Μετάβαση στο περιεχόμενο

Δειπνοσοφισταί (Σύνοψις)/ιγ

Από Βικιθήκη
Βιβλίον ιγ΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1. Ἀντιφάνης ο κωμωδιοποιός, ἑταῖρε Τιμόκρατες, ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὁ δ᾽ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος, ‘ δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεχόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς,’ ὥς φησι Λυκόφρων ὁ Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδίας. ἡμεῖς οὖν τὸν περὶ ἐρωτικῶν λόγον ἐνταῦθα μέλλοντες κατατάττειν ἐγένοντο γὰρ καὶ περὶ γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοι εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν Ἐρατὼ ἐπικαλεσάμενοι εἰς [p. 4] μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα:


    εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, πάρ θ᾽ ἵστασο καί μοι ἔνισπε,

τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν. 2. καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. διὸ καὶ Λύσανδρον ἐζημίωσαν ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δ᾽ ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν ‘ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος [p. 6] τὸν πατέρα.’ ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ᾽ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν ἀλλὰ τοῦ τρίτου ἀπ᾽ ἐκείνου, εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο τῷ περὶ Εὐγενείας: εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάνιν ἀνθρώπων, ὥστ᾽ ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ - τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας, παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα : Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου, ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος. 3. παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετῆς τὸν βασιλέα, ἔτι δὲ καὶ διὰ τὸ τὴν βασιλίδα, ὥς φησιν Δίνων ἐν τοῖς Περσικοῖς, ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι προσκυνοῦσι [p. 8] γοῦν αὐτήν. καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει, λέγει γοῦν ὁ Πρίαμος:


    ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
    τοὺς δ᾽ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες,

παρὰ δὲ τοῖς Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδὲ αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένη. καὶ ἡ Κλυταιμήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ Ἀγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων. ‘ θαυμάσαι δ᾽ ἂν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. κοιμῶνται γοῦν παρ᾽ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ. οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δἰ ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ. ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν [p. 10] Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. ὁ δ᾽ Ἀγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται:


    πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
    εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
    πρωτίστῳ δίδομεν.

ἀλλ᾽ οὐκ εἰκός, φησὶν ὁ Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ᾽ εἰς γέρας: ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.’ 4. ὁ δὲ ῾ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας ἦν γὰρ φιλογύνης ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατὰ διάφορα γιγνόμενος χωρία: ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυγύναιος δ᾽ ἐγένετο καὶ Αἰγεύς: πρώτην μὲν γὰρ ἔγημε τὴν Ὅπλητος θυγατέρα, μεθ᾽ ἣν τῶν Χαλκώδοντος μίαν. παραδοὺς δ᾽ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων, ἔπειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ᾽ ἣν Μήδειαν. Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην [p. 12] ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ᾽ ἐξ ἁρπαγῆς, ἄλλας δ᾽ ἐκ νομίμων γάμων ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δ᾽ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι᾽ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ. μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν. 5. Φίλιππος δ᾽ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ᾽ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος Βίου:: ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει. ‘ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα. οἰκειώσασθαι δὲ θέλων καὶ τὸ Θετταλῶν [p. 14] ἔθνος ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισαία Φίλιννα, ἐξ ἧς Ἀρριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι. ἐπὶ πάσαις δ᾽ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος : νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.' καὶ ὁ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχεν κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ᾽ εἰς Ἰλλυριούς, καὶ ἡ Κλεοπάτρα δ᾽ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.’ φιλογύνης δ᾽ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως: ‘ εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς: ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.’ 6.

αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν: [p. 16]


    μὰ Δί᾽ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
    οὐδ᾽ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
    κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
    ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
    ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
    ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
    ἐπὶ τῷ προσώπῳ δ᾽ αἱ τρίχες φορούμεναι
    εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.

Ἀναξίλας δ᾽ ἐν Νεοττίδι φησίν


    ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, ,
    οὗτος οὐ γένος δύναιτ᾽. ἂν παρανομώτερον φράσαι.
    τὶς γὰρ ἢ δράκαιν᾽ ἄμικτος ἢ Χίμαιρα πυρπνόος
    ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
    Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνὰ θ᾽ Ἁρπυιῶν γένη,
    εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
    οὐκ ἔνεσθ᾽ : αὗται δ᾽ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
    ἔστι δὲ σκοπεῖν ἀπ᾽ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
    ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους
    εἷς μόνος δ᾽ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο:
    πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ᾽ ἐκ τῆς οἰκίας,
    οἱ Σινώπῃ δ᾽ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
    γραῦς μὲν αὐτή, παραπέφυκε δ᾽ ἡ Γνάθαινα πλησίον, [p. 18]
    ὥστ᾽ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν,
    ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
    οὐ δύ᾽ ἀποπνίξασ᾽ ἑταίρους τὸν τρίτον θηρεύεται
    ἔτι λαβεῖν, ἀλλ᾽ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ:
    δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
    τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ᾽ αὐτῷ σκάφει.
    ἡ Θεανὼ δ᾽ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
    βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
    Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
    αἳ λαλοῦσ᾽ ἁπλῶς μὲν οὐδέν, ἀλλ᾽ ἐν αἰνιγμοῖς τισιν,
    ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
    εἶτα ‘ τετράπους μοι γένοιτο, φησί, σκίμπους ἢ θρόνος,’
    εἶτα δὴ ‘ τρίπους τις,’ εἶτα, φησί, ‘ παιδίσκη δίπους.’
    εἶθ᾽ ὁ μὲν γνοὺς ταῦτ᾽ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
    οὐδ᾽ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ᾽ ἄκων μόνος,
    οἱ δ᾽ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι [p. 20]
    καὶ φέρονθ᾽ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ᾽ οὐδὲ ἓν
    ἔσθ᾽ ἑταίρας ὅσα περ ἔστιν θηρί᾽ ἐξωλέστερον.

7. τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων ' Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν


    ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες
    τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν,
    γυναιξὶ δοῦλοι ζῶμεν ἀντ᾽ ἐλευθέρων.
    ἔπειτ᾽ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν;
    πικράν γε καὶ μεστὴν γυναικείας χολῆς,
    ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι.
    οἱ μέν γε συγγνώμην ἔχουσ᾽ ἀδικούμενοι,
    αὗται δ᾽ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ᾽ ἔτι
    ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ᾽ ἄρχειν ἐχρῆν
    ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
    ἔχουσι καὶ κάμνειν λέγουσ᾽ ἑκάστοτε.

Ξέναρχος δ᾽ ἐν Ὕπνῳ φησὶν


    εἶτ᾽ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
    ὧν ταῖς γυναιξὶν οὐδ᾽ ὁτιοῦν φωνῆς ἔνι;

Φιλέταιρος Κορινθιαστῇ:


    ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ᾽ ἔχει, [p. 22]
    οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
    ἀλλ᾽ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

Ἄμφις δ᾽ ἐν Ἀθάμαντι:


    εἶτ᾽ οὐ γυναικός ἐστιν εὐνοικώτερον
    γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ᾽ εἰκότως.
    ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ᾽ ἔνδον μένει,
    ἡ δ᾽ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
    ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

8.


    Εὔβουλος δ᾽ ἐν Χρυσίλλᾳ `
    κακὸς
    κακῶς ἀπόλοιθ᾽ ὅστις γυναῖκα δεύτερος
    ἔγημε: τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς,
    ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
    ὁ δ᾽ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.

καὶ προελθών φησιν


    ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ᾽ ἐγὼ κακῶς ποτε:
    ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα,
    πάντων ἄριστον κτημάτων, εἰ δ᾽ ἐγένετο
    κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε
    μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ
    Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ᾽ ἴσως
    Φαίδραν ἐρεῖ κακῶς τις: ἀλλὰ νὴ Δία
    χρηστή τις ἦν μέντοι—τίς; οἴμοι δείλαιος,
    ταχέως γέ μ᾽ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
    τῶν δ᾽ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. [p. 24]

Ἀριστοφῶν δ᾽ ἐν Καλλωνίδῃ:


    κακὸς κακῶς ἀπόλοιθ᾽ ὁ γήμας δεύτερος
    θνητῶν, ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει:
    οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
    ἐλάμβανεν γυναῖχ᾽ ὁ δ᾽ ὕστερον λαβὼν
    εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.

καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι:


    γεγάμηκε δήπου. β. τί σὺ λέγεις; ἀληθινῶς
    γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε
    κατέλιπον;

Μένανδρος δ᾽ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι:


    οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
    τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
    αὐτός:: διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
    β. δεδογμένον τὸ πρᾶγμ᾽ ἀνερρίφθω κύβος.
    α. πέραινε, σωθείης δέ: νῦν ἀληθινὸν
    εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
    οὐ Λιβυκὸν οὐδ᾽ Αἰγαῖον ... ,
    οὗ τῶν τριάκοντ᾽ οὐκ ἀπόλλυται τρία
    πλοιάρια: γήμας δ᾽ οὐδὲ εἷς σέσωσθ᾽ ὅλως.

ἐν δὲ Ἐμπιμπραμένῃ :


    ἐξώλης ἀπόλοιθ᾽ ὅστις ποτὲ
    ὁ πρῶτος ἦν γήμας, ἔπειθ᾽ ὁ δεύτερος,
    εἶθ᾽ ὁ τρίτος, εἶθ᾽ ὁ τέταρτος, εἶθ᾽ ὁ Μεταγένης.

[p. 26] Καρκίνος δ᾽ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχὴ ‘ὦ νύκτες,’ φησὶν


    ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
    ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ᾽ εἴπῃς μόνον.

9. οὐκ αἰσθάνονται δ᾽ οὐδ᾽ οἱ παρ᾽ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς:


    οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι:
    οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
    οὐδ᾽ ἄγκυραι ἔχουσιν ἀπορρήξασα δὲ δεσμὰ
    πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.

καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη:


    οὐ σύμφορον νέα ' στὶ πρεσβύτῃ γυνή.
    ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
    ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ᾽: ἀπορρήξασα δὲ
    ἐκ νυκτὸς ἕτερον λιμέν᾽ ἔχουσ᾽ ἐξευρέθη.

10. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. ὁ Ἰλιακὸς δι᾽ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα: καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος δι᾽ ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ Ἰστοριῶν, Θηβαίαν γένος, ὄνομα [p. 28] Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός, δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα, καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ, δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα, ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας: ὁ Φιλίππου τοῦ Ἀλεξάνδρου πατρὸς διὰ τὸν Κλεοπάτρας γάμον, ὁ ῾ Ἡρακλέους διὰ τὴν Ἰόλης ἐπιγαμίαν τῆς Εὐρύτου θυγατρός, ὁ Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, ὁ Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, ὁ Ἰάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, ὁ Ἀγαμέμνονος διὰ Κασσάνδραν, καὶ ἡ ἐπ᾽ Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων, ὁ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ [p. 30] ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος: ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν. ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος. ἡσθεὶς οὖν ὁ Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρ᾽ αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ Ἀπρίου τὸν φόνον πείθεται πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ᾽ ἐν τοῖς Περσικοῖς καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος: ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ᾽ Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ᾽ ὁ Σάμιος καὶ πρῶτον: γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης: ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ᾽ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρά Κύννῃ τῇ Ἰλλυρίδι. 11. ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους, καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι: ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε: [p. 32]


    παίδευμα δ᾽ Ἔρως σοφίας, ἀρετῆς
    πλεῖστον ὑπάρχει,
    καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
    πάντων ἥδιστος ἔφυ θνητοῖς.
    καὶ γὰρ ἄλυπον τέρψιν τιν᾽ ἔχων
    εἰσἐλπίδ᾽ ἄγει. τοῖς δ᾽ ἀτελέστοις
    τῶν τοῦδε πόνων μήτε συνείην
    χωρὶς τ᾽ ἀγρίων ναίοιμι τρόπων,
    τὸ δ᾽ ἐρᾶν προλέγω τοῖσι νέοισιν
    μή ποτε φεύγειν,
    χρῆσθαι δ᾽ ὀρθῶς ὅταν ἔλθῃ.

καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη:


    εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.

ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε:


    σὺ δ᾽, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως,
    ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
    ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
    μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
    καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ,
    μὴ δρῶν δ᾽ ὑπ᾽ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
    ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.

12. Ποντιανὸς δὲ Ζήνωνα ἔφη τὸν Κιτιέα ὑπολαμβάνειν τὸν Ἔρωτα θεὸν εἶναι φιλίας καὶ ὁμονοίας,5 ἔτι δὲ καὶ ἐλευθερίας παρασκευαστικόν, ἄλλου δὲ οὐδενός. διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν Ἔρωτα [p. 34] θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. ὅτι δὲ καὶ οἱ τούτου πρεσβύτεροι κατὰ φιλοσοφίαν σεμνόν τινα τὸν Ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν δῆλον ἐκ τοῦ κατὰ τὰ γυμνάσια αὐτὸν συνιδρῦσθαι Ἑρμῇ καὶ Ἡρακλεῖ, τῷ μὲν λόγου, τῷ δ᾽ ἀλκῆς προεστῶτι ὧν ἑνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δι᾽ ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα - μετιοῦσιν συναύξεται: Ἀθηναῖοι δὲ τοσοῦτον ἀπέσχον τοῦ συνουσίας τινὸς διαλαβεῖν προεστάναι τὸν Ἔρωτα ὥστε τῆς ' Ἀκαδημίας ἐκδήλως τῇ Ἀθηνᾷ καθιερωμένης αὐτόθι τὸν Ἔρωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ Ἐρωτίδια τιμῶσιν καθάπερ Ἀθήναια Ἀθηναῖοι καὶ Ὀλύμπια Ἠλεῖοι Ῥόδιοί τε τὰ Ἁλίεια. καὶ ἐν ταῖς δημοτελέσι δὲ σπονδαῖς ὡς ἐπίπαν ὁ Ἔρως τιμᾶται. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης, καὶ Κρῆτες δ᾽ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ. ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ᾽ [p. 36] αἰσχροῦ καὶ ἐπονειδίστου βίου. Σάμιοι δέ, ὥς φησιν Ἐρξίας ἐν Κολοφωνιακοῖς, γυμνάσιον ἀναθέντες τῷ Ἔρωτι τὴν διὰ τοῦτον ἀγομένην ἑορτὴν Ἐλευθέρια προσηγόρευσαν δι᾽ ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις. 13. τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος:


    πορευομένῳ δ᾽ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
    καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
    καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
    τὸν Ἔρωτα, συντομώτατον δ᾽ εἰπεῖν, ὅσοι
    τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας,
    ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ᾽ ἄρσην, πάλιν
    οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος, οὔτ᾽ ἀβέλτερος
    οὔτ᾽ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
    πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ᾽ εἴδη φέρων,
    ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ᾽ ἄνοια μανίας, ὁ δὲ λόγος
    φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος
    ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.
    καὶ ταῦτ᾽ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
    οὐκοἶδ᾽ ὅ τι ἐστίν, ἀλλ᾽ ὅμως ἔχει γέ τι
    τοιοῦτον, ἐγγὺς τ᾽ εἰμὶ τοῦ νοήματος.

[p. 38] Εὔβουλος δ᾽ ἢ Ἀραρὼς ἐν Καμπυλίωνι:


    τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα
    ἢ κηροπλαστήσας Ἔρωθ᾽ ὑπόπτερον;
    ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
    ἀλλ᾽ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ,
    ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος
    ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
    βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ
    τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις.

    Ἄλεξις

δ᾽ ἐν Ἀποκοπτομένῳ:


    λέγεται γὰρ λόγος
    ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν
    τὸν Ἔρωτα, τοὺς δ᾽ ἐρῶντας: αἰτίαν δ᾽ ἔχειν
    ἐκεῖνον ἄλλως, ἠγνοηκότας τοὺς
    γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.

14. Θεόφραστος δ᾽ ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ... διόπερ [p. 40] ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι ‘ δίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ᾽ εὐαίωνι τύχᾳ, τὸ δ᾽ ἐπὶ συγχύσει βιοτᾶς.’ ὁ δ᾽ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως: τίς


    οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις;
    οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
    εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
    μάλιστα προσεδρεύειν τ᾽ ἀρίστους τῷ πόθῳ,
    ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
    ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.

Θεόφιλος δ᾽ ἐν τῷ Φιλαύλῳ:


    τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
    ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
    εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
    καταλείπετ᾽ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
    ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
    παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
    κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς:
    ἥν ἐστ᾽ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
    ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.

[p. 42] Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ:


    εἶτ᾽ οὐ δικαίως ἔστ᾽ ἀπεψηφισμένος
    ὑπὸ τῶν θεῶν τῶν δώδεκ᾽ εἰκότως τ᾽ Ἔρως;
    ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις
    ὅτ᾽ ἦν μετ᾽ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
    καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ. τὰ πτερὰ
    ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
    δεῦρ᾽ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
    τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
    ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων

περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν:


    τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμὲ
    ὡς ἔστ᾽ ἐραστὴς ὅστις ὡραῖον φιλῶν:
    τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
    ἄφρων γ᾽ ἀληθῶς. οὔτε τοῦτο πείθομαι
    οὔθ᾽ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
    τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις Ἑλένῃ:
    ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
    ἐρᾷ, τὸν ἄλλον δ᾽ οὐδὲ γινώσκει λόγον,
    τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος,
    ἀδικεῖ τε τὸν Ἔρωτ᾽ ἐμφανῶς θνητὸς θεόν,
    ἄπιστον αὐτὸν πᾶσι τοῖς καλοῖς ποιῶν.

15. τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους [p. 44] τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ἰάμβων προειπών:


    ἀκούσατ᾽, ὦ Στύακες, ἔμποροι λήρου,
    λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα
    τἀν τοῖς πίναξι πρίν τι τῷ σοφῷ δοῦναι,
    αὐτοὶ καταρροφεῖτε κᾆθ᾽ ἁλίσκεσθε
    ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε,

παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ᾽ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ. θρυλεῖτε: γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους , καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, ὁ μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα ‘ τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ᾽ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν,


    ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός

’ 16. Ἡγήσανδρος δ᾽ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν [p. 46] ἰχθύων ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ᾽ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησὶν,


    οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
    τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
    καλὸν τὸ πρόσωπον, ἂν μὴ κόσμιον πεφύκῃ
    ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.

καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν


    τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν
    ἔρωτος, ἀστραπὴν τιν᾽ ὀμμάτων ἔχει
    ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ᾽ ἐμέ,
    ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
    παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.

[p. 48]17. Λικύμνιος δ᾽ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. λέγει δ᾽ οὕτως: ι


    ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις
    ὄσσοις ἐκοίμιζεν κοῦρον.

καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν


    στᾶθι κἄντα, φίλος,
    καὶ τὰν ἐπ᾽ ὄσσοις ἀμπέτασον χάριν.

ὁ δ᾽ Ἀνακρέων τί φησίν;


    ὦ παῖ παρθένιον βλέπων,
    δίζημαί σε, σὺ δ᾽ οὐκ ἄεις,
    οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
    ψυχῆς ἡνιοχεύεις.

ὁ δὲ μεγαλοφωνότατος Πίνδαρος:


    τὰς δὲ Θεοξένου φησίν ἀκτῖνας ποτ᾽ ὄσσων μαρμαρυζοίσας δρακεὶς
    ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
    ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
    ψυχρᾷ φλογί.

ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς [p. 50] Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε:


    ὦ καλλιπρόσωπε,
    χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος
    ἐρώτων.

τυφλὸς ὁ ἔπαινος καὶ κατ᾽ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ:


    Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος,
    ὁ καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις
    ἃ τ᾽ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν.

Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη ‘ λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.’ 18. ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους: τοῦ ξύρεσθαι τὸν πώγωνα κατ᾽ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δ᾽, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως: χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος: ‘τὸ ξύρεσθαι τὸν πώγωνα κατ᾽ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν ' Ἀθήναις [p. 52] διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.’ διὸ καὶ Ἄλεξις ἔφη που:


    ἂν πιττοκοπούμενὸν τιν᾽ ἢ ξυρούμενον
    ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον
    ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
    καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
    ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν,
    τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
    δι᾽ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται,
    εἰ μή τι ταύταις ἀντιπράττεσθ᾽ ὑπονοεῖς.

‘ Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν : μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; ' ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ᾽ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ᾽ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας [p. 54] ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.’ καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος. 19. ὁ δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὸ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς Ἀριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει. βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας


    ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
    λεπτῶν, ἀσίτων, σκυτίνων,

ὁ κατὰ τὸν Ἀντιφάνην. [p. 56]20. ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος, καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν: ἐπιτρέπουσιν, ἐν Ἤλιδι δὲ καὶ κρίσις γίνεται κάλλους, καὶ τῷ πρώτῳ τὰ τῆς θεοῦ φέρειν τεύχη δίδοται, τῷ δὲ δευτέρῳ τὸν βοῦν ἄγειν, ὁ δὲ τρίτος τὰς θυηλὰς ἐπιτίθησιν. ῾ Ἡρακλείδης δ᾽ ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται παντὸς μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. διὸ καὶ φασὶν περὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι ‘ βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν’ προαιρεῖται. Εὐριπίδης τε ἔφη:


    πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος:

καὶ οἱ παρ᾽ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν [p. 58]


    ου᾽ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
    τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν
    αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.

ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων. θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν:


    καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν
    οὐδ᾽ οὕτω γεραρόν: βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.

καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς. ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη


    κάλλεος εἵνεκα οἷο, ἵν᾽ ἀθανάτοισι μετείῃ.

αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; οὐ τοὺς καλλίστους; οἷς καὶ σύνεισιν Ἠὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθωνῷ, Δημήτηρ Ἰασίωνι, Ἀφροδίτη Ἀγχίσῃ καὶ Ἀδώνιδι. διὰ κάλλος δὲ καὶ ὁ μέγιστος τῶν θεῶν διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ [p. 60] καὶ ἐπ᾽ Αἰγίνῃ. Σωκράτης δ᾽ ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν. τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ, ἡμεῖς δ᾽ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις. 21. καὶ ὁ Κύνουλκος ‘ ταυτὶ καὶ τολμᾶς σὺ λέγειν,’ οὐ ‘ ῥοδοδάκτυλος οὖσα’ κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος: ‘ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ᾽ ἂν οἰκέτης ἐτόλμησεν. [p. 62] σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι.’ Ὑπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος ὁ λόγος, τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον. σὺ δέ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησι Ἑταιρίδων. ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ᾽ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν ἐρωτοδιδάσκαλε: οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ ' Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει οὐκ ἂν ἁμάρτοι δὲ τίς σε καὶ πορνογράφον καλῶν, ὡς Ἀριστείδην καὶ Παυσίαν ἔτι τε Νικοφάνη τοὺς ζωγράφους, μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων, ὢ τῆς καλῆς πολυμαθίας, ἄνδρες φίλοι, τῆς τοῦ γραμματικοῦ τοῦδε, [p. 64] ὃς οὐδ᾽ ἐγκαλύπτεται, ἀλλ᾽ ἀναφανδὸν τὰ Εὐβούλου αἰεὶ ἐκ Κερκώπων λέγει: >


    Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως
    λάχανόν τι τρώγων : Ὤκιμον διεφθάρην
    κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.

καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι Ὤκιμον ἑταίρας ὄνομα. καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου Ἄντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, Ἀλέξιδος Ὀπώρα, Εὐβούλου Κλεψύδρα. οὕτω δ᾽ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην. 22. ἐστὶν δ᾽ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ,


    τῷ τρέφοντι συμφορά
    εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.

διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμολέους; ἐν Νεαίρᾳ: [p. 66]


    ἀλλ᾽ ἔγωγ᾽ ὁ δυστυχὴς
    Φρύνης ἐρασθεὶς ἡνίκ᾽ ἔτι τὴν κάππαριν
    συνέλεγεν οὔπω τ᾽ εἶχεν ὅσαπερ νῦν ἔχει
    πάμπολλ᾽ ἀναλίσκων ἐφ᾽ ἑκάστῳ τῆς θύρας
    ἀπεκλειόμην.

καὶ ἐν τῷ ἐπιγραφομένῳ δ᾽ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι:


    περὶ δὲ τὸν πανάθλιον
    εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
    Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
    Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.

τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων:


    τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, :
    ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
    παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
    ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
    ἔνδον κάθητ᾽ ἀπόπληκτος οὐδ᾽ ἐξέρχεται.

23. Ἄλεξις δ᾽ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι᾽ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται:


    πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς
    πέλας
    πάντα τἄλλ᾽ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ
    πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ᾽ εὐπορήσωσίν ποτε, [p. 68]
    ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.
    εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
    μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
    τυγχάνει μικρά τις οὖσα: φελλὸς ἐν ταῖς βαυκίσιν
    ἐγκεκάττυται. μακρά τις: διάβαθρον λεπτὸν φορεῖ
    τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ᾽ ἐξέρχεται:
    τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία: ὑπενέδυσ᾽
    ἐρραμμέν᾽ αὐτήν, ὥστε τὴν εὐπυγίαν
    ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει:
    στηθί᾽ ἔστ᾽ αὐταῖσι τούτων ὧν ἔχουσ᾽ οἱ κωμικοί:
    ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας
    ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ᾽ ἀπήγαγον.
    τὰς ὀφρῦς πυρρὰς ἔχει τις: ζωγραφοῦσιν ἀσβόλῳ.
    συμβέβηκ᾽ εἶναι μέλαιναν: κατέπλασε ψιμυθίῳ.
    λευκόχρως λίαν τίς ἐστιν παιδέρωτ᾽ ἐντρίβεται.
    καλὸν ἔχει τοῦ σώματός τι: τοῦτο γυμνὸν δείκνυται.
    εὐφυεῖς ὀδόντας ἔσχεν ἐξ ἀνάγκης δεῖ γελᾶν, [p. 70]
    ἵνα θεωρῶσ᾽ οἱ παρόντες τὸ στόμ᾽ ὡς κομψὸν φορεῖ.
    ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
    ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ᾽ ἑκάστοτε,
    ἡνίκ᾽ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
    μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν
    ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ᾽ ἄν τε μή ... ,
    ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.

24. διὸ συμβουλεύω σοι, ‘ Θετταλὲ ποικιλόδιφρε,’ τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα, ὄντως γὰρ ‘ ἄριστα χωλὸς οἰφεῖς,’ τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα: τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, ... πώλους Κύπριδος ἐξησκημένας,


    γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
    ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας [p. 72]
    Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας:
    παρ᾽ ὧν βεβαίως ἀσφαλῶς τ᾽: ἔξεστί σοι
    μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.

καὶ ἐν Ναννίῳ εἰ Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησὶν


    ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
    πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
    ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
    γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
    ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
    Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
    μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
    καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
    πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
    Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω,
    ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.

ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων


    δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
    ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι,
    ὅπου γὰρ οὐσῶν μειράκων μάλ᾽ εὐπρεπῶν [p. 74]
    ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ᾽ ὁρᾶν
    εἰληθερούσας, στέρν᾽ ἀπημφιεσμένας,
    γυμνὰς ἐφεξῆς τ᾽ ἐπὶ κέρως τεταγμένας:
    ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
    λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
    νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,
    μὴ κλίμακα: στησάμενον: εἰσβῆναι λάθρᾳ,
    μηδὲ δι᾽ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
    μηδ᾽ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
    αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
    τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
    πατρίδια, τοὺς δ᾽ ἀπφάρια, τοὺς νεωτέρους,
    καὶ τῶνδ᾽ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
    μεθ᾽ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους:
    ἃς δ᾽ οὔτ᾽ ἰδεῖν ἔστ᾽, οὔθ᾽ ὁρῶντ᾽ ἰδεῖν σαφῶς,
    αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον..,
    δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα.
    ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι,
    βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
    ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι; [p. 76]

25. καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ: Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ᾽ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων, ἀλλ᾽ ὅ γε Φιλήμων οὕτως φησί


    σὺ δ᾽ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον
    : σὲ γὰρ λέγουσιν τοῦτ᾽ ἰδεῖν πρῶτον, Σόλων,
    δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον ῾
    καί μοι λέγειν τοῦτ᾽ ἐστὶν ἁρμοστόν, Σόλων ᾿
    , μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων
    τούτους τ᾽ ἔχοντας τὴν ἀναγκαίαν φύσιν
    ἁμαρτάνοντάς τ᾽ εἰς ὃ μὴ προσῆκον ἦν,
    στῆσαι πριάμενὸν τοι γυναῖκας κατὰ τόπους
    κοινὰς ἅπασι καὶ κατεσκευασμένας. :
    ἑστᾶσι γυμναί, μὴ ' ξαπατηθῇς: πάνθ᾽ ὅρα.
    οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων
    ἔχεις λυποῦν τι. πως; ἀλλ᾽ ἡ θύρα ' στ᾽ ἀνεῳγμένη.
    εἷς ὀβολός: εἰσπήδησον: οὐκ ἔστ᾽ οὐδὲ εἷς
    ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ᾽ ὑφήρπασεν [p. 78]
    ἀλλ᾽ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον,
    ἐξῆλθες: οἰμώζειν λέγ᾽, ἀλλοτρία ' στί σοι.

καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ᾽ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν:


    πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε
    νεανίαι κλέπτουσι μεθυσοκότταβοι
    κᾆθ᾽ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
    ἀντεξέκλεψαν Ἀσπασίας πόρνασδύο:
    κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη
    Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.

26. τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι


    τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
    αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, ...
    Διὸς νόμον
    αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον,

Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει: [p. 80]


    αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις,
    τὸ καθ᾽ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
    μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ
    τοῖς ἀετοῖς: οὗτοι γὰρ ὅταν ὦσιν νέοι
    ἐκ τῶν ὀρῶν πρόβατ᾽ ἐσθίουσι καὶ λαγὼς
    μετέωρ᾽ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος:
    ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν
    ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς:
    κἄπειτα τοῦτ᾽ εἶναι νομίζεται τέρας.
    καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ᾽ ἂν τέρας,
    αὕτη γὰρ ὁπότ᾽ ἦν μὲν νεοττὸς καὶ νέα,
    ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
    εἶδες δ᾽ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν
    ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει
    τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
    ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι:
    ἐξέρχεταί τε πανταχόσ᾽ ἤδη πετομένη,
    δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον,
    προσίεται δὲ καὶ γέροντα καὶ νέον.
    οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε,
    τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.

μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν [p. 82] Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων:


    τὴν ἐκ Κορίνθου Λαΐδ᾽ οἶσθα; β. πῶς γὰρ οὔ;
    τὴν ἡμετέρειόν. Α. ἦν ἐκείνῃ τις φίλη
    Ἄντεια. β. καὶ τοῦθ᾽ ἡμέτερον ἦν παίγνιον.
    α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε
    καὶ Θεολύτη μάλ᾽ εὐπρόσωπος καὶ καλή,
    ὑπέφαιν᾽ ἐσομένη δ᾽ Ὤκιμον λαμπρὸν πάνυ.

27. ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα:


    παῦσαι, γέρων ὢν, τοὺς τρόπους, οὐκ οἶσθ᾽ ὅτι
    οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ᾽ ἅμα,
    ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;

ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς:


    ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
    χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί,
    ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,
    τὸ μὴ σφόδρ᾽ εἶναι πάνθ᾽ ἕτοιμα, δεῖν δέ τι
    ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
    πληγὰς λαβεῖν ἁπαλαῖσι χερσὶν ἡδύ γε
    νὴ τὸν Δία τὸν μέγιστον. [p. 84]
    ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ

τοὐλπιανοῦ ἐπιρραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας ὁ Μυρτίλος ῾ διήχθρευεν γὰρ τῷ Σύρᾠ ἔφη: “


    οὐχ ὧδ᾽ ἐμόγησαν
    ἐλπίδες ὥστ᾽ ἐχθρῶν συμμαχίαν καλέσαι,

φησὶν ὁ Καλλίμαχος. οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε;


    ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν ἔα,
    ἐπ᾽ ἀριστέρ᾽ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,

κατὰ τὴν Ἐφίππου Φιλύραν. δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι


    οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,

ὥς τις ἔφη τῶν παρῳδῶν. 28. ἐγὼ γάρ, ὦ ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας ἢ τὸν Ἀρισταγόρου Μαμμάκυθον


    ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
    ὡραίας πρότερον, νῦν δ᾽ οὐχ ὑμῖν ἀγορεύω
    ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
    ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,

ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, [p. 86] ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας, ἢ ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας τῆς Ἀφροδίτης, περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως: ‘ ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν τοῦτο δ᾽ ἐστὶν φίλας.’

καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ:


    τάδε νῦν ἑταίραις
    ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.

καὶ ἔτι:


    Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.

καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί:


    πεποιήκατ᾽ ἔργον οὐχ ἑταίρων γάρ,
    φίλαι, μὰ Δί᾽ ἀλλ᾽ ἑταίρων ' ταὐτὰ δ᾽ ὄντα γράμματα
    τὴν προσαγόρευσιν οὐ σφόδρ᾽ εὔσχημον ποιεῖ.

[p. 88]29. χ περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν


    ἔπειτὰ γ᾽ εἰσίοντ᾽, ἐὰν λυπούμενος
    τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως:
    ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
    ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
    χανοῦσ᾽ ὁμοίως, ἧσε, παρεμυθήσατο
    ἐποίησὲ θ᾽ ἱλαρὸν εὐθέως τ᾽ ἀφεῖλε πᾶν
    αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.

Εὔβουλος δ᾽ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν


    ὡς δ᾽ ἐδείπνει κοσμίως,
    οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
    τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν
    ἀπέβρυκον αἰσχρῶς, ἀλλ᾽ ἑκάστου μικρὸν ἂν
    ἀπεγεύεθ᾽ ὥσπερ παρθένος Μιλησία.

Ἀντιφάνης Ὑδρίᾳ:


    οὗτος δ᾽ ὃν λέγω
    ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
    ἰδὼν ἑταίρας εἰς ἔρωτ᾽ ἀφίκετο,
    ἀστῆς, ἐρήμου δ᾽ ἐπιτρόπου καὶ συγγενῶν,
    ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,
    ὄντως ἑταίρας, αἱ μὲν ἄλλαι τοὔνομα
    βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.

[p. 90] Ἀναξίλας Νεοττίδι:


    ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων
    τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
    ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
    προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις
    πόρνης, ἑταίρας ' εἰς ἔρωτα τυγχάνεις
    ἐληλυθώς: ἆρ᾽ ὡς ἀληθῶς ἐστι γοῦν
    ἁπλῆ τις; β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.

Ὁ30. δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει:


    διὰ ταῦθ᾽ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
    ἑκάστοτ᾽ ἐπεδείπνει μεθ᾽ ἡμῶν τοῦτο δ᾽ ἦν
    ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.

καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν


    ὅταν γὰρ ὢν νέος
    ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ
    ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ,
    διδόναι νόμιζ᾽ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.

τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου. [p. 92]31. περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν


    οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
    ἀλλ᾽ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

οἶδα δὲ καὶ ἑορτὴν Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι᾽ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε: ‘ τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.’ Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος: κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβέσθαι ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς . τοὺς δ᾽ αὐτίκα μεθ᾽ ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι. Ἄλεξις δ᾽ ὁ Σάμιος ἐν δευτέρῳ ῝ Ὥρων Σαμιακῶν ‘ τὴν ἐν Σάμῳ [p. 94] Ἀφροδίτην, ἣν οἱ μὲν ἐν καλάμοις καλοῦσιν, οἱ δὲ ἐν ἕλει, Ἀττικαί, φησίν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.’ Εὐάλκης δ᾽ ἐν τοῖς Ἐφεσιακοῖς καὶ ἐν Ἐφέσῳ φησὶν ἱερὸν ἱδρῦσθαι Ἑταίρᾳ ' Ἀφροδίτῃ. Κλέαρχος δ᾽ ἐν πρώτῳ Ἐρωτικῶν ‘ Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.’ Δημοσθένης, δ᾽ ὁ ῥήτωρ ἐν τῷ κατὰ Νεαίρας λόγῳ, εἰ γνήσιος, ὃν Ἀπολλόδωρος εἴρηκε, φησί: ‘τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθ᾽ ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν.’ 32. [p. 96] καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα: περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα:


    αἵδ᾽ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
    ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ:
    οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ᾽ Ἀφροδίτα
    Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.

[p. 98] καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας, 33. ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον οὗ ἡ ἀρχὴ ‘ τρισολυμπιονίκαν ἐπαινέων οἶκον,’ ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη:


    ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ᾽ ἐς ἄλσος
    φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
    ἐπήγαγ᾽ εὐχωλαῖς ἰανθείς.

ἤρξατο δ᾽ οὕτως τοῦ μέλους:


    πολύξεναι νεάνιδες ἀμφίπολοι
    πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ, [p. 100]
    αἵ τε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
    θυμιᾶτε, πολλάκι ματέρ᾽ Ἐρώτων οὐρανίαν πτάμεναι
    νόημα ποττὰν Ἀφροδίταν:
    ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν,
    ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς
    μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
    σὺν δὲ ἀνάγκᾳ πᾶν καλόν.

ἀρξάμενος θ᾽ οὕτως ἑξῆς φησιν


    ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ
    δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ,
    ξυνάορον ξυναῖς γυναιξί.

δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως:


    ἐδιδάξαμεν χρυσὸν καθαρᾷ, βασάνῳ.

ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν


    Ἀφροδίσι᾽ ἦγε ταῖς ἑταίραις ἡ πόλις,
    ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις. [p. 102]
    ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
    ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
    μεθύειν μεθ᾽ ἡμῶν.

34. ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως: ‘ καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. ἀνάθημα δ᾽ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.’ Ἀλκιβιάδης δὲ ὁ καλός, ἐφ᾽ οὗ τις τῶν κωμικῶν ἔφη


    Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
    ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν,

ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς, ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς Ἀττικάς. Μεδοντίδος γοῦν τῆς Ἀβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς Ἑλλήσποντον σὺν Ἀξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησιν Λυσίας ὁ ῥήτωρ ἐν τῷ [p. 104] κατ᾽ αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ ὁ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην ὑφ᾽ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι: ἐφ᾽ ᾧ καὶ κατ᾽ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως: ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην. 35. οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν πολλοὺς ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν γράφει δὲ οὕτως: ‘Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν. ἐκυρίευσεν δὲ ὁ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος [p. 106] Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις: περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ᾽ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν. διετέλουν γοῦν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. ἦν δὲ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός, πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος, ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. καὶ μετ᾽ οὐ πολὺν χρόνον ὁ Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα, ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν ὁ πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων ' ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι: τούτου γὰρ κεκλήσῃ γυνή κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν ἐπεστάλκει : γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. ὁ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν [p. 108] διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους. πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρ᾽ αὐτὴν ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης.' ἡ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην: καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευται. μνημονεύεται δὲ ὁ ἔρως οὗτος παρὰ τοῖς τὴν Ἀσίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς ἱεροῖς καὶ τοῖς βασιλείοις, ἔτι δὲ ταῖς ἰδιωτικαῖς οἰκίαις: καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.’ 36. τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως: ‘ Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δὲ ὁ Φωκαεὺς Νάννῳ ὁ τῷ βασιλεῖ τοῦτο δ᾽ ἦν αὐτῷ ὄνομα ἦν ξένος, οὗτος [p. 110] ὁ Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων ᾧ δὲ δοίη, τοῦτον εἶναι νυμφίον. ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δι᾽ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ: ὄνομα δ᾽ ἦν τῇ παιδὶ Πέττα. τούτου δὲ συμπεσόντος καὶ τοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως ἔχειν αὐτήν, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ συνῴκει μεταθέμενος τοὔνομα Ἀριστοξένην. καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.’ 37. . Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; ἦσαν αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου; ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι


    Ἀβρότονον Θρήισσα γυνὴ γένος: ἀλλὰ τεκέσθαι
    τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.

[p. 112] Νεάνθης δ᾽ ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν Ἱστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησιν υἱόν. Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην λεγομένην εἶχε συστρατευομένην; ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι. συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ὁ δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθ᾽ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν; περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια, αὕτη δὲ ἡ Θαῒς μετὰ τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς, καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δ᾽ ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ᾽ εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ [p. 114] Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὐτῷ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρίς, ἦν δὲ καὶ Ποθεινὴ αὐλητρίς, Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ καινῶν δεικτηριάδων. τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμὸν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν: τῶν ἐπ᾽ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα. 38. Τιμόθεος δ᾽ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ᾽ ἄλλως τοὺς τρόπους. μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς ‘καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δι᾽ αὐτὴν Κόνωνός εἰμι [p. 116] υἱός.’ Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν. Ἀριστοφῶν δ᾽ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ᾽ Εὐκλείδου ἄρχοντος ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων. Δημήτριος δ᾽ ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς ὁ Δημήτριος καὶ ἄλλων δὲ πλειόνων. [p. 118]39. Μάχων δ᾽ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως:


    ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
    περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
    εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν
    τὸν βασιλέ᾽ εὐμελῶς κελητίσαι ποτὲ
    ἐπαινεθῆναὶ θ᾽. ἡ δὲ τοῦτ᾽ ἀπεκρίθη: “πρὸς
    ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.”

ἦν δὲ ἡ Λάμια σφόδρα εὔθικτος καὶ ἀστική πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει:


    δημήτριός ποθ᾽ ὁ βασιλεὺς γένη μύρων
    Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
    ἡ Λάμια δ᾽ ἦν αὐλητρὶσι ἧς σφόδρ᾽ ἡδέως
    σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
    ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
    κατεγχλιδώσης τῷ βασιλεῖ , νάρδον τινὰ
    διένευσ᾽ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε
    ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις “τουτὶ
    γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ
    εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.”
    κείνη δὲ γελάσασ᾽ “ ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν,
    ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.” [p. 120]
    Δημήτριος δ᾽ εἶπ᾽: “ ἀλλὰ μήν, νὴ τοὺς θεούς,
    ἀπὸ βαλάνου τοῦτ᾽ ἐστί, Λάμια, βασιλικῆς.”

40. Πτολεμαῖος δ᾽ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν: ‘ Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετ᾽ Ἀλέξανδρον βασιλεύσαντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν.’ ῾ Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου: ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν. 41. περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν:


    ἴσως δ᾽ ἂν ἀπορήσαι τις εὐλόγως θ᾽ ἅμα
    τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ
    προσηγορεύετ᾽ ἢ ἐνομίσθη Μανία.
    αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ᾽ ἔχειν,
    καὶ ταῦθ᾽ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος, [p. 122]
    μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
    ὑφ᾽ ἧς ἅπαντές εἰσ᾽ ἐπηνωρθωμένοι.
    τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
    αὐτῇ Μέλιττ᾽ ἦν ὄνομα, τῷ μεγέθει μὲν ἦν
    τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα:
    φωνῇ δ᾽ ὁμιλίᾳ τε κεχορηγημένη,
    πάνυ τ᾽ εὐπρόσωπος οὖσα καὶ καταπληκτική,
    πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους
    ἔχουσ᾽ ὅπου περὶ τῆς γυναικός τις λόγος
    γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
    ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
    αὐτὴ τὸ πλεῖον. ἡνίκα τις σκώψειε γάρ,
    ῥημάτιον εὐθὺ τοῦτο ‘ μανίαν’ ἀνεβόα,
    αὐτὴ θ᾽ ὅτ᾽ ἐπαινοίη τιν᾽ ἢ ψέγοι πάλιν,
    ἐπ᾽ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων,
    διὸ τῆς μανίας τὸ ῥῆμ᾽ ἐπεκτείνας δοκεῖ
    καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν:
    μᾶλλον τὸ πάρεργον ἐπεκράτησ᾽ ἢ τοὔνομα.
    ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία:
    Γνάθαινα δ᾽ εἰς τὰ στρώμαθ᾽ ὅτι προίετο,
    ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
    μετὰ ταῦτα δ᾽ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
    ἐλοιδορεῖτο καὶ λέγει ‘τί τοῦτο, παῖ , [p. 124]
    εἰ καὶ λίθον εἶχες;’ ὑπολαβοῦσ᾽ ἡ Μανία “
    ἔδωκ᾽ ἄν, ἵν᾽ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.”

42.

ὅτι δ᾽ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει:


    τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
    ὁ παγκρατιαστὴς καὶ συνεῖχ᾽ αὐτὴν μόνος
    γαμετῆς τρόπον γυναικός, ὑπὸ δ᾽ Ἀντήνορος
    μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον
    σφόδρ᾽ ἠγανάκτησ᾽. ἡ δὲ ‘μηθέν, φησί, σοί,
    ψυχή, μελέτω : μαθεῖν γὰρ αἰσθέσθαι θ᾽ ἅμα
    Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν
    πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ᾽ ἤθελον.’
    αἰτουμένην λέγουσι τὴν πυγήν ποτε
    ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου
    ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
    δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγει
    ‘Ἀγαμέμνονος παῖ
    , νῦν ἐκεῖν᾽ ἔξεστί σοι.’
    εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος
    καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε
    τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς.
    εἰς τὸν πότον δ᾽ ἦν συμπαρειληφώς τινας
    ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων
    ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν
    βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ᾽ ἅμα, [p. 126]
    τῆς Μανίας ἄριστα παιζούσης σφόδρα
    ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα
    αὐτὴν ἐπικροῦσαι βουλόμενος ‘ πρὸς τῶν θεῶν,
    μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε

    ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;’
    ἡ Μανία δ᾽ ‘αὐτόμολος, ὦ βέλτιστ᾽,’ ἔφη.
    μετὰ ταῦτα δ᾽ ὡς εἰσῆλθε πάλιν ἡ Μανία,
    τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ᾽ ἔφη
    αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ.
    ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας
    ἀπεπέμψατ᾽ αὐτήν:: διαλιποῦσα δ᾽ ἡμέραν
    ‘ μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε:
    οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
    μὰ τὴν Ἀφροδίτην, ἀλλ᾽ ὁ σοὶ χρήσας τότε.’
    ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
    παρεδέξατ᾽ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
    κᾆθ᾽ ὡς ἐπηρώτησε ‘ πότερ᾽ ἄνω θέλεις
    ἐλθοῦσ᾽ ἅμα βαλεῖν ἢ κάτω;’ γελάσασ᾽ “ἄνω,
    βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε
    μή μου προπεσούσης: τοὐμπλόκιον ὑπεκτράγῃς.”

43. καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως:


    παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
    ‘ψυχρὸν γ᾽, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν᾽, ἔχεις.’ [p. 128]
    ‘ τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
    εἰς αὐτὸ γ᾽ αἰεὶ δραμάτων ἐμβάλλομεν.’
    πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
    ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
    τιμώμενος μάλιστα τῶν ἐρωμένων (ἥσθε
    δ᾽ ὑπ᾽ αὐτῆς ἐκτενῶς ἀγαπώμενος)
    παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
    μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας,
    ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ᾽ αὐλητρίδα.
    καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
    πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ᾽ ἕνα,

αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους: ἁλῶν, τὴν χιόνα δ᾽ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ τῷ παιδὶ τ᾽ ἐπέταξ᾽ ἐγχέανθ᾽ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον, ὑπερηδέως δὲ τὴν κύλικ᾽ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος ‘νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρὸν γ᾽, ἔφη, Γνάθαιν᾽ >, ἔχεις τὸν λάκκον ὁμολογουμένως’ [p. 130] ἡ δ᾽ εἶπε ‘ τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.’ μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ᾽ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, ‘τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ᾽, ἔφη, τὰ τραύματα;’ κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ᾽ ὢν ἀνείλατ᾽ εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. ‘ναὶ τὴν φίλην Δήμητρα, δικαίως τοι δέρος, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.’ παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, ‘νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ᾽ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.’ ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ᾽ ἕκαστον. εἶτ᾽ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν᾽ ἀστεῖον πάνυ τῇ θ᾽ ἡλικίᾳ σφόδρα νέον ‘ὦ πρὸς τῶν θεῶν, [p. 132] μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον.’ ὁ δὲ μειδιάσας ‘ κύβδ᾽, ἔφη, τριωβόλου.’ ‘τίς δ᾽ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ᾽ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;’ Στρατοκλῆς δύ᾽ ἐρίφους προῖκ᾽ ἐδίδου τοῖς γνωρίμοις λοπάδας δ᾽ ἐνάλμους ἐπισυνήρτυεν, δοκῶν καὶ διψᾶν ὑποδιπλοῦσθ᾽ ἂν εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. Γνάθαινα δ᾽ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς, ‘Στρατοκλῆς ἐπ᾽ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.’ ἰδοῦσ᾽ ἔφηβον ἡ Γνάθαιν᾽ ἰσχνὸν πάνυ καὶ μέλανα λεπτὸν θ᾽, ὡς ἔοιχ᾽, ὑπερβολῇ καὶ λαπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον,


    ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως
    τοῦ μειρακίσκου καὶ τυραννικώτερον
    αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ [p. 134]
    θυγατρὶ μετ᾽ αὐτῆς συμπορευομένῃ λέγει: “
    δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ
    ... ” λέγουσι Ποντικόν τι μειρακύλλιον
    ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
    πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
    αὐτῷ παρασχεῖν τὴν δὲ τοῦτ᾽ εἰπεῖν “τάλαν,
    ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε
    τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;”

44. καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει :


    εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
    σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ᾽ ὢν ἐτῶν,
    Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
    μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
    τὸ τ᾽ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
    ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον
    τῆς νυκτός, ἡ Γνάθαινα δ᾽ εἰς τὴν πορφύραν
    καὶ τὰ δόρατ᾽ ἀποβλέψασα δραχμὰς χιλίας
    ἔταξεν. ὁ δ᾽ ἄφνω καιρίμην πληγεὶς ‘παπαῖ,
    ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ:
    μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
    καὶ στρῶσον ἡμῖν ἔνδον.’ ἡ δ᾽ ἐπιδέξιον
    βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο,
    εἶπεν δέ: ‘μοὶ μὲν δὸς ὅσον ἐπιθυμεῖς, πάτερ: [p. 136] οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ᾽ ὅτι
    εἰς νύκτ᾽ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.’
    ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ᾽ εὐφυής,
    καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
    οὐκέτι θ᾽ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
    τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
    τὸν ὑποκριτὴν τότε δ᾽ ὄντος ἐν ἀποδημίᾳ,
    ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
    οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
    μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
    πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
    ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
    ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
    κατεσχόλαζε τῆς Γναθαινίου λέγων,
    ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ᾽ ὑπ᾽ αὐτῆς πεντάκις.
    μετὰ ταῦτ᾽ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς.
    ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
    ὀργιζόμενος πικρῶς τε λοιδορούμενος
    παρὰ τὸν πότον ταῦτ᾽ ἔλεγε τῇ Γναθαινίῳ,
    αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
    τούτου παρ᾽ αὐτῆς μηδέποτε τοῦ σχήματος,
    ἐν τῷδε δ᾽ ἑτέρους ἐντρυφᾶν μαστιγίας.

ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον ‘ περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον διὰ τοῦθ᾽ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, [p. 138] ἐφιλοσόφησά θ᾽, ἵν᾽ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.’ ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθ᾽ ὁ τραγῳδὸς ‘ οὐχ ὁρᾷς, Γνάθαιν᾽, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;’ ἡ γραῦς δ᾽ ἀγανακτήσασα ‘ τάλαν, ἔφη, τέκνον περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.’ ἡ δ᾽ εἶπε ‘ μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ᾽ ἔχειν.’ πανηγύρεως οὔσης ποθ᾽ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ᾽ ἀστράβης, τὰ πάντ᾽ ἔχουσ᾽ ὀνάρια μεθ᾽ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων [p. 140]


    ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
    ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε
    ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
    ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
    σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’
    Γναθαίνιον δ᾽ εἶπ᾽ “ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ:
    οὐδέποτε γὰρ τοῦτ᾽ ἐστί σοι πεπραγμένον.”

45.


    ἑξῆς δὲ καὶ ταῦτ᾽ ἀναγράφει:
    Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
    Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
    πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
    ἔχοντ᾽: ‘ ἀπόκριναι, φησίν, ὦ ποιητά μοι,
    τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ‘ἔρρ᾽,
    αἰσχροποιέ’ ;’ καταπλαγεὶς δ᾽ Εὐριπίδης
    τὴν τόλμαν αὐτῆς ‘σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
    οὐκ αἰσχροποιός;’ ἡ δὲ γελάσασ᾽ ἀπεκρίθη: ‘τί
    δ᾽ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;’
    ἡ Γλυκέριον λαβοῦσα παρ᾽ ἐραστοῦ τινος
    Κορίνθιον παράπηχυ καινὸν λῄδιον
    ἔδωκεν εἰς γναφεῖον: εἶτ᾽ ἐπεὶ τέλος
    ἔδοξ᾽ ἔχειν, πέμψασα τὴν θεραπαινίδα
    τὸ μισθάριον ἔχουσαν ἐκέλευ᾽ ἀποφέρειν
    θοἰμάτιον. ὁ γναφεὺς δ᾽ εἶπεν: ‘ἂν γ᾽ ἐλᾳδίου
    ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, [p. 142]
    κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.’
    ἡ δ᾽ ὡς ἀπήγγειλ᾽, ὦ τάλαιν᾽, εἶπεν, κακῶν
    ἡ Γλυκέριον, ‘ μέλλει γὰρ ὥσπερ μαινίδας
    ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.’

ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ᾽ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δ᾽ Αἴξ, ὅτι τὸν μέγαν δὴ κατέφαγεν ἐραστήν ποτε Θαλλὸν παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δ᾽ ἐκείνην τὴν γυναῖκ᾽ ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἣν ποτ᾽ ἠξίου λαβεῖν ὁ Δημοφῶν. ἡ δ᾽ εἶπε γελάσασ᾽ ‘εὖ γ᾽, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ᾽ ἐμοῦ, φίλτατε.’ Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα Κορώνη δ᾽ ἐπεκαλεῖτο τοὔνομα, διέλυεν ἡ Γνάθαιν᾽. ἐρωτηθεῖσα δὲ τί διαφέρονται ‘τί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλ᾽ ἡ Κορώνης, ἕτερ᾽ ἐκείνη μέμφεται.’ Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε [p. 144] γενόμενον. αὕτη δ᾽ ὀψὲ τῆς ὥρας ποτὲ


    εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
    Πτολεμαῖον εἰώθει δὲ συμπίνειν αἰεὶ
    αὐτῷ. λέγει δ᾽ οὖν ὑστεροῦσα παρὰ πολύ: ‘Πτολεμαῖε,
    διψῶ, φησί, παππία, σφόδρα:
    ἀλλ᾽ ἐγχεάτω μοι τέτταρας κοτύλας πιεῖν
    εἰς τὴν μεγάλην.’ ἔπειτεν ὁ βασιλεὺς λέγει: ‘
    εἰς τὴν λεκάνην μὲν οὖν δοκεῖς γάρ μοι πολύν,
    Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.’
    Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν:
    κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
    ὁ Μοίριχος ‘ μέγ᾽, εἶπεν οὐ πρῴην δύο
    χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;’
    ‘ περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ
    βινητιάσω, καὶ τοσοῦτον λήψομαι.’
    Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
    αὐτὴν ποτ᾽ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
    παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον
    μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν
    πρὸς τὸν μετιόντα παῖδα: “ Πύθων, φήσ᾽, ἐπεὶ
    ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
    ἐπ᾽ αἴγει᾽ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.”

46. [p. 146] μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων. αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λε᾽, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, ... τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην αὕτη δὲ ἦν γναφέως θυγάτηρ. ἄγραφοι δ᾽ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλίς, Θαυμάριον, Θεόκλεια αὕτη δ᾽ ἐπεκαλεῖτο Κορώνη, Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς, τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ. ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον λθειν πρὸς τὴν Γνάθαιναν. κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἡ δὲ ‘τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;’ σφόδρα δ᾽ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα. [p. 148] καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ᾽ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι : διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα ‘ τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων. σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικά σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως ἐρωτικά μηθὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας’ κατὰ γὰρ τὸν Ἀγάθωνα:


    γυνὴ τοι σώματος δι᾽ ἀργίαν
    ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.

47. Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν ὁ Λυγκεύς. παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, ‘ χαριέντως γ᾽, ὁ ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι.’ ‘τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;’ ‘τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.’ Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, ‘ὁ λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.’ ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ [p. 150] εἰπόντος ὅτι ἑκκαιδεκαέτης, ‘μικρός γε, ἔφη, ὡς τοσούτων ἐτῶν.’ νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον ‘ θάρρει, παιδίον οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ᾽ ἀργυρίτης.’ ὡς δ᾽ ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλ᾽ ἐφοίτα μόνον, ‘ παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει αἰεὶ φοιτήσειν;’ Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ ‘εἰ δὲ λίθον, ἔφη, εἶχες,’ ‘ ἀποψήσασθαι ἄν σοι ἔδωκα.’ ἐτύγχανεν δὲ ἡ μὲν αἰτίον ἔχουσα λιθιᾶν, ἡ δὲ κοιλίαν προπετεστέραν ἔχειν. τῶν δὲ πινόντων παρ᾽ αὐτῇ συμβαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης ἐν τῷ καθαίρειν εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη ‘ κολποφακῆν διανοεῖται ποιεῖν.’ Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ᾽ ἀγῶνός τινος, ἐν ᾧ τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ᾽ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ‘ ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.’ πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ᾽ Ἑλλησπόντου ‘ πῶς [p. 152] οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ;’ τοῦ δ᾽ εἰπόντος ‘εἰς ποίαν;’ ‘εἰς Σίγειον’ εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγγείου ᾠὰ εἰπόντος τε ‘ ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά;’ ‘ ἔγχαλκα, ἔφη παιδίον.’ Χαιρεφῶντος δ᾽ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ ἡ Γνάθαινα ‘λαβέ, ἔφησεν, ὑπερήφανε.’ καὶ ὃς ‘ ἐγὼ ὑπερήφανος;’ ‘τίς δὲ μᾶλλον,’ εἶπεν ἡ Γνάθαινα, ‘ὃς οὐδὲ καλούμενος ἔρχῃ;’ Νικὼ δὲ ἡ Αἲξ ἐπικαλουμένη, φησὶν ὁ Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ ἐξ ἀρρωστίας, ‘ὡς ἰσχνός’ ἔφη. ‘τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;’ ‘ ἤτοι τὴν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα.’ 48.

Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, ‘ καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.’ διαπηδῶντος δ᾽ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην ‘ πρόσεχε, φησί, μὴ ἀνατραπῇς.’ τοῦτο ἱστορεῖ Ἡγήσανδρος. Ἀριστόδημος δ᾽ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων ‘ Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας: ἀναγωγότερον οὖν τοῦ στρατιώτου [p. 154] λάκκον αὐτὴν εἰπόντος ' πῶς; ἔφησεν: ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; ' ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν: ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, ' εἰ ταῦτ᾽ εἴχεθ᾽ ὑμεῖς εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.'’

ἐμμελὴς δ᾽ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι: ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ᾽ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων. ἀνέγραψε δ᾽ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο: ‘ ὅδε ὁ νόμος ἴσος ἐγράφη καὶ ὅμοιος,’ στίχων τριακοσίων εἴκοσι τριῶν. 49. Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα ‘πόθεν οὗτοι, τάλαν;’ εἶπε. καὶ ὃς ‘παιδὸς ὄντος μου ζωμὸς κατεχύθη.’ ἡ δὲ ‘ δηλαδὴ μόσχειος.’ Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα [p. 156] γάλα παρεκάλει ῥοφῆσαι: ὁ δ᾽ ‘οὐ θέλω’ εἶπεν. ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. ἡ δὲ ‘ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.’ Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ‘ ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.’ Λεόντιον κατακειμένη μετ᾽ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δ᾽ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ‘ἡ ὑστέρα με λυπεῖ’ ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. ἡ δ᾽ ‘οὐ δύναμαι’ εἶπε : ‘πηλὸς ἐστι.’ Θαῒς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν: ‘ Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.’ Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην ‘ λαβέ, εἶπε, καὶ ταῦτα τράγε.’ ὁ πέμψαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, ‘ μικρὸς ὡς πολλῶν ἐτῶν’ ἔφη. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, [p. 158] εἶπεν ‘ ὅτι ψυχαγωγοῦσιν.’ μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ᾽ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ‘ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.’ φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν ‘Ἀφροδίσιον εἶ Πραξιτέλους:’ ἡ δὲ ‘σὺ δ᾽ Ἔρως Φειδίου.’ 50. ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν ἢ κατηγοροῦντας ἢ ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης. καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος ὁ Κρατήτειος ἐν σ᾽ Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. μνημονεύει δ᾽ αὐτῆς Ἀντιφάνης ἐν Ἀρκάδι καὶ ἐν Κηπουρῷ, ἐν Ἀκεστρίᾳ, ἐν Ἁλιευομένῃ, ἐν Νεοττίδι, καὶ Ἄλεξις ἐν Κλεοβουλίνῃ καὶ Καλλικράτης ἐν Μοσχίωνι. περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν [p. 160] Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ᾽ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί: ‘ καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.’ ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν ὁ προειρημένος Ἀπολλόδωρός φησι: ‘ Σταγόνιον καὶ. Ἄνθις ἀδελφαί: αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.’ Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα Σ35 φησὶν Ἀφύην ἐπικληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. ὁ δ᾽ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει: ‘ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων.’ ἄδηλον εἰ αὕτη ἐστὶν ἡ Ἁρπάλῳ συνοῦσα: περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν: ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους βασίλισσαν προσαγορευομένην: : ἀπειρῆσθαί τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν ἑαυτοῦ. τὰ ὅμοια δ᾽ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς [p. 162] περὶ Ἀλέξανδρον Ἱστορίαις. ὁ δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος, φησίν:


    καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
    αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας Σ35
    σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
    β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν: ἔσται δ᾽ ἴσως
    αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

51. Λυσίας δ᾽ ἐν τῷ πρὸς Λαίδα, εἴ γε γνήσιος ὁ λόγος, τούτων μνημονεύει: ‘ Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.’ μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν. οὐ γὰρ εὑρίσκομεν παρ᾽ οὐδενὶ ι Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου ἢ Φιλυλλίου Ἄντειά ἐστιν, καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς, ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων ὁ Λυσίας, εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν Ἀντικύρας. ἐπώνυμον δ᾽ ἐστὶ τοῦτο ἑταίρας: τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῷ περὶ [p. 164] Ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος ἀποθνῄσκων κατέλιπεν αὐτῇ πολὺν ἐλλέβορον, ἄλλο δὲ οὐδέν. καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ ῾ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι. ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ᾽ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ᾽ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος, ἀλλ᾽ ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως:


    ἑωθινὸς γάρ, πρίν τιν᾽ αὐλιτῶν ὁρᾶν,
    θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
    εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.

μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως


    Νάννιον δὲ μαίνεται
    ἐπὶ τῷ Διονύσῳ,

κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δ᾽ ἐν Ψευδηρακλεῖ φησιν


    οὐκ ἐπείρα Νάννιον;

Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν ‘ προσκήνιον, [p. 166] φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνη τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.’ καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην:: ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως, 52. καὶ ' Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β᾽ λέγων οὕτως: ‘ ὥστε Λαὶς μὲν ἡ δοκοῦσα πασῶν τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ... ’ Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων: [p. 168]


    ἔπειτα τῆς αὐτῆς ὁδοῦ
    πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
    αὐτὴν κέλευε, φησί, καὶ παρ᾽ ' Ὠκίμου
    χαλκώματα.

Μένανδρος δ᾽ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας:


    Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
    καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.

Φιλέταιρος ἐν Κυναγίδι:


    οὐχὶ Κερκώπη μὲν ἤδη γέγον᾽ ἔτη τρισχίλια,
    ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
    Θεολύτην δ᾽ οὐδ᾽ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
    οὐχὶ Λαὶς μὲν τελευτῶσ᾽ ἀπέθανεν βινουμένη,
    Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
    Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω:
    περὶ δὲ Ναίδος σιωπῶ: γομφίους γὰρ οὐκ ἔχει.

Θεόφιλος Φιλαύλῳ::


    τοῦ μὴ ποτ᾽ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
    φερόμενον ἢ Μηκωνίδ᾽ ἢ Σισύμβριον
    ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
    ὧν ἐμπλέκουσι τοῖς λίνοις σ᾽ αἱ μαστροποί, ...

ἢ Ναύσιον ἢ Μαλθάκην.14” 53. [p. 170] τοσαῦτ᾽ εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος “μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ὁ Ἐρατοσθένης ἔφη. κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων ἐπ᾽ ἄλλο δ᾽ εἶδος μεταβήσομαι λόγων, καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου: ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος: ‘ μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι,’ ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν


    γραμμοδιδασκαλίδην, ὁ ἀναγωγότατον ζωόντων.

οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἡ δὲ οὐδ᾽ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν ὥστ᾽ ἐκεῖνον πολλὴν [p. 172] φροντίδα ποιούμενον αὐτῆς τοῦτ᾽ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν. 54. Λαίδος τε τῆς ἐξ Ὑκκάρων πόλις δ᾽ αὕτη Σικελική, ἀφ᾽ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν πρὸς Τίμαιον ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων ᾗ καὶ Ἀφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων οὐχ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Ἀρισταγόρας δευτέρῳ; Ἀπελλῆς δὲ ὁ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον. χλευασάντων δ᾽ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ᾽ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, ‘μὴ θαυμάσητε, εἶπεν ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ᾽ οὐδ᾽ ὅλην τριετίαν καλὴν δείξω.’ τὸ δ᾽ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ‘ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα: οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος.’ οὕτω δ᾽ ἦν ἡ [p. 174] Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα, διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ᾽ ὑβριστικῶς αὐτοῖς χρωμένη. 55. Ἀρίστιππος δὲ κατ᾽ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις: καὶ ὀνειδιζόμενος ὑπὸ Ἱκέτου ὅτι ‘σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἡ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται,’ ἀπεκρίνατο: ‘ ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος.’ τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ ‘Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ, ἢ κύνιζε οὖν, ‘τί δὲ ὡς ἐγώ, ἢ πέπαυσο’ καὶ ὁ Ἀρίστιππος: ‘ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι;’ ‘οὐ γάρ’ ἔφη. ‘τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν; οὐδὲ τοῦτο ἔφη. οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾗ πολλοὶ κέχρηνται.’ Νυμφόδωρος δ᾽ ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν ἐν [p. 176] Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δ᾽ ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων


    εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
    β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
    Κορίνθιαι:: Λαῒς μὲν ἡδὶ Μεγακλέους.

Τίμαιος δ᾽ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων: καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. δείκνυσθαι δ᾽ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε:


    τῆσδὲ ποθ᾽ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
    Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου,
    Λαίδος: ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος:
    κεῖται δ᾽ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.

αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ,56. [p. 178] Ἀριστοτέλης δ᾽ ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα; ὡς καὶ ᾄδειν εἰς αὐτὴν τάδε:


    Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην,
    ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
    ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
    πρωτοπόρου, δι᾽ ὅσης ἤλθετε πυρκαιῆς.

Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, οὐχ ἕνεκεν Ἀσπασίας—ου᾽ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης—καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα; ἦν δ᾽ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής: ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ [p. 180] Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους. Ἀντισθένης δ᾽ ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν Ἀσπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ᾽ αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὐτῆς πλείονα ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευεν. καὶ Κίμωνος δ᾽ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ᾽ ὕστερον ἐκδοθείσης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ ' Ἐλπινίκῃ μιχθῆναι. Πυθαίνετος δ᾽ ἐν τρίτῳ περὶ Αἰγίνης Περίανδρόν φησιν ἐξ Ἐπιδαύρου τὴν Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα Πελοποννησιακῶς ἠσθημένην ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις ἐρασθέντα γῆμαι. Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ᾽ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία: ἣν Ὀλυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.’” 57. καὶ ὁ Οὐλπιανός, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς [p. 182] εἰρημένον τὸν τίγριν. ‘ Φιλήμονα γὰρ οἶδα τοῦτ᾽ εἰρηκότα ἐν Νεαίρᾳ:


    ὥσπερ Σέλευκος δεῦρ᾽ ἔπεμψε τὴν τίγριν,
    ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
    ἡμᾶς τι παρ᾽ ἡμῶν ἀντιπέμψαι θηρίον.
    β. τρυγέρανον οὐ γὰρ γίγνεται τοῦτ᾽ αὐτόθι.



πρὸς ὃν ὁ Μυρτίλος ἔφη: “ ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους ἢ τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, ‘ Φοῖνιξ ἄττα γεραιέ.’ μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως


    ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν ἐλάνθανον
    πάλαι περιπατῶν ἀνδριάς, 6 ἀλέτων ὄνος,
    ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.

ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον. 58. Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως: ‘Ἐπαμινώνδας δ᾽ ὁ Θηβαῖος σεμνότερον [p. 184] μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.’ Ὑπερείδης δ᾽ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ᾽ ἐν Ἐλευσῖνι, ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτὴν ἐποιήσατο, ὡς Ἰδομενεὺς ἱστορεῖ. ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν. 59. ἦν δ᾽ ἡ Φρύνη ἐκ Θεσπιῶν. κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν: διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησιν Ἕρμιππος. ὁ δὲ Ὑπερείδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισιδαιμονῆσαί [p. 186] τε ἐποίησεν τοὺς δικαστὰς καὶ τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. καὶ ἀφεθείσης ἐγράφη μετὰ ταῦτα ψήφισμα μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπόμενον τὸν κατηγορούμενον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. ἦν δὲ ὄντως μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις. διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνὴν ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις. τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε τῇ θαλάττῃ: καὶ ἀπ᾽ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην Ἀφροδίτην ἀπεγράψατο. καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ᾽ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε:


    Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα,
    ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
    Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ βάλλω
    οὐκέτ᾽ ὀιστεύων, ἀλλ᾽ ἀτενιζόμενος.

ἐκλογὴν τε αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν, εἴτε τὸν Ἔρωτα θέλοι λαβεῖν εἴτε τὸν ἐπὶ Τριπόδων Σάτυρον. ἡ δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν αὐτὸν [p. 188] ἐν Θεσπιαῖς. αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ: κατεσκεύασε δ᾽ αὐτὸν Πραξιτέλης, ὃν καὶ θεασάμενος Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνάθημα. ἕστηκε δὲ καὶ ἡ εἰκὼν αὕτη μέση τῆς Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως καὶ τῆς Φιλίππου τοῦ Ἀμύντου, ἔχουσα ἐπιγραφὴν ‘ Φρύνη Ἐπικλέους Θεσπική,’ ὥς φησιν Ἀλκέτας ἐν β# περὶ τῶν ἐν Δελφοῖς Ἀναθημάτων. 60. Ἀπολλόδωρος δ᾽ ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι ‘Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα,’ ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν. εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς ὁ κωμικὸς ἐν Νεαίρᾳ πρόκειται τὸ μαρτύριον καὶ Ἄμφις ἐν Κουρίδι. παρεσίτει δὲ [p. 190] τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν Ἀρεοπαγιτῶν, ὡς καὶ Σάτυρος ὁ Ὀλύνθιος ὑποκριτὴς Παμφίλῃ. Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ᾽ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Ποσείδιππος δ᾽ ὁ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς


    Φρύνη ποθ᾽ ἡμῶν γέγονεν ἐπιφανεστάτη
    πολὺ τῶν ἑταιρῶν, καὶ γὰρ εἰ νεωτέρα
    τῶν τότε χρόνων εἶ, τὸν γ᾽ ἀγῶν᾽ ἀκήκοας.
    βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
    τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος,
    καὶ τῶν δικαστῶν καθ᾽ ἕνα δεξιουμένη
    μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.

61. ἴστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν: ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών ‘οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα;’ καὶ Βίων δ᾽ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὣς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς. Σοφοκλῆς δ᾽ ὁ τραγῳδιοποιὸς ἤδη [p. 192] γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας. ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν


    κλῦθί μευ εὐχομένου, Κουροτρόφε: δὸς δὲ γυναῖκα
    τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν,
    ἡ δ᾽ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
    ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.

ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων. τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως: :


    φίλη γὰρ ἡ Θεωρίς.

ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν Ἡγήσανδρος, Ἀρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη: ‘ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφων κάθηται.’ 62. ἀλλὰ μὴν καὶ Ἰσοκράτης ὁ τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ Λαγίσκαν, ὁ ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς. Δημοσθένης δ᾽ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ἥττητο δὲ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν [p. 194] ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ: καθάπερ καὶ Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας. τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος ὁ λόγος, ἐρωμένην φησὶ γενέσθαι Φιλωνίδου γράφων ὧδε: ‘ ἔστιν οὖν γυνὴ ἑταίρα Ναῒς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ ο Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ᾽ ἐρᾶν φησιν.’ μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ. μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν ᾧ λέγει:


    ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;

γραπτέον Ναὶς καὶ οὐ Λαΐς. Ἕρμιππος δ᾽ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δ᾽ αὐτῆς Στράττις ἐν τούτοις:


    καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
    ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι,
    τὸν τ᾽ αὐλοτρύπην αὐτὸν εἶθ᾽ ἥκειν ταχύ.

καὶ Λυσίας δ᾽ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος ὁ λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις: ‘ Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.’ 63. [p. 196] Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος, αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι᾽ ἐκείνων, ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι: ἀλλ᾽ αἰδοῖ τοῦτ᾽ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δ᾽ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι᾽ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς, παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. τοιγαροῦν καὶ ὁ γραμματεὺς ποτ᾽ αὐτοῦ εἶπε ‘τί δ᾽ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.’ ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι. 64. Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν ὁ βασιλεὺς ὁ τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος ὁ Δαμασκηνός. Πτολεμαῖός τε [p. 198] ὁ τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν συγκατέφυγεν καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων ἡ Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἔρραινεν τοῦ αἵματος τοὺς βωμούς, ἕως καὶ αὐτὴν κατέσφαξαν. Δανάην δὲ τὴν Λεοντίου τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ὁ ἐπὶ τῆς Ἐφέσου: δι᾽ ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, ἡ δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης λέγων τάδε: ‘ἡ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ᾽ αὐτῆς τὰ πάντα, Λεοντίου δ᾽ οὖσα τῆς μετ᾽ Ἐπικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα ἡ Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν. ὁ δὲ συλλαβὼν καὶ προσποιηθεὶς συγχωρεῖν περὶ ὧν λέγει δύ᾽ ἡμέρας παρῃτήσατο εἰς σκέψιν: καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφεσον. μαθοῦσα δὲ ἡ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη. τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὸν ἐπηρτημένον [p. 200] αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ᾽ ἀποκρίσεως αὐτὴν ἀξιῶσαι : ἀπαγομένην τε ἐπὶ τὸν κρημνὸν εἰπεῖν ὡς δικαίως οἱ πολλοὶ καταφρονοῦσι τοῦ θείου, ὅτε ' ἐγὼ μὲν τὸν γενόμενόν μοι ἄνδρα σώσασα τοιαύτην χάριτα παρὰ τοῦ δαιμονίου λαμβάνω, Λαοδίκη δὲ τὸν ἴδιον ἀποκτείνασα τηλικαύτης τιμῆς ἀξιοῦται.'’ ὁ δ᾽ αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως: ‘ Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν: ἥτις ὑπὸ Γαλατῶν Σελεύκου νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λαβοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς Ῥόδον: ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῷ Σελεύκῳ διεπέμφθη.’ 65. Δημήτριος δ᾽ ὁ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δι᾽ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος: ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος. Νικαρέτη δὲ ἡ ἑταίρα ἐρωμένη ἦν Στεφάνου τοῦ ῥήτορος, Λυσίου δὲ τοῦ σοφιστοῦ Μετάνειρα. ἦσαν δὲ αὗται δοῦλαι Κασίου τοῦ [p. 202] Ἠλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, Ἀντείας, Στρατόλας, Ἀριστοκλείας, Φίλας, Ἰσθμιάδος, Νεαίρας. ἡ δὲ Νέαιρα ἦν ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ Ἱππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς. τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παρ᾽ ἡμέραν, διαιτητῶν γενομένων φίλων, Φρυνίων καὶ στέφανος ὁ ῥήτωρ: ὃς καὶ τὴν τῆς Νεαίρας θυγατέρα Στρυμβήλην τὴν ὕστερον Φανὼ κληθεῖσαν ὡς ἰδίαν θυγατέρα ἐξέδοτο Φράστορι τῷ Αἰγιλιεῖ, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει: ‘Ἀρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε: καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι Σινώπῃ τῇ ἑταίρᾳ Ἁλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ Ἐλευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα μὴ θύειν, οὐδὲ ἐκείνου οὔσης τῆς θυσίας, ἀλλὰ τῆς ἱερείας.’ 66. διαβόητος δ᾽ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς [p. 204] Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. ὁ δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον. καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου, ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν, ἐφ᾽ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα, μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις:


    συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
    εὐήθης ξείνων δέκτρια Πασιφίλη.

ὅτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν: ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς. 67. Ἅρπαλος δ᾽ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν ‘ ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς [p. 206] ταφάς, ὥς φησι Ποσειδώνιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν, τεχνιτῶν τῶν ἐπισημοτάτων χορῷ μεγάλῳ καὶ παντοίοις ὀργάνοις καὶ εὐφωνίαις παρέπεμπε τὸ σῶμα.’ Δικαίαρχος δ᾽ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι: ‘ ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ᾽ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην. καὶ γὰρ ἐνταῦθα καταστὰς οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆς ' Ἀθηνᾶς ἀφορώμενος νεὼς καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ᾠκοδομημένον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν ἂν σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἤ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι, καὶ μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. πάλιν δ᾽ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;’ Θεόπομπος δ᾽ ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησὶν ‘ ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν, ἣ Βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾴττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν [p. 208] πορνείαν ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν, ἀπὸ πλειόνων δὲ ταλάντων ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς: ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ᾽ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησιν, τὸ δ᾽ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον. ἣν γὰρ πάντες ᾔδεσαν κοινῆς δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καί τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.’ μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ :


    βασίλισσ᾽ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ:
    τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.

μνημονεύει δ᾽ αὐτῆς καὶ Ἄλεξις ἐν Λυκίσκῳ. 68. μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. ‘ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. παρέδωκέν τε αὐτῇ [p. 210] κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ περιορᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.’ συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ Ὑδάσπου ποταμοῦ, εἴτε Πύθων ἦν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεύς, ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρ᾽ αὐτῷ καὶ τοῖς Ἀθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ Ἁρπάλου, λέγων ὧδε:


    ἔστιν δ᾽, ὅπου μὲν ὁ κάλαμος πέφυχ᾽ ὅδε,
    ὀχύρωμ᾽ ἄορνον. οὑξ ἀριστερᾶς δ᾽ ὅδε
    πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
    τεύξας κατέγνω διὰ τὸ πρᾶγμ᾽ αὑτοῦ φυγήν.
    ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
    ὁρῶντες αὐτὸν παγκάκως διακείμενον [p. 212]
    ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
    τὴν Πυθιονίκης.

Παλλίδην δ᾽ ἐνταῦθα ἐκάλεσε τὸν Ἅρπαλον. ἐν δὲ τοῖς ἑξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν:


    ἐκμαθεῖν δέ σου ποθῶ
    μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
    τίνες τύχαι κατέχουσιν ἢ πράττουσι τί.
    α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
    ἱκανὸν ἐδείπνουν: νῦν δὲ τὸν χέδροπα μόνον
    καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ᾽ οὐ μάλα,
    β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
    αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
    σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
    α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν: ἔσται δ᾽ ἴσως
    αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

69. ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις: Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ᾽ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. ῾ Ἡρόδοτος δ᾽ αὐτὴν Ῥοδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν [p. 214] Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων.., εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰσωπείᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε:


    Δωρίχα, ὀστέα μὲν σ᾽ ἁπαλῆς κόσμησ᾽ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
    ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
    σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
    Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
    ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες,
    οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει
    ἔστ᾽ ἂν ἴῃ Νείλου ναῦς ἔφαλος τενάγη. καὶ Ἀρχεδίκη δ᾽ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας. 70. καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ποιητρίας ὁμώνυμος ἑταίρα Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νυμφόδωρος ἐν Περίπλῳ [p. 216] Ἀσίας. Νικαρέτη δὲ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ἕνεκα καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ᾽ ἡ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ᾽ ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος:: ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ᾽ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα καὶ Δίδραχμον διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.

ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν “ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος ὁ Μιλήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς Ἐρωτικοῖς, τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὁ μὲν ἐν ἐλεγείοις, ὁ δ᾽ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν. παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν Ἑρμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον: ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία [p. 218] βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων 71.


    οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
    ' Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην Ἁιδόθεν
    ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
    ἔνθα Χάρων κοινὴν ἕλκεται εἰς ἄκατον
    ψυχὰς οἰχομένων, λίμνῃ δ᾽ ἐπὶ μακρὸν ἀυτεῖ
    ῥεῦμα διὲκ μεγάλων ῥυομένῃ δονάκων.
    ἀλλ᾽ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
    Ὀρφεύς, παντοίους δ᾽ ἐξανέπεισε θεούς:
    κωκυτὸν τ᾽ ἀθέμιστον ὑπ᾽ ὀφρύσι μηνίσαντα
    εἶδε, καὶ αἰνοτάτου βλέμμ᾽ ὑπέμεινε κυνός,
    ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ᾽ ὄμμα
    σκληρόν, τριστοίχοις δεῖμα φέρον κεφαλαῖς.
    ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
    Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.

οὐ μὴν οὐδ᾽ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν


    Μουσαῖος, Χαρίτων ἤρανος, Ἀντιόπην:

ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν


    εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, [p. 220]

Ῥάριον ὀργειῶνα νόμῳ διαπομπεύουσα


    Δήμητρα, γνωστὴ δ᾽ ἐστὶ καὶ εἰν Ἀίδῃ.

φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον


    Ἡσίοδον, πάσης ἤρανον ἱστορίης,

Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ᾽ Ἑλικωνίδα κώμην


    ἔνθεν ὃ γ᾽ Ἠοίην μνώμενος Ἀσκραικὴν

πόλλ᾽ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους


    ὑμνῶν, : ἐκ πρώτης παιδὸς ἀνερχόμενος.

αὐτὸς δ᾽ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει


    ἥδιστον πάντων δαίμονα μουσοπόλων,

λεπτυνθεὶς Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος


    ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης:

ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,


    πολλὸν ἀπ᾽ εὐρείης λειπόμενος πατρίδος:

ἔκλεε δ᾽ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου


    καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων:

Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς


    ἦχον καὶ μαλακοῦ πνεῦμ᾽ ἀπὸ πενταμέτρου, [p. 222]

καίετο μὲν Ναννοῦς: πολιῷ δ᾽ ἐπὶ πολλάκι λωτῷ


    κημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.

ἤρεθε δ᾽ Ἑρμόβιον τὸν ἀεὶ βαρὺν ἠδὲ Φερεκλῆν


    ἐχθρόν, μισήσας οἷ᾽ ἀνέπεμψεν ἔπη.

Λυδῆς δ᾽ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος


    πληγεὶς Πακτωλοῦ ῥεῦμ᾽ ἐπέβη ποταμοῦ

ἀδρανίῃ δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν


    κλαίων, αἰάζων δ᾽ ἦλθεν ἀποπρολιπὼν

ἄκρην ἐς Κολοφῶνα γόων δ᾽ ἐνεπλήσατο βίβλους


    ἱράς, ι ἐκ παντὸς παυσάμενος καμάτου.

Λέσβιος Ἀλκαῖος δέ, πόσους ἀνεδέξατο κώμους,


    Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,

γινώσκεις, ὁ ο ἀοιδὸς ἀηδόνος ἠράσαθ᾽ ὕμνων


    Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.

καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφημίλλητ᾽ Ἀνακρείων


    στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσιν:

φοίτα δ᾽ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ᾽ - αὐτὴν


    οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα, [p. 224]

Λέσβον ἐς εὔοινον: τὸ δὲ Μύσιον εἴσιδε Λέκτον


    πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.

Ἀτθὶς δ᾽ οἷα μέλισσα πολυπρήωνα Κολώνην


    λείπουσ᾽ ἐν τραγικαῖς ᾖδε χοροστασίαις

Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος Ἠριγόνης τε ἅς ποτε γηραιῷ Ζεὺς ἔπορεν Σοφοκλεῖ . φημὶ δὲ καὶ κεῖνον τὸν ἀεὶ πεφυλαγμένον ἄνδρα


    καὶ πάντων μῖσος κτώμενον ι ἐκ συνοχῶν

πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα


    τόξου νυκτερινὰς οὐκ ἀποθέσθ᾽ ὀδύνας::

ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας


    αἰάζων, μέθεπεν δ᾽ Ἀρχέλεω ταμίην

εἰσόκε δὴ δαίμων Εὐριπίδη εὕρετ᾽ ὄλεθρον,


    Ἀρριβίου στυγνῶν ἀντιάσαντι κυνῶν.

ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι


    Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην [p. 226]

Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς


    Ὀρτυγίην ταύτης ἦλθε διὰ πτόλεως,

γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείη:


    αὐτοῖς μηλείοις θήκαθ᾽ ὑπὸ προγόνοις.

οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται


    Κῷοι χάλκειον στῆσαν ὑπὸ πλατάνῳ

Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλίταν


    ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.

οὐδὲ μὲν οὐδ᾽ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο


    ἀνθρώπων, σκοτιὴν μαιόμενοι σοφίην,

οὓς αὐτὴ περὶ πυκνὰ λόγοις ἐσφίγξατο μῆτις


    καὶ δεινὴ μύθων κῆδος ἔχουσ᾽ ἀρετή,

οὐδ᾽ οἵδ᾽ αἰνὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν


    μαινόμενον, δεινὸν δ᾽ ἦλθον ὑφ᾽ ἡνίοχον.

οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς


    Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης ι

εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ


    βαιῇ ἐνὶ σφαίρῃ πάντ᾽ ἀπομασσόμενον.

[p. 228] οἵῳ δ᾽ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων


    ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ

Κύπρις μηνίουσα πυρὸς μένει, ἐκ δὲ βαθείης


    ψυχῆς κουφοτέρας ἐξεπόνησ᾽ ἀνίας,

οἰκί᾽ ἐς Ἀσπασίης πωλεύμενος : οὐδέ τι τέκμαρ


    εὗρε, λόγων πολλὰς εὑρόμενος διόδους.

ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν 'Ἰσθμοῦ


    δεινός, ὅτ᾽ Ἀπιδανῆς Λαίδος ἠράσατο

ὀξὺς Ἀρίστιππος, πάσας δ᾽ ἠνήνατο λέσχας


    φεύγων, οὐδαμινόν τ᾽ ἐξεφόρησε βίον.

72. ἐν τούτοις ὁ Ἑρμησιάναξ σφάλλεται συγχρονεῖν οἰόμενος Σαπφὼ καὶ Ἀνακρέοντα, τὸν μὲν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δὲ κατ᾽ Ἀλυάττην τὸν Κροίσου πατέρα. χαμαιλέων δ᾽ ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ Ἀνακρέοντος τάδε:


    σφαίρῃ δεῦτέ με πορφυρέῃ
    βάλλων χρυσοκόμης Ἔρως
    νήνι ποικιλοσαμβάλῳ
    συμπαίζειν προκαλεῖται,
    ἡ δ᾽, ἐστὶν γὰρ ἀπ᾽ εὐκτίτου
    Λέσβου, τὴν μὲν ἐμὴν κόμην,
    λευκὴ γάρ, καταμέμφεται,
    πρὸς δ᾽ ἄλλην τινὰ χάσκει. [p. 230]

καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν


    κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες
    ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
    Τήιος χώρας ὃν ἄειδε τερπνῶς
    πρέσβυς ἀγαυός.

ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ ἔρωτος, καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα. ταῦθ᾽ ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως ἐρωτομανὴς ὡς διαβάλλων μ᾽ εἴρηκεν ὁ Κύνουλκος, ἀλλ᾽ ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ.


    τίς δ᾽ ἔστ᾽ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
    ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε;

Αἰσχύλος ἔφη ὁ Ἀλεξανδρεὺς ἐν Ἀμφιτρύωνι. οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνὴρ εὐπαίδευτος. 73. ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω: [p. 232]


    τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
    ἣν οὐδ᾽ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
    ὅση πέφυκε κἀφ᾽ ὅσον διέρχεται.
    αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
    τεκμήριον δέ μὴ λόγῳ μόνον μάθῃς,
    ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ
    ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅταν ξηρὸν πέδον
    ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
    ἐρᾷ δ᾽ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
    ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
    ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
    φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ᾽ ἅμα,
    δι᾽ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.

καὶ ὁ σεμνότατος δ᾽ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν:


    ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
    ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν:
    ὄμβρος δ᾽ ἀπ᾽ εὐνάοντος οὐρανοῦ πεσὼν
    ἔκυσε γαῖαν: ἡ δὲ τίκτεται βροτοῖς
    μήλων τε βοσκὰς καὶ βίον Δημήτριον [p. 234]
    δενδρῶτις ὥρα δ᾽ ἐκ νοτίζοντος γάμου
    ι- τέλειος ἐστί. τῶν δ᾽ ἐγὼ παραίτιος.

74. ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ Ἀφροδίτη φησίν


    ὅσοι τε Πόντου τερμόνων τ᾽ Ἀτλαντικῶν
    ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
    τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
    σφάλλω δ᾽ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου: καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητὴν:


    ὅστις δ᾽ Ἔρωτα μὴ μέγαν κρίνει θεόν,
    ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
    οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.

ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος, λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε:


    τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ᾽ ᾠδὰς
    ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν, [p. 236]
    συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
    αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
    οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
    ἒς τ᾽ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
    παῖς διαπομπεύῃ, προπόσεις ἐπὶ δεξιὰ νωμῶν,
    παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
    πλάστιγξ θ᾽ ἡ χαλκοῦ θυγάτηρ ἐπ᾽ ἄκραισι καθίζῃ
    κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.

75. Ἀρχύτας δ᾽ ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων, Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καταφερῆ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν


    ἔρως με δαὖτε Κύπριδος ἕκατι
    γλυκὺς κατείβων καρδίαν ἰαίνει.

λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης; δὲ καὶ [p. 238] διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι: λέγει δ᾽ οὕτως περὶ αὐτῆς:


    τοῦθ᾽ ἁδειᾶν Μουσᾶν ἔδειξε
    δῶρον μάκαιρα παρθένων
    ἁ ξανθὰ Μεγαλοστράτα.

καὶ Στησίχορος δ᾽ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων: ἃ δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά, οὕτω δ᾽ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὁ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον, ὁ δ᾽ ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων διὸ καὶ παιδεράστριὰν τινες καλοῦσι τὴν τραγῳδίαν καὶ ἐδέχοντο τὰ τοιαῦτα ἄσμενοι οἱ θεαταί. 76. καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν


    ἦρι μὲν αἵ τε Κυδώνιαι
    μαλίδες ἀρδόμεναι ῥόαι
    τ᾽ ἐκ ποταμῶν ἵνα παρθένων
    κᾶπος ἀκήρατος, αἵ τ᾽ οἰνανθίδες
    αὐξόμεναι σκιεροῖσιν ὑφ᾽ ἕρνεσιν
    οἰναρέοις θαλέθοισιν ἐμοὶ δ᾽ ἔρος [p. 240]
    οὐδεμίαν κατάκοιτος ὥραν ἅθ᾽ ὑπὸ στεροπᾶς φλέγων
    Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
    μανίαισιν ἐρεμνὸς
    ἀθαμβὴς ἐγκρατέως
    πάϊθεν φυλάσσει
    ἡμετέρας φρένας.

καὶ Πίνδαρος δ᾽ οὐ μετρίως ὢν ἐρωτικός φησιν


    εἴη καὶ ἐρᾶν καὶ ἔρωτι. χαρίζεσθαι κατὰ καιρὸν
    μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν,

διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη:


    ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,

καὶ μὴ ἀναμένειν ἔστ᾽ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον


    ἡνίκ᾽ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.

μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν;


    χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
    σὺν ἁλικίᾳ:
    τὰς δὲ Θεοξένου ἀκτῖνας ποτ᾽ ὄσσων μαρμαρυζοίσας δρακεὶς [p. 242]
    ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
    ψυχρᾷ φλογί, πρὸς δ᾽ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικογλεφάρου
    ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει
    ψυχὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ἀλλ᾽ ἐγὼ θεᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ
    ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ᾽ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
    ἐν δὲ ἄρα καὶ Τενέδῳ
    Πειθὼ τ᾽ ἔναιεν καὶ Χάρις υἱὸν ἀνᾶγ᾽77. Ἁγησίλα.

ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί, παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς Ἑλλάδος σπουδασθῆναι τόδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα, οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ᾽ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ καὶ μυρρίναι διάφοροι πεφύκασιν. καὶ τὴν [p. 244] πρὸς Ἀθηναίους δ᾽ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι. 78. Ἱερώνυμος δ᾽ ὁ περιπατητικὸς περισπουδάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ᾽ ἂν παθεῖν ἢ δειλοῦ δόξαν ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δ᾽ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου ἔρως. Μελάνιππος δ᾽ ἦν τὰ παιδικά, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἐρωτικῶν, οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμεναι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ ὁ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι [p. 246] ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπωσαὐτῷ ἐπιθῶνται ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος ὁ Ἀθηναῖος ἐποίησε ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς λ:ἐλεγείοις. ἐστὶν δὲ ὁ χρησμὸς ὅδε:


    εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
    θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.

διαβόητα δ᾽ ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα: ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν β᾽ περὶ Τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης: ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τ᾽ ἔλαβε τὸ δεινόν. διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ [p. 248] ἀντιτειχίσματα ταῖς ἰδίαις ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν: ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος. 79. παρὰ δὲ Σπαρτιάταις, ὡς Ἅγνων φησὶν ὁ Ἀκαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένους ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη:


    μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.

Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὁ μὲν Μυρμιδόσιν


    σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
    ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,

ὁ δ᾽ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος:


    μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.

οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς. ὑμεῖς δέ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἰδίως μελετᾶτε ... , ὁ τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος, ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ [p. 250] Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ᾽ ἡ Σικυωνία ὑπὸ Διὸς φησιν ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρ᾽ Ἑλλήνων φησὶν Ἡρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι. 80. φιλόπαις δ᾽ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δ᾽ ἐν Ἱστορικοῖς Ὑπομνήμασι ‘ Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν. ὡς δ᾽ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον καὶ ὃς ' μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ᾽ οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν [p. 252] ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ᾽ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.’ Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι γενέσθαι Τάλων. Διότιμος δ᾽ ἐν τῇ Ἡρακλείᾳ Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. Ἀγαμέμνονά τε Ἀργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον: ἐν ᾧ καὶ τελευτήσαντα αὐτὸν συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο θάψας εἵσατο καὶ ἱερὸν αὐτόθι Ἀφροδίτης Ἀργυννίδος. Λικύμνιος δ᾽ ὁ Χῖος ἐν Διθυράμβοις Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι. Ἀντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν Ἀριστοκλῆς ὁ κιθαρῳδός, περὶ οὗ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως : ‘Ἀντίγονος ὁ βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι. καί ποτε καὶ μεθ᾽ ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα ὁ βασιλεύς.’ 81. φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ὁ ποιητὴς ἐν ταῖς [p. 254] ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως:: ‘ Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ᾽ οἶνον καὶ δεξιῷ. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς ὡραῖος καὶ ἐρυθρὸς ἐὼν ... , δῆλος ἦν πτοεόμενος: εἶπέ τε: ' βούλει με ἡδέως πίνειν; ` φάντος δ᾽ αὐτοῦ ' βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα.' ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον ' ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας:


    λάμπει δ᾽ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.'

καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς ἢ Ἐρυθραῖος γραμμάτων ἐὼν διδάσκαλος. : σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει: ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ, εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τοῦδε τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν.' ἀναγελάσας ἐπὶ τῷ Ἐρετριεῖ Σοφοκλῆς: οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι: [p. 256]


    πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,

οὐδ᾽ ὁ ποιητής, ἔφη, ὁ λέγων χρυσοκόμαν Ἀπόλλωνα: χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς ῥοδοδάκτυλον εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν ἄν γελασάντων δὲ ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιρραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. φάντος δὲ καθορᾶν ' ἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σευ προσαγαγόντος δ᾽ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλῇ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ὡς δ᾽ ἦν οἱ κάρτα πλησίον, προσλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ' μελετῶ, εἶπεν, στρατηγεῖν, ὦ ἄνδρες ἐπειδήπερ Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δ᾽ οὐκ ἐπίστασθαι. ἆρ᾽ οὖν οὐ κατ᾽ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα; τοιαῦτα πολλὰ δεξιῶς [p. 258] ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι ἢ πράσσοι. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ᾽ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων.’ 82. καὶ Ἱερώνυμος δ᾽ ὁ Ῥόδιος ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ, ὁ μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. μετ᾽ οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος :


    ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
    γυμνὸν ἐποίησεν: σοὶ δὲ φιλοῦνθ᾽ ἑτέραν [p. 260]
    Βορρᾶς ὡμίλησε. σὺ δ᾽ οὐ σοφός, ὃς τὸν Ἔρωτα
    ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

83. Θεόπομπος δὲ ἐν τῷ περὶ τῶν συληθέντων ἐκ Δελφῶν Χρημάτων Ἀσώπιχόν φησι τὸν Ἐπαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν, ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῇ στοᾷ. ἐν δὲ τῷ αὐτῷ συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ Ὀνόμαρχον καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένῳ.., τῷ Πυθοδώρου τοῦ Σικυωνίου υἱῷ ἀποκειρομένῳ τὴν κόμην, ὄντι καλῷ συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα, τῇ Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι Φάυλλος καρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. ‘αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. τῷ δὲ Λυκόλα τοῦ Τριχονείου υἱῷ Φυσκίδᾳ ὄντι [p. 262] καλῷ ' Ὀνόμαρχος ἔδωκεν, φησί, στέφανον χρυσοῦν δάφνης, Ἐφεσίων ἀνάθημα. οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη, τῷ Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ, , , Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε. Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾷ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ᾽ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ᾽ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη.’ 84. ὁρᾶτε οὖν καὶ ὑμεῖς, ὦ φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ Ἀφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον, τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναικὶ χρόνον, καθάπερ [p. 264] ἱστορεῖ Κλέαρχος, ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας καὶ παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν κἀγὼ δὲ κατὰ τὴν Ἐπικράτους Ἀντιλαίδα


    τἀρωτίκ᾽ ἐκμεμάθηκα ταῦτα παντελῶς
    Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.

ὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε, .. παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος, τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη : καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος: καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ [p. 266] προβαλλόμενος τι σαρκίον ἐπλησίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ, λέγων ὧδε:


    γεγένηται δ᾽, ὡς λέγουσι, κἀν Σάμῳ
    τοιοῦθ᾽ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
    ἄνθρωπος ἐγκατέκλεισὲ θ᾽ αὑτὸν τῷ νεῷ.

καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησὶν


    ἀλλ᾽ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
    ἄνθρωπος ἠράσθη τις: εἶτ᾽ εἰς τὸν νεὼν
    κατέκλεισεν αὑτόν.

Κτησικλέους δ᾽ ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν Ἀδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ Ἀγαλματοποιῶν. πολέμων δὲ ἢ ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν ‘ἐν Δελφοῖς, φησίν, ἐν τῷ Σπινατῶν θησαυρῷ παῖδὲς εἰσιν λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι καὶ τῆς ὁμιλίας μισθὸν καταλιπεῖν στέφανον. φωραθέντος δ᾽ αὐτοῦ τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι ἀφεῖναι τὸν ἄνθρωπον δεδωκέναι γὰρ αὐτὸν μισθόν.’ 85. καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη: Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών ἐκαλεῖτο δὲ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν [p. 268] οἰκέτης Νικομήδους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πρώτῳ Ἐρωτικῶν. τὸν δὲ παῖδα τοῦτον Θεόφραστος ἐν τῷ Ἐρωτικῷ Ἀμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος ' Ὠλένιον εἶναι: Ἑρμείας δ᾽ ὁ τοῦ Ἑρμοδώρου, Σάμιος δὲ γένος, ἐρασθῆναι Λακύδους τοῦ φιλοσόφου, ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. δελφῖνα δ᾽ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ, ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Ἀλεξάνδρου καὶ λέγει οὕτως: ‘μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.’ φιλανθρωπότατον δέ ἐστι καὶ συνετώτατον ζῷον ὁ δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος γοῦν ἐν τῇ δωδεκάτῃ ‘ κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ [p. 270] παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. τελευτήσαντος δ᾽ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην ἐν τῇ Μιλήτῳ, ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.’ ὁ δὲ αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον. γράφει δ᾽ οὕτως: ‘ τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας ἣν Νίκαιαν ἐκάλουν ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο: ἀποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον οὔτε γὰρ ἀπ᾽ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ᾽ οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ γάλακτος, ὁ ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ: εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. καὶ μετὰ ταῦτα δι᾽ ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ: τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει: ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ [p. 272] κατεκοίμιζεν αὐτό. τὸ δ᾽ αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις.’ 86. ὑμεῖς δέ, ὦ φιλόσοφοι, καὶ τῶν δελφίνων καὶ τῶν ἐλεφάντων ἐστὲ κατὰ τὴν γνώμην ἀγριώτεροι ἔτι τε ἀνημερώτεροι, καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος ‘ περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι: καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιρρεπεῖς εἶναι. καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, ὅτε καὶ ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον εἶθ᾽ ὅταν παρεισδυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται:: ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀρκαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖνοι γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντας, ἀλλ᾽ οὐδὲ ἀλλήλους. ὡς δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστρίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ [p. 274] ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι:: καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν ὅτι ἔξεστιν αὐτῷ τούτων ἀπολαύειν, καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρ᾽ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. εἶθ᾽ ὕστερον πωλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίνεσθαι, ἐν τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι, ἄλλῳ τινὶ θᾶττον προσθέντι, : ἡμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι: καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ᾽ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι.’ μήποτε αὐτός ἐστιν ὁ Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκτεύσας:: φησὶν γὰρ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων.ὧδε: ‘ Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὸν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν; συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ.’ οἶδα δὲ καὶ Πολύστρατον τὸν Ἀθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυεν. [p. 276]87. ἐσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα: ‘ παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἴκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἓξ καὶ τεσσαράκοντα, ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἴκοσι ἐννέα, γαλακτουργοὺς τρεισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα.’ καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος, ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι:


    ἔκειτο γὰρ ἡ μὲν λευκὸν εἰς σεληνόφως
    φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος,
    τῆς δ᾽ αὖ χορεία: λαγόνα τὴν ἀριστερὰν
    ἔλυσε: γυμνή δ᾽ αἰθέρος θεάμασιν
    ζῶσαν γραφὴν ἔφαινε: χρῶμα δ᾽: ὄμμασι
    λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
    ἄλλη δὲ ἐγύμνου καλλίχειρας ὠλένας,
    ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα:
    ἡ δ᾽ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας
    ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
    ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. [p. 278]
    ὑπνωμέναι δ᾽ ἔπιπτον ἑλενίων ἔπι,
    ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ
    κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα
    πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
    ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
    λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας.

88. ἐπικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν


    καὶ σώματος μὲν ὄψιν ἀντηυγάζετο
    στίλβουσα λευκῷ χρωτὶ καὶ διαπρεπής.
    αἰδὼς δ᾽ ἐπερρύθμιζεν ἠπιώτατον
    ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι:
    κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
    αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
    ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.

ἐν δὲ τῇ Ἰοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη:


    ἀνθηροῦ τέκνα
    ἔαρος πέριξ στρώσαντες.

ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα: [p. 280]


    ἔνθ᾽ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν
    ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
    θηρώμεναι θάλλοντα λειμώνων τέκνα.

ἐν δὲ Διονύσῳ:


    χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.

περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως:


    κόμαισιν ῾ Ὡρῶν ὄμματ᾽ εὐανθῆ ῥόδα
    εἶχον, τιθήνημ᾽ ἔαρος ἐκπρεπέστατον.

καὶ ἐν Θυέστῃ:


    ῥόδ᾽ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.

ἐν δὲ Μινύαις


    πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
    ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.

89. ἐπὶ κάλλει δὲ ‘ ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν’ κατὰ τὸν Εὐριπίδην—διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή. Δίνων δ᾽ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν ὅτι ἡ Βαγαβάζου γυνή, ἥτις ἦν [p. 282] ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι τὴν Ὀξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. ταύτην δ᾽ ἀπεστάλκει δῶρον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Στατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν Ἱστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα. ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος ὁ βασιλεὺς καταστασιάσας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων, καλλίστη δ᾽ ἦν καὶ Παντίκα ἡ Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν ὅτι παρ᾽ Ὀλυμπιάδι οὖσαν τῇ Ἀλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος ὁ Πυθίωνος. καὶ ἐπεὶ ἦν ἀκόλαστος ἡ γυνή, ἔφη ἡ Ὀλυμπιάς: ‘ὦ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ.’ καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶς Παλληνίδος εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἴκαστο τὴν μορφήν. στεφανόπωλις δ᾽ ἦν καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν ὁ Πεισίστρατος Ἱππάρχῳ [p. 284] τῷ υἱῷ, ὡς Ἀντικλείδης ἱστορεῖ ἐν η# Νόστων ‘ ἐξέδωκεν δὲ καὶ Ἱππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν Ἱππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετ᾽ αὐτὸν τυραννεύσαντι. συνέβη δέ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτα ἱδρύσασθαι πρῶτον, ἐφ᾽ οὗ ἐπιγέγραπται


    ποικιλομήχαν᾽ Ἔρως, σοὶ τόνδ᾽ ἱδρύσατο βωμὸν
    Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.

’ Ἡσίοδος δ᾽ ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος εἴρηκεν. καὶ Νυμφόδωρος δ᾽ ἐν τῷ τῆς Ἀσίας Περίπλῳ καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ. 90. οἶδα δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγῶνά ποτε διατεθέντα: περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς Ἀρκαδικοῖς διαθεῖναί φησιν αὐτὸν Κύψελον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν Ἀλφειόν: εἰς ἣν κατοικίσαντα: Παρρασίων τινὰς τέμενος καὶ βωμὸν ἀναστῆσαι Δήμητρι Ἐλευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι: καὶ [p. 286] νικῆσαι πρῶτον αὐτοῦ τὴν γυναῖκα Ἡροδίκην. ἐπιτελεῖται δὲ καὶ μέχρι νῦν ὁ ἀγὼν οὗτος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὀνομάζονται. Θεόφραστος δὲ ἀγῶνα κάλλους φησὶ γίνεσθαι παρὰ Ἠλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς λαμβάνειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα: ἅπερ ἀνατίθεσθαί φησιν Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίνεσθαι. τὸν στέφανον δ᾽ αὐτοῖς δίδοσθαι μυρρίνης ἱστορεῖ Μυρσίλος ἐν Ἱστορικοῖς Παραδόξοις. ἐνιαχοῦ δέ φησιν ὁ αὐτὸς Θεόφραστος καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας, ὥσπερ ἐν τοῖς βαρβάροις: ἑτέρωθι δὲ κάλλους, ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις: ταύτην δὲ τύχης ἢ φύσεως εἶναι, τιμὴν δέον προκεῖσθαι σωφροσύνης, τὸ κάλλος γὰρ οὕτως καλόν, εἰ δὲ μή, κίνδυνον ἔχον: ἐπ᾽ ἀκολασίαν. 91. τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη : ‘


    πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν,

’ ‘ἵππων ἔφη ὁ ἄθεος. ἀλλὰ καὶ Ἡράκλειτος ὁ [p. 288] θεῖός φησι: ‘πουλυμαθίη νόον ἔχειν οὐ διδάσκει.’ καὶ ὁ Τίμων δὲ ἔφη:


    ἐν δὲ πλατυσμὸς
    πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.

τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας; καὶ ἐὰν μὲν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα: καὶ οὐδὲ ταῦτ᾽ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ᾽ ἐκ τῆς Σακάδου τοῦ Ἀργείου Ἰλίου Πέρσιδος: οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ἢ ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν ὅστις οὖν οὐδὲ τοῦτ᾽ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος, ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι. 92. καὶ ὁ Μυρτίλος: ‘τοῦτο δὲ ποῦ εἴρηκεν ὁ Φύλαρχος; κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν Ἱστορίαν.’ εἰπόντος δ᾽ ‘ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ,’ ὁ Μυρτίλος ἔφη: εἶτ᾽ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ [p. 290] Καρύστιός φησιν ἐν Ἱστορικοῖς Ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι. Ἄλεξις γοῦν ἐν Ἱππεῖ φησίν


    τοῦτ᾽ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
    πόλλ᾽ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
    καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
    ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
    ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.

καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ᾽ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δ᾽ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους: ἔπειτ᾽ οὐκοἶδ᾽ ὅπως κατεδέξαντο. ἐμφανίζει δ᾽ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος ὁ κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως:


    οἴμοι, φιλοσοφεῖς, ἀλλὰ τούς γε φιλοσόφους
    ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
    ἐν τοῖσι δ᾽ ἔργοις ὄντας ἀνοήτους: ὁρῶ.

Εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ [p. 292] περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε ῥητορικὴν οὔτε φιλοσοφίαν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους: δι᾽ οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς τὰ δικαστήρια διακληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας: ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας ἐφυγαδεύθη:: ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο: Διότιμος δ᾽ ὁ γράψας τὰ κατ᾽ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. 93. συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε: καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς [p. 294] τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε, λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες. ἐξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ ἐστὲ εἰς τὸ τοῦ βίου χρήσιμον. οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. τίς γὰρ ἤλπισεν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα , ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομενέα φασίν. 94. ἀλλ᾽ ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσὶ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως—ἀπομνημονεύσω δ᾽ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι: ἄρχεται δ᾽ οὕτως ὁ ῥήτωρ ‘ οὐκ ἂν ποτ᾽ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι [p. 296] οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ᾽ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι, προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα.’ κατασκευάζομαι δ᾽, ἔφη, τέχνην μυρεψικὴν ἀφορμῆς δὲ δέομαι, καταθήσω δέ σοι ἐννέ᾽ ὀβολοὺς τῆς μνᾶς τόκους.’ καλόν γε τό τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψική τέχνη ἀκόλουθός τε τῇ Σωκράτους φιλοσοφίᾳ, ἀνδρὸς τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος, Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ᾽ ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης: διὸ καὶ Φερεκράτης ἐν Ἰπνῷ ἢ Παννυχίδι φησὶν


    κᾆτα μυροπωλεῖν τί μαθόντ᾽ ἄνδρ᾽ ἐχρῆν καθήμενον
    ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
    συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι᾽ ἡμέρας;

εἶθ᾽ ἑξῆς φησιν ι


    αὐτίκ᾽ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε
    οὔτε μὴν οὐδ᾽ ἰχθυοπώλαιναν. [p. 298]

ἑκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ἑξῆς δὲ τούτοις ὁ ῥήτωρ τάδε λέγει. ‘ πεισθεὶς δ᾽ ὑπ᾽ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν.’ 95. καὶ μετὰ ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος ὡς ἐδανείσατο, ὡς οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου, καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθείς, καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίας, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα: ‘ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους, οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ᾽: ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλείσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ᾽ αὐτοῦ δεινὰ πάσχουσιν ὥστ᾽ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δ᾽ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φοράς: οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται, τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν [p. 300] ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἴεσθαι τοὺς παριόντας ἐπ᾽ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δ᾽ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν. πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς υἱοὺς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι, ὅσῳ ἐλάττους ἦσαν, ἢ τῆς χειρὸς τοὺς δακτύλους, καί μοι ἀνάβητε τούτων μάρτυρες.ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος.’ ὁ μὲν οὖν Λυσίας, ὦ Κύνουλκε, οὕτως, ἐγὼ δὲ κατὰ τὸν Ἀρίσταρχον τὸν τραγικὸν ποιητὴν


    τάδ᾽ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος,

καταπαύσω τὸν πρὸς σὲ καὶ τοὺς ἄλλους κύνας ἐνταῦθα λόγον.”