Μετάβαση στο περιεχόμενο

Δαιταλείς

Από Βικιθήκη
Δαιταλεῖς
Συγγραφέας:



1. {A.} ἀλλ' εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
   {B.} ἰδοὺ σορέλληˈ τοῦτο παρὰ Λυσιστράτου.
   {A.} ἦ μὴν ἲσως σὺ καταπλιγήσει τῷ χρονῳ.
   {B.} τὸ καταπλιγήσει τοῧτο παρὰ τῶν ῥητόρων.
   {A.} ἀποβήσεταί σοι ταῧτα ποι τὰ ῥήματα.
   {B.} παρ' Ἀλκιβιάδου τοῧτο τἀποβήσεται.
   {A.} τί δ' ὑποτεκμαίρῃ καὶ κακῶς ἄνδρας λέγεις
   καλοκἀγαθίαν ἀσκοῧντας; {B.} οἴμ', ὦ Θρασύμαχε,
   τίς τοῧτο τῷν ξυνηγόρων τερατεύεται;

2. σοὶ γὰρ σοφίσματ' ἐστὶν ἁγὼ 'κτησάμην;
   οὐκ εὐθὺς ἀποδίδρασκες ἐκ διδασκάλου;

3. ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
   ἐδίδου ῥοφεῖν ἄν

4. τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεῷ
   εἰς τὰς τριόδους;

5. ..τῆς μυρηρᾶς ληκύθου
   πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου

6. ...ἐγὼ δὲ νῷν
   πέμψω πλακοῦντ' εἰς ἑσπέραν χαρίσιον

7. {A.} οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον. {B.} κλάετω

8. φέρ' ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς

9. οὐδ' ἐστὶν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος

10. οὐδ' ἀργύριου ἔστιν κεκερματισμένον

11. ὁ δ' ἠλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα

12. τὸν Ἐρεχθέα μοι κὰι τὸν Αἰγέα κάλει