Γουνούμαί σ' ελαφηβόλε

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Γουνοῡμαί σ' ἐλαφηβόλε
Συγγραφέας:


Γουνοῡμαί σ' ἐλαφηβόλε,
ξανθὴ παῑ Διός, ἀγρίων
δέσποιν' Ἄρτεμι θηρῶν·
ἵκου νῦν ἐπὶ Ληθαίου
δίνῃσι, θρασυκαρδίων δ'
ἀνδρῶν ἐγκαθόρα πόλιν
χαίρουσ'· οὐ γὰρ ανημέρους
ποιμαίνεις πολιήτας.