Μετάβαση στο περιεχόμενο

Δειπνοσοφισταί (Σύνοψις)/ι

Από Βικιθήκη
Βιβλίον ι΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1. “αλλ᾽ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν, ἵν᾽ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν ᾧ χαίρει, καὶ σκευασία μὴ μί᾽ ᾖ τῆς μουσικῆς,” Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος, ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων


    πρῶτον: μὲν αἴ κ᾽ ἔσθοντ᾽ ἴδοις νιν ἀποθάνοις.
    βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ᾽ ἁ γνάθος,
    ψοφεῖ δ᾽: ὁ γομφίος, τέτριγε δ᾽ ὁ κυνόδων,
    σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ᾽ οὔατα.

Ἴων δ᾽ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει:


    ὑπὸ δὲ τῆς βουλιμίας
    κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας. [p. 366]

παρὰ Πινδάρου δὲ τοῦτ᾽ εἴληφεν εἰπόντος: ... δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψεν, πυρὶ δ᾽ ἐκκαπύοντα σώματα: καὶ τότ᾽ ἐγὼ σαρκῶν τ᾽ ἐνοπὰν ἴδον ἠδ᾽ ὀστέων στεναγμὸν βαρὺν ἦν διακρῖναι ἰδόντα παῦρος ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον. 2. εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ᾽ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ᾽ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ᾽ ἐν τῷ τοῦ ῾ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου [p. 368] τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ ῾ Ἡρακλέους ἐγκωμίῳ. 3. καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ:


    ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενὸν περ::
    οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
    ἔπλετο, ἣ τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
    καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.

ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν


    ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν: ἡ δὲ μάλ᾽ αἰεὶ
    ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
    ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

ταῦτα γάρ οὐδ᾽ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν, γέρων τε ὢν


    ἤσθιεν ἁρπαλέως κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ.

4. Θεαγένης δ᾽ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι


    καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν
    πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
    Θευγένει: ἅσσα φαγὼν: ἔτ᾽ ἐπῄτεον. εἵνεκα τούτου,
    χάλκεος ἑστήκω χεῖρα προισχόμενος.

Μίλων δ᾽ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης [p. 370] Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων, ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς ἈλέξανδροσΣ32. Φύλαρχος δέ φησιν ἐν τῇ γ᾽ τῶν ἱστοριῶν τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός: διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε:


    τοῖος ἔην Μίλων, ὅτ᾽ ἀπὸ χθονὸς ἤρατο βρῖθος,
    τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις,
    ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
    ἤνεγκεν δι᾽ ὅλης κοῦφα πανηγύρεως.
    καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
    πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου:
    ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
    κόψας πάντα κατ᾽ οὖν μοῦνος ἐδαίσατό νιν.

Ἀστυάναξ δ᾽ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ᾽ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ, ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ᾽ αὐτοῦ [p. 372] καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν. 5. καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι: πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται, διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει:


    κακῶν γὰρ ὄντων μυρίων καθ᾽ Ἑλλάδα
    οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους:
    οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
    οὔτ᾽ ἂν δύναιντο: πῶς γὰρ ὅστις ἔστ᾽ ἀνὴρ
    γνάθου τε δοῦλος νηδύος θ᾽ ἡσσημένος,
    κτήσαιτ᾽ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
    οὐδ᾽ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
    οἷοὶ τ᾽ : ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ.
    σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα.
    λαμπροὶ δ᾽ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
    φοιτῶσ᾽ ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
    τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
    ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
    οἳ τῶνδ᾽ ἕκατι σύλλογον ποιούμενοι
    τιμῶσ᾽ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
    τί γὰρ παλαίσας εὖ, τί δὲ ὠκύπους ἀνήρ
    ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
    πόλει ι πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
    πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν [p. 374]
    δίσκους ἔχοντες ἢ δι᾽ ἀσπίδων χερὶ
    θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
    οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
    στάς. ἄνδρας οἶμαι χρὴ σοφούς τε κἀγαθοὺς
    φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
    κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
    ὅστις τε μύθοις ἔργ᾽ ἀπαλλάσσει κακὰ
    μάχας τ᾽ ἀφαιρῶν καὶ στάσεις, τοιαῦτα γὰρ
    πόλει τε πάσῃ πᾶσί θ᾽ Ἕλλησιν καλά.

6. ταῦτ᾽ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος


    ἀλλ᾽ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
    ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
    πὰρ Πίσαο ῥοῇσ᾽ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
    ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
    εἴτε τὸ: δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
    ἀστοῖσὶν κ᾽ εἴη κυδρότερος προσορᾶν
    καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
    καί κεν σῖτ᾽ εἴη δημοσίων κτεάνων
    ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη:
    εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι,
    οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
    ἀνδρῶν ἠδ᾽ ἵππων ἡμετέρη σοφίη.
    ἀλλ᾽ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
    προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
    οὔτε γὰρ εἰ πύκτης ἀγαθῆς λαοῖσι μετείη
    οὔτ᾽ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, [p. 376]
    οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
    ῥώμης ὅσσ᾽ ἀνδρῶν ἔργ᾽ ἐν ἀγῶνι πέλει,
    τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη.
    σμικρὸν δ᾽ ἄν τι πόλει χάρμα γένοιτ᾽ ἐπὶ τῷ,
    εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ᾽ ὄχθας:
    οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.

πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ ὁ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι


    γυμνοὶ γὰρ ὀσφύν, φαιδίμους βραχίονας
    ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
    στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας:
    ἄδην δ᾽ ἐλαίου στέρνα κἀσπίδων κύτος
    χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.

7. Ἡράκλειτος δ᾽ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ᾽ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ᾽ ἐπέγραψε:


    Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην
    παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος
    χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου
    καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,
    εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ᾽ ὁ μαυρὰ
    βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων, [p. 378]
    ὁ τριχιδιφθερίας, μονολήκυθος: ἐκ γὰρ ἀγώνων
    τῶν τότε ληναίην ἦλθ᾽ ὑπὸ Καλλιόπην.

Ἀμάραντος δὲ ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ: πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης, ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαΐς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ, τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ. [p. 380]8. Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ᾽ ἰσχυρῶς, λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως


    ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους, κανθηλίους
    τρεῖς τῆς βραχείας ἡμέρας πίνει δ᾽, ἕνα
    καλῶν μετρητήν, τὸν δεκάμφορον, πίθον.

τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν


    ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
    πένθ᾽ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. β. μόλις;
    ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
    τῆς ἡμέρας μικροῦ τριήρους σιτία.

Ξάνθος δ᾽ ἐν τοῖς Λυδιακοῖς Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης, περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν, παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ. Ἀρχίλοχος δ᾽ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως: [p. 382]


    τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
    Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
    μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.
    τοιοῦτ᾽ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

9. Νικόλαος δ᾽ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ᾽ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ, καὶ Τιμοκρέων δ᾽ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ:


    πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ᾽ εἰπὼν
    ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.

Θρασύμαχος δ᾽ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ᾽ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ᾽ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι: ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ᾽ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον [p. 384] ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ᾽ ἐν α᾽ Δευκαλιωνείας Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς Αἴθωνα κληθῆναι. πολέμων δ᾽ ἐν α᾽ τῶν πρὸς Τίμαιον παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς Εὐνόστου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου. 10. καὶ Ἀλκμὰν δ᾽ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων


    καὶ ποκά τοι δώσω τρίποδος κύτος,
    ᾧ κ᾽ ἔνι σιτί᾽ ἀολλέ᾽ ἀγείρῃς.
    ἀλλ᾽ ἔτι νῦν γ᾽ ἄπυρος, τάχα δὲ πλέος
    ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν
    ἠράσθη χλιαρὸν πεδὰ τὰς τροπάς.
    οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει,
    ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος,
    ζατεύει.

κἀν τῷ ε᾽ δ᾽ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως


    ὠρας δ᾽ ἔσηκε τρεῖς, θέρος
    καὶ χεῖμα κὠπώραν τρίταν
    καὶ τέτρατον τὸ ἦρ, ὅκα [p. 386]
    σάλλει μέν, ἐσθίεν δ᾽ ἄδαν
    οὐκ ἔστι.

Ἀναξίλας δ᾽ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν


    ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου.
    δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
    ἀρχήν, τελευτὴν δ᾽ οὐκ ἐπίσταται μόνος.

κἀν Πλουσίοις:


    διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
    μὴ Κτησίας μόνος. β. τί γὰρ σὲ κωλύει;
    α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
    ἀρχήν, τελευτὴν δ᾽ ἔμαθεν οὐδεπώποτε.

κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ:


    οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές:
    ὄντως Κραναὸς Κτησίου κατεσθίει
    ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;

Φιλέταιρος δ᾽ ἐν Ἀταλάντῃ:


    δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
    τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
    τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.

Ἀνάξιππος Κεραυνῷ:


    ὁρῶ γάρ ἐκ παλαίστρας τῶν φίλων
    προσιόντα μοι Δάμιππον. β. ἦ τοῦτον λέγεις
    τὸν Πτέρινον; α. αὐτόν τ᾽ ὃν καλοῦσιν οἱ φίλοι [p. 388]
    νυνὶ δι᾽ ἀνδρείαν Κεραυνόν. β εἰκότως:
    ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
    αὐτὸν κατασκήπτοντ᾽ ἐπ᾽ αὐτὰς τῇ γνάθῳ.

ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ᾽ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ᾽ ἐν Ἐπιδαύρῳ,


    Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
    ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.

ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν


    ἑφθῶν μὲν σχεδὸν
    τρεῖς μνᾶς. β. λέγ᾽ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας
    τέτταρας ὑείους. β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς,
    ὄρνιθ᾽. β. Ἄπολλον. λέγ᾽ ἕτερον. α. σύκων δύο
    μνᾶς. β. ἐπέπιες δὲ πόσον; α. ἀκράτου δώδεκα
    κοτύλας. β. Ἄπολλον, λέγ᾽ καὶ Σαβάζιε.

11. καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί:


    πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ᾽ ἀνδρικοὶ
    καὶ καρτερεῖμεν, τοῖς δ᾽ Ἀθηναίοις λέγειν
    καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.

καὶ ἐν Εὐρώπῃ:


    κτίζε Βοιωτῶν πόλιν,
    ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας. [p. 390]

καὶ ἐν Ἴωνι:


    οὕτω σφόδρ᾽ ἐστὶ τοὺς τρόπους Βοιώτιος
    ὥστ᾽ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.

ἐν δὲ Κέρκωψι:


    μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ᾽ ὅλην
    τὴν θ᾽ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν᾽ ἔχει
    ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
    οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν
    μακρὰν βαδίζων, πολλὰ δ᾽ ἀσθμαίνων ἀνήρ,
    δάκνων τὰ χείλη παγγέλοιός ἐστ᾽ ἰδεῖν,

ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα:


    σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
    ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας
    ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ...

Δίφιλος δὲ ἐν Βοιωτίδι:


    οἷος ἐσθίειν πρὸ ἡμέρας
    ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.

Μνησίμαχος Βουσίριδι


    εἰμὶ γὰρ Βοιώτιος
    ὀλίγα μὲν λαλῶν, Β. δίκαια ταῦτα. α. πολλὰ δ᾽:
    ἐσθίων.

Ἄλεξις Τροφωνίῳ:


    νῦν δ᾽ ἵνα μὴ παντελῶς Βοιώτιοι
    φαίνησθ᾽ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις
    ὡς ἀκίνητοι ξυνέσει, ὁ βοᾶν καὶ πίνειν μόνον [p. 392]
    καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ᾽ ὅλην,
    γυμνοῦθ᾽ αὑτοὺς θᾶττον ἅπαντες.

Ἀχαιὸς δ᾽ ἐν Ἄθλοις:


    πότερα θεωροῖς εἴτ᾽ ἀγωνισταῖς λέγεις;
    β, πόλλ᾽ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
    α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; β. Βοιώτιοι.

ι ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν ‘τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ ;’ Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ᾽ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς. [p. 394]12. καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί:


    τῶν Φαρσαλίων
    ἥκει τις ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
    β. οὐδεὶς πάρεστιν. α. εὖ γε δρῶντες. ἆρά που
    ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν;

ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ:


    ἔπη τριπήχη Θετταλικῶς τετμημένα.

τοῦτο δ᾽ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. φιλέταιρος δ᾽ ἐν Λαμπαδηφόροις:


    καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας.

ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις:


    ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος
    μύων ξυνέπλαττε Θετταλικὴν τιν᾽ ἔνθεσιν.

ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς:


    τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
    β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα;

οἷον τὰ ἁμαξιαῖα: Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις:


    ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.
    β. τί λέγεις; καπάνας; πῶς; Α. καπάνας Θετταλοὶ
    πάντες καλοῦσι τὰς ἀπήνας. β. μανθάνω. [p. 396]

13.


    Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν

εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξῖνος ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ᾽ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ὁ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου ἡ τὴν ὀρθὴν γωνίαν: ὑποτείνουσα τείνουσα ἴσον δύναται ταῖς περιεχούσαις:


    ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
    κλεινὸς ἐφ᾽: ᾧ κλεινὴν ἤγαγε βουθυσίην.

ἦν δὲ καὶ ὀλιγοπότης ὁ Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ᾽ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν.

14. τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐνΦιλούσᾐ παραδίδωσιν: [p. 398]


    ἀλλ᾽ ἔγωγέ τοι τὰ δέοντ᾽ ἔχων
    τὰ περιττὰ μισῶ: τοῖς ὑπερβάλλουσι γὰρ
    τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.

Ψευδομένῳ:


    τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ
    δαπάνη πρόσεστιν, ἡδονὴ δ᾽ οὐδ᾽ ἡτισοῦν.᾿

ἐν δὲ Συντρόφοις:


    ὡς ἡδὺ πᾶν τὸ μέτριον οὔθ᾽ ὑπεργέμων
    ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ᾽ ἡδέως
    ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
    φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.

Ἀρίστων δ᾽ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν τὸν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δ᾽ ὁ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται, ὁ δ᾽ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασιν ἔφη ὡς καὶ τῇ ὑστεραίᾳ ὁ Τιμόθεος ἀπαντήσας τῷ Πλάτωνι εἶπεν ‘ ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν παροῦσαν ἡμέραν.’ Πύρρων δ᾽ ὁ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς μέν, φορτικῶς δέ, ὡς ὁ αὐτὸς ἱστορεῖ, ‘ εἰς τὸ λοιπόν,’ εἶπεν, ‘ οὐχ ἥξω πρὸς σέ, ἐν οὕτως [p. 400] ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ᾽ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐαρεστεῖν ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.’ 15. Ἀντίγονος δ᾽ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ᾽ αὑτὸν κἆτ᾽ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον, μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους: ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ᾽ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ᾽ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ᾽ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ᾽ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν [p. 402] ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους:


    παῖδες κρατίστου Πανὸς ἐξωλέστατοι,
    ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ
    δεῖπνον γὰρ οὔτ᾽ ἐν Καρίᾳ, μὰ τοὺς θεούς,
    οὔτ᾽ ἐν Ῥόδῳ τοιοῦτον οὔτ᾽ ἐν Λυδίᾳ
    κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.

καὶ προελθών:


    ἀλλὰ κυλίκιον
    ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου,
    ἀτρέμα παρεξεστηκός: ὅ τ᾽ ἀλιτήριος
    καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς
    θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.

ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον


    τράγημα γὰρ
    ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.

ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον ‘ὁ ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.’ 16. Ἀρκεσίλαος δ᾽ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ᾽ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας ‘οἷόν τι,’ ἔφη, ‘τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι: ἄρτους ἐπιλελήσμεθ᾽ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ.’ καὶ τοῦτ᾽ ἔλεγεν αὐτὸς γελῶν καὶ τῶν παρόντων δ᾽ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ [p. 404] πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ᾽ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη: ‘ ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ᾽ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικεσ- σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα.’ ταῦτα δ᾽ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι. 17. οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον κλαίουσι δ᾽ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν, καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν, γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις, καὶ τοῖς δειπνοῦσι δ᾽ ἂν εἴποι ὁ τοιοῦτος:


    νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.

τῷ γὰρ τοιούτῳ ὁ οἶκος


    ὁμοῦ μὲν θυμιαμάτων γέμει,
    ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. [p. 406]

τούτων λεχθέντων ἔφη τις τῶν παρόντων:

“ παραιτητέον εἰς ταῦτ᾽ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ' δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν, ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων


    φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
    καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ᾽ ἡμέραν ποιεῖν
    σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ.
    τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ᾽ ἂν δ᾽ εἴπῃς ἅπαξ,
    εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται,
    εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. β. ταῦτα γὰρ
    κατὰ φύσιν πέφυκεν οὕτως : καὶ τί μάντεως ἔδει;

18. καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα πολέμου ἐργαστήριον. λέγει δ᾽ οὕτως:


    ἆρ᾽ οἶσθα σὺ
    ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον
    οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
    ὁ ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
    ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
    ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
    ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα [p. 408]
    κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ καὶ
    θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
    τόξα, καταπέλταισι δ᾽ ἐστεφανώμεθα.

καὶ ὁ Κολοφώνιος δὲ Φοῖνιξ φησὶν


    Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
    κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
    ἵπποι δὲ ἄκρητος κἀλαλὴ ' μύρον χεῖτε.

' ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι:


    καλοῦσι δ᾽ αὐτὸν πάντες οἱ νεώτεροι
    παράσιτον ὑποκόρισμα: τῷ δ᾽ οὐδὲν μέλει.
    δειπνεῖ δ᾽ ἄφωνος Τήλεφος, νεύων μόνον
    πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
    αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι᾽ εὔχεται
    λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
    χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.

Δίφιλος δ᾽ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν


    ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
    ἤδη τ᾽ ἀκροθώρακ᾽ ὄντα καὶ θυμούμενον,
    τονδὶ δὲ ναστὸν Ἀστερίωνος μείζονα
    ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;

διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ᾽ ἀπὸ τοῦ φρονεῖν. ὁ δ᾽ Εὐριπίδης φησί


    φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα, [p. 410]

ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τ᾽ ἐν Φινεῖ:


    καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
    ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ.

ἐν Σθενεβοίᾳ δ᾽ ὁ Εὐριπίδης περὶ εὐτελείας λέγων:


    βίος δὲ πορφυρέως θαλάσσιος,
    οὐκ εὐτράπεζος, ἀλλ᾽ ἐπάκτιοι φάτναι.
    ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
    θάλασσα: τήνδ᾽ ἀροῦμεν, ἐκ ταύτης βίος
    βρόχοισι καὶ πέδαισιν οἴκαδ᾽ ἔρχεται.

19. μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι:


    μάθοις τ᾽ ἂν οἷον ἀνθρώποις κακὸν
    ἐστιν ἡ γαστήρ, διδάσκει δ᾽ οἷ᾽ ἀναγκάζει θ᾽ ὅσα.
    εἴ τις ἀφέλοι τοῦτ᾽ ἀφ᾽ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
    σώματος,
    οὔτ᾽ ἂν ἀδικοῖτ᾽ οὐδὲν οὐδεὶς οὔτ᾽ ὑβρίζοι τἂν ἑκών.
    νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.

Δίφιλος δ᾽ ἐν Παρασίτῳ:


    εὖ γ᾽ ὁ κατάχρυσος εἶπε πόλλ᾽ Εὐριπίδης,
    νικᾷ δὲ ' χρεία μ᾽ ἡ ταλαίπωρός τέ μου
    γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
    τῆς γαστρός: ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ᾽ ἂν
    οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις [p. 412]
    ἄρτους ἄν, ἀλλ᾽ οὐ ζωμόν, ἢ διαφθερεῖς.
    εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ᾽ οὐ φακῆν
    οἰνάριον εἰς λάγυνον, ἀλλ᾽ οὐ κάραβον.
    εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
    ἀπανθ᾽ Σ322 ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
    κου᾽ προστίθημι τἄλλα, διότι πανταχοῦ
    διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται.

καὶ Κράτης δ᾽ ὁ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου: ' εἴθε γάρ ἔφη, ' τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.' Στίλπων δ᾽ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ: ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα;᾽ καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους: ι 'σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.

” 20.

ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη:

“ἐπεὶ δεδείπναμεν εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι 'ἐπεὶ πάλαι δεδείπναμεν Εὔβουλος Προκρίδι: ἡμεῖς δ᾽ οὐδέπω δεδείπναμεν καὶ πάλιν ὃν χρὴ δεδειπνάναι πάλαι καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ :


    ἀλλὰ πρὶν δεδειπνάναι
    ἡμᾶς παρέσται,

καὶ Ἀριστοφάνης ἐν Προαγῶνι: [p. 414]


    ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην
    ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι,

καὶ ἐν Δαναίσιν


    ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι,

καὶ Πλάτων Σοφισταῖς καὶ Ἐπικράτης ὁ Ἀμβρακιώτης—μέσης δ᾽ ἐστὶ κωμῳδίας ποιητής—ἐν Ἀμαζόσιν


    δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
    δοκοῦσί μοι.

καὶ ἠρίσταμεν δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς:


    ὑποπεπώκαμεν γάρ, ὁ ὦνδρες, καὶ καλῶς ἠρίσταμεν,

καὶ Ἕρμιππος ἐν Στρατιώταις: ἠριστάναι τουτί Θεόπομπος Καλλαίσχρῳ:


    ἠρίσταμεν δεῖ γὰρ συνάπτειν τὸν λόγον.

καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως: 'ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν παραδεδειπνημένος δ᾽ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως : 'παραδεδειπνημένος, παῖδες, πάλαι., 21. τοῖς οὖν θεοῖς κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν, 'εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθ᾽ Ἥφαιστος εἴθ᾽ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. [p. 416] καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος: ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.' ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω: ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων.



δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη:

“ ἀλλ᾽ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί:


    τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.
    ἐνεχεάμην ἄκρατον 'ἔγχει, παιδίον,
    κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους :
    ἔπειτ᾽ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς
    καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν

ἐμοὶ οὖν, ὦ παῖ, ' ζωρότερον κέραιρε:' οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων, 22. πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι:


    τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας
    πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ,

ἐν δὲ Λάμπωνι:


    ὁ δεῖν᾽ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.

Ἔφιππος Ἐφήβοις:

    [p. 418]
    φιάλην ἑκατέρᾳ
    ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.

τινὲς δὲ καὶ τὸ παρ᾽ Ὁμήρῳ 'ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως; ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον, ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ᾽ ἐν Παιδερασταῖς φησιν


    ἔγχεον σὺ δὴ πιεῖν.
    β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δὸς: τὸ γὰρ
    ὑδαρὲς ἅπαν τοῦτ᾽ ἐστι τῇ ψυχῇ κακόν.

Θεόφραστος δ᾽ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε:


    αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ᾽ εἶναι,
    ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.

23. κύαθον δ᾽ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως:


    τῷ στόματι τὸν κύαθονὧδ᾽ εἰληφότες.

καὶ ἐν Πρέσβεσι;


    κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε. [p. 420]

Ἄρχιππος Ἰχθύσι:


    κύαθον ἐπριάμην παρὰ Δαισίου.

τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους:


    ὑπωπιασμέναι
    ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι::

τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δ᾽ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ᾽ ἐν Λήροις 'ἀργυροῦν κύαθον ὠνόμασε. Τίμων δ᾽ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί: 'ἀπληστοίνους τ᾽ ἀρυσαίνας ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης:


    ἔδωκεν οὐδεὶς οὐδ᾽ ἀρυστῆρα τρυγός.

Ἀριστοφάνης δ᾽ ἐν Σφηξὶν


    ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.

Φρύνιχος Ποαστρίαις: 'κύλικ᾽ ἀρύστιχον.' ἔνθεν καὶ ἡ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δ᾽ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας, 24. τῷ δὲ ἀκρατέστερον Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ Δημοσθένους γράφων οὕτως: [p. 422] 'εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σέ τούτῳ ὅμοιόν ἐστι τὸ ' ἀνιηρέστερον καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου 'ἀφθονέστερον λίβα καὶ Ἐπίχαρμος δὲ ἐν Πύρρᾳ εὐωνέστερον ἔφη. καὶ ἐν τῷ κατὰ Δημάδου δὲ ὁ Ὑπερείδης εἴρηκε ' ῥᾳδιεστέραν τὴν πόλιν τῷ δὲ κεραννύειν κέχρηται Πλάτων μὲν ἐν Φιλήβῳ: 'τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν καὶ Ἀλκαῖος ἐν Ἱερῷ γάμῳ 'κεραννύουσιν ἀφανίζουσὶ τε Ὑπερείδης ΔηλιακῷΣ32 ῾ καὶ τὸν κρατῆρα τὸν παιώνιον κοινῇ οἱ Ἕλληνες κεραννύουσιν ` ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες, ὡς ὁ τοῦ Μενελάου υἱός:


    ᾠνοχόει δ᾽ υἱὸς Μενελάου κυδαλίμοιο.

καὶ Εὐριπίδης δ᾽ ὁ ποιητὴς ἐν παισὶν ᾠνοχόησε. Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί: ' πυνθάνομαι δ᾽ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτων ὄντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν Θηραικῶν. ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ Θαργήλια ἄγουσι, καὶ διασῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων. [p. 424] τὰ αὐτὰ ἱστορεῖ καὶ Ἱερώνυμος ὁ Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης. Σαπφώ τε ἡ καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτιληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς, 25. τοσαύτη δ᾽ ἦν ἡ τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς Πόλεσιν Εὔπολις ἐν τούτοις:


    οὓς δ᾽ οὐκ ἂν εἵλεσθ᾽ οὐδ᾽ ἂν οἰνόπτας πρὸ τοῦ,
    νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις,
    πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.

οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ᾽ ἴσον πίνουσιν οἱ συνόντες. καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ: καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ᾔθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο, ὡς Ἀμερίας φησί. Ἑλλησπόντιοι δ᾽ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν, ὥς φησι Δημήτριος ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου, τοῖς δὲ θεοῖς οἰνοχοοῦσάν τινες ἱστοροῦσι τὴν Ἁρμονίαν, ὡς [p. 426] Καπίτων ἱστορεῖ ὁ ἐποποιός, Ἀλεξανδρεὺς δὲ γένος, ἐν δευτέρῳ Ἐρωτικῶν. Ἀλκαῖος δὲ καὶ τὸν Ἑρμῆν εἰσάγει αὐτῶν οἰνοχόον, ὡς καὶ Σαπφὼ λέγουσα:


    κῆ δ᾽ ἀμβροσίας μὲν
    κρατὴρ ἐκέκρατο,
    Ἑρμᾶς δ᾽ ἕλεν ὄλπιν
    θεοῖς οἰνοχοῆσαι.

26. οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. Ὅμηρος:


    κήρυκες δ᾽ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά,
    ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης,
    ἀσκῷ ἐν αἰγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν
    κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα.

καὶ πάλιν:


    ἀτὰρ κήρυκες ἀγαυοὶ
    ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
    μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια. Κλεινοῦς δὲ τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος ὁ τοῦ Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν καὶ ἀνδριάντας αὐτῆς ἐν Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ [p. 428] μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.

” 27.


    ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον

ὁ Οὐλπιανὸς ἔφη:


    τήνδ᾽ ἐγὼ
    μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
    πίστωμα φιλίας

συγγενέσι. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα:


    πιὼν ἐρῶ
    τὰ λοιπά3, πνίγομαι γάρ. β.4 ἀλλ᾽ ἐπιρρόφει.

καὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη : “ ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι :


    ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.

καί:


    πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ᾽ ἐγὼ δώσω πιεῖν
    ἀμυγδαλῆ μὲν παιζέτω παρ᾽ ἀμυγδαλῆν.

ταῦτα δ᾽ ἔφη Ξέναρχος ἐν Διδύμοις.

” αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι:


    τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ;

καὶ Κρατῖνος ἐν Πυτίνῃ:


    τὸν δ᾽ ἴσον ἴσῳ φέροντ᾽ : ἐγὼ δ᾽ ἐκτήκομαι,

ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς [p. 430] ἀρχαίοις. 28. καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη:


    χοῦς κεκραμένου
    οἴνου: λαβὼν ἔκπιθι τοῦτον,

ὁ Δημόκριτος ἔφη:

“Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι᾽ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη :


    καίτοι πολὺ γ᾽ ἐσθ᾽ ἥδιον. οὐ γὰρ ἄν ποτε
    ἔπινον ἂν τρί᾽ ὕδατος, οἴνου δ᾽ ἓν μόνον.

Ἄλεξις δ᾽ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται :


    ἰδοὺ πάρεστιν οἶνος: οὐκοῦν ἐγχέω
    Τρίτωνα; β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
    α. ὑδαρῆ ὁ λέγεις: ὅμως δὲ ταύτην ἐκπιὼν
    λέγ᾽ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
    ποιῶμεν.

καὶ Διοκλῆς ἐν Μελίσσαις:


    πῶς δὲ καὶ κεκραμένον
    πίνειν τὸν οἶνον δεῖ με; β. τέτταρα καὶ δύο.

ἡ δ᾽ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν


    ἢ πέντε πίνειν ἢ τρί᾽ ἢ μὴ τέτταρα.

ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι 'εὔρουν ὁ μάντις [p. 432] Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.' οἱ δ᾽ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη:


    Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο:
    κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.

τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις. Ἀμειψίας δ᾽ ἐν Ἀποκοτταβίζουσιν ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί:


    Διόνυσε, χαῖρε: μή τι πέντε καὶ δύο;

Ἕρμιππος Θεοῖς:


    ἔπειθ᾽ ὅταν πινώμεθ᾽ ἢ διψώμεθα,
    εὐχόμεθα πρὸς τοῦτ᾽ ' οἶνος, ὦ κέρας, γενοῦ
    κἀς τοῦ καπήλου 'γὼ φέρω παίζων ἅμα,
    κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.

29. παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος:


    ἄγε δὴ φέρ᾽ ἡμίν, ὦ παῖ,
    κελέβην, ὅκως ἄμυστιν
    προπίω, τὰ μὲν δέκ᾽ ἐγχέας
    ὕδατος, τὰ πέντε δ᾽ οἴνου
    κυάθους, ὡς ἀνυβρίστως
    ἀνὰ δηὖτε βασσαρήσω.

καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν [p. 434]


    ἄγε δηὖτε, μηκέθ᾽ οὕτω
    πατάγῳ τε κἀλαλητῷ
    Σκυθικὴν πόσιν παρ᾽ οἴνῳ
    μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
    ὑποπίνοντες ἐν ὕμνοις.

καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει: ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ‘ ἐπισκύθισον’ λέγουσιν.' Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας:


    μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
    β. ἀλλ᾽ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
    α. καλῶς μὲν οὖν ἄγειν ... Σκύθῃ πιεῖν.

    ἦσαν

30. δ᾽ αἱ τῶν ἀκροατῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης, οὐ παλαιαί6: ἀλλ᾽ ἦν ἀπ᾽ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο [p. 436] γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων ὁ Τήιος πεποίηκε:


    Σικελὸν κότταβον ἀγκύλῃ λατάζων.

διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί: λέγω δ᾽ οἷον καὶ Πίνδαρος πεποίηκε


    χάριτάς τ᾽ ι Ἀφροδισίων ἐρώτων,
    ὄφρα σὺν Χειμάρῳ τε μεθύω
    Ἀγάθωνι τ᾽ ἰάλω κότταβον.

τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι:


    πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
    ἀλλ᾽ εὐθὺς αὐδᾷ ' τῷ Κορινθίῳ ξένῳ.'

31.

οὐκ ἐμέθυον δ᾽ οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι μηδὲ κωμάζειν, ἵν᾽, ἔφη, μὴ γνωσθῇς οἷος ὢν τυγχάνεις, ἀλλ᾽ οὐχ οἷος προσποιῇ.


    κάτοπτρον γὰρ εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦ.

διὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν γοῦν ὁ Γρύλλου [p. 438] παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννον ' τί δή ἔφη, 'ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν;ι καὶ ὁ Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα


    τὸ πρὸς βίαν
    πίνειν ἴσον πέφυκε τῷ διψῆν κακόν.

ὅθεν εἴρηται καὶ τὸ


    οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.

Σθένελός τε ὁ ποιητὴς οὐ κακῶς εἴρηκεν


    οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.

ὁ δὲ Φωκυλίδης ἔφη:


    χρὴ δ᾽ ἐν συμποσίῳ κυλίκων περινισομενάων
    ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.

ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει: παρ᾽ ἐνίοις τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς. 32. διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις εἶπεν


    οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος,
    ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος, [p. 440]
    σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
    δεσμοῖς ἀφράστοισι: φιλεῖ δὲ ἑ μαλθακὸς ὕπνος.

καὶ Θέογνις δέ φησιν


    ἥξω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,
    οὔτε τι νήφων εἴμ᾽ οὔτε λίαν μεθύων.
    ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ᾽ ἐκεῖνος
    τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου:
    μυθεῖται δ᾽ ἀπάλαμνα τὰ νήφοσι γίγνεται αἰσχρά:
    αἰδεῖται δ᾽ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
    τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος, ἀλλὰ σὺ ταῦτα
    γινώσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
    πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο—μή σε βιάσθω
    γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.

Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ᾽ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.

οὐ33. καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ τοῦ θεοῦ κρείττων ἐστὶν ὁ οἶνος. καίτοι γ᾽ οὐδ᾽ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθ᾽ ὑπομείνειεν. εἰ δ᾽ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, διὰ τοῦτο ποιοῦσιν αὐτὸν οὕτως διακείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἢ [p. 442] ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτο διαμαρτάνειν πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς Καβίροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δ᾽ αὐτὸς ὁ τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε: μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας, διὸ καὶ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν ὅτι ' ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλ᾽ οὖν οὐκ εἰδώς γε ποιεῖς ὡς ἱστορεῖ Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου. ἀγνοοῦσί τε οἱ λέγοντες πρῶτον Ἐπίχαρμον ἐπὶ τὴν σκηνὴν παραγαγεῖν μεθύοντα, μεθ᾽ ὃν Κράτητα ἐν Γείτοσι. καὶ Ἀλκαῖος δὲ ὁ μελοποιὸς καὶ Ἀριστοφάνης ὁ κωμῳδιοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοὶ δὲ καὶ ἄλλοι μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πολέμῳ ἠγωνίσαντο. παρὰ δὲ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ἡ ζημία Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ Μασσαλιήταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν. ἐν δὲ Μιλήτῳ ἔτι καὶ νῦν φησι Θεόφραστος τοῦτ᾽ εἶναι τὸ νόμιμον. παρὰ δὲ Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων οἱ ἔφηβοι μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ ὁ Ἀνακρέων ὁ πᾶσαν αὑτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης, τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων [p. 444] τῶν πολλῶν ὅτι νήφων ἐν τῷ γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης.

οἱ34. δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις, βλασφημοῦντες οὐ μετρίως. ὅθεν ὁ Μελανιππίδης ἔφη:


    πάντες δ᾽ ἀπεστύγεον ὕδωρ,
    τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
    τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλλύοντο,
    τοὶ δὲ παράπληκτον χέον ὀμφάν.

Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ μέθης φησίν: ' εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι: μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα δι᾽ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ, καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.'

τὸ δ᾽ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ,


    τίν᾽ ἡδονὴν ἔχει, [p. 446]
    ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
    ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;

καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν


    εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
    παρεγίνεθ᾽ ἡμῖν, οὐδ᾽ ἂν εἷς οἶνόν ποτε
    προσίετο πλείω τοῦ μετρίου, νυνὶ δὲ τὴν
    τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
    ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.

τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.

” 35.

ταῦτ᾽ εἰπὼν ὁ Δημόκριτος καὶ πιὼν ἔφη: “ τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν Εὔηνον


    σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε.

ἐγὼ δ᾽ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος φησὶ γάρ που οὗτος:


    ἔγχεε κέρναις ἕνα καὶ δύο.

ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ᾽ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν [p. 448] καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται: χειμῶνος μὲν ἐν τούτοις:


    ὕει μὲν ὁ Ζεύς, ἐκ δ᾽ ὀρανῶ μέγας
    χειμών, πεπάγασιν δ᾽ ὑδάτων ῥοαί.. '.
    κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
    πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
    μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
    μαλθακὸν ἀμφιβαλὼν γνόφαλλον.

θέρους δέ:


    τέγγε πνεύμονας οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται:
    ἁ δ᾽ ὥρα χαλεπά, πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.

τοῦ δ᾽ ἔαρος:


    ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο.

καὶ προελθών:


    ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
    κρατῆρα.

ἐν δὲ τοῖς συμπτώμασιν:


    οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
    προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
    ὦ Βυκχί: φάρμακον δ᾽ ἄριστον
    οἶνον ἐνεικαμένοις μεθύσθην.

ἐν δὲ ταῖς εὐφρόναις:


    νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
    πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.

καὶ καθόλου δὲ συμβουλεύων φησὶν


    μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. [p. 450]

πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ᾽ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ:


    πίνωμεν: τί τὰ λύχν᾽ ὀμμένομεν; δάκτυλος ἁμέρα.
    κὰδ δ᾽ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα,
    ποικίλαις: οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
    ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
    πλέαις κὰκ κεφαλᾶς: ἁ δ᾽ ἁτέρα τὰν ἁτέραν κύλιξ
    ὠθήτω,

ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων. 36. ὁ δ᾽ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι:


    καθαρῇ δ᾽ ἐν κελέβῃ πέντε τε καὶ τρῖς ἀναχείσθω.

Φιλέταιρος δ᾽ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου, λέγει δὲ οὕτως:


    πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
    καὶ τρεῖς ἀκράτου.

Φερεκράτης δ᾽ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε:

    Α
    ἄποτος ὦ Γλύκη.

    Β
    ὑδαρῆ 'νέχεέν σοι;

    α
    παντάπασι μὲν οὖν ὕδωρ.

    β
    τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας;

    Γλύκη
    δύ᾽ ὕδατος, ὦ μάμμη.

    β
    τί δ᾽ οἴνου;

    Γλύκη
    τέτταρας.
    [p. 452]

    β
    ἔρρ᾽ ἐς κόρακας: βατράχοισιν οἰνοχοεῖν σ᾽ ἔδει.

ἔφιππος δ᾽ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας:


    οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
    ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
    α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; β: φής; ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ:
    πατάξω τ᾽ ἴσον ἴσῳ ποτηρίοις
    μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.

καὶ Ἄλεξις ἐν Δορκίδι ἢ Ποππυζούσῃ:


    τρεῖς φιλοτησίας ἐγὼ
    μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας.

καὶ Ξέναρχος ἢ Τιμοκλῆς ἐν Πορφύρᾳ:


    μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.

Σώφιλος δ᾽ ἐν Ἐγχειριδίῳ:


    συνεχὴς ἄκρατος ἐδίδοτ᾽ ἴσον ἴσῳ. πάλιν
    τὴν μείζον᾽ ᾔτουν.

Ἄλεξις Τοκιστῇ ἢ Καταψευδομένῳ :


    μὴ παντελῶς αὐτῷ δίδου
    ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μίγνυ. χτχρ. καλῶς.
    β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;
    χτχρ. Θάσιος. β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους
    πίνειν ξενικόν, τοὺς δ᾽ ἐγγενεῖς ἐπιχώριον. [p. 454]

ἐν δὲ Ὑποβολιμαίῳ::


    ἀπνευστὶ τ᾽ ἐκπιὼν
    ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον.

Μένανδρος Ἀδελφοῖς:


    ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
    κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.

κατασείειν δ᾽ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Ἄλεξις δ᾽ ἐν Ἀποκοπτομένῃ: '


    ου᾽ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
    ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

38.


    Διόδωρος δ᾽ ὁ Σινωπεὺς ἐν Αὐλητρίδι:
    ἐπὰν κυάθους πίῃ τις, ὦ Κρίτων, δέκα,
    ἀεὶ παρ᾽ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον
    πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ᾽ ἐξεμεῖ.
    ταῦτα σκόπει πρὸς σαυτόν.

οὐκ ἀγλαφύρως δὲ Λύσανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι , τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν᾽ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως :


    κομψόν γε τοῦτ᾽ ἐστὶν παρ᾽ ὑμῖν, ὦ Σόλων,
    ἐν ταῖς Ἀθήναις δεξιῶς θ᾽ εὑρημένον.
    σο. τὸ ποῖον; α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
    ἄκρατον. σο. οὐ γὰρ ῥᾴδιον πωλοῦσι γὰρ [p. 456]
    ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
    οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ᾽ ὠνουμένων
    προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
    ἐκ κραιπάλης, τοῦτ᾽ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς
    πότος, μετρίοισι χρωμένους ποτηρίοις
    λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως.
    τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
    ψυκτῆρι πίνειν καὶ κάδοις: α. θάνατος μὲν οὖν.

39.


    πίνειν δ᾽ εἰς μέθην φησὶν ἐν ἕκτῳ Νόμων

Πλάτων, ' οὔτε ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ᾽ ἀσφαλές, οὔτ᾽ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων αἰεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει κἀν τῷ α᾽ δὲ τῶν Νόμων φησί: ῾ μέθης δὲ αὐτῆς, ὥσπερ Λυδοὶ χρῶνται καὶ Πέρσαι καὶ Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες καὶ τὰ τοιαῦτα γένη, καθάπερ ὑμεῖς, ὦ Λακεδαιμόνιοι, τὸ παράπαν ἀπέχεσθε. Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ πάντες αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ καὶ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων 40. ἔπινον [p. 458] πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ Δελφὸς Ἡγήσανδρος φησίν. Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα:


    ἐπ᾽ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
    ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
    ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
    κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ᾽ εὐτελές,
    σεμνὸν δύναται τοῦθ᾽ ἡ δύναμις ἡ 'μὴ ποιεῖν. '
    γέροντα Θάσιον τόν τε γῆς ἀπ᾽ ' Ἀτθίδος
    ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
    συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
    Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
    κατῃσίμωσα πῶμα, καύματος λύσιν.

ὁ δ᾽ αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.

41. προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς ἐλεγείοις:


    καὶ τόδ᾽ ἔθος Σπάρτῃ μελέτημά τε κείμενὸν ἐστι
    πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, [p. 460]
    μηδ᾽ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα
    μηδ᾽ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου.
    ἄγγε᾽ ἃ Λυδὴ χεὶρ εὗρ᾽ Ἀσιατογενὴς
    καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι
    ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει.
    εἶτ᾽ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
    εἰς αἰσχροὺς μύθους σῶμά τ᾽ ἀμαυρότερον
    τεύχουσιν πρὸς δ᾽ ὄμμ᾽ ἀχλὺς ἀμαλωπὸς ἐφίζει:
    λῆστις δὲ ἐκτήκει μνημοσύνην πραπίδων
    νοῦς δὲ παρέσφαλται:: δμῶες δ᾽ ἀκόλαστον ἔχουσιν
    ἦθος: ἐπεισπίπτει δ᾽ οἰκοτριβὴς δαπάνη.
    οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
    ὥστε φρέν᾽ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
    εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
    τοιαύτη δὲ πόσις σώματί τ᾽ ὠφέλιμος
    γνώμῃ τε κτήσει τε: καλῶς δ᾽ εἰς ἔργ᾽ Ἀφροδίτης
    πρός θ᾽ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
    πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
    καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.

ἑξῆς τε πάλιν φησὶν


    αἱ γάρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
    τέρψασαι λυποῦσ᾽ εἰς τὸν ἅπαντα χρόνον.
    ἡ Λακεδαιμονίων δὲ δίαιθ᾽ ὁμαλῶς διάκειται,
    ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν [p. 462]
    καὶ τὸ πονεῖν εἶναι δυνατούς: οὔκ ἐστ᾽ ἀπότακτος
    ἡμέρα οἰνῶσαι σῶμ᾽ ἀμέτροισι πότοις.

42. φίλοινος δ᾽ ἐστὶν ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης, πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ ὁ τριγέρων: φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει ὁ Ἀχιλλεύς. ὁ δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος:


    Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.

καὶ μόνου σὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γάρ μετ᾽ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης ἧς φησιν ὁ Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος, οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν ᾧ λέγεται οὕτως:


    εἶτ᾽ ἤδη δὸς φιάλην Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος.

ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ Νέστωρ καὶ παρἈχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι, οὐχ ὅτι ἀκονιτὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ Ἀχιλλεύς τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον [p. 464] ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ Εὔμηλος λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.

43. τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ Σοφοκλῆς φησι:


    διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
    οὐκ ἂν πλέον τέρψειας ἢ 'μπιεῖν διδούς.

καὶ ὁ Ἀρχίλοχος :


    μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
    ὣς ἐρέω.

καὶ τῶν τραγικῶν δέ τις ἔφη:


    ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου,

καὶ Ἀνακρέων;


    φίλη γὰρ εἶς ξείνοις: ἔασον δέ με διψῶντα πιεῖν.

καὶ Ξενοφῶν δ᾽ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα: ' ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.' Πλάτων δ᾽ ἐν τῇ ΠολιτείᾳΣ32 ῾ ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ.'44. ἔπινε δὲ καὶ Πρωτέας ὁ Μακεδὼν πλεῖστον, ὥς φησιν [p. 466] Ἔφιππος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς, καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ᾽ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ᾽ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ ὁ ' Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας, δηλοῦται δὲ τοῦτο ἐν ταῖς Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν Εὐμένης τε ὁ Καρδιανὸς καὶ Διόδοτος ὁ Ἐρυθραῖος. Μένανδρος δὲ ἐν Κόλακί φησι:


    κοτύλας χωροῦν δέκα
    ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
    τρὶς ἐξέπιον μεστὸν γ᾽.στρ. Ἀλεξάνδρου πλέον
    τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ
    μὰ τὴν Ἀθηνᾶν. στρ. μέγα γε.

Νικοβούλη δὲ ἢ ὁ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν ὁ Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ [p. 468] ἀναστὰς ἐκ τοῦ συμποσίου μετ᾽ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ ὁ σοφιστής, ὡς Λυγκεὺς ὁ Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις, ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ ' διὰ τί οὐ πίνεις; ' ' οὐδὲν δέομαι ἔφη, ' Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι.'45.

Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος: ῾ ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς.' Κτησίας δὲ παρ᾽ Ἰνδοῖς φησιν οὐκ εἶναι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ Μίθρῃ. γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν ἱστοριῶν ' ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται καὶ τὸ Περσικὸν ὀρχεῖται: τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.} εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν ἐποίουν δὲ τοῦτο, φησί, καὶ οἱ τῶν Περσῶν βασιλεῖς: μήποτ᾽ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ [p. 470] ἀφροδίσια εἶχεν ὁρμὴν ἐξυδαροῦσθαι γάρ φησιν ὁ ι Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι τῶν τοιούτων τὴν γονὴν Ἱερώνυμός τε ἐν ταῖς Ἐπιστολαῖς Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη, πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι. 46. καὶ Φίλιππος δ᾽ ὁ τοῦ Ἀλεξάνδρου πατήρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν, κἀν ἄλλῳ δὲ μέρει τῆς ἱστορίας γράφει Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.' ἐν δὲ τῇ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν Χαιρωνείᾳ: γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις φησίν 'ὁ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν δ᾽ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρῳδὸν καὶ Δωρίωνα τὸν αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας, ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε [p. 472] περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων, πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς ἐπὶ πολὺ καὶ παραπαίσας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.' Καρύστιος δὲ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν ὅτε φησί, ' μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτ᾽ ἔλεγε ‘ χρὴ πίνειν Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων.’ κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.'47.

φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. Ἀριστοτέλης δ᾽ ἐν τῇ Συρακοσίων Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ᾽ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δὲ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ᾽ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰς παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης: Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ μ᾽ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν, γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου: ` Νυσαῖος ὁ τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ [p. 474] συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλεν ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.' ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησὶν ι᾽ Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης: καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.' καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει: ' Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ ὁ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως.' ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησὶν ' οὐκ ὀλίγων γάρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ᾽ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ᾽ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.' ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ Χαριδήμου τοῦ ' Ὠρείτου διηγούμενος , ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησὶν 'τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ᾽ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ [p. 476] μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον γεγενημένον.'48. ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων ἄδηλον δ᾽ εἰ ὁ Φιλίππῳ διεχθρεύσας, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων


    τοῦ πολυκώθωνος τοῦτ᾽ ἠρίον Ἀρκαδίωνος
    ἄστεος ὤρθωσαν τῇδε παρ᾽ ἀτραπιτῷ
    υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δ᾽ ὡνήρ,
    ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.

Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ᾽ αὐτῷ ἐπίγραμμα:


    τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
    ἀκρήτου προποθεῖσ᾽ ᾤχετ᾽ ἔχουσα κύλιξ.

ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδών, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος, καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο: ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου: ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται: ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν ῾ Ἡρόδοτος [p. 478] ἱστόρησε. καὶ Ἀλκαῖος δ᾽ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ᾽ ὁ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός: ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Ξέναρχος δὲ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο: μνημονεύει αὐτοῦ Εὐφορίων ὁ ἐποποιὸς ἐν Χιλιάσι.

49. Χάρης δ᾽ ὁ Μυτιληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις περὶ Καλάνου εἰπὼν τοῦ Ἰνδοῦ φιλοσόφου, ὅτι ῥίψας ἑαυτὸν εἰς πυρὰν νενημένην ἀπέθανε, φησὶν ὅτι καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ διέθηκεν Ἀλέξανδρος γυμνικὸν ἀγῶνα καὶ μουσικὸν ἐγκωμίων. ' ἔθηκε δέ, ' φησί, ῾καὶ διὰ τὴν φιλοινίαν τῶν Ἰνδῶν καὶ ἀκρατοποσίας ἀγῶνα, καὶ ἦν ἆθλον τῷ μὲν πρώτῳ τάλαντον, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ καὶ τῷ τρίτῳ δέκα. τῶν οὖν πιόντων τὸν οἶνον παραχρῆμα μὲν ἐτελεύτησαν ὑπὸ τοῦ ψύχους τριάκοντα καὶ πέντε, μικρὸν δὲ διαλιπόντες ἐν ταῖς σκηναῖς ἕξ. ὁ δὲ πλεῖστον πιὼν καὶ νικήσας ἔπιε μὲν ἀκράτου χοᾶς τέσσαρας καὶ τὸ τάλαντον ἔλαβεν, ἐπεβίωσε δὲ ἡμέρας τέσσαρας: ἐκαλεῖτο δὲ Πρόμαχος. Τίμαιος δέ φησιν ὡς ' Διονύσιος ὁ τύραννος τῇ τῶν Χοῶν ἑορτῇ τῷ πρώτῳ ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον [p. 480] χρυσοῦν: καὶ ὅτι πρῶτος ἐξέπιε Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ Ἑρμῇ τῷ ἱδρυμένῳ ἐπὶ τῆς αὐλῆς ἐπέθηκεν, ᾧπερ εἰώθει καὶ τοὺς ἀνθινοὺς ἑκάστοτε ἐπιτιθέναι στεφάνους ἑσπέρας ἀπαλλασσόμενος ὡς αὑτόν, καὶ ἐπὶ τούτῳ ἐθαυμάσθη.' τὴν δὲ τῶν Χοῶν ἑορτὴν τὴν Ἀθήνησιν ἐπιτελουμένην Φανόδημός φησι Δημοφῶντα τὸν βασιλέα.., βουλόμενον ὑποδέξασθαι παραγενόμενον τὸν ' Ὀρέστην Ἀθήναζε. πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι οὐδ᾽ ὁμόσπονδον γενέσθαι μήπω δικασθέντα ἐκέλευσε συγκλεισθῆναί τε τὰ ἱερὰ καὶ χοᾶ οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα, παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν στεφάνους οἷς ἐστεφάνωντο πρὸς τὰ ἱερὰ μὴ τιθέναι διὰ τὸ ὁμορόφους γενέσθαι τῷ Ὀρέστῃ, περὶ δὲ τὸν χοᾶ τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα, καὶ ἔκτοτε τὴν ἑορτὴν κληθῆναι Χοᾶς. τῇ δὲ ἑορτῇ τῶν Χοῶν ἔθος ἐστὶν Ἀθήνησι πέμπεσθαι δῶρά τε καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἵπερ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους, [p. 482] ὥς φησιν Εὐβουλίδης ὁ διαλεκτικὸς ἐν δράματι. Κωμασταῖς οὕτως:


    σοφιστιᾷς, κάκιστε, καὶ Χοῶν δέῃ
    τῶν μισθοδώρων οὐκ ἀδείπνων ἐν τρυφῇ.

50.

Ἀντίγονος δ᾽ ὁ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας:


    οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.

ἦν δὲ ὁ Διονύσιος ἔτι ἐκ νέου, ὥς φησι Νικίας ὁ Νικαεὺς ἐν ταῖς Διαδοχαῖς, πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς ὃ τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα, πάντων ὁρώντων ἀπεδίδου. Ἀνάχαρσις δ᾽ ὁ Σκύθης παρὰ Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὥσπερ καὶ τῆς ἐν τῷ τρέχειν. Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι [p. 484] συμπεριφέρεσθαι τοῖς παροῦσιν ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν ὁ Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ ποτοῦ, καὶ ὁ Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη:


    ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον.

τῇ δ᾽ ὑστεραίᾳ προαπιόντος τοῦ Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα ὁ Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε:


    δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

51. Μυκερῖνον δὲ τὸν Αἰγύπτιον ὁ ῾ Ἡρόδοτος ἱστορεῖ διὰ τῆς δευτέρας ἀκούσαντα παρὰ τῶν μάντεων ὅτι ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενον πολλὰ ὁπότε γένοιτο νὺξ πίνειν καὶ εὐπαθεῖν οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιέντα : καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενον, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι μεθύσκεσθαι. καὶ Ἄμασιν δὲ τὸν καὶ αὐτὸν Αἰγυπτίων βασιλέα ῾ Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν. Ἑρμείας δ᾽ ὁ Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. Φαινίας δὲ ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπα φησὶ τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι. Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι [p. 486] ἐπὶ πλέον, εἶθ᾽ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν. ῾ ἐχρημάτιζέ τε, ' φησί, ' νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά, διὸ περὶ αὐτὸν δύο ἦσαν οἱ διοικοῦντες τὴν βασιλείαν, Ἄριστος καὶ Θεμίσων, Κύπριοι μὲν γένος καὶ ἀδελφοί, ἐρώμενοι δὲ ἀμφότεροι τοῦ Ἀντιόχου 52. πολυπότης δὲ ἦν καὶ Ἀντίοχος ὁ βασιλεὺς ὁ κληθεὶς Ἐπιφανής, ὁ ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὡς ἱστορεῖ Πτολεμαῖος ὁ Εὐεργέτης ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων κἀν τῷ πέμπτῳ φάσκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν, καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ᾽ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε, ' τίνι ἡ τύχη δίδωσι, λαβέτω.' καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδιωτῶν τοὺς ἀκολουθοῦντας αὐτῷ. ἐλούετο δὲ καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος, ὅτε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη ' μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. καὶ ὃς ἡσθεὶς ἐγώ σε, φησίν, ὑπέρκορον τούτου: ποιήσω καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου τε γενομένου αὐτός τε ὁ Ἀντίοχος ἔπεσε [p. 488] καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουσμένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δ᾽ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις ῾ οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καί τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων φησί αἴσθοιτό τινας συνευωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου: καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν53. ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ ὁ αὐτὸς Πολύβιός φησι συντελοῦντα αὐτὸν ἐν τῇ Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας Ἕλληνας καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς, καὶ ὁ χειρισμὸς τῆς διακονίας δι᾽ αὐτοῦ ἐγίνετο κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ᾽ ἀνέκλινεν, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε, καὶ [p. 490] περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ᾽ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο γυμνὸς καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία. φιλοπότης δ᾽ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν. ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν ' Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν ' ἔσφηλέν σε, Ἀντίοχε, θάρσος καὶ μέθη: ἤλπιζες γάρ ἐν μεγάλοις ποτηρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.'54. Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι [p. 492] αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων ἦν δ᾽ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα: καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ᾽ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου. ἐν δὲ τῇ δευτέρᾳ ὁ αὐτὸς Πολύβιος ἱστορεῖ Ἄγρωνα τὸν Ἰλλυριῶν βασιλέα ἡσθέντα ἐπὶ τῷ νενικηκέναι τοὺς μέγα φρονοῦντας Αἰτωλοὺς πολυπότην ὄντα καὶ εἰς μέθας καὶ εὐωχίας τραπέντα πλευρίτιδι ληφθέντα ἀποθανεῖν. ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Γενθίωνά φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθ᾽ ἡμέραν μεθύοντα. ἀποκτείναντα δὲ καὶ Πλεύρατον τὸν ἀδελφὸν γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. Ὀροφέρνην τε ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν.

55. [p. 494] διόπερ ὁ θειότατος Πλάτων καλῶς νομοθετεῖ ἐν τῷ δευτέρῳ 'τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι: τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην γίγνεσθαι καὶ ἑξῆς δέ φησι: ῾λόγος καὶ φήμη ὑπορρεῖ, ὡς ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρυιᾶς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρούμενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτ᾽ αὐτὸ δεδώρηται.'56.

Φάλαικος δ᾽ ἐν τοῖς ἐπιγράμμασι γυναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα:


    χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶνα
    τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
    οὕνεκα συμποσίοισι μετέπρεπεν ἶσα δὲ πίνειν
    οὔτις οἱ ἀνδρῶν ἤρισεν οὐδαμά πω.

ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. οὐκ ἀχαρίτως δὲ καὶ ὁ Ξέναρχος ἐν τῷ Πεντάθλῳ [p. 496] γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε:


    οὕτως ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
    ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.

παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον : τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενίτῃ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ: διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δὲ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον ι πρῶτον μὲν γὰρ οὐδ᾽ ἔχει οἴνου κυρείαν ἡ γυνή: πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ᾽ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον, λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται: τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. ἄλκιμος δ᾽ ὁ Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων Ἰταλικῇ πάσας φησὶ τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ τοιαύτης: αἰτίας ' Ἡρακλῆς περὶ τὴν Κροτωνιᾶτιν γενόμενος ἐπεὶ πρός τινα οἰκίαν οὖσαν παρὰ τὴν ὁδὸν διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν, ἔτυχε δ᾽ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα: καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτὸν εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δ᾽ ἐκέλευσεν αὐτὸν [p. 498] προσενεγκεῖν. Ἡρακλῆς δ᾽ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας ταῦτα τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν, ὃν ἐκέλευσεν αὐτὸν παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα, τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν ταῖς ἐπιχωρίαις γυναιξὶν πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν57. οἷαι δ᾽ εἰσὶ παρὰ τοῖς Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω:


    γείτων ἐστί τις
    κάπηλος: οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ
    διψῶσα, μόνος οἶδ᾽ ὣς γ᾽ ἐμοὶ κεράννυται.
    οὔθ᾽ ὑδαρὲς οὔτ᾽ ἄκρατον οἶδ᾽ ἐγώ ποτε
    πιοῦσα.

καὶ ἐν Μύστιδι: γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι:


    βούλει καὶ σύ, φιλτάτη , πιεῖν;
    β. καλῶς ἔχει μοι. α. τοιγαροῦν ἐμοὶ φέρε.
    μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.

Ἄλεξις δὲ Ὀρχηστρίδι:


    γυναιξὶ δ᾽ ἀρκεῖ πάντ᾽ ἐὰν οἶνος παρῇ
    πίνειν διαρκής. β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
    ὁ ἔσται γ᾽ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα
    ἡδὺς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρὸς
    γεγώς, γέρων γε δαιμονίως. λ. ἀσπάζομαι
    γραῦν σφίγγα πρὸς ἐμὲ ... ὡς αἰνίγματα
    λέγε καὶ τὰ λοιπά. [p. 500]

ἐν δὲ Δὶς πενθοῦντι Ζωπύρας τινὸς μνημονεύων φησί:


    καὶ Ζωπύρα,
    οἰνηρὸν ἀγγεῖον.

Ἀντιφάνης Βάκχαις:


    ἐπεὶ δὲ τοῦτ᾽ οὐκ ἔστι, κακοδαίμων σφόδρα
    ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις:
    ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ᾽ ἄμπελος.

Ξέναρχος Πεντάθλῳ:


    ὅρκον δ᾽ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.

58. Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν


    εἶεν, γυναῖκες, ὡς ἔγωγ᾽ ὑμῖν πάλαι
    οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι,
    ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
    πλὴν τοῦ καπήλου νοῦν ἐνεῖναί μοι δοκεῖ.
    εἰ γὰρ Φάωνα δεῖσθ᾽ ἰδεῖν, προτέλεια δεῖ
    ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί:
    πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
    πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
    ἑκκαίδεχ᾽ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
    λαγῷα δώδεκ᾽ ἐπισέληνα. τἄλλα δὲ
    ἤδη τάδ᾽ εὐτελέστατ᾽ ἐστ᾽, ἄκουε δή.
    βολβῶν μὲν Ὀρθάννῃ τρί᾽ ἡμιεκτέα, [p. 502]
    Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
    μύρτων πινακίσκος χειρὶ παρατετιλμένων
    λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες,
    περκνὴ γιγαρτὶς κυσί τε καὶ κυνηγέταις,
    Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
    ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
    ταῦτ᾽ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
    προσοίσετ᾽ εἰσέλθοιτ᾽ ἄν: εἰ δὲ μή, μάτην
    ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.

Ἀξιόνικος δ᾽ ἐν Φιλίννῃ φησί:


    γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

59. καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρίβοντα μνήμης ἠξίωται. Βαίτων γοῦν ὁ Ἀλεξάνδρου βηματιστὴς ἐν τῷ ἐπιγραφομένῳ Σταθμοὶ τῆς Ἀλεξάνδρου πορείας καὶ Ἀμύντας ἐν τοῖς Σταθμοῖς τὸ τῶν Ταπύρων ἔθνος φησὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ. τὰ δ᾽ αὐτὰ ἱστορεῖ καὶ Κτησίας ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων, οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς Μεσσηνίοις ἀστυγείτονας ὄντας [p. 504] καὶ ἀποδημεῖν ἐθισθέντας. Φύλαρχος δ᾽ ἐν ἕκτῃ Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδὲ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λιποτακτοῦντες, ὥς φησι Δάμων ἐν τῷ περὶ Βυζαντίου. Μένανδρος δ᾽ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι:


    πάντας μεθύσους τοὺς ἐμπόρους
    ποεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν
    τὴν νύκτα διὰ σὲ καὶ σφόδρ᾽ ἄκρατον, μοὶ δοκῶ:
    ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.

κωμῳδοῦνται δὲ ὡς μέθυσοι Ἀργεῖοι μὲν καὶ Τιρύνθιοι ὑπὸ Ἐφίππου ἐν Βουσίριδι. ποιεῖ δὲ τὸν Ἡρακλέα λέγοντα:


    οὐκ οἶσθά μ᾽ ὄντα, πρὸς θεῶν, Τιρύνθιον
    Ἀργεῖον; οἳ μεθύοντες αἰεὶ τὰς μάχας
    πάσας μάχονται. β. τοιγαροῦν φεύγουσ᾽ ἀεί.

Μιλησίους δ᾽ Εὔβουλος ἐν Κατακολλωμένῳ ὑβριστὰς εἶναί φησι μεθυσθέντας. πολέμων δὲ ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ ' Ἠλείων λέγων παρατίθεται τόδε τὸ ἐπίγραμμα:


    Ἦλις καὶ μεθύει καὶ ψεύδεται: οἷος ἑκάστου
    οἶκος, τοιαύτη καὶ συνάπασα πόλις. [p. 506]

60. Θεόπομπος δὲ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ περὶ Χαλκιδέων ἱστορῶν τῶν ἐν Θρᾴκῃ φησίν ῾ ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥᾳθυμίαν καὶ πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς τὸ δ᾽ εἰσὶ πάντες οἱ Θρᾷκες πολυπόται. διὸ καὶ Καλλίμαχος ἔφη:


    καὶ γὰρ ὃ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
    οἰνοποτεῖν, ὀλίγῳ δ᾽ ἥδετο κισσυβίῳ.

ἐν δὲ τῇ πεντηκοστῇ ὁ Θεόπομπος περὶ Μηθυμναίων τάδε λέγει: καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δ᾽ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλέομις ὁ τύραννος, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς ἢ τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας καὶ Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι. ἐν δὲ τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἰλλυριοί,' φησί, ' δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας: καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων, ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι. καὶ τοῦτο μὲν πρῶτον [p. 508] μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον αἰεὶ συνάγουσι τὴν ζώνην. Ἀρδιαῖοι δέ, φησί, κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθ᾽ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἱ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἱ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.

” 61.

τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου ὁ Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι᾽ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι: οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ὀνομάζων ἔφη:


    καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου
    συμποσίου ναῦται καὶ κυλίκων ἐρέται
    μάρνανται περὶ τοῦδε: τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.

Ἄλεξις δ᾽ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν


    ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
    εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ [p. 510]
    Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς:
    μεθύει γάρ: οὐδὲν ἕτερον, ὁ δ᾽ ἕτερος ἂν
    τύχοιμ᾽ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
    ἄνθρωπος.

χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν καὶ καλῶς πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον ὁ αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ ἑταίρας δ᾽ ὄνομα τὸ δρᾶμα ἔχει φησίν


    οἶνον πολὺν
    οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς.

κἀν Δακτυλίῳ:


    εἶτ᾽ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν
    μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;

κἀν Ἐπιτρόπῳ δ᾽ ἔφη:


    πολὺς γὰρ οἶνος πόλλ᾽ ἁμαρτάνειν ποεῖ.

Κρώβυλὸς τ᾽ ἐν ' Ἀπολιπούσῃ: :


    τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν᾽ ἡδονὴν ἔχει;
    ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
    ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις.

οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ ‘ ὅταν δημοκρατουμένη πόλις,’ φησὶν ὁ Πλάτων ἐν η᾽ Πολιτείας, ‘ ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει.’ ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί: ‘ τὴν πόλιν [p. 512] εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.’ 62. τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται: διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησὶν


    οὔτε γὰρ νήφοντα δεῖ
    οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔτ᾽ ὅταν πίνειν δέῃ
    νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ᾽ ἄνθρωπον φρονεῖ, ..
    μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι
    εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται,
    ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια
    τὰς φλέβας θ᾽ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω
    τεταμένας, δι᾽ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.

ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι:


    Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς
    πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς
    κατεῖχέ θ᾽: αὑτόν εἶτα παραλαβών ποτε
    οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει
    τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας,
    νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο.

καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών


    ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα,

ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν. [p. 514]63. Ἡγήσανδρος δὲ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε λέγων οὕτως: ‘Κόμβων καὶ Ῥοδοφῶν τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες ἦσαν ἔξοινοι. καὶ ὁ Κόμβων εἰς κυβευτὴν σκώπτων τὸν Ῥοδοφῶντα ἔλεγεν


    ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί.

Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας.’ Θεόπομπος δ᾽ ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν περὶ ἄλλου ῾ Ῥοδίου διαλεγόμενός φησι: ‘ τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.’ εἶθ᾽ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει ‘ καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν: εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ᾽ ὅπως ἕκαστος εἴη δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ [p. 516] ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν.’

Ἀνθέας δὲ ὁ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ᾗ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ᾽ αὑτοῦ φαλλοφοροῦσι.

64. τούτων ἀκούσας ὁ Οὐλπιανὸς “ὁ δὲ πάροινος,” ἔφη, “καλέ μου Ποντιανέ, παρὰ τίνι κεῖται;

” καὶ ὃς ἔφη : “


    ἀπολεῖς μ᾽ ἐρωτῶν ῾ κατὰ τὸν καλὸν Ἀγάθωνα ᾿
    καὶ σὺ χὠ νέος τρόπος,
    ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος.

ἐπεὶ δὲ πάντων ἡμᾶς εὐθύνας σοι διδόναι κέκριται, Ἀντιφάνης ἐν Λυδῷ εἴρηκε:


    Κολχὶς ἄνθρωπος πάροινος.

σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις οὐδ᾽ ἐπὶ νοῦν λαμβάνεις ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς ὁ Φιλεταίρου τοῦ [p. 518] Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστορεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων, ἀλλ᾽ οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς: κατ᾽ οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει οὔτε φίλοινος ἦν, ἀλλὰ καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ, σὺ δέ, ὦ Οὐλπιανέ, ἀρρυθμοπότης μὲν εἶ κατὰ τὸν Φλιάσιον Τίμωνα—οὕτως γὰρ ἐκεῖνος ὠνόμασε τοὺς τὸν πολὺν σπῶντας οἶνον ἄκρατον ἐν τῷ δευτέρῳ τῶν Σίλλων


    ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,
    ὃς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,
    ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ᾽ ἀρυσαίνας

ου᾽ ποτικὸς δέ. ὠνόμασε δὲ ποτικὸν Ἀλκαῖος Γανυμήδει οὕτως ... ὅτι δὲ τὸ μεθύειν καὶ τὰς ὄψεις ἡμῶν πλανᾷ σαφῶς ἔδειξεν Ἀνάχαρσις δι᾽ ὧν εἴρηκε, δηλώσας ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίγνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη: ` ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν.' καὶ ὃς ἔφη πάνυ γε κἀμοὶ δοκεῖ: ι ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω.'

” 65. μετὰ ταῦτα ὁ Οὐλπιανὸς προπιών τινι τῶν [p. 520] ἑταίρων ἔφη : “ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, ὦ φιλότης, ὃς ἐν Ἀγροίκοις φησὶν


    ὅλην μύσας ἔκπινε. β. μέγα τὸ φορτίον,
    α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,

πῖθι οὖν, ὦ ἑταῖρε. καὶ


    μὴ μεστὰς ἀεὶ
    ἕλκωμεν,

ὁ αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ


    ἀλλὰ καὶ λογίσκος εἰς μέσον
    παταξάτω τις καί τι καὶ μελίσκιον,
    στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
    ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός ...
    παραδίδου δ᾽ ἑξῆς ἐμοὶ
    τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ᾽ Εὐριπίδης.
    β. Εὐριπίδης γὰρ τοῦτ᾽ ἔφασκεν; α. ἀλλὰ τίς;
    β. Φιλόξενος δήπουθεν. α. οὐδὲν διαφέρει,
    ὦ ' τάν: ἐλέγχεις μ᾽ ἕνεκα συλλαβῆς μιᾶς.



καὶ ὃς “τὸ δὲ πῖθι τίς εἴρηκεν; ἀπεσκοτώθης, φίλτατε,” ἔφη ὁ Οὐλπιανός, “σπάσας οἴνου τοσοῦτον, παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι:


    τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ᾽ εὐθὺς ἐρώτα.

καὶ Ἀντιφάνης ἐν Μύστιδι:


    σὺ δ᾽ ἀλλὰ πῖθι. β. τοῦτο μέν σοι πείσομαι:
    καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
    τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους [p. 522]
    τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
    ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν:
    τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
    τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
    τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.

καὶ Δίφιλος ἐν Βαλανείῳ:


    ἔγχεον μεστὴν τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
    πῖθι: ταῦτα γὰρ παρ᾽ ἡμῖν Διὸς ἑταιρείου, πάτερ.

Ἀμειψίας Σφενδόνῃ,


    λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.

Μένανδρος Αὐλητρίδι:


    ἐλλέβορον ἤδη πώποτ᾽ ἔπιες, Σωσία;
    σω. ἅπαξ. α. πάλιν νυν πῖΣ32θι: μαίνει γὰρ κακῶς.

66. πίομαι δὲ ἄνευ τοῦ ū λεκτέον, ἐκτείνοντας δὲ τὸ ι. οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν:


    πιόμεν᾽ ἐκ βοτάνης.

καὶ Ἀριστοφάνης Ἱππεῦσιν


    οὔποτ᾽ ἐκ ταὐτοῦ μεθ᾽ ἡμῶν πίεται ποτηρίου.

καὶ ἐν ἄλλοις:


    πικρότατον οἶνον τήμερον πίει τάχα. [p. 524]

ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ī, ὡς Πλάτων ἐν Ταῖς ἀφ᾽ ἱερῶν


    οὐδ᾽ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.

καὶ ἐν Σύρφακι: ' καὶ πίεσθ᾽ ὕδωρ πολύ πίε δὲ δισυλλάβως Μένανδρος ἐν Ἐγχειριδίῳ:


    πίε. Β. πιεῖν ἀναγκάσω
    τὴν ἱερόσυλον πρῶτα.

καὶ ' τῆ πίε: καὶ σὺ οὖν, ὦ ἑταῖρε, κατὰ τὸν Ἄλεξιν, ὃς ἐν Διδύμοις φησί:


    τούτῳ πρόπιθ᾽, ἵνα καὐτὸς ἄλλῳ

καὶ γένηται ἡ παρ᾽ Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ ὁ μελοποιός:


    μηδ᾽ ὥστε κῦμα πόντιον
    λάλαζε, τῇ πολυκρότῃ
    σὺν Γαστροδώρῃ καταχύδην
    πίνουσα τὴν ἐπίστιον.

τοῦτο δ᾽ ἡμεῖς ἀνίσωμά φαμεν. 67. σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι, τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντες : οἶνον ἀμύντορα δυσφροσυνᾶν.` ἀλλ᾽, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες ὃν πῖνον καλοῦσι, λέγων οὕτως: ' πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ [p. 526] μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι, μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται ταν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ:


    βρῦτον δὲ τὸν χερσαῖον οὐ φίλον πιεῖν.

καὶ Ἀρχίλοχος:


    ὥσπερ παρ᾽ αὐλῷ βρῦτον ἢ Θρέιξ ἀνὴρ
    ἢ Φρὺξ ἔβρυζε: κύβδα δ᾽ ἦν πονευμένη.

μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ:


    κἀκ τῶνδ᾽ ἔπινε βρῦτον ἀκμαῖον χρόνῳ
    κἀσεμνοκόμπει, ὁ τοῦτ᾽ ἐν ἀνδρείᾳ τιθείς.

Ἑλλάνικος δ᾽ ἐν Κτίσεσι καὶ ἐκ βριζῶν, φησί, κατασκευάζεται τὸ βρῦτον, γράφων ὧδε: ' πίνουσι δὲ βρῦτον ἐκ τῶν βριζῶν, , καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν Ἑκαταῖος δ᾽ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει: ' τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ' ἀλείφονται δέ, ' φησίν, : ἐλαίῳ ἀπὸ γάλακτος καὶ ταῦτα μὲν ταύτῃ.

τῷ 68.

    δ᾽ ἡμετέρῳ χορῷ οἶνος φίλος ὃν πόρε: [p. 528] θυρσοφόρος

μέγα πρεσβεύων Διόνυσος φησὶν Ἴων ὁ Χῖος ἐν τοῖς ἐλεγείοις:


    αὕτη γὰρ πρόφασις παντοδαπῶν ὀάρων:
    αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
    ἐξ οὗ βοτρυόεσσ᾽ οἰνὰς ὑποχθόνιον
    πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
    αἰθέρος: ὀφθαλμῶν δ᾽ ἐξέθορον πυκινοὶ
    παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ᾽ ἄλλῳ,
    πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
    νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
    ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές,
    τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε:
    τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
    τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
    ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι,

χαῖρε, δίδου δ᾽ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,


    πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.

Ἄμφις δ᾽ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον


    κατὰ πόλλ᾽ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
    τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
    ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
    ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
    φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
    πάντ᾽ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
    ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς
    τί ποτ᾽ ἀφ᾽ ἑκάστου πράγματος συμβήσεται [p. 530]
    διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
    καὶ θερμόν.

69. μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ ὁ Αἰμιλιανὸς ἔφη: “ ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν Καλλίου τοῦ Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλ᾽ ἡμεῖς ζητήσωμεν πρότερον μέν τίς ὁ ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη ἡ Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν—ἱκανῶς γὰρ εἴρηκε περὶ αὐτῶν ὁ ἑταῖρος ἡμῶν Διότιμος ὁ Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες.” ”

καὶ ὁ Λαρήνσιος ἔφη: “ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται: “γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον.” ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ι ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων ὅθεν καὶ Πίνδαρος πρὸς τὸ ς ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ [p. 532] προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἶον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος ἢ ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, ἢ Ἑρμοῦ, Ἑρμόδωρος: ἢ λήγειν εἰ τύχοι εἰς νικος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο : τί δὲ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.

70. περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν


    ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν
    γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
    λέγοντας οὐδὲν ὁπότε προστάξαι τέ τις
    εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
    ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον [p. 534]
    οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν,
    ἐνέδρας δ᾽ ἕνεκα, νυνὶ δὲ τοῦτ᾽ ἔγνωχ᾽ ὅτι
    ἀληθὲς ἦν φέρομεν γὰρ ἄνθρωποι δέκα
    ἔρανὸν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
    οὐδείς, σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,
    τοῦτ᾽ ἔστιν, ἦν θ᾽ ὁ γρῖφος ἐνταῦθα ῥέπων.
    καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον
    ἀλλ᾽ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
    οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
    ὁ Φίλιππος ἦν ἄρ᾽ εὐτυχής τις, νὴ Δία.

ἐν δὲ Ἀφροδισίῳ,


    πότερ᾽. ὅταν μέλλω λέγειν σοι τὴν χύτραν,
    χύτραν λέγω
    ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
    πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
    νεογενοῦς ποίμνης δ᾽ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
    τακεροχρῶτ᾽ εἴδη κύουσαν; β. Ἡράκλεις, ἀποκτενεῖς
    ἆρὰ μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
    χύτραν.
    α. εὖ λέγεις, ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
    μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον [p. 536]
    εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
    λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
    ἢ σαφῶς πλακοῦντα φράζω σοι; β. πλακοῦντα
    βούλομαι.
    α. Βρομιάδος δ᾽ ἱδρῶτα πηγῆς; β. οἶνον εἰπὲ
    συντεμών.
    α. λιβάδα νυμφαίαν δροσώδη; β. παραλιπὼν ὕδωρ
    φάθι.
    α. κασιόπνουν δ᾽ αὔραν δι᾽ αἴθρας; β. σμύρναν
    εἰπέ, μὴ μακράν.
    α. μηδὲ τοιοῦτ᾽ ἄλλο μηδέν; β. μηδ᾽ ἐροῦ πάλιν λέγων,
    ὅτι δοκεῖ τοῦτ᾽ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
    αὐτὸ μὲν μηδέν, παρ᾽ αὐτὸ δ᾽ ἄλλα συστρέφειν πυκνά.

71. καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει:


    οὐ θνητὸς οὐδ᾽ ἀθάνατος, ἀλλ᾽ ἔχων τινὰ
    σύγκρασιν, ὥστε μήτ᾽ ἐν ἀνθρώπου μέρει
    μήτ᾽ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαὶ τ᾽ ἀεὶ
    καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
    ἀόρατος ὄψιν, γνώριμος δ᾽ ἅπασιν ὤν.
    β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ᾽ αἰνίγμασι
    α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
    β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
    α. ὕπνος, βροτείων, ὦ κόρη, παυστήρ πόνων.

Εὔβουλος δ᾽ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς:


    ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, [p. 538]
    οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
    ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων
    ἓν δ᾽ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος.
    τί ἐστι τοῦτο; τί ἀπορεῖς; β. Καλλίστρατος.
    α. πρωκτὸς μὲν οὖν οὗτος γε. Β. σὺ δὲ ληρεῖς ἔχων.
    α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος,
    ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς
    λεῖος. τί βούλει; πνευμάτων: πολλῶν φύλαξ ...
    ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος,
    αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.

ἰχνεύμων Αἰγύπτιος:


    τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων
    πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
    ἔπειτ᾽ ἀφανίζει, διότι δ᾽ ἔστ᾽ ἀμφίστομος,
    κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων ...
    οἶδ᾽ ἐγὼ ὃς υ νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων, ἄπτερος
    ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει.

πάππος ἀπ᾽ ἀκάνθης: οὗτος γὰρ


    νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι,
    ὅταν δ᾽ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν,
    δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος.
    ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, [p. 540]
    εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό,
    ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν᾽ ἕκαστον,
    ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται,
    αὐτὸς ἕκαστος ἔχων θαὐτοῦ, καλέων δὲ φυλάττειν.

ταῦτα δ᾽ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν. 72.


    Ἀντιφάνης δ᾽ ἐν τῷ Προβλήματί φησιν
    ἰχθύσιν ἀμφίβληστρον ἀνήρ πολλοῖς περιβάλλειν
    οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην
    καὶ ταύτην ψευσθείς, ὁ ἄλλην κεστρεὺς ἴσον αὐτῇ
    ἦγεν. βουλομένη δ᾽ ἕπεται πέρκη μελανούρῳ.
    β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ᾽ ὅ τι λέγεις:
    οὐδὲν λέγεις γάρ. α. ἀλλ᾽ ἐγὼ σαφῶς φράσω.
    ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς
    οἷσι δέδωκ᾽ οὐδ᾽ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.
    β. διδούς τις οὐκ ἔδωκεν οὐδ᾽ ἔχων ἔχει;
    οὐκ οἶδα τούτων οὐδέν. α. οὐκοῦν ταῦτα καὶ
    ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ᾽ οὐκ οἶσθα νῦν
    οὐδ᾽ ὅσα δέδωκας οὐδ᾽ ὅσ᾽ ἀντ᾽ αὐτῶν ἔχεις.
    τοιοῦτο τοῦτ᾽ ἦν. β. τοιγαροῦν κἀγώ τινα
    εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. α. λέγε.
    β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ᾽ ἔχουσαι [p. 542]
    πόλλ᾽ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὃν τ᾽ ᾤοντο λέγειν τι,
    οὐκ ἐλάλουν οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς
    ὃν μὲν
    ἦν αὐταῖς ὁ λόγος, πρὸς δ᾽ αὑτὰς πολλὰ λαλούσας
    αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.

73. ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως, ἡ μὲν γάρ φησιν


    ἔστι φύσις θήλεια βρέφη σῴζουσ᾽ ὑπὸ κόλποις
    αὑτῆς, ὄντα δ᾽ ἄφωνα βοὴν ἵστησι γεγωνὸν
    καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης
    οἷς ἐθέλει θνητῶν, τοῖς δ᾽ οὐδὲ παροῦσιν ἀκούειν
    ἔξεστιν κωφὴν δ᾽ ἀκοῆς αἴσθησιν ἔχουσιν.

ταῦτά τις ἐπιλυόμενός φησιν


    ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,
    βρέφη δ᾽ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.
    οὗτοι κεκραγότες δὲ τὰ διαπόντια
    τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα
    ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον
    αὐτῶν κάθηται λοιδορουμένων τ᾽ ἀεὶ
    ὁ δῆμος οὐδὲν οὔτ᾽ ἀκούων οὔθ᾽ ὁρῶν.
    ς. ληρεῖς ἔχων. πῶς γὰρ γένοιτ᾽ ἄν, ὦ πάτερ,
    ῥήτωρ ἄφωνος; β. ἢν ἁλῷ τρὶς παρανόμων.
    καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι
    τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε. [p. 544]

ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γράφον οὕτως:


    θήλεια μὲν νὺν ἐστι φύσις ἐπιστολή,
    βρέφη δ᾽ ἐν αὑτῇ περιφέρει τὰ γράμματα
    ἄφωνα δ᾽ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ
    οἷς βούλεθ᾽ ἕτερος δ᾽ ἂν τύχῃ τις πλησίον
    ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.

74. Δίφιλος δ᾽ ἐν Θησεῖ τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον προβαλεῖν δ᾽ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν ὁ σίδαρος καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ᾽ ὀρύσσουσίν τε καί τέμνουσι καὶ χρῶντ᾽ εἰς ἅπαντα, εὐδοκιμούσᾳ δ᾽ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν: ἐπεὶ τοῦτον κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, ὅ τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ᾽ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δ᾽ ὁ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ᾽ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ:


    λιθάργυρος δ᾽
    ὄλπη παρῃωρεῖτο χρίματος πλέα
    τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ. [p. 546]

τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου, καὶ Στησίχορος δ᾽ ἐν Ἑλένῃ ' λιθάργυρον ποδονιπτῆρα ἔφη. Ἴων δὲ ἐν Φοίνικι ἢ Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις:


    δρυὸς μ᾽ ἱδρὼς
    καὶ θαμνομήκης ῥάβδος ἣ τ᾽ Αἰγυπτία
    βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.

75. Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς, ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δ᾽ οὕτως:


    τίς φύσις οὔθ᾽ ὅσα γαῖα φέρει τροφὸς οὔτε ὅσα
    πόντος
    οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
    ἀλλ᾽ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
    ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
    μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων; [p. 548]

κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος:


    εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει
    τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται.

τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν, ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον πολίχνιον δ᾽ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῷ τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῇ μητρὶ λύεσθαι τὸ γύναιον δέχ᾽ ἡμερῶν τὸ ἐν Ἀπολλωνίῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα, αὕτη: γάρ ἐστιν ἐν τῷ Ἀπολλωνίῳ παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῇ Κρώμνῃ.

76.
    πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοὶ τινὲς εἰσιν οἷον:
    ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα
    οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.

τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ᾽ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν [p. 550] τῷ περὶ γρίφων, ὅτι βάλοι ' ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.' τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δὲ ἐν πέμπτῳ Νόμων μνημονεύει: τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ᾽ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν. 77. καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων ' καρδίαν μὴ ἐσθίειν ' ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ' πῦρ μαχαίρᾳ μὴ σκαλεύειν ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ' ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. λεωφόρους ὁδοὺς μὴ στείχειν ' ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται: τὴν δ᾽ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ` μὴ καθῆσθαι ἐπὶ χοίνικα ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφ᾽ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέχεσθαι. ῾ ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις μὴ ἐπιστρέφεσθαι,: [p. 552] ὅριαγὰρ καὶ πέρας ζωῆς ὁ θάνατος: τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι. 78. τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν ' Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής: καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις: ὡς δ᾽ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ᾽ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, ' οὐκ ἔγωγε, ' εἰπεῖν, ' ἀλλ᾽ εἰς τὴν κοιλίαν.' καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστέρα ἔχει, πῶς γάρ,: εἶπε, τριταία μὴ βεβρωκυῖα;᾽ τῶν Ἀριστωνυμ ... ων δ᾽ ἦν εὐπαρύφων λόγων. καὶ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον ' ἐνέβαλον γὰρ ἄν σου φησίν, ' εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν: ἔμελλον τοὺς περιεστηκότας., ἀρχαιότατος δ᾽ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ [p. 554] γριφεύειν φύσεως οἰκειότατος: ' τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν; ' καὶ ' τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ; ' καὶ πρὸς τούτοις ' τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάττῃ; ' τοῦτο δ᾽ ἐστὶν ὁμωνυμία: καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ αἰετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει: ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον.

ὁ79. δὲ Ἀθηναῖος Καλλίας ἐζητοῦμεν γὰρ ἔτι πρότερον περὶ αὐτοῦ μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν διαιροῦντας κατὰ τὰς παραγραφὰς: καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα


    τὸ ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ,
    ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, β κάππα, λάβδα, μῦ, [p. 556]
    νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ,
    παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ.

ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον βῆτα ἄλφα βᾱ, βῆτα εἶ βα, βῆτα ἦτα βε, βῆτα ἰῶτα βī, βῆτα οὖ βο , βῆτα ὖ βυ, βῆτα ὦ βω, καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν, ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ᾽ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως:


    ἐγὼ οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. τί ταῦτ᾽
    ἄλλως ἐλέγχεις;

διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας, καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως ἣν δεῖ κατὰ τὰς παραγραφὰς [p. 558] ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν᾽ ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν


    ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον
    λέγειν μόνον χρή. χ. καὶ τρίτον μόνον γ᾽ ἐρεῖς.
    α. ἦτ᾽ ἄρα φήσω. χ. τὸ τε τέταρτόν αὖ μόνον
    ἰῶτα, πέμπτον οὖ, τὸ θ᾽ ἕκτον υ μόνον
    λέγε: α. λοίσθιον λέγειν: δὲ φωνῶ σοι τὸ ὦ
    τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ᾽ ἐν μέτροις μόνον.
    καὶ τοῦτο λέξασ᾽ εἶτα δὴ σαυτῇ λάλει.

80. δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον:


    κύω γὰρ, ὦ γυναῖκες, ἀλλ᾽ αἰδοῖ, φίλαι,
    ἐν γράμμασι σφῷν τοὔνομ᾽ ἐξερῶ βρέφους,
    ὀρθὴ μακρὰ γραμμὴ ' στιν ἐκ δ᾽ αὐτῆς μέσης
    μικρὰ παρεστῶσ᾽ ἑκατέρωθεν ὑπτία,
    ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.

ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας συνέγραψεν ἓν τῶν παραγγελμάτων φορτικώτερον τοῦ ῥηθέντος, Εὐριπίδης δὲ τὴν ἐν τῷ Θησεῖ τὴν ἐγγράμματον ἔοικε ποιῆσαι ῥῆσιν. βοτὴρ δ᾽ ἐστὶν ἀγράμματος αὐτόθι δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως: [p. 560]


    ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
    μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια,
    κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος:
    οὗτος δ᾽ ἔχει σημεῖον ἐν μέσῳ σαφές.
    τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
    ταύτας διείργει δὲ ἐν μέσαις ἄλλη μία.
    τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος,
    τὸ δ᾽ αὖ τέταρτον ἡ μὲν εἰς ὀρθὸν μία,
    λοξαὶ δ᾽ ἐπ᾽ αὐτῆς τρεῖς κατεστηριγμέναι
    εἰσίν. τὸ πέμπτον δ᾽ οὐκ ἐν εὐμαρεῖ φράσαι
    γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
    αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν.
    τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές,

τὸ δ᾽ αὐτὸ πεποίηκε καὶ Ἀγάθων ὁ τραγῳδιοποιὸς ἐν τῷ Τηλέφῳ. ἀγράμματος γάρ τις κἀνταῦθα δηλοῖ τὴν τοῦ Θησέως ἐπιγραφὴν οὕτως


    γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος:
    ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο,
    Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές.
    ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος:
    ἐφ᾽ ἑνός τε κανόνος ἦσαν ὕπτιοι δύο.
    ὅπερ δὲ τρίτον: ἦν καὶ τελευταῖον πάλιν.

καὶ Θεοδέκτης δ᾽ ὁ Φασηλίτης ἄγροικόν τινα ἀγράμματον παράγει καὶ τοῦτον τὸ τοῦ Θησέως ὄνομα διασημαίνοντα:


    γραφῆς ὁ πρῶτος ἦν μεσόφθαλμος κύκλος.
    ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ:
    τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών: [p. 562]
    τρίτον δ᾽ ἑλικτῷ βοστρύχῳ προσεμφερές.
    ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο,
    πέμπται δ᾽ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο,
    αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν.
    ἕκτον δ᾽ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.

καὶ Σοφοκλῆς δὲ τούτῳ παραπλήσιον ἐποίησεν ἐν Ἀμφιαράῳ σατυρικῷ τὰ γράμματα παράγων ὀρχούμενον.

81. Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα:


    τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν.
    πατρὶς Χαλκηδών: ἡ δὲ τέχνη σοφίη.

τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι:: τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον


    σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον
    ναίονθ᾽ ἕδραν, θηρονόμε Πάν, χθόν᾽ Ἀρκάδων
    κλήσω γραφῇ τῇδ᾽ ἐν σοφῇ πάγκλειτ᾽ ἔπη
    συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῷ κλύειν,
    μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ᾽ ἱεῖς, [p. 564]

καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως :


    σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
    νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.

καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ᾽ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας:


    μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβὼν.
    λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
    οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν.
    λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.

82. Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε:


    πρὶν μὲν εἷρπε σχοινοτένειά τ᾽ ἀοιδὰ
    καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.

ταῦτα σημειώσαιτ᾽ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι, καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος [p. 566] ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή


    Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον.

    ἔστιν

83.
    εὐπορῆσαι καὶ ἄλλων γρίφων
    ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
    ἀμφὶς ἔχει: μήτηρ δ᾽ ἔστ᾽ ἀριθμοῖο πάις.

Φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ᾽ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης:


    κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.

πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου: φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς:


    ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
    ὄμματά τ᾽ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.

Ἀντιφάνης δ᾽ ἐν Αὑτοῦ ἐρῶντί φησι:


    τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω.

Ἀναξανδρίδης Αἰσχρᾷ:


    ἀρτίως διηρτάμηκε, καὶ τὰ μὲν διανεκῆ
    σώματος μέρη δαμάζετ᾽ ἐν πυρικτίτῳ στέγᾳ
    : Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων. [p. 568]

Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν


    ὡς δ᾽ ἦν ἠρμένη
    βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
    φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
    τράπεζα Β. περιέργως γε, νὴ τὸν οὐρανὸν
    ἐξὸν φράσαι τράπεζα συντόμως.

Πλάτων δ᾽ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν


    ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων,
    παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
    πάντων ἀνθρώπων, δύο δ᾽ αὐτὸν δαίμον᾽ ὀλεῖτον,
    ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ᾽ ἐλαύνων.

λέγει δ᾽ Ἀφροδίτην καὶ Διόνυσον ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν


    ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
    καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ᾽ ἐπὶ γαῖαν
    ἑρπετὰ γίνονται καὶ ἀν᾽ αἰθέρα καὶ κατὰ πόντον
    ἀλλ᾽ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
    ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

84. γριφώδη δ᾽ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου:


    μιξονόμου τε πατήρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς [p. 570]
    πλησίον ἠρείσαντο καρήατα: παῖδα δὲ νυκτὸς
    δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος
    βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.

φασὶ δ᾽ οἱ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ᾽ ἐπιγεγράφθαι, πεποιῆσθαι δ᾽ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον, οἱ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον ἐπειργασμένον εἰρῆσθαι, καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἱ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν, ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα, τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν:


    φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον
    τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.

λέγεται δὲ ἐν τῇ Καρθαίᾳ ὁ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς, εἶναι δὲ τὸ χορηγεῖον ἄνω [p. 572] πρὸς Ἀπόλλωνος ἱερῷ οὐ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη, ἀνακομίζοντος δ᾽ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν


    ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα
    βασιλεῦσιν.

ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν, τοῦτ᾽ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾁδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν, 85. τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ:


    ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,
    τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.

σημαίνει γὰρ κόχλον. τοιοῦτον δ᾽ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον


    λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.

καὶ τὸ περιφερόμενον


    πέντ᾽ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, [p. 574]
    ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ᾽ οὐκ ἦν ἀνελέσθαι:
    δίψῃ δ᾽ ἐξώλλυντο, ὕδωρ δ᾽ ὑπερεῖχε γενείου.

86. τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην ἅλμῃ κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως: ῾ τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετ᾽ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι: κομιδῇ γάρ ἐστι ταῦτά γὲ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας Γαστρολογίας ἐσπουδακότος: ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος ἢ ἰαμβεῖον εἰπόντι [p. 576] τὸ ἐχόμενον ἕκαστον λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, ὅτι εἰς τὴν αὐτὴν εἶπε γνώμην ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα ἀπὸ τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας, ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἑκάστου λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ᾽ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ καὶ τοὺς λοιποὺς ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μήνυμα: γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰκειότητος: ἐφ᾽ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους.'87.

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι: στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα


    ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.
    ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα.
    ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα.

καὶ πάλιν ὁμοίως ἰαμβεῖα


    ἀγαθὸς ἀνήρ λέγοιτ᾽ ἂν ὁ φέρων τἀγαθά
    ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά. [p. 578]

Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε:


    εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε.
    ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγε.

ὁμοίως καὶ ἰαμβεῖα


    εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε,
    ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.

Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η:


    ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη.
    ἡ δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη,

ἴαμβοι:


    ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.

ἀπὸ τοῦ ī ἐπὶ τὸ ī Ὁμήρου:


    Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.
    Ἱππόλοχος δὲ μ᾽ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι.

ἀπὸ τοῦ ς εἰς τὸ ς


    συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς.
    σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς.

ἀπὸ τοῦ ω εἰς τὸ ω:


    ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω.

    ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.

προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον: πάντ᾽ ἐθέλω δόμεναι καὶ ἔτ᾽ οἰκόθεν ἄλλ᾽ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον


    Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας. [p. 580]
    Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς.
    ἰητῆρ᾽ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων.

εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἶον:


    ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός,
    ὅλμος.
    μυθεῖται κατὰ μοῖραν ἅπερ κ᾽ οἴοιτο καὶ ἄλλος.
    μύλος.
    λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
    λύρη.

ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί :


    ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος,
    ἄρτος.
    μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα,
    μῆλα.

ἐπεὶ88. δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων: [p. 582]


    οἴμοι περιπλοκὰς
    λίαν ι ἐρωτᾷς. λ. ἀλλ᾽ ἐγὼ σαφῶς φράσω:
    τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,
    ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. δ. πότερά μοι
    γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,
    τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,
    ἤ τί δύναται τὸ ῥηθέν; λ. ἔξω τις δότω
    ἱμάντα ταχέως. δ. οἷον οὐκ ἔγνων ἴσως:
    ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς:
    ἅλμης δ᾽ ἐχρῆν τι παραφέρειν ποτήριον.
    λ. οἶσθ᾽ οὖν ὅπως δεῖ τοῦτό σ᾽ ἐκπιεῖν; δ. ἐγὼ
    κομιδῇ γε. λ. πῶς; δ. ἐνέχυρον ἀποφέροντά
    σου
    λ. οὔκ, ἀλλ᾽ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
    ἕλκειν ἀπνευστί.


89. τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην


    κατ᾽ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
    καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον,

περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.