Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος
Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος, εκ πατμιακού χειρογράφου Συγγραφέας: |
Τοῖς εὐσεβέσιν ἀναγνώσταις.
Ἐν τῶν μεγάλων ἔργων, ἅτινα πολεμικῶς τε καὶ θρησκευτικῶς ἐλάμπρυναν τὴν ἱστορίαν τῆς βυζαντινῆς αὐτοκρατορίας κατὰ τὴν Ι΄ τῶν ἀπὸ τοῦ Σωτῆρος Χριστοῦ ἑκατονταετηρίδων, ὑπῆρξε πάντως καὶ ὁ θρίαμβος, ὃν ὃ χριστιανισμὸς καὶ ὁ ἑλληνικὸς ἐν ταὐτῷ πολιτισμὸς κατήγαγον εἰς τὰς χώρας τοῦ μυριοπληθοῦς ῥωσικοῦ ἔθνους.
Καὶ ἡ μὲν ἐξ ἑλληνικῶν πηγῶν ἱστορία τοῦ περιφανοῦς τούτου γεγονότος ὑπῆρχεν ἄγνωστος καθ’ ὅλας αὐτοῦ τὰς λεπτομερείας μέχρι τῆς ΙΗ΄ ἀρχομένης ἑκατονταετηρίδος· οὐδὲν γὰρ πλέον ἐκ τῶν Βυζαντινῶν συγγραφέων ἐγινώσκετο ἢ τὰ περὶ τοῦ εἰς τὴν βασιλίδα τῶν πόλεων κατάπλου τῆς χηρευούσης ἡγεμονίδος Ὄλγας εἴτε Ἔλγας, ὡς ὀνομάζουσιν αὐτὴν οἱ εἰρημένοι συγγραφεῖς, συζύγου τοῦ τέως τῶν Ῥώσων ἡγεμονεύοντος Ἴγορος, καὶ τῆς ὑποδοχῆς καὶ δεξιώσεως αὐτῆς ἐν τῇ βασιλείῳ αὐλῇ Κωνσταντίνου Ζ΄ τοῦ Πορφυρογεννήτου. Αὕτη γάρ, ὑπὸ τῆς θείας ἐλλαμφθεῖσα χάριτος, ὑπῆρξεν ἡ προαλείπτης, οὕτως εἰπεῖν, τοῦ ῥωσικοῦ ἔθνους εἰς ἀπόπτυσιν τῆς ζοφερᾶς πλάνης τῆς ἀπιστίας καί ἀποδοχὴν τοῦ σωτηρίου κηρύγματος τῆς χριστιανικῆς πίστεως· ἐφ’ ᾧ δὴ καὶ καταβᾶσα, ὡς εἴρηται, κατὰ τὸ ἔτος εἰς τὴν βασιλίδα τῶν πόλεων, καὶ διὰ πάσης τιμῆς δεκτὴ γενομένη ἐν τοῖς βασιλείοις, προςηκόντως τε κατηχηθεῖσα ὑπὸ τοῦ πατριάρχου Πολυεύκτου καὶ βαπτισθεῖσα ἀπῆλθεν εἰς τὰ ἴδια[1], τὴν ἔνθεον ἑαυτῆς ψυχὴν περιέπουσα, καὶ πᾶσι τοῖς περὶ αὐτὴν τὰ οὐράνια τοῦ Εὐαγγελίου διδάγματα ἐξαγγέλλουσα, καὶ οὕτω δὴ προπαρασκευάζουσα αὐτούς ὅπως ἀνοίξωσι τάχιον τοὺς ἐκ τῆς ζοφώδους πλάνης ἐσκοτισμένους νοεροὺς αὑτῶν ὀφθαλμούς, καὶ ἴδωσι τὸ ἀληθινὸν φῶς τὸ τούς πιστοὺς φωτίζον καὶ ἁγιάζον. Πρῶτος ὅμως, ὁ περὶ λήγουσαν τὴν ἑβδόμην δεκάδα τῆς αὐτῆς ἑκατονταετηρίδος βαπτισθεὶς καὶ τὴν χριστιανικὴν πίστιν εἰς θρησκείαν τοῦ κράτους καὶ ἅπαντος τοῦ ῥωσικοῦ ἔθνους ἀνακηρύξας, ὑπῆρξε Βλαδίμηρος ὁ τῆς Ὄλγας υἱιδοῦς, ὁ καὶ ἰσαπόστολος διὰ τοῦτο κληθεὶς καὶ ἐν ἁγίοις ὑπὸ τῆς ῥωσικῆς Ἐκκλησίας γεραιρόμενος.
Εἴπομεν ἀνωτέρω, ὅτι τοῦ λαμπροῦ τούτου γεγονότος ἡ ἱστορία καθ’ ὅλας αὐτῆς τὰς λεπτομερείας ἐλάνθανε τούς πάντας μέχρι τῆς ΙΗ΄ ἀρχομένης ἑκατονταετηρίδος, ὁπότε ὁ Ῥαγουσαῖος Ἄνσελμος Βανδούριος, εἷς τῶν σοφωτέρων πρεσβυτέρων καὶ μοναχῶν τοῦ τῶν Βενεδικτινῶν τάγματος, περί τε τὴν βυζαντινὴν ἀρχαιολογίαν ἐφάμιλλος Δουκαγγίου τοῦ χαλκεντέρου, εὑρὼν ἐν τῷ ὑπ’ ἀριθ. 4432 Κολβερτινείῳ κώδικι τῆς τῶν Παρισίων βιβλιοθήκης μέρος μόνον τῆς τοῦ πράγματος ἱστορίας, καθ’ ὅσον ὃ κῶδιξ αὐτὸς ἐλλιπής ἐστιν ἐν ἀρχῇ ὑπὲρ τὸ τέταρτον τοῦ ὅλου, ἐξέδωκεν αὐτὴν ἐν τῷ Imperium Orientale sive Antiquitates Constantinopolitanæ 1721, τόμ. Β΄, σελ. 62-65. Ἀπὸ τούτου δὲ λαβὼν καὶ ὃ κλεινὸς τῆς ῥωσικῆς αὐτοκρατορίας ἱστοριογράφος Καραμζῖνος μετήνεγκεν ἐν ταῖς σημειώσεσι τῆς κατ’ αὐτὸν Ἱστορίας.
Περισωθείσης δ’ εὐτυχῶς πλήρους τῆς τοῦ γεγονότος ἱστορίας ἐν τῇ βιβλιοθήκῃ τῆς ἐν Πάτμῳ γεραρᾶς καὶ βασιλικῆς μονῆς τοῦ Θεολόγου, καὶ ἐν τῷ ΧΛΔ΄ τεύχει τῆς ΙΕ΄ ἑκατονταετηρίδος, ἐκομισάμεθα ἀντίγραφον ἐπιμελῶς γεγραμμένον παρὰ τοῦ ἐλλογίμου καὶ φιλτάτου ἡμῖν βιβλιοφύλακος Ἱεροθέου Φλωρίδου, καθ’ ὃ καὶ προκύπτει ἤδη εἰς φῶς ἡ παροῦσα ὁλομελὴς ἔκδοσις.
Φαίνεται δὲ ἡ Διήγησις συνταχθεῖσα μὲν οὐχὶ συγχρόνως τοῖς ἱστορουμένοις, ὡς αὐτὸς οὗτος ὁ συντάξας δηλοῖ διὰ τῶν δε τῶν λόγων: «και γάρ, ὡς ὁ λόγος κρατεῖ,... λέγειν οὐκ ἔχω»[2] ἀλλ’ οὐ πολλῷ μεθύστερον, τουτέστι περὶ τὴν ΙΑ΄ ἀρχομένην ἑκατονταετηρίδα, κατά γε τὴν ἐμὴν εἰκασίαν, καὶ ἐπὶ τῇ βάσει τῆς ἔτι προςφάτου παραδόσεως. Γνωστὴ γάρ ἦν κατὰ τὴν ἑπομένην ΙΒ΄ ἑκατονταετηρίδα ἡ ἱστορία αὕτη, ὡς περὶ τούτου πιστούμεθα ἀπὸ τῆς Χρονικῆς βίβλου τοῦ τηνικαῦτα ἀκμάσαντος Μιχαὴλ Γλυκᾶ[3], ῥητῶς ποιουμένου μνείαν τοῦ ἐν τέλει τῆς Διηγήσεως ἀναφερομένου θαύματος, καθ’ ὃ ἀλύμαντον διέμεινεν ἐν τῷ πυρὶ τὸ ἱερὸν τοῦ Εὐαγγελίου τεῦχος.
Ἐπειδὴ δὲ τῶν χειρογράφων ἑκάτερον συμβάλλεται εἰς ἀποκατάστασιν τῆς γνησίας τοῦ κειμένου γραφῆς, τούτου ἕνεκα τὰ μὲν ἐκ τοῦ πατμιακοῦ ἐκπεσόντα κατετάξαμεν ἐν τῷ οἰκείῳ τόπῳ ἀγκύλαις περικλείσαντες, τὰ δ’ ἐν τῷ ἐντύπῳ διαφέροντα ἢ καὶ λείποντα ὑποδεικνύομεν ἐν τῇ πέζῃ τῆς Διηγήσεως, διορθώσαντες σὺν ἅμα καὶ τὰ ἡμαρτημένως ἔχειν δοκοῦντα ἡμῖν.
Ἔῤῥωσθε ἐν Κυρίῳ.
Ἀθήνῃσιν Ἰανουαρίου ἀρχομένου, ͵ᾳωϞαʹ.
Τὴς θείας καὶ ὑπεραγάθου τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακαρίας χρηστότητος πάντοτε καὶ πανταχοῦ τὰ πάντα εὐεργετούσης ἡμᾶς δι’ οἰκείαν ἀγαθότητα καὶ τὰ ἡμῶν ἅπαντα ἐκπληρούσης θελήματα, χρὴ καὶ ἡμᾶς κἂν μέγα κἂν μικρὸν ἐπιγινώσκωμεν ὄντως ἀγαθόν, μὴ σιγᾶν αὐτό, ἀλλὰ δημοσιεύειν καὶ ἀνακηρύττειν τρανότερα, ὅπως ἡ τοῦ Θεοῦ θεία χρηστότης καὶ ἀνείκαστος εὐσπλαγχνία ἐπιπλέον θαυμάζηται καὶ μεγαλύνηται· ἥτις οὐ θέλει τὸν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν ἀεὶ δέχεται[5]. Λοιπὸν ἄξιον καὶ ἡμᾶς ἐκδιηγήσασθαι καὶ εἰπεῖν μερικῶς ὅπως τὸ τῶν Ῥωσσῶν ἄπειρον ἔθνος τὴν ἀληθινὴν εὐσέβειαν μεμάθηκε, καὶ τοῦ θείου τετύχηκε λουτροῦ καὶ βαπτίσματος.
Ἦρξαν μὲν τοῦ δηλωθέντος ἔθνους ἄρχοντες πολλοὶ καὶ μεγάλοι χρόνοις οὐκ εὐαριθμήτοις, ὧν τὰς κλήσεις οὐ δεῖ ἡμᾶς ἀριθμεῖν διὰ τὸ ἀπειροπληθὲς τῶν ὀνομάτων αὐτῶν. Εἶτα με[τὰ] παραδρομὴν χρόνων πολλῶν, καί τις αὐτῶν ἦρξεν ἄρχων τοὔνομα Βλαντίμηρος, τῇ φρονήσει τε καὶ συνέσει πλεῖστα τῶν πρώην διαπρέπων. Οὗτος οὖν καθεζόμενος καθ’ ἑαυτὸν πολλάκις μεγάλως ἐθαύμαζε καὶ διηπόρει βλέπων τὸ μυριάριθμον καὶ τοσοῦτον ἔθνος ἐκεῖνο ἔνθεν κἀκεῖθεν κλονούμενον καὶ διακείμενον διὰ τὴν δόξαν καὶ λατρείαν τοῦ αὑτῶν σεβάσματος· ἐπεὶ οἱ μὲν τὴν τῶν Ἑβραίων ἠσπάζοντο καὶ ἐσέβοντο ὡς μεγίστην καὶ ἀρχαίαν, οἱ δὲ τὴν τῶν Περσῶν θρησκείαν ἐμακάριζον καὶ ἐν ταύτῃ προςέμενον, καὶ ἄλλοι τὴν τῶν Σύρων, καὶ ἕτεροι τὴν τῶν Ἀγαρηνῶν. Καὶ ἦν ἐν πᾶσι τούτοις σύγχυσις μεγίστη καὶ φιλονεικία περὶ τὴς ἑαυτῶν δόξης καὶ πίστεως.
Τὸ τοιοῦτον οὖν σχίσμα καὶ τὴν πολλὴν καὶ ποικίλην σύγχυσιν τοῦ ἀπείρου ἐκείνου λαοῦ ὁρῶν καὶ ἀκούων ὁ τὴν ἀρχὴν ἐκείνων πεπιστευμένος ἀγχίνους καὶ μεγαλόνους ἄρχων, ἐξεπλήττετο καὶ διηπόρει, καὶ οὐκ εἶχεν ὅ,τι καὶ γένηται. Μιᾷ δὲ τῶν ἡμερῶν εὐθέτου καιροῦ[6] λαβόμενος προςκαλεῖται αὑτῷ τοὺς προέχοντας ἔν τε φρονήσει καὶ πείρᾳ, καὶ πυνθάνεται αὐτούς[7], πῶς εἰς θρησκεύματα πλεῖστα καὶ δόξας τοσαύτας τὸ ἑαυτῶν ἔγκειται ἔθνος, καὶ τούτων τὸ κρεῖττον ἐζήτει μαθεῖν καλῶς, ὅπως καὶ αὐτὸς τοῦτο ἕλοιτο.
Ὡς δὲ τοῦτο ἤκουσαν, ἀποκριθέντες τινὲς ἐξ αὐτῶν πρὸς τὸν ἄρχοντα αὐτῶν μέγαν ῥήγαν εἶπον—Ἡμεῖς, ὧ λαμπρότατε καὶ περίβλεπτε: ἄρχον ἡμῶν αὐθέντα[8] περὶ τοῦ τίς ἐκ πάντων ἡμῶν ὀρθῶς δοξάζει καὶ κρεῖττον τῶν ἄλλων σέβεται, καλῶς λέγειν οὐκ οἴδαμεν· τοῦτο δὲ μόνον, ὅτι ἐν πάσῃ τῇ οἰκουμένῃ δύο τόποι τῶν ἄλλων πάντων[9] εἰσὶ πρὸ[10] κρείττονες· ὧν ὁ μὲν Ῥώμη καλεῖται, ὁ δὲ ἕτερος Κωνσταντινούπολις. Διὸ καὶ ἐν τούτοις μόνοις ὑπολαμβάνομεν τὸ σέβας ἀληθινὸν εἶναι καὶ ὀρθόν.
Ταῦτα ἀκούσας ὁ μέγας ἐκεῖνος ἄρχων καὶ πολὺς τῇ φρονήσει, αὐτὸς ἤρετο πάλιν·—Καὶ πῶς ἔχομεν τοῦτο[11] ἀκριβῶς μαθεῖν καὶ πληροφορηθήναι; ὑμεῖς εἴπατε.—Οἱ δὲ πρὸς αὐτὸν εἴρηκαν·—Εἰ θέλεις τὸ βέβαιον μαθεῖν καὶ ἀληθές, ἐκ πάντων ἡμῶν, ὧν ὑπὸ τὴν σὴν χεῖρα εἰσι, τέσσαρας τῶν κρειττόνων ἐπίλεξαι ἄνδρας, οἵτινες τῶν ἄλλων εἰσὶ τῇ πείρᾳ καὶ τῇ φρονήσει ὀξύτεροι, καὶ τούτους ἐξαπόστειλον πρὸς τὸν τὴς Ῥώμης πάπαν· καὶ αὐτοὶ τὰ ἐκεῖσε πάντα καλῶς σκοπήσονται, καὶ θεωρήσαντες καὶ δοκιμάσαντες, πάλιν πρὸς ἡμᾶς καταλαβέτωσαν, καὶ παρ’ αὐτῶν ἡμεῖς τὴν βεβαίαν καὶ καθαρὰν ἀλήθειαν ἀκούσαντες μάθωμεν, καὶ τότε ὅπερ κελεύσεις γενήσεται.
Καὶ ἐκεῖνοι μὲν πρὸς τὸν ἐξάρχοντα αὐτῶν ταῦτα εἴρηκαν· ὁ δὲ τὴν τοιαύτην αὐτῶν συμβουλὴν καὶ τὸν λόγον ταχέως πεπλήρωκεν. Καὶ ἐκ τῶν αὑτοῦ τέσσαρας ἄνδρας ἐπιλεξάμενος τοὺς εἰδότας διακρίνειν[12] τὸ καλὸν ἐκ τοῦ χείρονος, στέλλει πρὸς τὴν Πρεσβυτέραν Ῥώμην ὅπως ἀναψηλαφήσωσι καὶ θεωρήσωσι τὰ ἐκεῖσε πάντα, [13][καὶ τὰ] τοῦ σεβάσματος τούτων καλῶς καταμάθωσιν. Οἱ δέ, τὸ τοῦ λόγου εἰπεῖν, πτερωτοὶ γενόμενοι τὴν Ῥώμην καταλαμβάνουσι, καὶ τὰ ἐκεῖσε πάντα ἐρευνῶσι καὶ σκοπῶσι, [καὶ] καλῶς περιεργάζονται τῶν τε θείων ναῶν τὴν εὐπρέπειαν καὶ τοῦς ἐκεῖσε ἱερεῖς καὶ ἀρχιερεῖς· οὐ μὴν ἀλλὰ [καὶ][14] τὸν πατριάρχην αὐτὸν ὁρῶσι, τὸν καὶ πάπαν καλούμενον, καὶ λόγους ὠφελείας παρ’ αὐτοῦ πλείστους ἀκούουσιν· καὶ οὕτως σπουδαίως παλινδρομοῦσι καὶ τὴν ἑαυτῶν καταλαμβάνουσι χώραν, καὶ πρὸς τὸν μέγαν ῥήγαν ἑαυτοὺς ἐμφανίζουσι, καὶ ἅπερ εἶδον καὶ ἤκουσαν κἀκεῖσε καλῶς ἐξαγγέλλουσιν. Εἶναι δὲ μεγάλα καὶ ἀληθῆ διεβεβαιοῦντο πάντη, καὶ οὐδὲν δέονται ἑτέρας τινὸς ἀναψηλαφήσεως καὶ ἐρεύνης. Καὶ εἰ θέλεις, ἔφησαν, λαμπρότατε καὶ ἐνδοξότατε ἡμῶν αὐθέντα καὶ ἄρχον, τὴν τούτων πίστιν δέξασθαι, μήνυσον αὐτοῖς, καὶ καλῶς τὰ ἐκείνων μυήθητι. Ὡς δὲ οἱ σὺν ἐκείνῳ ἄρχοντες πάντα ἤκουσαν, μᾶλλον δέ, οἵτινες καὶ πρώην αὐτῷ συνεβούλευσαν, πάλιν πρὸς αὐτὸν καὶ αὖθις εἴρηκαν·—Οὐ καλὸν φαίνεται τοῦτο γενέσθαι πᾶσιν ἡμῖν, ἐὰν μὴ [οἱ] αὐτοὶ καὶ τὰ τὴς Κωνσταντινουπόλεως καλῶς δοκιμάσωσι καὶ καταμάθωσιν· ἐπειδὴ καὶ ταύτην πόλιν μεγάλην τινὰ καὶ κρείττονά τινες εἶναι διαφημίζουσι. Λοιπὸν ἄξιον ἐστιν ὅπως καὶ ταύτης τὸ σέβας καὶ τὴν λατρείαν οἱ αὐτοὶ ἐρευνήσαντες καὶ ἀναψηλαφήσωσι[15], καὶ οὕτως [ἐξ][16] ἀμφοτέρων τὸ κρεῖττον ἐκλεξώμεθα.
Ἤκουσε πάλιν καὶ τοῦτο ὁ ἐχέφρων καὶ περιβόητος ῥήγας ἐκείνων, καὶ προςήκατο, καὶ καλῶς ἀπεδέξατο. Διὸ καὶ τοὺς δηλωθέντας πολλάκις τέσσαρας ἄνδρας πάλιν ἐκπέμπει καὶ πρὸς τὴν Κωνσταντινούπολιν, ὡς ἵνα καὶ τὰ ἐκεῖσε πάντα κατοπτεύσωσι καὶ ἀποπειράσωνται. Καὶ δὴ μετὰ πολλοῦ κόπου καὶ ταύτην καταλαμβάνουσι, καὶ τῷ τότε τὰ Ῥωμαίων σκῆπτρα ἰθύνοντι, Βασιλείῳ φημὶ τῷ ἐκ Μακεδονίας[17], προςέρχονται καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἀφίξεως ἀπαγγέλλουσιν. Ὁ δὲ ἄσμενος [καὶ τριςάσμενος] τούτους ἀποδεξάμενος, ἄρχοντάς τινας παραυτὰ τῶν ἐλλογίμων αὐτοῖς ἐπιδίδωσιν, ὅπως τὰ κάλλιστα πάντα τὴς πόλεως αὐτοῖς ἐπιδείξωσι, καὶ τὰς πεύσεις αὐτῶν πάσας καλῶς διευκρινήσωσι καὶ ἀπολογήσωνται.
Οἱ δὲ ἄνδρες παραλαβόντες, καὶ πολλὰ ἐν τῇ πόλει ἀξιοθέατα ἑπιδείξαντες εἰςῆλθον καὶ πρὸς τὸν περιβόητον καὶ μέγαν θεῖον ναὸν τὴς τοῦ Θεοῦ Σοφίας· καὶ γάρ, ὡς ὁ λόγος κρατεῖ, ὅτι καὶ ἑορτὴ μεγάλη τις πρὸς αὐτὸν ἐτελεῖτο τὸ τότε, εἴτε δὲ τοῦ Χρυσοῤῥήμονος, εἴτε ἡ Κοίμησις τὴς ὑπεράγνου Μητρὸς τοῦ Κυρίου μου, ἀκριβῶς λέγειν οὐκ ἔχω· πλὴν ἑορτὴ ἐτελεῖτο θαυμαστὴ καὶ μεγάλη. Καὶ οἱ τέσσαρες ἐκεῖνοι ἄνδρες οἱ μετὰ τῶν ἀρχόντων ἡμῶν ὄντες, τὸν ναὸν πάντα περιεσκόπουν, καὶ τὴς τελουμένης ἑορτῆς τὰ πλεῖστα φῶτα βλέποντες, καὶ τὴν μελῳδίαν τῶν ᾀσμάτων ἀκούοντες, θαυμάζοντες διηπόρουν.
Διαβιβάσαντες οὖν ἐκεῖσε τὸν ἑσπερινὸν ὕμνον καὶ τὸν ὀρθρινόν, καὶ πολλὰ εἰπόντες καὶ ἀκούοντες, φθάνει καὶ ὁ καιρὸς τὴς ἱερᾶς καὶ θείας λειτουργίας. Καὶ πάλιν οἱ ῥηθέντες ἄνδρες μετὰ καὶ τῶν [τοῦ] βασιλέως ἀρχόντων, εἰς τὸν σεβάσμιον καὶ μέγιστον ναὸν εἰςέρχονται, ὅπως τὴς ἀναιμάκτου καὶ θείας μυσταγωγίας θεαταὶ γενήσωνται.
Ἀλλ’[18] ἐνταῦθα τοῦ λόγου γενόμενος ἐκπλήττομαι τοῦ Θεοῦ τὸ φιλάνθρωπον[19], τοῦ θέλοντος πάντας ἀνθρώπους[20] σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν[21]. Καὶ γὰρ ἐπεὶ οἱ ἐθνικοὶ καὶ βάρβαροι ἄνδρες ἐκεῖνοι ἐν τῷ τριςμεγίστῷ ναῷ εἰςῆλθον, ὡς εἴρηται, κἀκεῖσε ἱστάμενοι τὰ δρώμενα πάντα ἐν τῷ ναῷ ἐσκόπουν καὶ ἀκριβῶς κατεμάνθανον, πῶς πρότερον ἡ λεγομένη μικρὰ εἴσοδος γέγονεν, εἶτα καὶ ἡ μεγάλη εὐτρεπίζετο, καὶ οἱ ὑποδιάκονοι καὶ οἱ διάκονοι μετὰ λαμπάδων καὶ ῥιπιδίων ἐξεπορεύοντο τοῦ ἱεροῦ βήματος· οὐ μὴν ἀλλὰ καὶ ἱερεῖς πλεῖστοι καὶ ἀρχιερεῖς κατὰ τὸ σύνηθες μετὰ καὶ τῶν φρικτῶν καὶ θείων μυστηρίων, καὶ αὐτὸς ὁ τὴν ἀρχιερωσύνην τότε ἔχων πατριάρχης, καὶ πάντες μὲν ἐπ’ ἐδάφους κατέπεσον οἱ ἐκεῖσε ὄντες, καὶ εὐχὴν ἐξῃτοῦντο[22] καὶ τὸ: Κύριε ἐλέησον ἔκραζον· μόνοι δὲ οἱ τέσσαρες ἄνδρες ἐκεῖνοι οἱ ἐθνικοὶ ἀσκαρδάμυκτοι[23] καὶ ἀδεῶς ἐνητένιζον, καὶ πάντων τῶν[24] τελουμένων ἐσκόπουν.
Διὸ καὶ ὁ εὔσπλαγχνος ἡμῶν Θεὸς καὶ ἐλεήμων τοὺς ὀφθαλμοὺς τῶν ἀνδρῶν ἐκείνων ἀνέῷξε, καὶ εἶδον φοβερά τινα καὶ παράδοξα, [ἅπερ] καὶ ἐρωτήσαντες τὴν ἀλήθειαν ἀκριβῶς ἔμαθον. Ὡς γὰρ ἡ θεία ἐκείνη καὶ μεγάλη εἴςοδος τέλος ἔλαβε, καὶ ἐκ τῆς κατακλίσεως πάντες ἀνέστησαν, παρευθὺ οἱ τὴν ξένην ὀπτασίαν ἑωρακότες ἄνδρες, τοὺς σύνεγγυς αὐτοῖς ὄντας[25] ἄρχοντας τοῦ βασιλέως ἐπὶ χεῖρας λαβόμενοι, τοιαῦτα πρὸς αὐτοὺς ἔφησαν·—Ὅτι φοβερὰ καὶ μεγάλα μὲν ὑπῆρχον ἅπερ ἕως ἄρτι ἐβλέπομεν πάντα, οὐκ ἀρνούμεθα· τὸ δὲ νῦν ὁραθὲν ἡμῖν ὑπὲρ τὴν φύσιν ἐστὶ τὴν ἀνθρωπίνην· νεανίσκους γάρ τινας ἑωράκαμεν πτερωτούς, στολὴν ξένην ὡραίαν ἐνδεδυμένους, οὐ μὴν ἀλλ’ οὐδὲ τὸ ἔδαφος τοῦ ναοῦ ἐπάτουν, ἀλλ’ ὑπὸ ἀέρος ἐφέροντο ψάλλοντες: Ἅγιος, Ἅγιος, Ἅγιος· ὅπερ πάντας ἡμᾶς πλέον πάντων των ἄλλων ἐξέπληξε καὶ εἰς μεγίστην ἀμηχανίαν ἐνέβαλεν.
Ὡς δὲ ταῦτα ἤκουσαν οἱ τοῦ βασιλέως ἄρχοντες, πρὸς αὐτούς ἀπεκρίναντο λέγοντες· — Καὶ πάντα τάχα ἀγνοεῖτε τὰ τῶν χριστιανῶν μυστήρια, καὶ οὐ γινώσκετε ὅλως ὅτι ἄγγελοι ἐκ τῶν οὐρανῶν κατέρχονται καὶ λειτουργοῦσι μετὰ τῶν ἱερέων ἡμῶν; — Ἐκεῖνοι τοῦτο ἀκούσαντες εἶπον·—Πανάληθες καὶ φανερόν ἐστιν ὅπερ ἡμῖν λέγετε, καὶ ἑτέρας ἀποδείξεως οὐ δέεται· αὐτοὶ γὰρ πάντα οἰκείοις ὀφθαλμοῖς ἑωράκαμεν. Λοιπὸν οὖν ἐάσατε ἡμᾶς ὡς[26] ἵνα ταχέως ἀπέλθωμεν ὅθεν καὶ ἐστάλημεν, ὅπως καὶ τὸν κατάρχοντα ἡμῶν καλῶς πληροφορήσωμεν, καὶ βεβαιώσωμεν ἅπερ εἴδομεν καὶ ἐμάθομεν καλῶς· οὕςπερ καὶ ἀπέπεμψαν μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης πάλιν ἐκεῖσε.
Οἱ δὲ ἐπανακάμψαντες, καὶ τὴν ἑαυτῶν καταλαβόντες χώραν, εὗρον τὸν λαμπρότατον καὶ μέγαν αὐτῶν ῥήγαν, καὶ προςκυνήσαντες αὐτόν, ἅπερ εἶδον καὶ ἤκουσαν πάντα εἶπον καὶ διεσάφησαν τρανῶς, λέγοντες καὶ τοῦτο· — Ὅτι μὲν μεγάλα τινὰ καὶ λαμπρὰ πρώην ἐν τῇ Ῥώμη ἐθεασάμεθα, οὐκ ἀρνούμεθα· τὰ δὲ ἐν τῇ Κωνσταντινουπόλει ἡμῖν[27] ὁραθέντα πάντα νοῦν ἀνθρώπινον καταπλήττουσι· — καὶ ἓν καθ’ ἓν λεπτομερῶς διηγήσαντο.
Ὁ δὲ μέγας ἐκείνων ἄρχων, ὡς τὴν ἀλήθειαν παρ’ ἐκείνων ἀκριβῶς ἀνέμαθε[28] καὶ ἐβεβαιώθη, μηδὲν μελήσας, ἀλλὰ παραυτὰ στέλλει πρὸς τὸν εὐσεβέστατον βασιλέα τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει, καὶ ἀρχιερέα αἰτεῖ, ὡς ἵνα τὸ ἐκεῖσε μυριάριθμον ἔθνος διδάξῃ καὶ βαπτίσῃ. Ἦν δὲ τότε Βασίλειος [ὀ] ἐκ Μακεδονίας ὁ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέπων· ὃς καὶ μετὰ χαρᾶς μεγάλης τούς σταλέντας ἐκ τῶν ἐκεῖσε ἀνθρώπους δεξάμενος, ἀρχιερέα τινὰ αὐτοῖς ἐξέπεμψεν, ἐπ’ εὐλαβείᾳ πάσῃ[29] καὶ ἀρετῇ διαβόητον, καὶ σὺν αὐτῷ ἄνδρας δύο, Κύριλλόν τινα[30] καὶ Ἀθανάσιον, ἐναρέτους καὶ αὐτοὺς ὄντας καὶ πάνυ λογιωτάτους καὶ φρονιμωτάτους· καὶ οὐ μόνον τὴς θείας Γραφῆς ἦσαν ἔμπλεοι, ἀλλὰ καὶ τοῖς ἔξω καλῶς ἐξησκημένοι, ὡς καὶ τὰ[31] γενόμενα ὑπ' αὐτῶν γράμματα μαρτυροῦσι τοῦτο καλῶς.
Οὗτοι δὲ ἐκεῖσε ἀπελθόντες πάντας ἐδίδασκον καὶ ἐβάπτιζον, καὶ πρὸς τὴν τῶν χριστιανῶν εὐσέβειαν ἐνῆγον. Βάρβαρον δὲ πάντη καὶ σόλοικον βλέποντες τὸ τοιοῦτον ἔθνος, οὐκ εἶχον οἱ ῥηθέντες λογιώτατοι ἄνδρες ὅπως καὶ τὰ τῶν Ἑλλήνων εἰκοσιτέσσαρα γράμματα αὐτοῖς διδάξαι, μήποτε πάλιν τὴς εὐσεβείας παρεκκλίνωσι. Διὸ καὶ τριάκοντα πέντε στοιχεῖα γραμμάτων αὐτοῖς ἐνεχάραξαν καὶ ἐδίδαξαν, ὧν περ καὶ ἡ τῶν ὀνομάτων αὐτῶν ἐστὶν αὕτη: Ἄς, Μπούκη, Βέτδ, Γλάωτ, Δοπρῶ, Γέεστι, Ζηβήτ, Ζελῶ, Ζεπλάεν, Ζε, Η, Κάκω, Λουδεία, Μῆ, Νᾶς, Ὥν, Ποκόη, Ρητζίκ, Σθλόβο, Ντβέρδω, Ἦκ, Φέλπω, Χερ, Ὤτ, Τζὴ, Τζέρβη, Σάα, Σθία, Γέον, Γερῆ, Γέρ, Γέατ, Γίου, Στέους, Γέα. Ταῦτα μέν εἰσι τὰ τριάκοντα πέντε γράμματα τῶν Ῥωσσῶν, ὅπερ καὶ ἕως τοῦ νῦν μανθάνουσι πάντες, καὶ καλῶς τὴν εὐσέβειαν γινώσκουσι.
Λέγουσιν δέ[32] τινες καὶ τοιοῦτον τι θαῦμα γενέσθαι ἐν τοῖς ἐκεῖσε· ἔτι γὰρ τῇ δεισιδαιμονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ τὸ ἅπαν ἔθνος, καὶ σκοπούμενοι περὶ τὴς πρώτης[33] αὐτῶν θρησκείας καὶ τὴς τῶν χριστιανῶν πίστεως, εἰςκαλούσι πρὸς αὐτοὺς τὸν ἄρτι φοιτήσαντα ἀρχιερέα, ὅν καὶ ἐπηρώτησεν ὁ ἄρχων, τινα τὰ κατ’ αὐτῶν ἐπαγγελλόμενα παρ’ αὐτοῦ, καὶ αὐτὰ τὰ διδάσκεσθαι μέλλοντα; Τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου Εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ Θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδημίᾳ τερατουργηθέντων·—Εἰ μὴ τι τῶν ὁμοίων, τὸ πλῆθος ἔφη τῶν Ῥωσσῶν, καὶ ἡμεῖς θεασώμεθα, καὶ μάλιστα ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν Τριῶν Παίδων γενέσθαι, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν. Ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῷ τοῦ εἰπόντος ὅτι: «ὅ ἐὰν αἰτήσησθε ἐν τῷ ὀνόματί μου, λήψεσθε»[34]· καί: «ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγώ ποιῶ κἀκεῖνος ποιήσει, [καὶ] μείζονα τούτων ποιήσει»[35], ἔφη πρὸς αὐτούς·— Εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν Κύριον τὸν Θεόν[36], ὅμως εἰ ἐκ ψυχῆς διεγνώκατε προςελθεῖν τῷ Θεῷ, αἰτήσασθε ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν αἴτησιν ὑμῶν ὁ Θεός, κἂν ἡμεῖς ἐλάχιστοι καὶ ἀνάξιοι. Οἱ δὲ εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου Εὐαγγελίου πυκτίδα ἐν τῇ παρ’ αὐτῶν ἀναφθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προςελθεῖν καὶ αὐτοὺς τῷ παρ’ αὐτοῦ κηρυσσομένῳ Θεῷ.
Ἔδοξε ταῦτα· καὶ τοῦ ἱερέως[37] πρὸς Θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος, καί: Δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους παντὸς ἐῤῥίφθη εἰς τὴν κάμινον ἡ τοῦ Εὐαγγελίου βίβλος. Ἐφ' ὥρας δὲ ἱκανὰς τὴς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον ἐκμαρανθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον, μηδεμίαν ἀπὸ τοῦ πυρὸς δεξάμενον λύμην[38]· ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτομόλουν, καὶ καθαιρόμενοι [τὸν νοῦν], τὸν σωτῆρα ἐδόξαζον Κύριον· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
- ↑ Ἴδε Κωνστ. Πορφυρ. Ἔκθ. τῆς βασιλ. τάξ. Β΄, σελ. 574 Bonn. — Ζωναρ. ΙΗ΄, κα΄. — Κεδρην. σελ. 329.
- ↑ Ἴδε σελ. 15.
- ↑ Δ΄, σελ. 553. Bonn.
- ↑ Καὶ ἐν τοῖς ἐφεξῆς περισπᾶται τὸ ὄνομα ἐν τῷ χειρογράφῳ. Ῥωσσοὶ καλοῦνται καὶ παρὰ τῷ Γλυκᾷ Δ΄, σελ. 553 κ. 595. Bonn.
- ↑ Παρὰ τὸ προφητικόν: «Μὴ θελήσει θέλω τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτόν;» [Ἰεζεκ. ιη΄, 23].
- ↑ Τὸ χειρόγρ.: εὔθετον καιρόν.
- ↑ Ὁμ: αὐτοῖς.
- ↑ Ἴσως: καὶ αὐθέντα, ὅπως ἔχει καὶ κατωτέρω
- ↑ Τὸ χειρόγρ.: πασῶν.
- ↑ Ἴσ. εγέγραπτο: πολλῷ.
- ↑ Τὸ χειρόγρ.: ταὐτό.
- ↑ Τὸ χειρόγρ: δι’ ἀκρίβειαν.
- ↑ Ἐντεῦθεν ἄρχεται τὸ ἔντυπον.
- ↑ Προςέθηκα τὸν ἑκατέρου τῶν ἀντιγράφων προδήλως ἐκπεσόντα σύνδεσμον.
- ↑ Ἐκπεσεῖν τι τοῦ λόγου ἔοικεν, ἢ γοῦν τρεπτέον τὴν μετοχὴν εἰς ὑποτακτικήν.
- ↑ Κἀνταῦθα πρσςέθηκα τὴν ἐν τῷ λόγῳ ἀπαιτουμένην πρόθεσιν, ἐκπεσοῦσαν πάντως ἀβλεψίᾳ τῶν ἀντιγραφέων.
- ↑ Βασίλειον τὸν B΄ νόει μοι τὸν Βουλγαροκτόνον· ἐπὶ τῆς τούτου γὰρ βασιλείας συνέβησαν τὰ ἐνταῦθα ἀναφερόμενα.
- ↑ Λείπει ἐν τῷ ἐντύπῳ ὁ σύνδεσμος.
- ↑ Τὸ ἔντυπον: τὴν φιλανθρωπίαν.
- ↑ Λείπει ἡ λέξις ἐν τῷ ἐντύπῳ.
- ↑ Α΄ Τιμ. β΄, 4.
- ↑ Τὸ ἔντ.: ἐξετοῦντο.
- ↑ Τὸ μὲν χειρόγρ.: ἀνασκαρδάμυκτοι· τὸ δ’ ἔντυπον: ἀνασκαρδαμυκτεί.
- ↑ Λείπει τὸ ἄρθρον ἐν τῷ ἐντύπῳ.
- ↑ Ὡσαύτως ἡ μετοχὴ ἐν τῷ αὐτῷ.
- ↑ Τὸ ἔντυπον: ὅπως.
- ↑ Λείπει ἐν τῷ ἐντύπῳ ἡ ἀντωνυμία.
- ↑ Τὸ ἔντυπον: ἐνέμαθε.
- ↑ Λείπει τὸ ἐπίθετον ἐν τῷ ἐντύπῳ.
- ↑ Λείπει ἐν τῷ αὐτῷ ἡ ἀντωνυμία.
- ↑ Τὸ ἔντυπον: ὡς τάτε.
- ↑ Τὸ ἔντυπον: δὲ καί.
- ↑ Ὡςαύτ.: πρώην.
- ↑ Ἰωάν. ιδ΄, 13.
- ↑ Ὁ αὐτ. ιδ΄, 12.
- ↑ Δευτερονομ. ς΄, 16.
- ↑ Γραπτέον: ἀρχιερέως.
- ↑ Τοῦ θαύματος τούτου μνείαν ποιεῖται καὶ ὁ Γλυκᾶς ἐν τῇ Χρονικῇ βίβλῳ Δ΄, σελ. 553. Bonn.