Μετάβαση στο περιεχόμενο

Γνώμαι Μονόστιχοι

Από Βικιθήκη
Γνῶμαι Μονόστιχοι
Συγγραφέας:


Ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα.
Ἀναφαίρετον κτῆμ' ἐστὶ παιδεία βροτοῖς.
Ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου.
Ἀθάνατον ἔχθραν μὴ φύλαττε θνητὸς ὤν.
[εʹ]Ἃ ψέγομεν ἡμεῖς, ταῦτα μὴ μιμώμεθα.
Ἅπαν τὸ κέρδος ἄδικον ὂν φέρει βλάβην.
Ἅπαντα καιρῷ χάριν ἔχει τρυγώμενα.
Ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης.
Ἄδικον τὸ λυπεῖν τοὺς φίλους ἑκουσίως.
[ιʹ]Ἀχάριστος ὅστις εὖ παθὼν ἀμνημονεῖ.
Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
Ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ' ἀεί.
Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.
Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
[ιεʹ]Ἀβουλίᾳ τὰ πολλὰ βλάπτονται βροτοί.
Ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ' ἀεί.
Ἀνεξέταστον μὴ κόλαζε μηδένα.
Ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ.
Ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῇ.
[κʹ]Ἄνθρωπος ὢν γίγνωσκε τῆς ὀργῆς κρατεῖν.
Ἀλαζονείας οὔτις ἐκφεύγει δίκην.
Ἅπαντας αὑτῶν κρείσσονας ἀνάγκη ποιεῖ.
Αἰσχρὸν δὲ μηδὲν πρᾶττε μηδὲ μάνθανε.
Ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί.
[κεʹ]Ἀνδρῶν δὲ φαύλων ὅρκον εἰς ὕδωρ γράφε.
Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Ἀνδρὸς δικαίου καρπὸς οὐκ ἀπόλλυται.
Ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε.
Ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σώζει πόλιν.
[λʹ]Ἀνὴρ ἄριστος οὐκ ἂν εἴη δυσγενής.
Ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται.
Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
Ἄριστόν ἐστι πάντ' ἐπίστασθαι καλά.
Ἀεὶ δ' ὁ σωθείς ἐστιν ἀχάριστος φύσει.
[λεʹ]Ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν.
Ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι.
Ἆρ' ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγος.
Ἅπαντας εὖ πράττοντες ἥδομεν φίλους.
Ἃ μὴ προσήκει μήτ' ἄκουε μήθ' ὅρα.
[μʹ]Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος.
Ἅπαντας ἡ παίδευσις ἡμέρους τελεῖ.
Αἱ δ' ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν.
Αὐτὸς πενόμενος τοῖς ἔχουσι μὴ φθόνει.
Ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος.
[μεʹ]Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται.
Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,
αὐτοὶ δ' ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
Ἄρεσκε πᾶσι καὶ σὺ μὴ σαυτῷ μόνῳ.
Ἀνουθέτητόν ἐστιν ἡ παρρησία.
[νʹ]Ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία.
Ἀνὴρ ἄβουλος εἰς κενὸν μοχθεῖ τρέχων.
Ἀνὴρ δίκαιος πλοῦτον οὐκ ἔχει ποτέ.
Ἀρχὴν νόμιζε τὸν θεὸν φοβεῖσθαι.
Ἀδίκοις φίλοισιν ἢ κακοῖς μὴ συμπλέκου.
[νεʹ]Ἀνὴρ ἄβουλος ἡδοναῖς θηρεύεται.
Ἄλυπον ἄξεις τὸν βίον χωρὶς γάμου.
Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
Βιοῦν ἀλύπως θνητὸν ὄντ' οὐ ῥᾴδιον.
Βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει.
[ξʹ]Βραδὺς πρὸς ὀργὴν ἐγκρατὴς φέρειν γενοῦ.
Βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις.
Βάδιζε τὴν εὐθεῖαν, ἵνα δίκαιος ᾖς.
Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν.
Βουλόμεθα πλουτεῖν πάντες, ἀλλ' οὐ δυνάμεθα.
[ξεʹ]Βιοῖ μὲν οὐδεὶς ὃν προαιρεῖται βίον.
Βίος κέκληται δ' ὃς βίᾳ πορίζεται.
Βίου δικαίου γίγνεται τέλος καλόν.
Βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον.
Βροτοῖς ἅπασιν ἀποθανεῖν ὀφείλεται.
[οʹ]Βουλὴν ἅπαντος πράγματος προλάμβανε.
Βλάπτει τὸν ἄνδρα θυμὸς εἰς ὀργὴν πεσών.
Βούλου γονεῖς πρὸ παντὸς ἐν τιμαῖς ἔχειν.
Βοηθὸς ἴσθι τοῖς καλῶς εἰργασμένοις.
Βίος βίου δεόμενος οὐκ ἔστιν βίος.
[οεʹ]Βέλτιόν ἐστι σῶμά γ' ἢ ψυχὴν νοσεῖν.
Βούλου δ' ἀρέσκειν πᾶσι, μὴ σαυτῷ μόνον.
Βίου σπάνις πέφυκεν ἀνδράσιν γυνή.
Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς.
Βασίλεια δ' εἰκών ἐστιν ἔμψυχος θεοῦ.
[πʹ]Γλώσσης μάλιστα πανταχῆ πειρῶ κρατεῖν.
Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.
Γίγνωσκε σαυτὸν νουθετεῖν ὅπου τρέχεις.
Γυναιξὶ πάσαις κόσμον ἡ σιγὴ φέρει.
Γυναικὸς ἐσθλῆς ἐστι σώζειν οἰκίαν.
[πεʹ]Γυνὴ γὰρ οἴκῳ πῆμα καὶ σωτηρία.
Γυναικὶ μὴ πίστευε τὸν σαυτοῦ βίον.
Γυνὴ γὰρ οὐδὲν οἶδε πλὴν ὃ βούλεται.
Γέλως ἄκαιρος ἐν βροτοῖς δεινὸν κακόν.
Γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται.
[ϟʹ]Γέρων ἐραστὴς ἐσχάτη κακὴ τύχη.
Γαμεῖν ὁ μέλλων εἰς μετάνοιαν ἔρχεται.
Γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία.
Γυνὴ δικαία τοῦ βίου σωτηρία.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
[ϟεʹ]Γυναῖκα θάττειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν.
Γράμματα μαθεῖν δεῖ καὶ μαθόντα νοῦν ἔχειν.
Γυνὴ τὸ σύνολόν ἐστι δαπανηρὸν φύσει.
Γάμει δὲ μὴ τὴν προῖκα, τὴν γυναῖκα δέ.
Γυνὴ δὲ χρηστὴ πηδάλιόν ἐστ' οἰκίας.
[ρʹ]Γυναικὶ δ' ἄρχειν οὐ δίδωσιν ἡ φύσις.
Γνῶμαι δ' ἀμείνους εἰσὶ τῶν γεραιτέρων.
Γάμος γὰρ ἀνθρώποισιν εὐκταῖον κακόν.
Γαμεῖν δὲ μέλλων βλέψον εἰς τοὺς γείτονας.
Γύμναζε παῖδας· ἄνδρας οὐ γὰρ γυμνάσεις.
[ρεʹ]Γονεῖς δὲ τίμα καὶ φίλους εὐεργέτει.
Γυνὴ δ' ὅλως τὸ συμφέρον οὐ βουλεύεται.
Γνώμη γερόντων ἀσφαλεστέρα νέων.
Γελᾷ δ' ὁ μῶρος, κἄν τι μὴ γέλοιον ᾖ.
Γυνὴ γυναικὸς πώποτ' οὐδὲν διαφέρει.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
[ριʹ]Γέρων γενόμενος μὴ γάμει νεωτέραν.
Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται.
Γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.
Γήρως δὲ φαύλου τίς γένοιτ' ἂν ἐκτροπή;
Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς θέλε.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
[ριεʹ]Δεῖ τοὺς φιλοῦντας πίστιν, οὐ λόγους ἔχειν.
Δοῦλος πεφυκὼς εὐνόει τῷ δεσπότῃ.
Δύσμορφος εἴην μᾶλλον ἢ κακηλόγος.
Δίκαιον εὖ πράττοντα μεμνῆσθαι θεοῦ.
Δίκαιος ἴσθι ἵνα δικαίων τύχῃς.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
[ρκʹ]Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
Δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ.
Διάλυε, μὴ σύγκρουε μαχομένους φίλους.
Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται.
Δοὺς τῇ τύχῃ τὸ μικρὸν ἐκλήψῃ μέγα.
[ρκεʹ]Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς τοὺς δ' εὐτυχεῖς.
Δίκαια δράσας συμμάχους ἕξεις θεούς.
Δεινότερον οὐδὲν ἄλλο μητρυιᾶς κακόν.
Δειλοῦ γὰρ ἀνδρὸς δειλὰ καὶ φρονήματα.
Δέσποινα γὰρ γαμοῦντι νυμφίῳ γυνή.
[ρλʹ]Δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Δόλιον γὰρ ἄνδρα φεῦγε παρ' ὅλον τὸν βίον.
Δαίμων ἐμαυτῷ γέγονα γήμας πλουσίαν.
Δούλου δὲ χεῖρον οὐδὲν οὐδὲ τοῦ καλοῦ.
Διὰ τὰς γυναῖκας πάντα τὰ κακὰ γίνεται.
[ρλεʹ]Δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσῃ νόμῳ.
Δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
Δίωκε δόξην καὶ ἀρετήν, φεῦγε δὲ ψόγον.
Δοῦλος γεγονὼς ἑτέρῳ δουλεύειν φοβοῦ.
Ἔπαινον ἔξεις, ἂν κρατῇς ὧν δεῖ κρατεῖν.
[ρμʹ]Ἔρως δίκαιος καρπὸν εὐθέως φέρει.
Ἐσθλῷ γὰρ ἀνδρὶ ἐσθλὰ καὶ διδοῖ θεός.
Ἔλπιζε τιμῶν τὸν θεὸν πράξειν καλῶς.
Ἐν ταῖς ἀνάγκαις χρημάτων κρείττων φίλος.
Ἐλεύθερον φύλαττε τὸν σαυτοῦ τρόπον.
[ρμεʹ]Ἐπ' ἀνδρὶ δυστυχοῦντι μὴ πλάσῃς κακόν.
Εὐχῆς δικαίας οὐκ ἀνήκοος θεός.
Ἐν τοῖς κακοῖσι τοὺς φίλους εὐεργέτει.
Ἔργων πονηρῶν χεῖρ' ἐλευθέραν ἔχε.
Ἐκ τῶν πόνων γὰρ τἀγάθ' αὔξεται βροτοῖς.
[ρνʹ]Ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται.
Ἔνεγκε λύπην καὶ βλάβην ἐρρωμένως.
Ἐχθροὺς ἀμύνου μὴ 'πὶ τῇ σαυτοῦ βλάβῃ.
Ἔυτολμος εἶναι κρῖνε, τολμηρὸς δὲ μή.
Ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου.
[ρνεʹ]Ἔλπιζε τιμῶν τοὺς γονεῖς πρᾶξαι καλῶς.
Ἔρωτα παύει λιμὸς ἢ χαλκοῦ σπάνις.
Εὔτακτον εἶναι τἀλλότρια δειπνοῦντα δεῖ.
Ἑαυτὸν οὐδεὶς ὁμολογεῖ κακοῦργος ὤν.
Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ' οὔ.
[ρξʹ]Ἔνεισι καὶ γυναιξὶ σώφρονες τρόποι.
Ἐν γὰρ γυναιξὶ πίστιν οὐκ ἔνεστ' ἰδεῖν.
Ἐλευθέρου γάρ ἐστι τἀληθῆ λέγειν.
Ἔνιοι κακῶς φρονοῦσι πράττοντες καλῶς.
Ἐχθροῖς ἀπιστῶν οὔποτ' ἂν πάθοις βλάβην.
[ρξεʹ]Ἐὰν δ' ἔχωμεν χρήμαθ', ἕξομεν φίλους.
Ἐχθροῦ παρ' ἀνδρὸς οὐδέν ἐστι χρήσιμον.
Εὐκαταφρόνητός ἐστι σιγηρὸς τρόπος.
Εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
Ἐμπειρία γὰρ τῆς ἀπειρίας κρατεῖ.
[ροʹ]Ἐπιλανθάνονται πάντες οἱ παθόντες εὖ.
Ἔνιοι δὲ καὶ μισοῦσι τοὺς εὐεργέτας.
Εἰ μὴ φυλάσσεις μίκρ', ἀπολεῖς τὰ μείζονα.
Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.
Εὔχου δ' ἔχειν τι, κἂν ἔχῃς ἕξεις φίλους.
[ροεʹ]Ἔστιν τὸ τολμᾶν, ὦ φίλ', ἀνδρὸς οὐ σοφοῦ.
Ἐν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
Ἔργοις φιλόπονος ἴσθι μὴ λόγοις μόνον.
Εὑρεῖν τὸ δίκαιον πανταχῶς οὐ ῥᾴδιον.
Ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ.
[ρπʹ]Ἐλεεινότατόν μοι φαίνετ' ἀτυχία φίλου.
Ἐκ τῶν γυναικῶν ὄλλυται κόσμος μέγας.
Ἔστι κἀν κακοῖσιν ἡδονῆς τι μέτρον.
Εὔπειστον ἀνὴρ δυστυχὴς καὶ λυπούμενος.
Ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.
[ρπεʹ]Εὐνοῦχος ἄλλο θηρίον τῶν ἐν βίῳ.
Ζήσεις βίον κράτιστον, ἂν θυμοῦ κρατῇς.
Ζήτει σεαυτὸν καλλίστην εὐδοξίαν.
Ζήτει σεαυτῷ σύμμαχον τῶν πραγμάτων.
Ζῶμεν πρὸς αὐτὴν τὴν τύχην οἱ σώφρονες.
[ρϞʹ]Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα.
Ζῆθι προσεχόντως, ὡς μακρὰν ἐγγὺς βλέπων.
Ζήλου τὸν ἐσθλὸν ἄνδρα καὶ τὸν σώφρονα.
Ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος.
Ζῆν βουλόμενος μὴ πρᾶττε θανάτου ἄξια.
[ρϞεʹ]Ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον.
Ζήτει συναγαγεῖν ἐκ δικαίων τὸν βίον.
Ζευχθεὶς γάμοισιν οὐκ ἔτ' ἔστ' ἐλεύθερος.
Ζῆν οὐκ ἔδει γυναῖκα κατὰ πολλοὺς τρόπους.
Ζήτει γυναῖκα σύμμαχον τῶν πραγμάτων.
[σʹ]Ζῶμεν ἀλογίστως προσδοκῶντες μὴ θανεῖν.
Ζῆν ἡδέως οὐκ ἔστιν ἀργὸν καὶ κακόν.
Ἢ ζῆν ἀλύπως ἢ θανεῖν εὐδαιμόνως.
Ἤθη πονηρὰ τὴν φύσιν διαστρέφει.
Ἦθος πονηρὸν φεῦγε καὶ κέρδος κακόν.
[σεʹ]Ἡ γλῶσσα πολλοὺς εἰς ὄλεθρον ἤγαγεν.
Ἥδιστόν ἐστι τῶν ὑπαρχόντων κρατεῖν.
Ἥδιστόν ἐστιν εὐτυχοῦντα νοῦν ἔχειν.
Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε.
Ἥξει τὸ γῆρας πᾶσαν αἰτίαν φέρον.
[σιʹ]Ἡ φύσις ἑκάστου τοῦ γένους ἐστὶν πατρίς.
Ἦθος προκρίνειν χρημάτων γαμοῦντα δεῖ.
Ἡ δ' ἁρπαγὴ μέγιστον ἀνθρώποις κακόν.
Ἡ φύσις ἁπάντων τῶν διδαγμάτων κρατεῖ.
Ἤθους δικαίου φαῦλος οὐ ψαύει λόγος.
[σιεʹ]Ἢ μὴ γαμεῖν τὸ σύνολον ἢ γαμῶν κράτει.
Ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Ἡ γὰρ παράκαιρος ἡδονὴ τίκτει βλάβην.
Ἡδύ γε δικαίους ἄνδρας εὐτυχεῖς ὁρᾶν.
Ἤθους δὲ βάσανός ἐστιν ἀνθρώποις χρόνος.
[σκʹ]Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν.
Ἡδὺ σιωπᾶν ἢ λαλεῖν ἃ μὴ πρέπει.
Ἡ γὰρ σιωπὴ τοῖς σοφοῖς ἐστ' ἀπόκρισις.
Ἡ γὰρ σιωπὴ μαρτυρεῖ τὸ μὴ θέλειν.
Ἡ μωρία δίδωσιν ἀνθρώποις κακά.
[σκεʹ]Ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει.
Ἡ κοιλία καὶ πολλὰ χωρεῖ κὠλίγα.
Ἡ πενία ἀγνώμονάς γε τοὺς πολλοὺς ποιεῖ.
Ἡ γλῶσσ' ἁμαρτάνουσα τἀληθῆ λέγει.
Θεὸν σέβου καὶ πάντα πράξεις ἐνθέως.
[σλʹ]Θεὸν προτίμα, δεύτερον τοὺς σοὺς γονεῖς.
Θάλασσα καὶ πῦρ καὶ γυνὴ τρίτον κακόν.
Θέλων καλῶς ζῆν μὴ τὰ τῶν φαύλων φρόνει.
Θησαυρός ἐστι τῶν κακῶν κακὴ γυνή.
Θεὸς πέφυκεν ὅστις οὐδὲν δρᾷ κακόν.
[σλεʹ]Θησαυρός ἐστι τοῦ βίου τὰ πράγματα.
Θέλομεν καλῶς ζῆν πάντες ἀλλ' οὐ δυνάμεθα.
Θεὸς συνεργὸς πάντα ποιεῖ ῥᾳδίως.
Θεοὶ μέγιστοι τοῖς φρονοῦσιν οἱ γονεῖς.
Θορύβους ὀχλώδεις φεῦγε καὶ παροινίας.
[σμʹ]Θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον.
Θεοῦ πέφυκε δῶρον εὐγνώμων τρόπος.
Θεὸς δὲ τοῖς ἀργοῖσιν οὐ παρίσταται.
Θνητοὶ γεγῶτες μὴ φρονεῖθ' ὑπὲρ θεούς.
Θεράπευε τὸν δυνάμενον, ἄνπερ νοῦν ἔχῃς.
[σμεʹ]Θυμῷ χαρίζου μηδέν, ἄνπερ νοῦν ἔχῃς.
Θυσία μεγίστη τῷ θεῷ τὸ εὐσεβεῖν.
Θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ.
Θηρῶν ἁπάντων ἀγριωτέρα γυνή.
Θνητὸς πεφυκὼς τοὐπίσω πειρῶ βλέπειν.
[σνʹ]Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν.
Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός.
Θεὸς δ' ἁμαρτάνουσιν οὐ παρίσταται.
Θεὸν ἐπιορκῶν μὴ δόκει λεληθέναι.
Θυμοῦ κρατῆσαι κἀπιθυμίας καλόν.
[σνεʹ]Θεοῦ ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν.
Ἱερὸν ἀληθῶς ἐστιν ἡ συμβουλία.
Ἴσος ἴσθι πᾶσι κἂν ὑπερβάλλῃς βίῳ.
Ἰσχυρότερον δέ γ' οὐδέν ἐστι τοῦ λόγου.
Ἰσότητα τίμα, καὶ πλεονέκτει μηδένα.
[σξʹ]Ἱστοὶ γυναικῶν ἔργα κοὐκ ἐκκλησίαι.
Ἰὸς πέφυκεν ἀσπίδος κακὴ γυνή.
Ἱκανὸν τὸ νικᾶν ἐπὶ τῶν ἐλευθέρων.
Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς.
Ἴσον ἐστὶν ὀργῇ καὶ θάλασσα καὶ γυνή.
[σξεʹ]Ἰσχυρὸν ὄχλος ἐστίν, οὐκ ἔχει δὲ νοῦν.
Ἴσος ἴσθι κρίνων καὶ φίλους καὶ μὴ φίλους.
Ἴσον λεαίνης καὶ γυναικὸς ὠμότης.
Ἰατρὸς ἀδόλεσχος ἐπὶ νόσῳ νόσος.
Ἴσον θεῷ σου τοὺς φίλους τιμᾶν θέλε.
[σοʹ]Ἱκανῶς βιώσεις γηροβοσκῶν τοὺς γονεῖς.
Ἰδών τι χρηστὸν μηδὲν ἐκφάνῃς ὅλως.
Ἰδών ποτ' αἰσχρὸν πρᾶγμα μὴ συνεκδράμῃς.
Καλὸν τὸ καιροῦ παντὸς εἰδέναι μέτρον.
Κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός.
[σοεʹ]Κάλλιστόν ἐστι κτῆμα παιδεία βροτοῖς.
Κρίνει φίλους ὁ καιρός, ὡς χρυσὸν τὸ πῦρ.
Κακὸν μέγιστον ἐν βροτοῖς ἀπληστία.
Κόλαζε τὸν πονηρόν, ἄνπερ δυνατὸς ᾖ.
Καλὸν τὸ μηδὲν εἰς φίλους ἁμαρτάνειν.
[σπʹ]Κούφως φέρειν δεῖ τὰς παρεστώσας τύχας.
Καιροῦ τυχὼν γὰρ πτωχὸς ἰσχύει μέγα.
Κακοῦ μεταβολὴν ἀνδρὸς χρὴ σιωπᾶν.
Καλὸν τὸ γηρᾶν καὶ τὸ μὴ γηρᾶν πάλιν.
Κάλλιστα πειρῶ καὶ λέγειν καὶ μανθάνειν.
[σπεʹ]Καλῶς ἀκούειν μᾶλλον ἢ πλουτεῖν θέλε.
Κάλλιστον ἐν κήποισι φύεται ῥόδον.
Κατηγορεῖν οὐκ ἔστι καὶ κρίνειν ὁμοῦ.
Κέρδος πονηρὸν μηδέποτε βούλου λαβεῖν.
Κενῆς δὲ δόξης οὐδὲν ἀθλιώτερον.
[σϞʹ]Κρεῖττον σιωπᾶν ἐστιν ἢ λαλεῖν μάτην.
Καλὸν τὸ θνήσκειν οἷς ὕβριν τὸ ζῆν φέρει.
Κακοῦ γὰρ ἀνδρὸς δῶρ' ὄνησιν οὐκ ἔχει.
Κακὸν φέρουσι καρπὸν οἱ κακοὶ φίλοι.
Καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.
[σϞεʹ]Καλὸν τὸ θησαύρισμα κειμένη χάρις.
Κρεῖττον τὸ μὴ ζῆν ἐστιν ἢ ζῆν ἀθλίως.
Καλὸν δὲ καὶ γέροντι μανθάνειν σοφά.
Καρπὸς γὰρ ἀρετῆς ἐστιν εὔτακτος βίος.
Καλὸν τὸ νικᾶν, ὑπερνικᾶν δὲ σφαλερόν.
[τʹ]Καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν κακῶς.
Κέρδος πονηρὸν ζημίαν ἀεὶ φέρει.
Κακῷ σὺν ἀνδρὶ μηδ' ὅλως ὁδοιπόρει.
Καλὸν φέρουσι καρπὸν οἱ σεμνοὶ τρόποι.
Κακὸν φυτὸν πέφυκεν ἐν βίῳ γυνή,
[τεʹ]καὶ κτώμεθ' αὐτὰς ὡς ἀναγκαῖον κακόν.
Κατὰ τὴν ἰδίαν φρόνησιν οὐδεὶς εὐτυχεῖ.
Καιρῷ σκόπει τὰ πράγματ', ἄνπερ νοῦν ἔχῃς.
Κἀν τοῖς ἀγροίκοις ἐστὶ παιδείας λόγος.
Λιμὴν ἀτυχίας ἐστὶν ἀνθρώποις τέχνη.
[τιʹ]Λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον.
Λόγοις ἀμείβου τὸν λόγοις πείθοντά σε.
Λιμὴν πέφυκε πᾶσι παιδεία βροτοῖς.
Λόγῳ με πεῖσον, φαρμάκῳ σοφωτάτῳ.
Λόγος διοικεῖ τὸν βροτῶν βίον μόνος.
[τιεʹ]Λογισμός ἐστι φάρμακον λύπης μόνος.
Λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσον.
Λαβὼν ἀπόδος, ἄνθρωπε, καὶ λήψῃ πάλιν.
Λιμὴν πλοίου μέν, ἀλυπία δ' ὅρμος βίου.
Λύπην γὰρ εὔνους οἶδεν ἰᾶσθαι λόγος.
[τκʹ]Λιμὸς μέγιστον ἄλγος ἀνθρώποις ἔφυ.
Λιμῷ γὰρ οὐδέν ἐστιν ἀντειπεῖν ἔπος.
Λυποῦντα λύπει, καὶ φιλοῦνθ' ὑπερφίλει.
Λυπεῖ με δοῦλος δεσπότου μεῖζον φρονῶν.
Λύπη παροῦσα πάντοτ' ἐστὶν ἡ γυνή.
[τκεʹ]Λόγον παρ' ἐχθροῦ μήποθ' ἡγήσῃ φίλον.
Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος.
Λέοντι συζῆν ἢ γυναικὶ συμβιοῦν.
Λάλει μέτρια καὶ μὴ λάλει ἃ μή σε δεῖ.
Λήσειν διὰ τέλους μὴ δόκει πονηρὸς ὤν.
[τλʹ]Λόγος εὐχάριστος χάριτός ἐστ' ἀνταπόδοσις.
Λάβε πρόνοιαν τοῦ προσήκοντος βίου.
Μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῷ σοφός.
Μὴ κρῖν' ὁρῶν τὸ κάλλος, ἀλλὰ τὸν τρόπον.
Μεστὸν κακῶν πέφυκε φορτίον γυνή.
[τλεʹ]Μὴ πάντα πειρῶ πᾶσι πιστεύειν ἀεί.
Μιμοῦ τὰ σεμνά, μὴ κακοὺς μιμοῦ τρόπους.
Μισθὸς διδάσκει γράμματ', οὐ διδάσκαλος.
Μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν.
Μί' ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.
[τμʹ]Μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει.
Μὴ φεῦγ' ἑταῖρον ἐν κακοῖσι κείμενον.
Μακάριόν ἐστιν υἱὸν εὔτακτον τρέφειν.
Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής.
Μὴ σπεῦδ' ἃ μὴ δεῖ, μηδ' ἃ δεῖ σπεύδειν μένε.
[τμεʹ]Μὴ τοὺς κακοὺς οἴκτειρε πράξαντας κακῶς.
Μέγιστον ὀργῆς ἐστι φάρμακον λόγος.
Μετὰ τὴν δόσιν τάχιστα γηράσκει χάρις.
Μέμνησο πλουτῶν τοὺς πένητας ὠφελεῖν.
Μένει δ' ἑκάστῳ τοῦθ' ὅπερ μέλλει παθεῖν.
[τνʹ]}Μακάριος ὅστις μακαρίοις ὑπηρετεῖ.
Μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει.
Μισῶ πονηρὸν χρηστὸν ὅταν εἴπῃ λόγον.
Μὴ λοιδόρει γυναῖκα μηδὲ νουθέτει.
Μέμνησο νέος ὢν ὡς γέρων ἔσῃ ποτέ.
[τνεʹ]Μήποτε λάβῃς γυναῖκας εἰς συμβουλίαν.
Μὴ 'μβαινε δυστυχοῦντι· κοινὴ γὰρ τύχη.
Μακάριος ὅστις ἔτυχε γενναίου φίλου.
Μὴ σπεῦδε πλουτεῖν, μὴ ταχὺς πένης γένῃ.
Μέγ' ἐστὶ κέρδος, ἢν διδάσκεσθαι μάθῃς.
[τξʹ]Μισῶ πένητα πλουσίῳ δωρούμενον.
Μηδέν ποτε κοινοῦ τῇ γυναικὶ χρήσιμον.
Μὴ γάμει γυναῖκα κοὐκ ἀνοίξεις τάφον.
Μεγάλη τυραννὶς ἀνδρὶ τελοῦσα καὶ γυνή.
Μὴ πρὸς τὸ κέρδος ἀεὶ πειρῶ βλέπειν.
[τξεʹ]Μαστιγίας ἔγχαλκος ἀφόρητον κακόν.
Μή μοι γένοιθ' ἃ βούλομ' ἀλλ' ἃ συμφέρει.
Μετὰ δικαίου ἀεὶ διατριβὰς ποίει.
Νόμῳ τὰ πάντα γίγνεται καὶ κρίνεται.
Νόμιζε κοινὰ πάντα τἀτυχήματα.
[τοʹ]Νοεῖν γάρ ἐστι κρεῖττον ἢ σιγὴν ἔχειν.
Νύμφη δ' ἄπροικος οὐκ ἔχει παρρησίαν.
Νόμοις ἕπεσθαι τοῖς ἐγχωρίοις καλόν.
Νέος πεφυκὼς πολλὰ χρηστὰ μάνθανε.
Νέμεσιν φυλάσσου μηδὲν ὑπερφρονῶν.
[τοεʹ]Νέῳ δὲ σιγᾶν μᾶλλον ἢ λαλεῖν πρέπει.
Νικᾷ γὰρ ἀεὶ διαβολὴ τὰ κρείττονα.
Νόμιζ' ἀδελφοὺς τοὺς ἀληθινοὺς φίλους.
Νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
Νόμιζε σαυτῷ τοὺς γονεῖς εἶναι θεούς.
[τπʹ]Νόμων ἔχεσθαι πάντα δεῖ τὸν σώφρονα.
Νίκησον ὀργὴν τῷ λογίζεσθαι καλῶς.
Νόμιζε γήμας δοῦλος εἶναι διὰ βίου.
Νόσον δὲ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.
Νέος ὢν ἀκούειν τῶν γεραιτέρων θέλε.
[τπεʹ]Νὺξ μὲν ἀναπαύει, ἡμέρα δ' ἔργον ποιεῖ.
Νικᾷ παλαιὰς χάριτας ἡ νέα χάρις.
Νέοις τὸ σιγᾶν κρεῖττόν ἐστι τοῦ λαλεῖν.
Νέος ἂν πονήσῃς, γῆρας ἕξεις εὐθαλές.
Ξένους πένητας μὴ παραδράμῃς ἰδών.
[τϞʹ]Ξένοισι πιστοῖς πιστὸς ὢν γίγνου φίλος.
Ξένοις ἐπαρκῶν τῶν ἴσων τεύξῃ ποτέ.
Ξένῳ μάλιστα συμφέρει τὸ σωφρονεῖν.
Ξίφος τιτρώσκει σῶμα, τὸν δὲ νοῦν λόγος.
Ξένος ὢν ἀκολούθει τοῖς ἐπιχωρίοις νόμοις.
[τϞεʹ]Ξενία χαλεπὴ κατὰ πολλοὺς τρόπους.
Ξενίας ἀεὶ φρόντιζε, μὴ καθυστέρει.
Ξένον ἀδικήσεις μηδέποτε καιρὸν λαβών.
Ξυνετὸς πεφυκὼς φεῦγε τὴν πανουργίαν.
Ξένος ὢν ἀπράγμων ἴσθι, καὶ πράξεις καλῶς.
[υʹ]Ξένους ξένιζε, καὶ σὺ γὰρ ξένος γ' ἔσῃ.
Ξένῳ δὲ σιγᾶν κρεῖττον ἢ κεκραγέναι.
Ξένος πεφυκὼς τοὺς ξενηδόχους σέβου.
Ὁ γράμματ' εἰδὼς καὶ περισσὸν νοῦν ἔχει.
Ὁ σοφὸς ἐν αὑτῷ περιφέρει τὴν οὐσίαν.
[υεʹ]Οὐκ ἔστιν αἰσχρὸν ἀγνοοῦντα μανθάνειν.
Ἔλπιζε δ' αὐτὸν πάλιν εἶναι σοῦ φίλον.
Οὐκ ἔστιν οὐδεὶς ὅστις οὐχ αὑτῷ φίλος.
Οὐκ ἔσθ' ὑγιείας κρεῖττον οὐδὲν ἐν βίῳ.
Ὅπου βία πάρεστιν, οὐδὲν ἰσχύει νόμος.
[υιʹ]Ὀργὴ φιλοῦντος μικρὸν ἰσχύει χρόνον.
Οὐπώποτ' ἐζήλωσα πολυτελῆ νεκρόν.
Οὐδεὶς τὸ μέλλον ἀσφαλῶς ἐπίσταται.
Οὐδὲν γυναικὸς χεῖρον οὐδὲ τῆς καλῆς.
Οὐκ ἔστι λύπης χεῖρον ἀνθρώποις κακόν.
[υιεʹ]Οὐδεὶς μετ' ὀργῆς ἀσφαλῶς βουλεύεται.
Οὐκ ἔστι σοφίας κτῆμα τιμιώτερον.
Οὐκ ἔστι σιγᾶν αἰσχρόν, ἀλλ' εἰκῆ λαλεῖν.
Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ 'κφάνῃς φίλου.
Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
[υκʹ]Ὁ πολὺς ἄκρατος ὀλίγ' ἀναγκάζει φρονεῖν.
Ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει.
Ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται.
Οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον φίλου.
Οὐδεὶς ὃ νοεῖς μὲν οἶδεν, ὃ δὲ ποιεῖς βλέπει.
[υκεʹ]Ὃν γὰρ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.
Ὅμοια πόρνη δάκρυα καὶ ῥήτωρ ἔχει.
Οἶνος γὰρ ἐμποδίζει   .   .   .   .
Οἷς μὲν δίδωσιν, οἷς δ' ἀφαιρεῖται τύχη.
Ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά.
[υλʹ]Ὁ μηδὲν εἰδὼς οὐδὲν ἐξαμαρτάνει.
Οὐδεὶς ἐπιχειρεῖ τοῖς δεδυστυχηκόσι.
Ὅτ' εὐτυχεῖς μάλιστα μὴ φρόνει μέγα.
Ὅπλον μέγιστόν ἐστιν ἡ ἀρετὴ βροτοῖς.
Ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
[υλεʹ]Οὐ χρὴ φέρειν τὰ πρόσθεν ἐν μνήμῃ κακά.
Οὐκ ἔστι πενίας οὐδὲ ἓν μεῖζον κακόν.
Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά.
Ὁ γραμμάτων ἄπειρος οὐ βλέπει βλέπων.
Οὐδεὶς πῦρ εἰς χρήματα διδοὺς ἐπαύσατο.
[υμʹ]Ὁ συκοφάντης ἐστὶ τοῖς πέλας λύκος.
Ὅρκον δὲ φεῦγε καὶ δικαίως κἀδίκως.
Ὀργὴν ἑταίρου καὶ φίλου πειρῶ φέρειν.
Πολλοὺς ὁ πόλεμος δι' ὀλίγους ἀπώλεσεν.
Πανήγυριν νόμιζε τόνδε τὸν βίον.
[υμεʹ]Πολλοὺς τρέφειν εἴωθε τἀδικήματα.
Πολλοὺς ὁ καιρὸς οὐκ ὄντας ποιεῖ φίλους.
Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.
Πρᾶττε τὰ σαυτοῦ, μὴ τὰ τῶν ἄλλων φρόνει.
Πολλῶν ὁ καιρὸς γίγνεται διδάσκαλος.
[υνʹ]Πενίας βαρύτερον οὐδέν ἐστι φορτίον.
Πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ.
Πατὴρ οὐχ ὁ γεννήσας, ἀλλ' ὁ θρέψας σε.
Πονηρὸν ἄνδρα μηδέποτε ποιοῦ φίλον.
Πένης ὑπάρχων μὴ φρόνει τὰ πλουσίων.
[υνεʹ]Πενία δ' ἄτιμον καὶ τὸν εὐγενῆ ποιεῖ.
Πονηρός ἐστι πᾶς ἀχάριστος ἄνθρωπος.
Παθητός ἐστι πᾶς τις εὐπροσήγορος.
Πάντως γὰρ ὁ σοφὸς εὐτελείας ἀνέχεται.
Πάντα ἀνακαλύπτων ὁ χρόνος πρὸς φῶς φέρει.
[υξʹ]Πένητας ἀργοὺς οὐ τρέφει ῥᾳθυμία.
Πενίαν φέρειν καὶ γῆράς ἐστι δύσκολον.
Πᾶσιν γὰρ εὖ φρονοῦσι συμμαχεῖ τύχη.
Πενίαν φέρειν οὐ παντός, ἀλλ' ἀνδρὸς σοφοῦ.
Πρὸς εὖ λέγοντας οὐδὲν ἀντειπεῖν ἔχω.
[υξεʹ]Ῥοπή 'στιν ἡμῶν ὁ βίος, ὥσπερ ὁ ζυγός.
Ῥῆμα παράκαιρον τὸν ὅλον ἀνατρέπει βίον.
Ῥᾳθυμίας περίφευγε καὶ κακοὺς φίλους.
Ῥᾷον βίον ζῇς, ἂν γυναῖκα μὴ τρέφῃς.
Ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος.
[υοʹ]Ῥᾷον φέρειν δεῖ τὰς παρεστώσας τύχας.
Ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ῥᾴθυμος ἂν ᾖς πλούσιος, πένης ἔσῃ.
Ῥύου δὲ σαυτὸν παντὸς ἐκ φαύλου τρόπου
Σέβου τὸ θεῖον, μὴ 'ξετάζων πῶς ἔχει.
[υοεʹ]Σοφοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ σοφός.
Σοφοῦ παρ' ἀνδρὸς ἐκδέχου συμβουλίαν.
Σιγή ποτ' ἐστὶν αἱρετωτέρα λόγου.
Σωτηρίας σημεῖον ἥμερος τρόπος.
Σύμβουλος οὐδείς ἐστι βελτίων χρόνου.
[υπʹ]Στερρῶς φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.
Σοφία γάρ ἐστι καὶ μαθεῖν ἃ μὴ νοεῖς.
Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον.
Σοφὴ σοφῶν γὰρ γίγνεται συμβουλία.
Σιγᾶν ἄμεινον ἢ λαλεῖν ἃ μὴ πρέπει.
[υπεʹ]Σαυτὸν φύλαττε τοῖς τρόποις ἐλεύθερον.
Σοφὸς γὰρ οὐδεὶς εἰς τὰ πάντα προσκοπεῖ.
Σοφῷ παρ' ἀνδρὶ πρῶτος εὑρέθη λόγος.
Σὺν τοῖς φίλοισιν εὐτυχεῖν ἀεὶ θέλε.
Τὰ θνητὰ πάντα μεταβολὰς πολλὰς ἔχει.
[υϞʹ]Τὸ δὴ τρέφον με τοῦτ' ἐγὼ λέγω θεόν.
Τίμα τὸ γῆρας, οὐ γὰρ ἔρχεται μόνον.
Τοὺς τῆς φύσεως οὐκ ἔστι λανθάνειν νόμους.
Τερπνὸν κακὸν πέφυκεν ἀνθρώποις γυνή.
Τῆς ἐπιμελείας πάντα δοῦλα γίγνεται.
[υϞεʹ]Τύχη τέχνην ὤρθωσεν, οὐ τέχνη τύχην.
Τὰ μικρὰ κέρδη ζημίας μεγάλας φέρει.
Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
Τέθνηκεν ἀνθρώποισιν ἅπασα χάρις.
Τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
[φʹ]Τὰ χρήματ' ἀνθρώποισιν εὑρίσκει φίλους.
Τὸν εὐποροῦνθ' ἕκαστος ἡδέως ὁρᾷ.
Τῶν δυστυχούντων εὐτυχὴς οὐδεὶς φίλος.
Τὸ κέρδος ἡγοῦ κέρδος ἂν δίκαιον ᾖ.
Τὸ γὰρ θανεῖν οὐκ αἰσχρόν, ἀλλ' αἰσχρῶς θανεῖν.
[φεʹ]Ταμιεῖον ἀνθρώποισι σωφροσύνη μόνη.
Τὸν αὐτὸν αἰνεῖν καὶ ψέγειν ἀνδρὸς κακοῦ.
Τῶν εὐτυχούντων πάντες ἄνθρωποι φίλοι.
Τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Τὸ ζῆν ἀλύπως ἀνδρός ἐστιν εὐτυχοῦς.
[φιʹ]Τῶν εὐτυχούντων πάντες εἰσὶ συγγενεῖς.
Τἀληθὲς ἀνθρώποισιν οὐχ εὑρίσκεται.
Τῶν γὰρ πενήτων εἰσὶν οἱ λόγοι κενοί.
Τιμώμενοι γὰρ πάντες ἥδονται βροτοί.
Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ.
[φιεʹ]Ὑπερηφανία μέγιστον ἀνθρώποις κακόν.
Ὑπὲρ σεαυτοῦ μὴ φράσῃς ἐγκώμιον.
Ὕβρις κακὸν μέγιστον ἀνθρώποις ἔφυ.
Ὑφ' ἡδονῆς ὁ φρόνιμος οὐχ ἁλίσκεται.
Ὑγίεια καὶ νοῦς ἀγαθὰ τῷ βίῳ δύο.
[φκʹ]Ὕπνος πέφυκε σωμάτων σωτηρία.
Ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε.
Ὕπνος δὲ πάσης ἐστὶν ὑγιεία νόσου.
Ὕπνος δεινὸν ἀνθρώποις κακόν.
Ὑπὸ τῆς ἀνάγκης πολλὰ γίγνεται κακά.
[φκεʹ]Υἱῷ μέγιστον ἀγαθόν ἐστ' ἔμφρων πατήρ.
Φίλους ἔχων νόμιζε θησαυροὺς ἔχειν.
Φιλόπονος ἴσθι, καὶ βίον κτήσῃ καλόν.
Φιλεῖ δ' ἑαυτοῦ πλεῖον οὐδεὶς οὐδένα.
Φίλον δι' ὀργὴν ἐν κακοῖσι μὴ προδῷς.
[φλʹ]Φίλος με βλάπτων οὐδὲν ἐχθροῦ διαφέρει.
Φύσιν πονηρὰν μεταβαλεῖν οὐ ῥᾴδιον.
Φεῦγ' ἡδονὴν φέρουσαν ὕστερον βλάβην.
Φίλον βέβαιον ἐν κακοῖσι μὴ φοβοῦ.
Φεύγειν ἀεὶ δεῖ δεσπότας θυμουμένους.
[φλεʹ]Φίλων τρόπους γίγνωσκε, μὴ μίσει δ' ὅλως.
Φρόνημα λιπαρὸν οὐδαμῶς ἀναλίσκεται.
Χωρισμὸς φίλων δοκιμαστήριον φιλίας.
Χρυσὸς δ' ἀνοίγει πάντα κἀΐδου πύλας.
Χθὼν πάντα κομίζει καὶ πάλιν κομίζεται.
[φμʹ]Χειμὼν κατ' οἴκους ἀνδράσιν κακὴ γυνή.
Χωρὶς γυναικὸς ἀνδρὶ κακὸν οὐ γίγνεται.
Χρηστὸς πονηροῖς οὐ τιτρώσκεται λόγοις.
Χεὶρ χεῖρα νίπτει, δάκτυλοι δὲ δακτύλους.
Χαίρειν ἐπ' αἰσχροῖς οὐδέποτε χρὴ πράγμασιν.
[φμεʹ]Χρόνος δ' ἀμαυροῖ πάντα κεἰς λήθην ἄγει.
Χρηστοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
Ψευδόμενος οὐδεὶς λανθάνει πολὺν χρόνον.
Ψυχὴν ἔθιζε πρὸς τὰ χρηστὰ πράγματα.
Ψυχῆς μέγας χαλινὸς ἀνθρώποις ὁ νοῦς.
[φνʹ]Ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος.
Ψυχῆς ἐπιμελοῦ τῆς σεαυτοῦ καθὰ δύνῃ.
Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον.
Ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται.
Ψεῦδος δὲ μισεῖ πᾶς σοφὸς καὶ χρήσιμος.
[φνεʹ]Ὡς ἡδὺ κάλλος, ὅταν ἔχῃ νοῦν σώφρονα.
Ὡς ἡδὺ δούλῳ δεσπότου χρηστοῦ τυχεῖν.
Ὡς οὐδὲν ἡ μάθησις, ἂν μὴ νοῦς παρῇ.
Ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
Ὡς πάντα τιμῆς ἐστι πλὴν τρόπου κακοῦ.
[φξʹ]Ὡς ἔστ' ἄπιστος ἡ γυναικεία φύσις.
Ὡς αἰσχρὸν ἀνθρώποισίν ἐστ' ἀπληστία.
Ὡς χάριέν ἐστ' ἄνθρωπος ὅταν ἄνθρωπος ᾖ.
Ὡς ἡδὺ τὸ ζῆν μὴ φθονούσης τῆς τύχης.
Ὡς αἰσχρὸν εὖ ζῆν ἐν πονηροῖς ἤθεσιν.

ΣΥΜΠΛΗΡΩΣΙΣ Α 
[φξεʹ]Ἀγαθὰ προθύμως καὶ λάλει καὶ μάνθανε.
Ἄκουε πάντων, ἐκλέγου δ' ἃ συμφέρει.
Βούλου τὸ πρῶτον εὐσεβεῖν πρὸς τὸν θεόν.
Βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος.
Γέλως τὰ σεμνὰ τοῦ βίου τοῖς σώφροσιν.
[φοʹ]Δίκαιος ἴσθι καὶ φίλοισι καὶ ξένοις.
Ἔλεγχε σαυτὸν ὅστις εἶ πράττων κακῶς.
Ἦθος πανοῦργον μακρὰν οἰκίζει θεοῦ.
Ἤθη τὰ πάντων ἐν χρόνῳ πειράζεται.
Θυμὸν φυλάττου· τὸ φρονεῖν γὰρ οὐκ ἔχει.
[φοεʹ]Ἴσον ἐστὶν εἰς πῦρ καὶ γυναῖκας ἐμπεσεῖν.
Κόλαζε κρίνων ἀλλὰ μὴ θυμούμενος.
Λύπης ἰατρός ἐστιν ὁ χρηστὸς φίλος.
Μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει.
Νοῦς ἐστι πάντων ἡγεμὼν τῶν χρησίμων.
[φπʹ]Νόμοις ἕπεσθαι πάντα δεῖ τὸν σώφρονα.
Ὁ βίος ἀδήλους τὰς μεταπτώσεις ἔχει.
Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν.
Πολυπραγμονεῖν ἀλλότρια μὴ βούλου κακά.
Τὸ γνῶθι σαυτὸν πᾶσίν ἐστι χρήσιμον.
[φπεʹ]Τοῦτ' ἐστὶ τὸ ζῆν μὴ σεαυτῷ ζῆν μόνῳ.
Τὰ δ' αἰσχρὰ κέρδη συμφορὰς ἐργάζεται.
Ὕπουλος ἀνὴρ δίκτυον κεκρυμμένον.
Ὕδωρ θαλάσσης ὁ τρόπος τῶν δυσκόλων.
Φῶς ἐστι τῷ νῷ πρὸς θεὸν βλέπειν ἀεί.
[φϞʹ]Φίλος φίλου δεόμενος οὐκ ἔστιν φίλος.
Χαίρειν προσήκει τοῖς παθῶν ἐλευθέροις.
Χρόνος τὰ κρυπτὰ πάντα πρὸς τὸ φῶς ἄγει.
Ψυχῆς ὄλεθρός ἐστι σωμάτων ἔρως.

ΣΥΜΠΛΗΡΩΣΙΣ Β 
Ἀρετῆς ἁπάσης σεμνὸς ἡγεῖται λόγος.
[φϞεʹ]Ἄξεις ἀλύπως τὸν βίον χωρὶς γάμου.
Ἀνάπαυσίς ἐστι τῶν κακῶν πάντων ὕπνος.
Ἅπασιν ἡμῖν ἡ συνείδησις θεός.
Βίος μὲν οὐδεὶς σκαιὸν ἔργον εἰσφέρει.
Βιοῦν ἀλύπως θνητὸν ὄντ' οὐ ῥᾴδιον.
[χʹ]Γυνὴ δὲ κολακεύει σε τοῦ λαβεῖν χάριν.
Ζήτει ποιεῖν εὖ τοῖς καλῶς εἰργασμένοις.
Ἡ δ' ἀργία πέφυκεν ἀνθρώποις κακόν.
Θνητὸς γεγονώς, ἄνθρωπε, μὴ φρόνει μέγα.
Ἴσχυε μὲν μή, χρῶ δὲ συντόνως θράσει.
[χεʹ]Ἱκέτην γέροντα καὶ πένητα μὴ προδῷς.
Ἴσχυε σοφίᾳ κἀρετῇ, χρόνῳ δὲ μή.
Καλόν γε γαστρὸς κἀπιθυμίας κρατεῖν.
Καλὸν τὸ γηρᾶν, ἀλλ' ὑπεργηρᾶν κακόν.
Καιρῶν μεταβολὴν πανταχοῦ σε δεῖ σκοπεῖν.
[χιʹ]Λύει δὲ λύπην παντὸς ἀνθρώπου λόγος.
Λόγος τις εὐχάριστος ἀπόδοσις καλή.
Μηδέποτε πλούτει, θάνατον εὐλαβούμενος.
Μὴ μόνος ἐπίστασ', ἀλλὰ καὶ δοῦναι φίλοις.
Μακάριος ὅστις εὐτυχεῖ γενναῖος ὤν.
[χιεʹ]Μέτρῳ δὲ πάντα μανθάνων δίκῃ ποίει.
Μηδέποτε καυχῶ πλοῦτον ἐν δόμοις ἔχων.
Μήτηρ ἁπάντων γαῖα καὶ κοινὴ τροφός.
Ξένον προτίμα, καὶ φίλον κτήσῃ καλόν.
Ὅπλον μέγιστον ἐν βροτοῖς τὰ χρήματα.
[χκʹ]Ὁ χρόνος ἐπιμελὴς γίγνεται πάντων κριτής.
Οὐκ ἔστιν ὅστις τὴν τύχην οὐ μέμφεται.
Ὁ λόγος ἰατρὸς τῶν κατὰ ψυχὴν σοφοῦ.
Ὅπου γυναῖκές εἰσι πάντ' εἰσὶν κακά.
Πολλοῖσιν ἀδίκοις ἡ τύχη παρίσταται.
[χκεʹ]Πολλοὺς κακῶς πράξαντας ὤρθωσεν τύχη.
Πόλεις ὅλας ἠφάνισε διαβολὴ κακή.
Πολλοὶ τραπεζῶν, οὐ φίλων εἰσὶν φίλοι.
Ῥᾳθυμία τὰ πόλλ' ἐλαττοῦσθαι ποιεῖ.
Σωτηρίας σημεῖον ἥμερος τρόπος.
[χλʹ]Συζῆν κακοῖσι μὴ σὺ πειρῶ τὸ σύνολον.
Σύμβουλος ἀγαθῶν μὴ κακῶν εἶναι θέλε.
Τὴν ἐπιμέλειαν παντὸς ἡγοῦ κυρίαν.
Τρισάθλιος γυναικὶ πιστεύων ἀνήρ.
Χρηστὴ γυνὴ κτῆμ' ἐστὶν ἀνδρὶ σώφρονι.
[χλεʹ]Χάριν χαρίζου καθ' ὅσον ἰσχύειν δοκεῖς.
Ψυχῆς ἀρχαίας οὐδέν ἐστι γλυκύτερον.
Ὦ Ζεῦ, τὸ πάντων κρεῖττόν ἐστι νοῦν ἔχειν.

ΣΥΜΠΛΗΡΩΣΙΣ Γ - ΕΞ ΑΛΔΟΥ ΜΑΝΟΥΤΙΟΥ 
Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν,
ἀλλ' ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται.
[χμʹ]Ἆρ' ἐστὶ συγγενές τι λύπη καὶ βίος.
Αὐθαίρετος λύπη 'στὶν ἡ τέκνων σπορά.
Ἀκμὴ τὸ σύνολον οὐδὲν ἄνθους διαφέρει.
Ἀνὴρ ἀτυχῶν δὲ σώζεται ταῖς ἐλπίσιν.
Ἀνάπαυσίς ἐστι τῶν κακῶν ἀπραξία.
[χμεʹ]Ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις.
Ἀμελοῦντα τοῦ ζῆν οὐκ ἔνεστ' εὐσχημονεῖν.
Αὐτά σε διδάσκει τοῦ βίου τὰ πράγματα.
Ἅπαντ' ἀφανίζει γῆρας, ἰσχὺν σώματος.
Ἂν εὖ φρονῇς, τὰ πάντα γ' εὐδαίμων ἔσῃ.
[χνʹ]Ἀεὶ κράτιστόν ἐστι τἀσφαλέστατον.
Βλέπων πεπαίδευμ' εἰς τὰ τῶν πολλῶν κακά.
Βακτηρία γάρ ἐστι παιδεία βίου.
Βραβεῖον ἀρετῆς ἐστιν εὐπαιδευσία.
Βροτοῖς ἅπασιν ἡ συνείδησις θεός.
[χνεʹ]Βέβαιον οὐδὲν ἐν βίῳ δοκεῖ πέλειν.
Βίος ἐστὶν ἄν τις τῷ βίῳ χαίρῃ βιῶν.
Διπλοῖν ὁρῶσιν οἱ μαθόντες γράμματα.
Δύναμις πέφυκε τοῖς βροτοῖς τὰ χρήματα.
Διὰ δὲ σιωπῆς πικρότερον κατηγορεῖ.
[χξʹ]Δυσπαρακολούθητον δὲ πρᾶγμ' ἔσθ' ἡ τύχη.
Ἔλπιζε πάντα μέχρι γήρως θνητὸς ὤν.
Εἰ μὴ καθέξεις γλῶσσαν, ἔστι σοι κακά.
Ἐν δ' εὐπροσηγόροισίν ἐστί τις χάρις.
Ἐν γῇ πένεσθαι κρεῖττον ἢ πλουτοῦντα πλεῖν.
[χξεʹ]Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδ' ἂν εἷς πονηρὸς ἦν.
Ζῆν αἰσχρόν, οἷς ζῆν ἐφθόνησεν ἡ τύχη.
Ἡ δὲ μετάνοια γίγνετ' ἀνθρώποις κρίσις.
Ἡ δοῦσα πάντα καὶ κομίζεται φύσις.
Ἡδύ γε πατὴρ φρόνησιν ἀντ' ὀργῆς ἔχων.
[χοʹ]Θνητὸς πεφυκὼς μὴ γέλα τεθνηκότα.
Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
Ἰσότητα δ' αἱροῦ καὶ πλεονεξίαν φύγε.
Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς.
Ἰατρὸς ὁ λόγος τοῦ κατὰ ψυχὴν πάθους.
[χοεʹ]Καλὸν γυναικὸς εἰσορᾶν καλοὺς τρόπους.
Καιρὸς γάρ ἐστι τῶν νόμων κρεῖττον πολύ.
Καιροὶ δὲ καταλύουσι τὰς τυραννίδας.
Κρίνειν δίκαιον μὴ τὸ συμφέρον θέλε.
Κοινὸν τύχη, γνώμη δὲ τῶν κεκτημένων.
[χπʹ]Καλὸν τὸ νήφειν ἢ τὸ πολλὰ κραιπαλᾶν.
Κοινὸν δὲ καλόν ἐστι χρηστὸς εὐτυχῶν.
Λεπτῶς γέ τοι ζῆν κρεῖσσον ἢ λαμπρῶς κακῶς.
Λόγον παρ' ἐχθροῦ μήποθ' ἡγήσῃ φίλον.
Μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί.
[χπεʹ]Νίκα λογισμῷ τὴν παροῦσαν συμφοράν.
Ξένον προτιμᾶν μᾶλλον ἀνθρώποις ἔθος.
Ὀργῇ δὲ φαύλῃ πόλλ' ἔνεστ' ἀσχήμονα.
Οὐδεὶς ἐπλούτησεν ταχὺ δίκαιος ὤν.
Οὐδὲν πέπονθας δεινὸν ἃν μὴ προσποιῇ.
[χϞʹ]Ὁ παρ' ἡλικίαν νοῦς μῖσος ἐξεργάζεται.
Οὐ πανταχοῦ δ' ὁ φρόνιμος ἁρμόττειν δοκεῖ.
Οὐ γὰρ θέμις ζῆν πλὴν θεοῖς ἄνευ κακοῦ.
Ὀχληρὸς ἀνήρ ἐστιν ἐν νέοις γέρων.
Ὅπου γυναῖκές εἰσι, πάντ' ἐκεῖ κακά.
[χϞεʹ]Ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάνθ' ὁρᾶν.
Οἴμοι· τὸ γὰρ ἄφνω δυστυχεῖν μανίαν ποιεῖ.
Οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ.
Πάντη γάρ ἐστι πάντα τε βλέπει θεός.
Πολλῶν ἰατρῶν εἴσοδός μ' ἀπώλεσεν.
[ψʹ]Πολλοὶ γυναικῶν δυστυχοῦσιν εἵνεκα.
Πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ.
Πλούτῳ πεποιθὼς ἄδικα μὴ πειρῶ ποιεῖν.
Πολυπραγμονεῖν ἀλλότρια μὴ βούλου κακά.
Πολλοὶ σχολὴν ἄγουσιν εἰς τὰ χείρονα.
[ψεʹ]Πολιὰ χρόνου μήνυσις, οὐ φρονήσεως.
Προπέτεια πολλοῖς ἐστιν αἰτία κακῶν.
Πειρῶ τύχης ἄνοιαν εὐχερῶς φέρειν.
Πολλοὶ τραπέζης οὐκ ἀληθείας φίλοι.
Ῥήτωρ πονηρὸς τοῖς νόμοις λυμαίνεται.
[ψιʹ]Ῥίψας λόγον τις οὐκ ἀναιρεῖται πάλιν.
Ῥέγχει παρούσης τῆς τύχης τὰ πράγματα.
Στρέφει δὲ πάντα τἀν βίῳ μικρὰ τύχη.
Στῦλος γὰρ οἴκου παῖδές εἰσιν ἄρρενες.
Σύμβουλος ἐσθλὸς μὴ κακὸς γίγνου φίλοις.
[ψιεʹ]Σύμβουλος ἴσθι τῶν ἀγαθῶν, μὴ τῶν κακῶν.
Τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς.
Τρόπος δίκαιος κτῆμα τιμιώτατον.
Τυφλὸν δὲ καὶ δύστηνον ἀνθρώποις τύχη.
Τὰ δ' αἰσχρὰ κέρδη συμφορὰς ἐργάζεται.
[ψκʹ]Τὸν καιρὸν εὔχου πάντοθ' ἵλεων ἔχειν.
Τιμὴ πέφυκε πᾶσι παιδεία βροτοῖς.
Τὸ πολλὰ πράττειν ἐστὶ πανταχοῦ σαπρόν.
Τὸ πολλὰ πράττειν κὠδύνας πολλὰς ἔχει.
Τὸ πολλὰ τολμᾶν πόλλ' ἁμαρτάνειν ποιεῖ.
[ψκεʹ]Τύχη τὰ θνητῶν πράγματ', οὐκ εὐβουλία.
Ταυτόματον ἡμῶν καλλίω βουλεύεται.
Τὴν τῶν κρατούντων μάθε φέρειν ἐξουσίαν.
Τὸ μηδὲν εἰκῆ πανταχοῦ 'στι χρήσιμον.
Τάχισθ' ὁ καιρὸς μεταφέρει τὰ πράγματα.
[ψλʹ]Τὸ γνῶθι σαυτὸν πανταχοῦ 'στι χρήσιμον.
Τὸ ζῆν ἀλύπως ἀνδρός ἐστιν εὐτυχοῦς.
Ὑπόνοια δεινόν ἐστιν ἀνθρώποις κακόν.
Ὑπὸ τῆς ἀνάγκης πάντα δουλοῦται ταχύ.
Ὑπερήφανον πρᾶγμ' ἐστὶν ὡραία γυνή.
[ψλεʹ]Ὑπὲρ γυναικὸς καὶ φίλου πονητέον.
Φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί.
Φασὶν κακίστους οἱ πονηροὶ τοὺς κακούς.
Φθείρουσιν ἤθη χρήσθ' ὁμιλίαι κακαί.
Φρονοῦντός ἐστι ζημίαν πρᾴως φέρειν.
[ψμʹ]Φέρειν ἀνάγκη θνητὸν ὄντα τὴν τύχην.
Φίλος φίλῳ γὰρ συμπονῶν αὑτῷ πονεῖ.
Φίλου τρόπους γίγνωσκε, μισήσῃς δὲ μή.
Φιλίας δικαίας κτῆσις ἀσφαλεστάτη.
Φίλων ἔπαινον μᾶλλον ἢ σαυτοῦ λέγε.
[ψμεʹ]Χαλεπὸν τὸ γῆράς ἐστιν ἀνθρώποις βάρος.
Χάριν λαβὼν εὔκαιρον ἐν καιρῷ δίδου.
Χάριν χαρίζου, καθ' ὅσον ἰσχύεις ὅμως.
Χάριτας δικαίας καὶ δίδου καὶ λάμβανε.
Χάριν λαβὼν μέμνησο καὶ δοὺς ἐπιλάθου.
[ψνʹ]Χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.
Χειμὼν μεταβάλλει ῥᾳδίως εἰς εὐδίαν.
Ὡς μέγα τὸ μικρόν ἐστιν ἐν καιρῷ δοθέν.
Ὥρα τὰ πάντα τοῦ βίου κρίνει καλῶς.
Ὡς πολλὰ διὰ τὰς ἡδονὰς λυπούμεθα.
[ψνεʹ]Ὡς εὐκόλως πίπτουσιν αἱ λαμπραὶ τύχαι.
Ὡς ἡδὺς ὁ βίος, ἄν τις αὐτὸν μὴ μάθῃ.
Ὢ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ.
Ὡς ποικίλον πρᾶγμ' ἐστὶ καὶ πλάνον τύχη.