. [37] τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον οἴκοι λέοντες, ἐν Ἐφέσῳ δ' ἀλώπεκες καὶ ἐφ' ἡμῶν ἁρμόσει: ἐν σχολῇ λέοντες, ἔξω δ' ἀλώπεκες.


Πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους

[Επεξεργασία]

Ἀνιῶμαι, φησίν, ἐλεούμενος. -- Πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δ'; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; -- Ἐπ' ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. [2] -- Πότερον δ' ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; -- Δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλ' οὗτοί γ' οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφ' οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλ' ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. [3] -- Πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλ' οἷόν τε καὶ πένητι καὶ † ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα; [4] τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα δι' οἵων ἂν γένοιτο: δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρ' αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος: [5] ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. [6] μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας: εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους; [7] καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δ' εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ; [8] πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτ' ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; [9] πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια; [10] τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; -- Τοῦ ἀπροαιρέτου. -- Οὐκοῦν οὐδὲν πρὸς σέ; -- Οὐδέν. -- Ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν;

[11] Οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; "ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δ' οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. [12] τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δ' οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν. [13] μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω: ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον. [14] τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδ' εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλ' ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται; [15] καίτοι οὔτ' ἐπὶ τοῦ παλαίειν οὔτ' ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλ' ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως. [16] τὰ δ' ἀναγκαῖα θεωρήματα, ἀφ' ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δ' οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην. [17] εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;"

Ταλαίπωρε, [18] οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν: τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔργοις; [19] ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; -- Ναί: ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. -- Οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; ὁ δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; -- Ναί. -- Πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖσθαι. [20] τί οὖν λέγει Ἀντισθένης; οὐδέποτ' ἤκουσας; "βασιλικόν, ὦ Κῦρε, πράττειν μὲν εὖ, κακῶς δ' ἀκούειν" [21] 3. τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλαλγῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται: "τάλας, ἐκ τοσούτου χρόνου οὐ διέλειπες πυρέσσων". λέγω καὶ ἐγὼ σκυθρωπάσας ὅτι "ναί: ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν". "τί οὖν γένηται;" ὡς ἂν ὁ θεὸς θέλῃ. καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με. [22] τί οὖν κωλύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μ' ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δ' ἄρχουσιν. ἀλλ' ὃ δεῖ ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν. ὄψονται οἱ ἐλεοῦντές με, [23] ἐγὼ δ' οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλ' ἀφ' ὧν αὐτοὶ πεινῶσιν ἢ διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγω "μὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς ἐστιν: οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς ἢ δογμάτων ὀρθῶν: ταῦτα ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι" [24] 3; καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλ' ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;

[25] Ἀλλ' ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. -- Τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα: καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν. [26] ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δ' ἀμελοῦσιν: εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθ' ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα. [27] εἰ δ' ἄρχουσιν ἐκεῖνοι, σὺ δ' οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι [οὐ] ἢ τὸν ἀμελοῦντα;

[28] Οὔ, ἀλλ' ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. -- Ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν: ἐν ᾧ δ' ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων. [29] ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ: κλαίειν γὰρ ἄξιος εἶ. [30] νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ. [31] ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται. [32] ὅταν εὔχηται, περὶ τούτων εὔχεται: ὅταν θύῃ, ἐπὶ τούτοις θύει: τὸ τοῦ Πυθαγόρου μὴ δ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι ἐνταῦθα παρατέθεικεν. [33] "πῇ παρέβην;" τῶν πρὸς κολακείαν. "τί ἔρεξα;" μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ "τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν" [34] 3. σὺ δ' εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας ἢ χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ "τίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; [35] λογικόν εἰμι ζῷον". τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. "πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἢ ἄφιλον ἢ ἀκοινώνητον ἢ ἄγνωμον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;"

Τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, [36] τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκείνοις, περὶ ἃ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δ' ἐσπουδάκασιν; [37] εἶτα θαυμάζεις, εἴ σ' ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δ' οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν τυγχάνουσιν, σὺ δ' οὐ πέπεισαι. [38] διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλ' ἐφίεσαι τῶν ἐκείνων: ἐκεῖνοι δ' ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ ὁ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δ' ἀποπεπλάνηνται, οὐδ' ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.


Περὶ ἀφοβίας

[Επεξεργασία]

Τί ποιεῖ φοβερὸν τὸν τύραννον; -- Οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας. [2] -- Διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον; [3] ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπ' αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπ' ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; -- Θέλει γὰρ τοῦτο, δι' ὃ φοβεροί εἰσιν. -- [4] Ἂν οὖν τις μήτ' ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλ' ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν; [5] -- Οὐδέν. -- Ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖ[ν] διακείμενος, ὥστ' ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν, ἀλλ' ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δ' οὐ πεφρόντικεν, οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρ' οὐδὲν ᾖ[ν] πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται: ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν;

[6] Εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι: ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν, ὅτι ὁ θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ, τὰ ἐν μέρει δ' αὐτοῦ πρὸς χρείαν τῶν ὅλων; [7] τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλλακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐτοῦ: τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων, ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς. [8] πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύθερον γενόμενον ὁρᾷ, διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώλυτα ἔχει καὶ ἐπ' αὐτῷ, τὰ δὲ κωλυτὰ καὶ ἐπ' ἄλλοις: ἀκώλυτα μὲν τὰ προαιρετικά, κωλυτὰ δὲ τὰ ἀπροαίρετα. καὶ διὰ τοῦτο, [9] ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον, τοῖς ἀκωλύτοις καὶ ἐφ' ἑαυτῷ, ἐλεύθερον ἔσται, εὔρουν, εὔδαιμον, ἀβλαβές, μεγαλόφρον, εὐσεβές, χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ, μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων, μηδενὶ ἐγκαλοῦν: [10] ἂν δ' ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν, [11] ἃ τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δ' ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές.

[12] Ταῦτα τί κωλύει διαλαβόντα ζῆν κούφως καὶ εὐηνίως, πάντα τὰ συμβαίνειν δυνάμενα πρᾴως ἐκδεχόμενον, τὰ δ' ἤδη συμβεβηκότα φέροντα; [13] "θέλεις πενίαν;" φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ ὑποκριτοῦ. [14] "θέλεις ἀρχάς;" φέρε, καὶ πόνους. "ἀλλ' ἐξορισμόν;" ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται: καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, ἃ μέλλω μετ' ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν ὦ καὶ ὅ τι ἂν ποιῶ. [15] "ἀλλ' ἤδη καιρὸς ἀποθανεῖν." τί λέγεις ἀποθανεῖν; μὴ τραγῴδει τὸ πρᾶγμα, ἀλλ' εἰπὲ ὡς ἔχει "ἤδη καιρὸς τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πάλιν ἀποκαταστῆναι". καὶ τί δεινόν; τί μέλλει ἀπόλλυσθαι τῶν ἐν τῷ κόσμῳ, τί γενέσθαι καινόν, παράλογον; τούτων ἕνεκα φοβερός ἐστιν ὁ τύραννος; [16] διὰ ταῦτα οἱ δορυφόροι μεγάλας δοκοῦσιν ἔχειν τὰς μαχαίρας καὶ ὀξείας; ἄλλοις ταῦτα: ἐμοὶ δ' ἔσκεπται περὶ πάντων, εἰς ἐμὲ οὐδεὶς ἐξουσίαν ἔχει. [17] ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλαγωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς οἵους δεῖ. [18] "οὐχὶ τοῦ σώματός σου κύριός εἰμι;" τί οὖν πρὸς ἐμέ; "οὐχὶ τοῦ κτησιδίου;" τί οὖν πρὸς ἐμέ; "οὐχὶ φυγῆς ἢ δεσμῶν;" πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς. πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐτὴν ἔχεις.

Τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; [19] τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. -- Τί οὖν ἔρχῃ ἐπὶ θύρας; -- Ὅτι καθήκειν ἐμαυτῷ δοκῶ μενούσης τῆς παιδιᾶς συμπαίζειν. [20] -- Πῶς οὖν οὐκ ἀποκλείῃ; -- Ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελθεῖν, ἀλλ' ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖττον γὰρ ἡγοῦμαι ὃ ὁ θεὸς θέλει ἢ ὃ ἐγώ. προσκείσομαι διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, συνορέγομαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ τοῖς βιαζομένοις. [21] διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλ' ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγω "τί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν; μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπιτροπῇ; [22] τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαῤῥιπτεῖ: τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται: οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δ' ὀστράκια διαῤῥιπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει. [23] ἐπαρχίαι διαδίδονται: ὄψεται τὰ παιδία. ἀργύριον: ὄψεται τὰ παιδία. στρατηγία, ὑπατεία: διαρπαζέτω τὰ παιδία: ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν δούλων: ἐμοὶ δ' ἰσχαδοκάρυόν ἐστιν" [24] 3. τί οὖν, ἂν ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε: μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κ[ρ]ύψω καὶ ἄλλον ἀνατρέψω ἢ ὑπ' ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτ' ἰσχὰς οὔτ' ἄλλο τι τῶν οὐκ ἀγαθῶν, ἅ με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι.

Δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. [25] "ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι." τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι; [26] "ἀποκτ[ε]ιννύουσιν." πυρετὸς δὲ τί ποιεῖ; "ἄλλο οὐδέν." κεραμὶς δὲ τί ποιεῖ; "ἄλλο οὐδέν." θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι; [27] μὴ γένοιτο: ἀλλ' ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδ' ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρατιώτης, ἀλλ' εἰ δεῖ συγκρῖναι, οἶδ' ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει. [28] ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτ' ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν; [29] μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵν' ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ ἐμοῦ; [30] μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς [εμ]αὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδ' ἄῤῥυθμον. ἂν δέ μοι λέγῃ "ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον", λέγω αὐτῷ " [31] 3ζήτει ἄλλον: ἐγὼ γὰρ οὐκέτι παίζω". "ἄπαγε αὐτόν." ἀκολουθῶ ἐν παιδιᾷ. "ἀλλ' ἀφαιρεῖταί σου ὁ τράχηλος." ἐκείνου δ' αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; "ἀλλ' ἄταφος ῥιφήσῃ." εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι: εἰ δ' ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με. [32] τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ † ὕστερον ἐκολάκευεν: εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδ' ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

Ναί: [33] ἀλλ' οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. -- Καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δ' οὐκ ἔστι τὰ ἐπὶ μωρῷ. [34] καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται. [35] περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς [δ'], ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι: μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν. [36] ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι: ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δ' οὔ. [37] σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς. [38] μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς; [39] τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; -- Ἀλλὰ ταῦτ' ἔστι τὰ μέγιστα. -- Καὶ τίς σε κωλύει περὶ ταῦτ' ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων; μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, [40] ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ: σκέψαι τί ποτ' ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον. [41] μέχρι δ' ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δ' οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.


Πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας

[Επεξεργασία]

Μηδέποτ' ἀπὸ τῶν κοινῶν τινα μήτ' ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε: καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας. [2] "οὗτος ταχέως λούεται." κακῶς οὖν ποιεῖ; οὐ πάντως. [3] ἀλλὰ τί; ταχέως λούεται. -- Πάντα οὖν καλῶς γίνεται; -- Οὐδαμῶς: ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δ' ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφ' οὗ τις ποιεῖ ἕκαστα, μήτ' ἐπαίνει τὸ ἔργον μήτε ψέγε. [4] δόγμα δ' ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. "οὗτος τέκτων ἐστίν." διὰ τί; "χρῆται σκεπάρνῳ." τί οὖν τοῦτο; "οὗτος μουσικός: ᾄδει γάρ." καὶ τί τοῦτο; "οὗτος φιλόσοφος." διὰ τί; [5] "τρίβωνα γὰρ ἔχει καὶ κόμην." οἱ δ' ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει "ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ". ἔδει δ' ἀφ' ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον. [6] εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον: εἰ δ' ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας; [7] οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει "τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά", ἀλλὰ πᾶν τοὐναντίον λέγει "οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς" [8] 3. ὁμοίως κἂν ᾄδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει "ἰδοὺ πῶς ᾄδουσιν οἱ μουσικοί", ἀλλὰ μᾶλλον " [9] 3οὗτος [ὅτι] οὐκ ἔστι μουσικός". ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν: ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτ' ἀπ' αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον; [10] ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δ' οὔ, ἀλλ' ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν. [11] καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος; [12] τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν. [13] οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δ', αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις "ὅρα τὸν φιλόσοφον" ̔ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον̓ καὶ πάλιν "τοῦτο φιλόσοφός ἐστιν". "ὅρα" δὲ "τὸν τέκτονα" οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ " [14] 3ὅρα τὸν μουσικόν". οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας.

[15] Ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν: εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν "ἐγὼ φιλόσοφός εἰμι" [16] 3. οὐδεὶς δ' ἐρεῖ "ἐγὼ μουσικός εἰμι", ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδ' "ἐγὼ χαλκεύς εἰμι", ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλ' ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν. [17] διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτι "ἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι", φησίν, "τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ δι' ἐμαυτόν: ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον: πάντα ἐμαυτῷ καὶ θεῷ. [18] εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον: οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο, οὐδ' ἔβλαπτον τοὺς πολλοὺς ὡς φιλόσοφος ἁμαρτάνων. [19] διὰ τοῦτο οἱ μὴ εἰδότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφιλοσόφουν. [20] καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπιγιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμβόλοις μή;" βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσικὰς ἢ ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως: ἐκεῖθέν με κρῖνε, εἰ δύνασαι. [21] εἰ δ' οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφ' οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι;

Οὕτως ἐλάνθα [22] νε παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συσταθῆναι. [23] μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγεν "ἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;"; ἀλλ' ἀπῆγεν καὶ συνίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος, χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο: ἐμέμνητο γὰρ τοῦ ἰδίου ἔργου. [24] τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι. [25] ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. "εἴ μέ τις", φησίν, "βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ: εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται: ἐγὼ ἀτυχής εἰμι. [26] " εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί -- τί δοκεῖτε; καταγγέλλων καὶ λέγων "ἐγὼ τοιοῦτός εἰμι"; μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. [27] πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος "ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος: μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς" [28] 3. οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς "συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ" [29] 3; τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τι[ς] ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ.

[30] Τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων "ἵν' ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, [31] ἀλλ' ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδ' ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος: καὶ ἴδετε, πῶς ὑγιαίνω: πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφ' ὧν ἐθεραπεύθην. [32] " τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλ' ὁρᾶτε, τίνος ἔργον ἐστίν: τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, δι' οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ: οὔτ' ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν

δάκρυ' ὀμορξάμενον. καὶ οὐ μόνον ταῦτα, [33] ἀλλ' οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.

Νῦν δ' αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, [34] ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ. [35] ἄνθρωπε, χειμάσκησον πρῶτον: ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ: σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον. [36] οὕτως καρπὸς γίνεται: κατορυγῆναι δεῖ εἰς χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ, ἀτελές ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ. [37] τοιοῦτον εἶ καὶ σὺ φυτάριον: θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε ὁ χειμών. [38] ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξελέγξῃ. [39] ὅρα καὶ σύ, ἄνθρωπε: ἐξύβρικας, ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας: δοκεῖς τις εἶναι, μωρὸς παρὰ μωροῖς: ἀποπαγήσῃ, μᾶλλον δ' ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δ' ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο δοκεῖς ἔτι ζῆν καὶ θάλλειν. [40] ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνάμεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι, εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ τρίτον: εἶθ' οὕτως ὁ καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν ἐγὼ μὴ θέλω. [41] τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ; [42] ἀλλὰ ταῦρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδ' ἀναμένει τὸν προτρεψόμενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων: [43] ἐγὼ δ' ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δ' οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξηρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;


Πρὸς τὸν εἰς ἀναισχυντίαν μεταβληθέντα

[Επεξεργασία]

Ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ μὴ δεῖσθαι ἀρχῆς: ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί ἀντὶ τούτου ἔχεις. [2] εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντ' αὐτοῦ, ἄθλιος εἶ: εἰ δ' ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γίγνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον. ἄλλος γυναῖκα εὔμορφον, [3] σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός. μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμήσαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ μετ' εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου καταφρονεῖν καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν, ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν; [4] ἀγνοεῖς οἷόν τί ἐστι δίψος πυρέσσοντος; οὐδὲν ὅμοιον ἔχει τῷ τοῦ ὑγιαίνοντος. ἐκεῖνος πιὼν ἀποπέπαυται: ὁ δὲ πρὸς ὀλίγον ἡσθεὶς ναυτιᾷ, χολὴν αὐτὸ ποιεῖ ἀντὶ ὕδατος, ἐμεῖ, στροφοῦται, διψῇ σφοδρότερον. [5] τοιοῦτόν ἐστι μετ' ἐπιθυμίας πλουτεῖν, μετ' ἐπιθυμίας ἄρχειν, μετ' ἐπιθυμίας καλῇ συγκαθεύδειν: ζηλοτυπία πρόσεστιν, φόβος τοῦ στερηθῆναι, αἰσχροὶ λόγοι, αἰσχρὰ ἐνθυμήματα, ἔργα ἀσχήμονα.

Καὶ τί, φησίν, ἀπολλύω; [6] -- Ἄνθρωπε, ὑπῆρχες αἰδήμων καὶ νῦν οὐκέτι εἶ: οὐδὲν ἀπολώλεκας; ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνώσκεις καὶ Εὐηνόν: οὐδὲν ἀπολώλεκας; ἀντὶ Σωκράτους καὶ Διογένους τεθαύμακας τὸν πλείστας διαφθεῖραι καὶ ἀναπεῖσαι δυνάμενον. [7] καλὸς εἶναι θέλεις καὶ πλάσσεις σεαυτὸν μὴ ὢν καὶ ἐσθῆτα ἐπιδεικνύειν θέλεις στιλπνήν, ἵνα τὰς γυναῖκας ἐπιστρέφῃς, κἄν που μυραφίου ἐπιτύχῃς, μακάριος εἶναι δοκεῖς. [8] πρότερον δ' οὐδὲ ἐνεθυμοῦ τι τούτων, ἀλλὰ ποῦ εὐσχήμων λόγος, ἀνὴρ ἀξιόλογος, ἐνθύμημα γενναῖον. τοιγαροῦν ἐκάθευδες ὡς ἀνήρ, προῄεις ὡς ἀνήρ, ἐσθῆτα ἐφόρεις ἀνδρικήν, λόγους ἐλάλεις πρέποντας ἀνδρὶ ἀγαθῷ: εἶτά μοι λέγεις " [9] 3οὐδὲν ἀπώλεσα"; οὕτως οὐδὲν ἄλλο ἢ κέρμα ἀπολλύουσιν ἄνθρωποι; αἰδὼς οὐκ ἀπόλλυται, εὐσχημοσύνη οὐκ ἀπόλλυται; ἢ οὐκ ἔστι ζημιωθῆναι ταῦτα ἀπολέσαντα; σοὶ μὲν οὖ [10] ν δοκεῖ τάχα τούτων οὐδὲν οὐκέτι εἶναι ζημία: ἦν δέ ποτε χρόνος, ὅτε μόνην αὐτὴν ὑπελογίζου καὶ ζημίαν καὶ βλάβην, ὅτε ἠγωνίας, μή τις ἐκσείσῃ σε τούτων τῶν λόγων καὶ ἔργων.

Ἰδού, [11] ἐκσέσεισαι ὑπ' ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην, εἰς αἰδῶ, εἰς ἐλευθερίαν. [12] εἴ σοί τίς που ἔλεγεν περὶ ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου; [13] νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ, οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλ' αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς ὃν οὐδείς ἐστί σου πιθανώτερος. [14] καὶ πρῶτον μὲν κατάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν. [15] πέπτωκε τὸ παιδίον: "ἀναστάς", φησίν, "πάλιν πάλαιε, μέχρις ἂν ἰσχυροπο [16] ιηθῇς." τοιοῦτόν τι καὶ σὺ πάθε: ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται: ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν. ἔσωθεν γάρ ἐστι καὶ ἀπώλεια καὶ βοήθεια. [17] -- Εἶτα τί μοι ἀγαθόν; -- Καὶ τί ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώφρων. [18] εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ ποιεῖς: οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.


Τίνων δεῖ καταφρονεῖν καὶ πρὸς τίνα διαφέρεσθαι

[Επεξεργασία]

Ἀπορία πᾶσι τοῖς ἀνθρώποις περὶ τὰ ἐκτὸς γίνεται, ἀμηχανία περὶ τὰ ἐκτός. "τί ποιήσω; πῶς γένηται; πῶς ἀποβῇ; [2] μὴ τόδε ἀπαντήσῃ, μὴ τόδε". πᾶσαι αὗται αἱ φωναὶ περὶ τὰ ἀπροαίρετα στρεφομένων εἰσίν: τίς γὰρ λέγει "πῶς μὴ συγκατατιθῶμαι τῷ ψεύδει; πῶς μὴ ἀπονεύσω ἀπὸ τοῦ ἀληθοῦς; [3] " ἐὰν οὕτως ᾖ εὐφυής, ὥστε περὶ τούτων ἀγωνιᾶν, ὑπομνήσω αὐτὸν ὅτι "τί ἀγωνιᾷς; ἐπὶ σοί ἐστιν: ἀσφαλὴς ἴσθι: μὴ πρὸ τοῦ ἐπάγειν τὸν φυσικὸν κανόνα προπήδα ἐν τῷ συγκατατίθεσθαι" [4] 3. πάλιν ἂν περὶ ὀρέξεως [μὴ] ἀγωνιᾷ, μὴ ἀτελὴς γένηται καὶ ἀποτευκτική, [5] περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶτον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔργων πεφρόντικεν, ὅπου αὐτός ἐστιν: εἶτα ἐρῶ αὐτῷ " [6] 3εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδ' ἐκκλίνειν περιπτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν ἀνάγκη" [7] 3. ποία ἐνθάδ' ἀπορία; ποῦ τόπον ἔχει "πῶς γένηται;" καὶ "πῶς ἀποβῇ;" καὶ "μὴ ἀπαντήσῃ τόδε ἢ τόδε";

Νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον; [8] -- Ναί. -- Ἡ δ' οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προαιρετικοῖς; -- Ναί. -- Ἔξεστιν οὖν σοι παντὶ τῷ ἀποβάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται; [9] -- Οὐδείς. -- Μηκέτι οὖν μοι λέγε "πῶς γένηται;" ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται σοι τὸ ἀποβὰν εὐτύχημα. [10] ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων "πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι"; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις: ἂν κακοὶ ἄνθρωποι, κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην. [11] -- Ἂν οὖν οὕτως ἀποθάνω; -- Ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαῤῥοιζόμενον. [12] τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον. [13] εἰ δὲ μὴ δύναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώλυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμενος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπάθειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς: εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν.

Ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, [14] ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι "ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ ἠμέλησα: οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος. [15] ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυσηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέσεις παρέβην[αι]; [16] † ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας: ἐφ' ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκας" [17] 3. οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημονέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαιμονεστέρα;

Ἵνα δὲ ταῦτα γένηται, [18] οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν. οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ. [19] ἀλλ' ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος ἡ φύσις: προῖκα οὐδὲν γίνεται. [20] καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθ' ἡμέραν ἐνίοις: καὶ τί τὸ γινόμενόν ἐστιν; [21] δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα. [22] ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι; [23] ἀλλ' ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς [μὴ] δηχθήσῃ ἐπὶ τῷ γενομένῳ; [24] οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι; [25] ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δ' ἐκεῖνα θέλεις, τοῦτο ἄφες: εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτ' ἐκεῖνα, περισπώμενος ἐπ' ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ. [26] ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλ' ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλ' ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλ' οὐχ ἕξω φαγεῖν. [27] εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δ' ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χαλεπόν ἐστιν. [28] ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ. τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισάμενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι "ἐπ' ἐμοὶ ἀμφότερα: οὔτε τούτου τις ἀφελέσθαι με δύναται οὔτ' ἐκείνῳ ἄκοντα περιβαλεῖν. [29] τί οὖν οὐ ῥέγχω βαλών; τὰ ἐμὰ ἀσφαλῶς ἔχει: τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος ἐξουσίαν. [30] τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐτῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δ' ἄλλα ὡς ἂν θέλῃ ὁ ἐκείνων κύριος".

Ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, [31] καὶ στρέφεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πάτροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀποθανεῖν ἢ ἐκεῖνον; [32] "ναί", φησίν, "ἀλλ' ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν." μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια; [33] "ἀλλ' ἐκεῖνός μοι φαγεῖν παρετίθει." ἔζη γάρ, μωρέ: νῦν δ' οὐ δύναται. ἀλλ' Αὐτομέδων σοι παραθήσει: ἂν δὲ καὶ Αὐτομέδων ἀποθάνῃ, ἄλλον εὑρήσεις. [34] ἂν δ' ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις; οὐ μὲν γάρ τι, [35] φησίν, κακώτερον ἄλλο πάθοιμι. τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτ' ἀφεὶς τοῦτο ἐξελεῖν αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵν' ὀδυνώμενος ἐξ ἐκείνου διατελῇς; [36] τί δοκεῖτε; μὴ ἐπίτηδες ταῦτα συνθεῖναι Ὅμηρον, ἵν' ἴδωμεν, ὅτι οἱ εὐγενέστατοι, οἱ ἰσχυρότατοι, οἱ πλουσιώτατοι, οἱ εὐμορφότατοι, ὅταν οἷα δεῖ δόγματα μὴ ἔχωσιν, οὐδὲν κωλύονται ἀθλιώτατοι εἶναι καὶ δυστυχέστατοι;

Περὶ καθαριότητος

[Επεξεργασία]

Ἀμφισβητοῦσί τινες, εἰ ἐν τῇ φύσει τοῦ ἀνθρώπου περιέχεται τὸ κοινωνικόν: ὅμως δ' αὐτοὶ οὗτοι οὐκ ἄν μοι δοκοῦσιν ἀμφισβητῆσαι, ὅτι τό γε καθάριον πάντως περιέχεται καὶ εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων χωρίζεται. [2] ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό, ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι "ὡς ἄνθρωπος". καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ, εὐθὺς εἰώθαμεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι "οὐ δήπου ἄνθρωπός ἐστιν" [3] 3. οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες. ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι, ἐφ' ὅσον ἠγγίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον, ἐπὶ τοσοῦτον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτικοί. [4] ἐπεὶ δ' ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην, ὁ λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀποτελεῖν πειρᾶται. [5] πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἡ ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία. ψυχῆς δ' ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις, ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις ἢ τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς τὰ ἔργα τὰ αὑτῆς; [6] ἔργα δὲ ψυχῆς ὁρμᾶν, ἀφορμᾶν, ὀρέγεσθαι, ἐκκλίνειν, παρασκευάζεσθαι, ἐπιβάλλεσθαι, συγκατατίθεσθαι. [7] τί ποτ' οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον; οὐδὲν ἄλλο ἢ τὰ μοχθηρὰ κρίματα αὐτῆς. [8] ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά, κάθαρσις δ' ἐμποίησις οἵων δεῖ δογμάτων. καθαρὰ δ' ἡ ἔχουσα οἷα δεῖ δόγματα: μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ ἀμόλυντος.

[9] Δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον. ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα: διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναῤῥοφῇ τις αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν. [10] ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους: διὰ τοῦτο ὕδωρ παρεσκεύασεν, διὰ τοῦτο χεῖρας. [11] ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι: διὰ τοῦτο "πλῦνον", φησίν, "τοὺς ὀδόντας". διὰ τί; ἵν' ἄνθρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον. [12] ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως: διὰ τοῦτο ὕδωρ, ἔλαιον, χεῖρες, ὀθόνιον, ξύστρα, νίτρον, ἔσθ' ὅθ' ἡ ἄλλη πᾶσα παρασκευὴ πρὸς τὸ καθῆραι αὐτό. [13] οὔ: ἀλλ' ὁ μὲν χαλκεὺς [ὡς χαλκεὺς] ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατεσκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς, ὅταν μέλλῃς ἐσθίειν, ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυπαρός: τὸ σωμάτιον δ' οὐ πλυνεῖς οὐδὲ καθαρὸν ποιήσεις; [14] -- Διὰ τί; φησίν. -- Πάλιν ἐρῶ σοι: πρῶτον μὲν ἵνα τὰ ἀνθρώπου ποιῇς, εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐντυγχάνοντας. [15] τοιοῦτόν τι καὶ ἐνθάδε ποιεῖς καὶ οὐκ αἰσθάνῃ. σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν: ἔστω, ἴσθι ἄξιος. μή τι καὶ τοὺς παρακαθίζοντας, μή τι καὶ τοὺς συγκατακλινομένους, μή τι καὶ τοὺς καταφιλοῦντας; [16] ἢ ἄπελθ' εἰς ἐρημίαν πού ποτε, ἧς ἄξιος εἶ, καὶ μόνος δίαγε κατόζων σεαυτοῦ. δίκαιον γάρ ἐστι τῆς σῆς ἀκαθαρσίας σὲ μόνον ἀπολαύειν. ἐν πόλει δ' ὄντα οὕτως ἀπερισκέπτως καὶ ἀγνωμόνως ἀναστρέφεσθαι τίνος σοι φαίνεται; [17] εἰ δ' ἵππον σοι πεπιστεύκει ἡ φύσις, περιεώρας αὐτὸν καὶ ἀτημέλητον; καὶ νῦν οἴου σου τὸ σῶμα ὡς ἵππον ἐγκεχειρίσθαι: πλῦνον αὐτό, ἀπόσμηξον, ποίησον, ἵνα σε μηδεὶς ἀποστρέφηται, μηδεὶς ἐκτρέπηται. [18] τίς δ' οὐκ ἐκτρέπεται ῥυπαρὸν ἄνθρωπον, ὄζοντα, κακόχρουν μᾶλλον ἢ τὸν κεκοπρωμένον; ἐκείνη ἡ ὀσμὴ ἔξωθέν ἐστιν ἐπίθετος, ἡ δ' ἐξ ἀθεραπευσίας ἔσωθεν καὶ οἱονεὶ διασεσηπότος.

Ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο. [19] -- Ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλ' ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστ' ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύμουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορφοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν: καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερμῷ μὴ θέλῃς, ψυχρῷ. [20] -- Ἀλλὰ λέγει Ἀριστοφάνης τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. -- Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια. [21] ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν. πάλιν περὶ Διογένους ταὐτὰ γράφουσι. [22] δεῖ γὰρ μηδὲ κατὰ τὴν ἀπὸ τοῦ σώματος ἔμφασιν ἀπὸ φιλοσοφίας ἀποσοβεῖν τοὺς πολλούς, ἀλλ' ὥσπερ τὰ ἄλλα εὔθυμον καὶ ἀτάραχον ἐπιδεικνύειν αὑτὸν οὕτως καὶ ἀπὸ τοῦ σώματος. [23] "ἴδετε, ὦ ἄνθρωποι, ὅτι οὐδὲν ἔχω, οὐδενὸς δέομαι: ἴδετε, πῶς ἄοικος ὢν καὶ ἄπολις καὶ φυγάς, ἂν οὕτως τύχῃ, καὶ ἀνέστιος πάντων τῶν εὐπατριδῶν καὶ πλουσίων ἀταραχώτερον διάγω καὶ εὐρούστερον. ἀλλὰ καὶ τὸ σωμάτιον ὁρᾶτε ὅτι οὐ κακοῦται ὑπὸ τῆς αὐστηρᾶς διαίτης. [24] " ἂν δέ μοι ταῦτα λέγῃ τις ἀνθρώπου σχῆμα καταδίκου ἔχων καὶ πρόσωπον, τίς με πείσει θεῶν προσελθεῖν φιλοσοφίᾳ, ἥ γε τοιούτους ποιεῖ; μὴ γένοιτο: οὐδ', εἰ σοφὸς ἔμελλον εἶναι, ἤθελον.

[25] Ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινούμενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην ἢ κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐσχήμονος. ὅπου δ' αὐτὸ[ν] εἶναι φαντάζεται, ἐκεῖ καὶ φιλοτεχνεῖ. [26] λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν "νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις: ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς ἐκκλίσεις. [27] τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σωμάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν". ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, [28] ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐτὸν ὁμοιότητος ἐπαγαγεῖν; [29] περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵν' αὐτὸν μεταθῶ καὶ εἴπω "οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλ' ἐνθάδε"; θέλεις αὐτῷ λέγω "οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλ' ἐν τῷ λόγῳ"; ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵν' ἐν βορβόρῳ μὴ κυλίηται. [30] διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου: εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δ' αὐτὸ ζητῶν. [31] ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορβόρῳ, μή τι κύων γενναῖος; ἀλλ' ὁ ὗς καὶ τὰ σαπρὰ χηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα. [32] σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδ' ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;

Τί οὖν; [33] καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνεργείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ προσκόπτειν. [34] ἀλλ' ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκκινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάῤῥηξον. -- Ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; -- Ἄνθρωπε, ὕδωρ ἔχεις, πλῦνον αὐτόν. [35] ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υἱον αὑτοῦ παραδῷ ... θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ τὰς σχολάς. [36] μὴ γένοιτο. πᾶσα ἐκτροπὴ ἀπό τινος ἀνθρωπικοῦ γίνεται, αὕτη ἐγγύς ἐστι τῷ μὴ ἀνθρωπικὴ εἶναι.


Περὶ προσοχῆς

[Επεξεργασία]

Ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλ' ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρτηθὲν εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν. [2] πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν: ἀ[ι]εὶ δ' εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. [3] εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρθεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτελεστέρα: εἰ δ' οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσοχὴν φυλάσσεις; [4] "σήμερον παῖξαι θέλω." τί οὖν κωλύει προσέχοντα; "ᾆσαι." τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφ' ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον δὲ μὴ προσέχων; [5] καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσέχων .c 12; ὁ κυβερνήτης μὴ προσέχων κυβερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον; [6] οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακαλέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰδῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς.

Τίσιν οὖν δεῖ με προσέχειν; [7] -- Πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις: ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν. [8] οὐδεὶς οὖν κύριος οὔτ' ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλ' ἐγὼ αὐτὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος. [9] ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα; [10] -- Ἀλλ' οὐκ ἤρεσα τῷ δεῖνι. -- Μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; -- Οὔ. -- Τί οὖν ἔτι μοι μέλει; -- Ἀλλὰ δοκεῖ τις εἶναι. -- Ὄψεται αὐτὸς καὶ οἷς δοκεῖ, [11] ἐγὼ δ' ἔχω, τίνι με δεῖ ἀρέσκειν, τίνι ὑποτετάχθαι, τίνι πείθεσθαι: τῷ θεῷ καὶ [12] μετ' ἐκεῖνον .c 6 ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ καὶ τὴν ἐμὴν προαίρεσιν ὑπέταξεν ἐμοὶ μόνῳ δοὺς κανόνας εἰς χρῆσιν αὐτῆς τὴν ὀρθήν, οἷς ὅταν κατακολουθήσω, ἐν συλλογισμοῖς οὐκ ἐπιστρέφομαι οὐδενὸς τῶν ἄλλο τι λεγόντων, ἐν μεταπίπτουσιν οὐ φροντίζω οὐδενός. διὰ τί οὖν ἐν τοῖς μείζοσιν ἀνιῶσί με οἱ ψέγοντες; [13] τί τὸ αἴτιον ταύτης τῆς ταραχῆς; οὐδὲν ἄλλο ἢ ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀγύμναστός εἰμι. [14] ἐπεί τοι πᾶσα ἐπιστήμη καταφρονητική ἐστι τῆς ἀγνοίας καὶ τῶν ἀγνοούντων καὶ οὐ μόνον αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ αἱ τέχναι. φέρε ὃν θέλεις σκυτέα καὶ τῶν πολλῶν καταγελᾷ περὶ τὸ αὑτοῦ ἔργον: φέρε ὃν θέλεις τέκτονα.

[15] Πρῶτον μὲν οὖν ταῦτα ἔχειν πρόχειρα καὶ μηδὲν δίχα τούτων ποιεῖν, ἀλλὰ τετάσθαι τὴν ψυχὴν ἐπὶ τοῦτον τὸν σκοπόν, μηδὲν τῶν ἔξω διώκειν, μηδὲν τῶν ἀλλοτρίων, ἀλλ' ὡς διέταξεν ὁ δυνάμενος, τὰ προαιρετικὰ ἐξ ἅπαντος, τὰ δ' ἄλλα ὡς ἂν διδῶται. [16] ἐπὶ τούτοις δὲ μεμνῆσθαι, τίνες ἐσμὲν καὶ τί ἡμῖν ὄνομα, καὶ πρὸς τὰς δυνάμεις τῶν σχέσεων πειρᾶσθαι τὰ καθήκοντα ἀπευθύνειν: [17] τίς καιρὸς ᾠδῆς, τίς καιρὸς παιδ[ε]ιᾶς, τίνων παρόντων: τί ἔσται ἀπὸ τοῦ πράγματος: μή τι καταφρονήσωσιν ἡμῶν οἱ συνόντες, μή τι ἡμεῖς αὐτῶν: πότε σκῶψαι καὶ τίνας ποτὲ καταγελάσαι καὶ ἐπὶ τίνι ποτὲ συμπεριενεχθῆναι καὶ τίνι, καὶ λοιπὸν ἐν τῇ συμπεριφορᾷ πῶς τηρῆσαι τὸ αὑτοῦ. ὅπου δ' ἂν ἀπονεύσῃς ἀπό τινος τούτων, [18] εὐθὺς ζημία, οὐκ ἔξωθέν ποθεν, ἀλλ' ἐξ αὐτῆς τῆς ἐνεργείας.

Τί οὖν; [19] δυνατὸν ἀναμάρτητον ἤδη εἶναι; ἀμήχανον, ἀλλ' ἐκεῖνο δυνατὸν πρὸς τὸ μὴ ἁμαρτάνειν τετάσθαι διηνεκῶς. ἀγαπητὸν γάρ, εἰ μηδέποτ' ἀνιέντες ταύτην τὴν προσοχὴν ὀλίγων γε ἁμαρτημάτων ἐκτὸς ἐσόμεθα. νῦν δ' ὅταν εἴπῃς " [20] 3ἀπαύριον προσέξω", ἴσθι ὅτι τοῦτο λέγεις "σήμερον ἔσομαι ἀναίσχυντος, ἄκαιρος, ταπεινός: ἐπ' ἄλλοις ἔσται τὸ λυπεῖν με: ὀργισθήσομαι σήμερον, φθονήσω" [21] 3. βλέπε, ὅσα κακὰ σεαυτῷ ἐπιτρέπεις. ἀλλ' εἴ σοι αὔριον καλῶς ἔχει, πόσῳ κρεῖττον σήμερον: εἰ αὔριον συμφέρει, πολὺ μᾶλλον σήμερον, ἵνα καὶ αὔριον δυνηθῇς καὶ μὴ πάλιν ἀναβάλῃ εἰς τρίτην.


Πρὸς τοὺς εὐκόλως ἐκφέροντας τὰ αὑτῶν

[Επεξεργασία]

Ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυτοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόῤῥητα καὶ τοῦτο ἁπλοῦν οἰόμεθα εἶναι: [2] πρῶτον μὲν ὅτι ἄνισον εἶναι δοκεῖ αὐτὸν μὲν ἀκηκοέναι τὰ τοῦ πλησίον, μὴ μέντοι μεταδιδόναι κἀκείνῳ ἐν τῷ μέρει τῶν ἡμετέρων. εἶθ' ὅτι οἰόμεθα οὐχ ἁπλῶν ἀνθρώπων παρέξειν αὐτοῖς φαντασίαν σιωπῶντες τὰ ἴδια. [3] ἀμέλει πολλάκις εἰώθασιν λέγειν "ἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα, σύ μοι οὐδὲν τῶν σῶν εἰπεῖν θέλεις; [4] ποῦ γίνεται τοῦτο;" πρόσεστι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι: ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι οὐκ ἄν ποτε οὗτος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος, μήποτε καὶ ἡμεῖς ἐξείπωμεν τὰ ἐκείνου. [5] οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρ' αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ. [6] τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι: [7] ἀλλ' ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε ὦ τοιοῦτος, ὁ δ' ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτ' ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν ὦ καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι. [8] ἂν δὲ μνημονεύω, ὅτι ἄλλος ἄλλον οὐ βλάπτει, ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ, τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ, ὅμως δ' ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα ἃ πέπονθα.

Ναί: [9] ἀλλ' ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον ἀπόῤῥητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ. [10] -- Μὴ γάρ σε παρεκάλουν, ἄνθρωπε; μὴ γὰρ ἐπὶ συνθήκαις τισὶν ἐξήνεγκας τὰ σαυτοῦ, ἵν' ἀκούσῃς ἐν τῷ μέρει καὶ τὰ ἐμά; [11] εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δ', εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δ' οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με προ[σ]πεσεῖν; [12] οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτ' ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον: σὺ γὰρ τετρυπημένον ἔχεις τὸν πίθον. [13] πῶς οὖν ἔτι ἴσον γίνεται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν δ' ἐκτὸς οὐδέν: [14] ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι, ἀνθρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἢ ἀρχῆς τινος ἢ προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς ἡ Μήδεια; [15] ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλ' αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν. [16] τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμβουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν;

Ναί: ἀλλ' ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. [17] -- Πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον: [18] νῦν δ' ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγεις "ἀδελφέ, οὐδένα σου ἔχω εὐνούστ[οτ]ερον οὐδὲ φίλτερον, παρακαλῶ σε ἀκοῦσαι τὰ ἐμά": καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι ὀλίγον ἐγνωσμένους ποιεῖς. [19] εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον. [20] ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν. [21] ἂν γοῦν τινα ἴδῃς περὶ τὰ ἀπροαίρετα ἐσπουδακότα καὶ τούτοις ὑποτεταχότα τὴν αὑτοῦ προαίρεσιν, ἴσθι ὅτι ὁ ἄνθρωπος οὗτος μυρίους ἔχει τοὺς ἀναγκάζοντας, τοὺς κωλύοντας. [22] οὐκ ἔστιν αὐτῷ χρεία πίσσης ἢ τροχοῦ πρὸς τὸ ἐξειπεῖν ἃ οἶδεν, ἀλλὰ παιδισκαρίου νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισμύρια. [23] μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου, ὅτι οἱ ἀπόῤῥητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοιούτων: ταῦτα δὲ ποῦ νῦν εὑρεῖν ῥᾳδίως; [24] ἢ δειξάτω μοί τις τὸν οὕτως ἔχοντα, ὥστε λέγειν "ἐμοὶ μόνων μέλει τῶν ἐμῶν, τῶν ἀκωλύτων, τῶν φύσει ἐλευθέρων. ταύτην οὐσίαν ἔχω τοῦ ἀγαθοῦ, τὰ δὲ ἄλλα γινέσθω ὡς ἂν διδῶται: οὐ διαφέρομαι".