Διαθήκη του Αβραάμ/Βραχεία εκδοχή
←Μακρά εκδοχή | Διαθήκη τοῦ Ἀβραάμ Βραχεία εκδοχή |
1 1 Ἐγένετο ἡνίκα ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραάμ, εἶπεν κύριος πρὸς Μιχαήλ· 2 Ἀνάστηθι καὶ πορεύθητι πρὸς Ἁβραὰμ τὸν δοῦλόν μου, καὶ εἰπὲ αὐτῷ ὅπως ἐξελεύσῃ τοῦ βίου, 3 ὅτι ἰδοὺ ἐπληρώθησαν αἱ ἡμέραι τῆς προσκαίρου ζωῆς σου· ὅπως διοικήσῃ τὰ τοῦ οἴκου αὐτοῦ πρὶν ἀποθανεῖν.
2 1 Καὶ ἐπορεύθη Μιχαὴλ καὶ ἦλθεν πρὸς Ἁβραὰμ, καὶ εὗρεν αὐτὸν καθιζόμενον ἔμπροσθεν τῶν βοῶν αὐτοῦ εἰς ἀροτριασμόν· ὑπῆρχεν δὲ γηραλέος πάνυ τῇ ἰδέᾳ· εἶχεν δὲ ἐνηγκαλισμένον τὸν υἱὸν αὐτοῦ. 2 ἰδὼν οὖν Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαήλ, ἀναστὰς ἐκ τῆς γῆς ἠσπάσατο αὐτόν, μὴ εἰδὼς τίς ἐστιν, καὶ εἶπεν πρὸς αὐτόν· 3 Σῶσόν σε ὁ θεός· ἄναστα καλῶς πορευόμενος τὴν ὁδόν σου. 4 καὶ ἀπεκρίθη αὐτῷ Μιχαήλ· Φιλάνθρωπος εἶ σύ, καλὲ πάτερ. 5 καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν αὐτῷ· Ἐλθέ, ἔγγισόν μοι, ἀδελφὲ, καὶ ὀλίγην ὥραν ἵνα προστάξω ἐνεχθῆναι ζῶον, 6 ἵνα ἀπέλθωμεν ἐν τῷ οἴκῳ μου καὶ ἀναπαύῃς μετ᾽ ἐμοῦ, ὅτι πρὸς ἑσπέρᾳ ἐστὶν, καὶ τῷ πρωῒ ἀναστὰς πορεύου ὅπου ἂν βούλῃ, μήπως συναντήσῃ σοι θηρίον πονηρὸν καὶ καταικίσῃ σε. 7 ἠρώτησεν δὲ Μιχαὴλ τὸν Ἁβραὰμ λέγων· Εἰπέ μοι τὸ ὄνομά σου, πρὶν εἰσελθεῖν ἐν τῷ οἴκῳ σου, μὴ ἐπιβαρὴς γένωμαί σοι. 8 καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν· Οἱ γονεῖς μου ὠνόμασάν με Ἁβράμ, καὶ ὁ κύριος ἐπωνόμασέν Ἁβραάμ, λέγων· Ἀνάστηθι καὶ πορεύου ἐκ τοῦ οἴκου σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· 9 καὶ ἀπελθόντος μου εἰς τὴν γῆν ἣν ὑπέδειξέ μοι ὁ κύριος, εἴρηκέν μοι· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἁβράμ, ἀλλ᾽ ἔσται τὸ ὄνομά σου Ἁβραάμ. 10 ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν αὐτῷ· Συγχώρησόν μοι, πάτερ μου, ἄνθρωπε τοῦ θεοῦ μεμελετημένε, ὅτι ξένος εἰμί, καὶ ἤκουσα περί σου ὅτε ἀπῆλθες σταδίους τεσσαράκοντα καὶ ἤνεγκας μόσχον, καὶ ἔθυσας αὐτόν, ξενιζόμενος ἀγγέλους ἐν τῷ οἴκῳ σου, ἵνα ἀναπαυθῶσιν. 11 ταῦτα ἀμφότεροι λαλήσαντες, ἀναστάντες ἐν τῷ οἴκῳ ἐπορεύοντο. 12 ἐκάλεσεν δὲ Ἁβραὰμ ἕνα τῶν παίδων αὐτοῦ καὶ εἶπεν αὐτῷ· Πορεύθητι, ἄγαγέ μοι κτῆνος ὅπως καθίσῃ ἐπ᾽ αὐτὸν ὁ ξένος, ὅτι ἐκοπιάθη ἐκ τῆς ὁδοιπορίας. 13 καὶ εἶπεν Μιχαήλ· Μὴ σκύλλε τὸ παιδάριον, ἀλλὰ ἀπέλθωμεν μετεωριζόμενοι ἕως οὗ φθάσωμεν ἐν τῷ οἴκῳ σου, διότι ἠγάπησά σου τὴν ὁμιλίαν.
3 1 Καὶ ἀναστάντες ἐπορεύοντο· 2 καὶ ὡς ἤγγισαν τῇ πόλει, ὡς ἀπὸ σταδίων τριῶν, εὗρον δένδρον μέγα ἔχον κλάδους τριακοσίους, ὅμοιον ἐρηκινοῦ· 3 καὶ ἤκουον φωνὴν ἐκ τῶν κλάδων αὐτοῦ ᾀδομένην· Ἅγιος ὅτι τὴν πρόφασιν ἤνεγκας περὶ ὧν ἀπεστάλης· 4 καὶ ἤκουσεν Ἁβραὰμ τῆς φωνῆς, καὶ ἔκρυψεν τὸ μυστήριον ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων ἐν ἑαυτῷ· Ἄρα τί ἐστιν τὸ μυστήριον ὅπερ ἀκήκοα; 5 ὡς δὲ ἦλθεν ἐν τῷ οἴκῳ, λέγει Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· Ἀναστάντες ἐξέλθατε εἰς τὰ πρόβατα, καὶ ἐνέγκατε τρία θρέμματα καὶ σφάξατε ταχέως καὶ ὑπηρετήσατε ἵνα φάγωμεν καὶ πίωμεν· ὅτι εὐφρασία ἐστὶν ὡς ἡ ἡμέρα αὕτη. 6 καὶ ἤνεγκαν οἱ παῖδες τὰ θρέμματα, καὶ ἐκάλεσεν Ἁβραὰμ τὸν υἱὸν αὐτοῦ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· Τέκνον Ἰσαὰκ, ἀνάστηθι καὶ βάλε ὕδωρ ἐπὶ τῆς λεκάνης, ἵνα νίψωμεν τοὺς πόδας τοῦ ξένου τούτου. 7 καὶ ἤνεγκεν ὡς προσετάχθη· 8 καὶ εἶπεν Ἁβραάμ· Κατανόησιν ἔχω ὅπερ καὶ γενήσεται, ὅτι ἐν τῷ τρυβλίῳ τούτῳ οὐ μὴ νίψω ἔτι τοὺς πόδας ἀνθρώπου ξενιζομένου πρὸς ἡμᾶς. 9 ἀκούσας δὲ Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ λαλοῦντος ταῦτα, ἐδάκρυσεν, καὶ λέγει πρὸς αὐτὸν· Πάτερ μου, τί ἐστιν τοῦτο ὅτι εἶπας Ἔσχατόν μου ἐστὶν νίψαι πόδας ἀνθρώπου ξένου; 10 καὶ ἰδὼν Ἁβραὰμ τὸν υἱὸν αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτὸς σφόδρα· καὶ Μιχαὴλ ἰδὼν αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· καὶ ἔπεσαν τὰ δάκρυα Μιχαὴλ ἐπὶ τῆς λεκάνης, καὶ ἐγένετο λίθος πολύτιμος.
4 1 Ὡς δὲ ἤκουσεν ἡ Σάρρα τοῦ κλαυθμοῦ αὐτῶν ἔσω οὖσα ἐν τῇ οἰκίᾳ αὐτῆς, ἐξελθοῦσα εἶπεν τῷ Ἁβραάμ· Κύριε, τί ἐστιν ὅτι οὕτως κλαίετε; 2 καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν αὐτῇ· Οὐδὲν κακόν ἐστιν· εἴσελθε ἐν τῇ οἰκίᾳ σου, καὶ ἐργάζου τὰ ἴδιά σου, μὴ ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ. 3 καὶ ἀνεχώρησεν ἡ Σάρρα, ὅτι ἔμελλεν ἑτοιμάζειν τὸν δεῖπνον. 4 καὶ ἤγγισεν ὁ ἥλιος τοῦ δῦναι· καὶ ἐξῆλθεν Μιχαὴλ ἔξω τοῦ οἴκου, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς προσκυνῆσαι ἐνώπιον τοῦ θεοῦ· 5 τοῦ γὰρ ἡλίου δύνοντος πάντες προσκυνοῦσιν ἄγγελοι τὸν θεόν· πρῶτος δέ ἐστιν ὁ αὐτὸς Μιχαὴλ τῶν ἀγγέλων. 6 καὶ προσεκύνησαν πάντες καὶ ἀπῆλθον, ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 7 ἀποκριθεὶς δὲ Μιχαὴλ ἐνώπιον τοῦ θεοῦ εἶπεν· Κύριε, κέλευσόν με ἐρωτηθῆναι ἐνώπιον τῆς ἁγίας δόξης σου. 8 καὶ λέγει κύριος πρὸς Μιχαήλ· Ἀνάγγειλον ὅπερ βούλῃ. 9 ἀποκριθεὶς δὲ ὁ ἀρχάγγελος εἶπε· Κύριε, σύ με ἀπέστειλας πρὸς Ἁβραάμ, εἰπεῖν αὐτῷ· Ὑποχώρησον ἐκ τοῦ σώματός σου, καὶ ἔξελθε ἐκ τοῦ κόσμου· καλεῖ σε ὁ κύριος· 10 κἀγὼ οὐ τολμῶ, κύριε, ἐμφανισθῆναι αὐτῷ, ὅτι φίλος σου ἐστὶν καὶ δίκαιος ἄνθρωπος, ξένους ὑποδεχόμενος· 11 ἀλλὰ παρακαλῶ σε, κύριε, κέλευσον τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τὴν καρδίαν αὐτοῦ εἰσελθεῖν, 12 καὶ μὴ αὐτῷ ἐγὼ εἴπω· μεγάλη γὰρ συντομία τοῦτό ἐστιν, εἰπεῖν ὅτι Τὸν κόσμον ἔξελθε, μάλιστα δὲ καὶ ἀπὸ τοῦ ἰδίου σώματος· 13 σὺ γὰρ ἐξ ἀρχῆς ἐποίησας αὐτὸν ἐλεεῖν ψυχὰς πάντων ἀνθρώπων. 14 τότε κύριος πρὸς Μιχαὴλ εἶπεν· Ἀνάστηθι καὶ πορεύου πρὸς Ἁβραὰμ, καὶ ξενίζου πρὸς αὐτόν· 15 καὶ ὅτι ἂν ἴδῃς ἐσθίοντα, φάγε καὶ σύ, καὶ ὅπου ἂν κοιμηθῇ, κοίμησαι καὶ σὺ ἐκεῖ· 16 ἐγὼ γὰρ ῥίψω τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τὴν καρδίαν Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ κατ᾽ ὄναρ.
5 1 Τότε Μιχαὴλ ἀπῆλθεν εἰς τὸν οἶκον Ἁβραὰμ ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ, καὶ εὗρεν αὐτοὺς ἑτοιμάζοντας τὸν δεῖπνον· καὶ ἔφαγον καὶ ἔπιον καὶ εὐφράνθησαν. 2 καὶ εἶπεν Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ Ἰσαάκ· Ἀνάστηθι, τέκνον, στρῶσον τὴν κλίνην τοῦ ἀνθρώπου ἵνα ἀναπαύῃ, καὶ θὲς τὸν λύχνον ἐπὶ τὴν λυχνίαν. 3 καὶ ἐποίησεν Ἰσαὰκ καθὰ συνέταξεν ὁ πατὴρ αὐτοῦ. 4 καὶ εἶπεν Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Πάτερ, ἔρχομαι κἀγὼ ἔγγιστα ὑμῶν κοιμηθῆναι. 5 καὶ ἀπεκρίθη Ἁβραὰμ πρὸς αὐτόν· Οὐχί, τέκνον μου, μήποτε ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ τούτῳ, ἀλλὰ ἄπελθε ἐν τῷ ταμείῳ σου καὶ ἀναπαύου. 6 μὴ θέλων δὲ Ἰσαὰκ παρακοῦσαι {τὸ} τοῦ πατρὸς αὐτοῦ πρόσταγμα, ἀπελθὼν ἀνεπαύσατο ἐν τῷ ταμείῳ αὐτοῦ.
6 1 Καὶ ἐγένετο περὶ ὥραν ἑβδόμην τῆς νυκτὸς, ἐξυπνισθεὶς ὁ Ἰσαὰκ ἦλθεν εἰς τὴν θύραν τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κράζων καὶ λέγων· Πάτερ, ἄνοιξον, ἵνα σε ἀπολαύσω πρίν σε ἀροῦσιν ἀπ᾽ ἐμοῦ. 2 ἀνέστη δὲ Ἁβραὰμ καὶ ἤνοιξεν, καὶ εἰσῆλθεν Ἰσαὰκ καὶ ἐκρεμάσθη ἐπὶ τοῦ τραχήλου τοῦ πατρὸς αὐτοῦ κλαίων, καὶ θρηνῶν κατεφίλει αὐτόν· 3 ἔκλαυσεν δὲ Ἁβραὰμ σὺν τῷ υἱῷ αὐτοῦ· εἶδεν δὲ αὐτοὺς ὁ Μιχαὴλ κλαίοντας καὶ ἔκλαυσεν καὶ αὐτός. 4 καὶ ἀκούσασα ἡ Σάρρα τὸν κλαυθμὸν ἐκ τοῦ κοιτῶνος αὐτῆς ἔκραξε λέγουσα· 5 Κύριέ μου Ἁβραάμ, τί ἐστιν ὁ κλαυθμός; μή σοι εἶπεν ὁ ξένος περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ ὅτι ἀπέθανεν; ἢ ἄλλο τι συνέβη εἰς ἡμᾶς; 6 ἀποκριθεὶς δὲ Μιχαὴλ εἶπεν πρὸς τὴν Σάρραν· Οὐχὶ, Σάρρα, οὐκ ἤνεγκα φάσιν περὶ Λώτ· ἀλλὰ περὶ πάσης φιλανθρωπίας ὑμῶν ἔγνων ὅτι διαφέρετε πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς, καὶ ἐμνήσθη ὑμῶν ὁ θεός. 7 τότε λέγει Σάρρα τῷ Ἁβραάμ· Πῶς ἐτόλμησας κλαῦσαι εἰσελθόντος τοῦ ἀνθρώπου τοῦ θεοῦ ἐν σοί; 8 καὶ πῶς ἐδάκρυσάν σου οἱ ὀφθαλμοὶ τῶν ζευμάτων τοῦ φωτός; ὅτι σήμερον εὐφροσύνη γίνεται. 9 λέγει οὖν πρὸς αὐτὴν Ἁβραάμ· Πόθεν γινώσκεις ὅτι ἄνθρωπος τοῦ θεοῦ ἐστίν; 10 ἀποκριθεὶς δὲ ἡ Σάρρα εἶπεν· Ὅτι παραφέρω καὶ λέγω ὅτι οὗτός ἐστιν τῶν τριῶν ἀνδρῶν εἷς, τῶν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ ἐπιξενισθέντων ἡμῖν, ὅτε ἀπῆλθεν ἓν τῶν παιδίων καὶ ἤνεγκε μόσχον καὶ ἔθυσας· 11 καὶ εἶπες μοι, Ἄναστα, ποίησον ἵνα φάγωμεν μετὰ τῶν ἀνθρώπων τούτων εἰς τὸν οἶκον ἡμῶν. 12 καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν· Καλῶς ἐνόησας, ὦ γύναι· 13 ὅτι κἀγὼ ὅτε τοὺς πόδας αὐτοῦ ἔπλυνα, ἔγνων ἐν τῇ καρδίᾳ μου ὅτι οὗτοί εἰσιν οἱ πόδες οὓς ἔπλυνα ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ καθὼς ἠρξάμην ἐρωτᾷν τὴν πορείαν, εἶπέ μοι ὅτι ὑπάγω τηρῆσαι τὸν ἀδελφὸν Λὼτ ἀπὸ Σοδόμων· καὶ τότε ἐγνώρισα τὸ μυστήριον.
7 1 Ὁ δὲ Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Εἰπέ μοι, ἄνθρωπε τοῦ θεοῦ, καὶ φανέρωσόν μοι τί ἦλθες ὧδε. 2 καὶ εἶπεν Μιχαήλ· Ὁ υἱός σου Ἰσαὰκ δηλώσει σοι. 3 καὶ λέγει Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ· Υἱέ μου ἀγαπητέ, εἰπέ μοι τί εἶδες κατ᾽ ὄναρ σήμερον καὶ ἐθροήθης· ἀνάγγειλόν μοι. 4 καὶ ἀπεκρίθη Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Εἶδον κατ᾽ ὄναρ *ἐμαυτὸν* τὸν ἥλιον καὶ τὴν σελήνην· 5 καὶ στέφανος ἐπὶ τῆς κεφαλῆς μου ἐγένετο· καὶ ἦν ἀνὴρ παμμεγεθὴς λίαν λάμπων ἐκ τοῦ οὐρανοῦ, ὡς φῶς καλούμενον πατὴρ τοῦ φωτός· 6 καὶ ἔλαβεν τὸν ἥλιον ἐκ τῆς κεφαλῆς μου· καὶ λοιπὸν ἀφῆκεν τὰς ἀκτῖνας ἐν μέσῳ μου· 7 καὶ ἔκλαυσα ἐγὼ καὶ εἶπον· Παρακαλῶ σε, κύριέ μου, μὴ ἐπάρῃς τὴν δόξαν τῆς κεφαλῆς μου καὶ τὸ φῶς τοῦ οἴκου μου καὶ πᾶσαν τὴν δόξαν τὴν ἐμήν. 8 ἐπένθησε δὲ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες λέγοντες· Μὴ ἐπάρῃς τὴν δόξαν τῆς δυνάμεως ἡμῶν. 9 καὶ ἀποκριθεὶς ὁ φωτεινὸς ἐκεῖνος ἀνὴρ εἶπέ μοι· Μὴ κλαύσῃς ὅτι ἔλαβον τὸ φῶς τοῦ οἴκου σου· ἀνελήφθη γὰρ ἀπὸ καμάτων εἰς ἀνάπαυσιν, καὶ ἀπὸ ταπεινώσεως εἰς ὕψος, 10 αἴρουσιν αὐτὸν ἀπὸ στενοχωρίας εἰς εὐρυχωρίαν, αἴρουσιν αὐτὸν ἀπὸ σκότους εἰς φῶς. 11 ἐγὼ δὲ εἶπον αὐτῷ· Παρακαλῶ σε, κύριε, λάβε καὶ τὰς ἀκτῖνας μετ᾽ αὐτοῦ. 12 ὁ δὲ εἶπέν μοι· Δώδεκα ὧραι τῆς ἡμέρας εἰσὶν, καὶ τότε ὅλας τὰς ἀκτῖνας λαμβάνω. 13 ταῦτα λέγοντος τοῦ φωτεινοῦ ἀνδρὸς, εἶδον τὸν ἥλιον τοῦ οἴκου μου ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, τὸ δὲ στέφος ἐκεῖνον πλεῖον οὐκ εἶδον· 14 ἦν δὲ ὁ ἥλιος ἐκεῖνος ὅμοιός σου τοῦ πατρός μου. 15 καὶ εἶπεν Μιχαὴλ τῷ Ἁβραάμ· Ἀλήθειαν εἴρηκεν ὁ υἱός σου Ἰσαάκ· σὺ γὰρ εἶ· καὶ ἀναλαμβανέσαι εἰς τοὺς οὐρανοὺς, 16 τὸ δὲ σῶμά σου μένει ἐπὶ τῆς γῆς ἕως ἂν πληρωθῶσιν ἑπτακισχίλιοι αἰῶνες· τότε γὰρ ἐγερθήσεται πᾶσα σάρξ. 17 νῦν οὖν, Ἁβραὰμ, διάθες τὰ τοῦ οἴκου σου, καὶ περὶ τῶν τέκνων σου, τελείως γὰρ ἤκουσας τὴν οἰκονομίαν σου. 18 καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Παρακαλῶ σε, κύριε, ἐὰν ἐξέρχωμαι ἐκ τοῦ σώματός μου, σωματικῶς ἤθελον ἀναληφθῆναι, ἵνα θεάσομαι τὰ κτίσματα ἃ ἐκτίσατο κύριος ὁ θεός μου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 καὶ ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Τοῦτο οὐκ ἔστιν ἐμὸν ποίημα· ἀλλὰ ἀπελθὼν ἐγὼ ἀπαγγελῶ τῷ κυρίῳ περὶ τούτου, καὶ ἐὰν κελεύωμαι, ὑποδείξω σοι ταῦτα πάντα.
8 1 Καὶ ἀνῆλθεν Μιχαὴλ ἐν τοῖς οὐρανοῖς καὶ ἐλάλησεν ἐνώπιον κυρίου περὶ Ἁβραάμ· 2 καὶ ἀπεκρίθη κύριος πρὸς Μιχαήλ· Ἄπελθε καὶ ἀναλαβοῦ ἐν σώματι τὸν Ἁβραὰμ καὶ ὑποδεῖξον αὐτῷ πάντα, καὶ ὃ ἐὰν εἴπῃ σοι ποίησον ὡς αὐτῷ ὄντι φίλῳ μου. 3 ἐξελθὼν οὖν ὁ Μιχαὴλ ἀνέλαβεν τὸν Ἁβραὰμ ἐπὶ νεφέλης ἐν σώματι, καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὸν Ὠκεανὸν ποταμόν· 4 καὶ ἀτενίσας Ἁβραὰμ εἶδεν δύο πύλας, μίαν μὲν μικρὰν, τὴν δὲ ἑτέραν μεγάλην· 5 καὶ ἀνάμεσον τῶν δύο πυλῶν ἐκάθητο ἀνὴρ ἐπὶ θρόνου δόξης μεγάλης· καὶ πλῆθος ἀγγέλων κύκλῳ αὐτοῦ· 6 καὶ ἦν κλαίων, καὶ πάλιν γελῶν, καὶ ὁ κλαυθμὸς ὑπερέβαινεν τὸ γέλος αὐτοῦ ἑπταπλασίονα. 7 καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν Μιχαήλ· Τίς ἐστιν οὗτος ὁ καθήμενος ἀνάμεσον τῶν δύο πυλῶν μετὰ δόξης πολλῆς· ποτὲ μὲν γελᾷ, ποτὲ μὲν κλαίει, καὶ ὁ κλαυθμὸς ὑπερβαίνει τὸ γέλος ἑπταπλασίως; 8 καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Οὐκ ἔγνως αὐτὸν τίς ἐστιν; 9 καὶ εἶπεν· Οὐχὶ, κύριε. 10 καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Θεωρεῖς τὰς δύο πύλας ταύτας, τὴν μικρὰν καὶ τὴν μεγάλην; 11 αὗταί εἰσιν αἱ ἀπάγουσαι εἰς τὴν ζωὴν καὶ εἰς τὴν ἀπώλειαν. 12 ὁ ἀνὴρ δὲ οὗτος ὁ καθήμενος ἐν μέσῳ αὐτῶν, οὗτός ἐστιν ὁ Ἀδάμ, ὁ πρῶτος ἄνθρωπος ὃν ἔπλασεν ὁ κύριος· 13 καὶ ἔθηκεν αὐτὸν εἰς τὸν τόπον τοῦτον θεωρῆσαι πᾶσαν ψυχὴν ἐξερχομένην ἐκ τοῦ σώματος, ἐπειδὴ ἐξ αὐτοῦ εἰσὶν πάντες. 14 ὅταν οὖν θεωρῇς αὐτὸν κλαίοντα, γνῶθι ὅτι ἐθεάσατο ψυχὰς πολλὰς ἀπαγομένας εἰς τὴν ἀπώλειαν· 15 ὅταν δὲ ἴδῃς αὐτὸν γελῶντα, ἐθεάσατο ψυχὰς ὀλίγας ἀπαγομένας εἰς τὴν ζωήν. 16 θεωρεῖς αὐτὸν πῶς ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος; ἐπεὶ θεωρεῖ τὸ περισσότερον τοῦ κόσμου ἀπαγομένους διὰ τῆς πλατείας εἰς τὴν ἀπώλειαν, διὰ τοῦτο ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος ἑπταπλασίως.
9 1 Καὶ εἶπεν Ἁβραάμ· Καὶ ὁ μὴ δυνάμενος εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, οὐ δύναται εἰσελθεῖν εἰς τὴν ζωὴν; 2 τότε ἔκλαυσεν Ἁβραὰμ, λέγων· Οὐαί μοι, τί ποιήσω ἐγὼ; 3 ὅτι εἰμὶ ἄνθρωπος εὐρὺς τῷ σώματι, καὶ πῶς δυνήσομαι εἰσελθεῖν εἰς τὴν στενὴν πύλην, εἰς ἣν οὐ δύναται ἐλθεῖν παιδίον πέντε καὶ δέκα ἐτῶν; 4 καὶ ἀποκριθεὶς Μιχαὴλ εἶπεν πρὸς Ἁβραάμ· Σὺ μὴ φοβοῦ, πάτερ, μηδὲ λυποῦ, ἀκωλύτως γὰρ εἰσερχέσαι δι᾽ αὐτῆς, καὶ πάντες οἱ συνόμοιοί σου. 5 καὶ ἑστῶτος τοῦ Ἁβραὰμ καὶ θαυμάζοντος, ἰδοὺ ἄγγελος κυρίου ἐλαύνων ἓξ μυριάδας ψυχὰς ἁμαρτωλῶν εἰς τὴν ἀπώλειαν· 6 καὶ λέγει Ἁβραὰμ πρὸς Μιχαήλ· Οὗτοι πάντες εἰς τὴν ἀπώλειαν ἀπέρχονται; 7 καὶ λέγει αὐτῷ Μιχαήλ· Ναὶ, ἀλλὰ ἀπέλθωμεν καὶ ἀναζητήσωμεν ἐν ταῖς ψυχαῖς ταύταις, εἰ ἐστὶν ἐξ αὐτῶν κἂν μία δικαία. 8 ἀπελθόντων δὲ αὐτῶν, εὗρον ἄγγελον κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ μίαν ψυχὴν γυναικὸς ἐξ αὐτῶν τῶν ἓξ μυριάδων, ὅτι εὗρεν τὰς ἁμαρτίας ἰσοζυγούσας μετὰ τὰ ἔργα αὐτῆς ἅπαντα, καὶ οὐκ ἦσαν ἐν μόχθῳ οὐδὲ ἐν ἀναπαύσει, ἀλλ᾽ ἐν τόπῳ μεσότητος. 9 τὰς δὲ ψυχὰς ἐκείνας ἦρεν εἰς τὴν ἀπώλειαν. 10 καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, οὗτός ἐστιν ὁ ἄγγελος ὁ ἐκφέρων τὰς ψυχὰς ἐκ τοῦ σώματος, ἢ οὐ; 11 ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Οὗτός ἐστιν ὁ θάνατος, καὶ ἀπάγει αὐτὰς εἰς τὸν τόπον τοῦ κριτηρίου, ἵνα ὁ κριτὴς κρίνῃ αὐτάς.
10 1 Καὶ λέγει Ἁβραάμ· Κύριέ μου, παρακαλῶ σε ἵνα ἀναγάγῃς με εἰς τὸν τόπον τοῦ κριτηρίου ὅπως κἀγὼ θεάσωμαι αὐτὰς πῶς κρίνονται. 2 τότε Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ νεφέλης, καὶ ἤγαγεν αὐτὸν εἰς τὸν παράδεισον· 3 καὶ ὡς ἔφθασεν εἰς τὸν τόπον ὅπου ἦν ὁ κριτής, ἦλθεν ὁ ἄγγελος καὶ ἔδωκεν τὴν ψυχὴν ἐκείνην εἰς τὸν κριτήν· 4 ἔλεγεν δὲ ἡ ψυχή· Ἐλέησόν με, κύριε. 5 καὶ εἶπεν ὁ κριτής· Πῶς ἐλεήσω σε, ὅτι σὺ οὐκ ἠλέησας τὴν θυγατέρα σου ἥνπερ εἶχες, τὸν καρπὸν τῆς κοιλίας σου; διὰ τί ἐφόνευσας αὐτήν; 6 καὶ ἀπεκρίθη· Οὐχὶ, κύριε· φόνος ἐξ ἐμοῦ οὐ γέγονεν, ἀλλ᾽ αὐτὴ ἡ θυγάτηρ μου κατεψεύσατό μου. 7 ὁ δὲ κριτὴς ἐκέλευσεν ἐλθεῖν τὸν τὰ ὑπομνήματα γράφοντα. 8 καὶ ἰδοὺ χερουβὶμ βαστάζοντα βιβλία δύο, καὶ ἦν μετ᾽ αὐτῶν ἀνὴρ παμμεγέθης σφόδρα· καὶ εἶχεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ τρεῖς στεφάνους, 9 καὶ ὁ εἷς στέφανος ὑψηλότερος ὑπῆρχεν τῶν ἑτέρων δύο στεφάνων· οἱ δὲ στέφανοι ἐκαλοῦντο στέφανοι μαρτυρίας. 10 καὶ εἶχεν ὁ ἀνὴρ ἐν τῇ χειρὶ αὐτοῦ κάλαμον χρυσοῦν· καὶ λέγει ὁ κριτὴς πρὸς αὐτόν· Σύστησον τὴν ἁμαρτίαν τῆς ψυχῆς ταύτης. 11 καὶ ἀναπτύξας ὁ ἀνὴρ ἐκεῖνος μίαν τῶν βιβλίων τῶν ὄντων ἐκ τῶν χερουβὶμ ἀνεζήτησεν τὴν ἁμαρτίαν τῆς ψυχῆς τῆς γυναικὸς, καὶ εὗρεν. 12 καὶ εἶπεν ὁ κριτής· Ὦ ταλαίπωρε ψυχὴ, πῶς λέγεις ὅτι φόνον οὐκ ἐποίησας; 13 οὐχὶ σὺ ἀπελθοῦσα μετὰ τὴν τελευτὴν τοῦ ἀνδρός σου, ἐμοίχευσας τὸν ἄνδρα τῆς θυγατρός σου, καὶ ἀπέκτεινας αὐτήν; 14 ἤλεγχε δὲ καὶ τὰς ἄλλας ἁμαρτίας αὐτῆς, καὶ εἴ τι ἔπραξεν ἐκ νεότητος αὐτῆς. 15 ταῦτα ἀκούσασα ἡ γυνὴ ἐβόησεν λέγουσα· Οἴμοι, οἴμοι, ὅτι πάσας τὰς ἁμαρτίας μου ἃς ἐποίησα ἐν τῷ κόσμῳ ἐληθάργησα· ἐνταῦθα δὲ οὐκ ἐληθαργήθησαν. 16 τότε ᾖραν καὶ αὐτὴν καὶ παρέδωκαν τοῖς βασανισταῖς.
11 1 Καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτής, καὶ τίς ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς ἁμαρτίας; 2 καὶ λέγει Μιχαὴλ πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν· 3 καὶ ὁ ἀποδεικνύμενος οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς δικαιοσύνης Ἐνώχ· 4 ἀπέστειλεν γὰρ κύριος αὐτοὺς ἐνταῦθα, ἵνα ἀπογράφωσιν τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας ἑκάστου. 5 καὶ λέγει ὁ Ἁβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; 6 καὶ εἶπεν Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ αὐτῶν, οὐ συγχωρεῖται· ἀλλ᾽ οὐ τὰ τοῦ Ἐνὼχ αὐτοῦ ἀποφαίνεται, 7 ἀλλ᾽ ὁ κύριός ἐστιν ὁ ἀποφαινόμενος, καὶ τούτου οὐκ ἐστὶν εἰ μὴ μόνον τὸ γράψαι. 8 ἐπειδὴ ηὔξατο Ἐνὼχ πρὸς κύριον λέγων· Οὐ θέλω, κύριε, ἀποδοῦναι τῶν ψυχῶν ἀπόφασιν, ὅπως μὴ τινὸς ἐπιβαρὴς γένωμαι· 9 καὶ εἶπεν κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν· 10 καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν.
12 1 Καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. 2 καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. 3 καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλὰ, κύριε, πέμψον πῦρ ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. 4 καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν αὐτούς· 5 διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ ποιῆσαι αὐτῷ, ποίησον. 6 καὶ πάλιν ἀναβλέψας Ἁβραάμ, εἶδεν ἄλλους ἀνθρώπους καταλαλοῦντας ἑταίρους, 7 καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ καὶ καταπιέτω αὐτούς. 8 καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ ζῶντας. 9 καὶ πάλιν ἀνήγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ· καὶ εἶδεν Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. 10 καὶ εἶπεν πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλ᾽ ἐλθέτωσαν θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. 11 καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. 12 τότε ἐλάλησεν κύριος ὁ θεὸς πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν τὴν κτίσιν ἣν ἐποίησα, ὅτι οὐ σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, 13 ἀλλ᾽ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ σωθήσονται. 14 καὶ κατὰ τὴν ἐνάτην ὥραν ὑπέστρεψεν Μιχαὴλ τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ. 15 Σάρρα δὲ ἡ γυνὴ αὐτοῦ, μὴ θεωρήσασα τὸν Ἁβραὰμ τί γέγονεν, κατεπόθη τῇ λυπῇ παρέδωκε τὴν ψυχήν· 16 καὶ μετὰ τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὗρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν.
13 1 Ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραάμ, εἶπεν κύριος ὁ θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν τοῦ δούλου μου, ὅτι φίλος μου ἐστίν· 2 ἀλλὰ ἄπελθε καὶ κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. 3 καὶ ὁ Μιχαὴλ εὐθὺς καθὼς προσετάχθη ἐκόσμησεν τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραάμ, ὅπως θεάσηται αὐτόν. καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· 4 ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. 5 καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Χαίροις, ἁγία ψυχή· χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. 6 καὶ εἶπεν Ἁβραάμ· Καλῶς ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπ᾽ ἐμοῦ· ἀφ᾽ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου. 7 πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἷμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι τὴν δόξαν σου. 8 θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. 9 καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Λέγω σοι, ἐν ὅλῳ τῷ κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη ὅμοιός σου· 10 καὶ αὐτὸς γὰρ ὁ θεὸς ζητήσας οὐχ εὗρεν τοιοῦτον ἐπὶ πάσης τῆς γῆς. 11 καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν θάνατον· Πῶς ἐτόλμησας ψεύσασθαι; ὅτι ὁρῶ τὴν ὡραιότητά σου ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. 12 καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Μὴ νομίσῃς, Ἁβραὰμ, ὅτι ἡ ὡραιότης αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα ἄνθρωπον· 13 οὐχὶ, ἀλλ᾽ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ ταράσσω αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. 14 λέγει οὖν Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; 15 καὶ λέγει ὁ θάνατος· Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. 16 λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ λεγόμενος θάνατος; 17 ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα· ἐγώ εἰμι κλαυθμός . . . .
14 1 Εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. 2 καὶ ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· 3 ἡ μία εἶχεν πρόσωπον δράκοντος, καὶ δι᾽ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων τελευτῶσιν ἄφνω· 4 ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. 5 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· 6 οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς κύριον, καὶ ἀνέστησεν αὐτούς. 7 ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. 8 ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν θεόν· 9 ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.