Γλώσσαι/Μ

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
[<Μῆδος>· ἱκανός· ἐπειδὴ ὁ Μαδαεί, κτίστης τῆς Μηδείας. ἑρμηνεύεται δὲ

οὗτος ἐκμέτρησις, ἤγουν ἱκάνωσις (Procop. in Esai. 13,17) <μεμυαλω- μένα>· (Ps. 65,15) <βαλλίζειν· Λώτ· ἐτυμπανίσθησαν>. ἐπρίσθησαν (ep. Hebr. 11,35. 37) <ὕπερον>· (Prov. 23,31) <μεμαράς>· (Iob 15,35) <θυΐσκη>· (Num. 7,14) <ἐμφρενώμενος· ἀντισήκωσις· ἀσπάλαξ>· [ἄσβεστος (Iob 20,26) μοιχαλίς (Prov. 18,22)] μῦς τυφλός, ὁ τὴν γῆν τρυπῶν (Lev. 11,30)].

<Μά>· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον συζεύγνυσι καὶ

κατομόσει καὶ ἀπομόσει, τοῦτ' ἔστι καὶ συγκαταθέσει καὶ ἀποφάσει, τῷ τε ναί καὶ τῷ οὔ ἐπιῤῥήμασιν. ἔστι γὰρ αὐτοῖς κοινόν

†<μαατρόν>· μωρόν. Λάκωνες
<μαγάδεις>· αὐλοὶ κιθαριστήριοι. ὄργανον ψαλτικόν. ὅθεν καὶ

τὸ ψάλλειν <μαγαδίζειν> λέγουσιν. Ἴων Ὀμφάλῃ· [ἢ] "μάγαδις αὐλὸς ἡγείσθω βοῆς" (fr. 23) ἀντὶ τοῦ ὁ συνᾴδων τῇ μαγάδι

<μαγάδιν>· ἀρχαῖον κιθάρισμα
<μαγαδίδες>· ὄργανα ψαλτικά (Soph. fr. 217)
<μαγαρίς>· μικρὰ σπάθη
<μαγαρίσκος>· πινακίσκος
*<μαγάς>· σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη τῆς κιθάρας τὰς

νευράς, καὶ ἀποτελοῦσα τὸν φθόγγον ASvgn. [ἢ τόκον προ- φέρουσα μνᾶν μίαν]

<μάγγανα>· φάρμακα. [δίκτυα]. γοητεύματα
<μαγγανία>· μηχανή p
<μάγγανα>· μηχανήματα
<μάγδωλος>· οἰκοδόμημά τι
<μαγεύταν αὐλόν>· τὸν [τὸν] μαγεύοντα τοὺς ἀκροωμένους S
<μαγεύειν>· γοητεύειν (S). θεραπεύειν θεούς
<μαγῆες>· οἰκονόμοι δείπνου. ἢ τὰ ἄλφιτα μάττοντες
<μάγιν>· ἀσπίδα (s)
<μαγίδες>· αἷς ἀπομάττουσι καὶ καθαίρουσι. καὶ μᾶζαι, ἃς κατα-

φέρουσιν οἱ εἰς Τροφωνίου κατιόντες

<μαγίς>· παλαθίς, ἄρτος (Iud. 7,13)
*<μαγίστωρ>· ἐπιστάτης. διδάσκαλος s
*<μαγίστορας>· διδασκάλους. ἐπιστάτας ASvg
<μαγμόν>· τὸ καθάρσιον· <ἀπομάσσειν> γὰρ λέγουσιν, ὅταν

περικαθαίρωσι τοὺς ἐνοχλουμένους τινὶ πάθει (Soph. fr. 429)

<Μάγνης>· κυβευτικοῦ βόλου προσηγορία (S) .... καὶ ἄλλων

πολλῶν λεγόμενα ὀνόματα βόλων

<Μάγνητες>· ἔθνος Θεσσαλίας (Β 756)
<μαγνῆτις λίθος>· αὕτη πλανᾷ τὴν ὄψιν, ἀργύρῳ ἐμφερὴς

οὖσα. ἡ δὲ Ἡρακλεῶτις τὸν σίδηρον ἐπισπᾶται (Eur. fr. 567)

<μάγον>· τὸν ἀπατεῶνα. φαρμακευτήν. τὸν θεοσεβῆ, καὶ θεολό-

γον καὶ ἱερέα οἱ Πέρσαι οὕτως λέγουσιν (Dan. 2,10)

[*<μάγαρον>· ὑπερῷον S]
<μαγύδαρις>· ὀπὸς σιλφίου. οἱ δὲ ἕτερον τοῦ σιλφίου εἶναι

μανότερον

<μαγῳδία>· ὄρχησις ἁπαλή· ἀπὸ Χρυσογόνου μάγου
<μαδᾷ>· ἐκρεῖ
<μαγδάλλει>· τίλλει. ἐσθίει
<μαγδάλλοντες>· τίλλοντες. ἐσθίοντες
<μαδάρεις>· τὰς πλατυτέρας λόγχας τῶν κεράτων. Κελτοί
<μαδαρός>· ἀραιόθριξ. ψεδνός
<μάδεγμα>· δέλεαρ, πρόβλημα. οἱ δὲ [<μάδευμα> S
<μάδισος>· δίκελλα. οἱ δὲ <μαδιβός>
*<μαδίσας>· τὰς τρίχας ἀποβαλών ASn
<μαδόν>· πόα. καὶ λεῖον
<μάδος>· τὸ ψίλωθρον
†<μαδρυνθήσομαι>· κολασθήσομαι. ἐπιτριβήσομαι
<μᾶ>· πρόβατα. Φρύγες
*<μᾶζα>· ἄλφιτα πεφυρμένα ὕδατι καὶ ἐλαίῳ ASs
<μαζάκις>· δόρυ Παρθικόν
<μαζαγόας>· ἐπὶ μάζῃ μεμψίμοιρος
<μᾶζαν>· ἀντὶ τῆς τροφῆς, καὶ τῆς μεμαγμένης †κόπρου
<μαζάρυγξ>· τὰ ἐπὶ τῷ ποτῷ ἐπόντα
<μαζινὸς βοῦς>· ὁ ἐξ ἀλφίτων
<Μαζεύς>· ὁ Ζεὺς παρὰ Φρυξί
*<μάζης ὤνιον>· ἄρτου πρᾶσις ASg
<μάζιναι>· μαζοί
<μαζίον>· ὀλίγον ...
<μαζοί, μαζῶν>· ...
<μαζονόμιον>· κοῖλον, καὶ ξύλινον πίνακα
<μαζοπέπτης>· ἀρτοκόπος
<μαζός>· μαστός (S). ὄχθος. τιτθός
<μαζοφορίς>· ὅμοιον κανῷ
<μαζῶντα>· τὸν μάττοντα τὰς μάζας
†<μαεῖται>· μυρολογεῖ
<μαθαλίδες>· ἐκπώματά τινα. οἱ δὲ μέτρα, ὡς κύαθοι (Blaes. fr. 2

Kaib.)

<μάθαμι>· ζητῶ
<μάθας>· μαθήσεως
<μαθήματα>· ἃ οἱ ὑποκριταὶ ἀνελάμβανον
<μάθυιαι>· γνάθοι
<μαΐ>· μέγα. Ἰνδοί
<μαῖα>· πατρὸς καὶ μητρὸς μήτηρ. καὶ τροφός. καὶ περὶ τὰς

τικτούσας ἰατρός, <ἣ> καὶ ὀμφαλοτόμος. καὶ προσφώνησις πρὸς πρεσβῦτιν τιμητική, ἀντὶ τοῦ· ὦ τροφέ (β 372)

<Μαίανδρος>· ποταμὸς Μιλήτου· ἄλλοι Καρίας. καὶ κόσμος τις

ὀροφικός. καὶ εἶδος ἱππασίας παρὰ ἱπποδαμάσταις

*<μαίεσθαι>· ζητεῖν, ἐρευνᾶν (ξ 356) Ag(n). καὶ <μαιμάσσειν>

τὸ αὐτό

<μαιεύονται>· μαιοῦνται
<<μαιεία>· ἡ> μαίευσις (Plat. Theaet. 150 d ..) r
†<μαιθαῦ>· οἴμοι
<μαίθη>· καρδία πρὸς τοῖς ἱεροῖς. καὶ ὄνομα
<μαιμᾶι>· ἐνθουσιᾷ καὶ ὀξέως ὁρμᾶι, ἢ ὀρέγεται, προθυμεῖται
<μαῖμα>· τῶν ὀρνίθων ἡ κοιλία
*<μαιμώοντι>· ἐνεργῶς κινουμένῳ S
<μαιμάκτης>· μειλίχιος. καθάρσιος
<μαιμᾶν>· ὀρέγεσθαι, ἐπιθυμεῖσθαι
<μαῖμαξ>· ταραχώδης
<μαιμάσασα>· οἰστρήσασα
*<μαιμάσσει>· σφύζει. προθυμεῖται (Ierem. 4,19) ASvgn
<μαιμώμενος>· ὁρμῶν. ζητῶν
*<μαιμώων>· ἐνθουσιῶν n
*<μαιμῶσα>· ὀρεγομένη AS, προθυμουμένη n. κινουμένη AS
[<μαιμάωξ>· κινουμένη] [ἢ ἀδελφός p]
<μαιμώωσιν>· ἐνθουσιῶσιν n. ὀρέγονται, προθυμοῦνται (Ν 75)
<μαινάδες>· αἱ Βάκχαι (Eur. Bacch. 103 ..)
<μαινάδι>· Βάκχῃ n. μαινομένῃ (Χ 460)
*<μαινάς>· Βάκχη (Eur. Troad. 307) Sgn
<μαίνεται>· ὀργίζεται. ὑλακτεῖ
<μαινόλης>· παράκοπος. ἔνθεος
<μαινομένοιο>· ἐνθουσιωδῶς κινουμένου, ἢ μανίας παρασκευα-

στικοῦ, μανιοποιοῦ (Ζ 132)

<μαινομένου Διονύσου>· μανίας ἐμποιοῦντος. ἢ ἐπὶ τοῦ οἴνου,

μετωνυμικῶς· ἔκφρονας γὰρ ποιεῖ καὶ εὐκινήτους (Ζ 132)

[<μαινοῶσιν>· ἐνθουσιῶσιν]
<Μαιονία>· ἡ Λυδία
*<μαιούμενος>· ἐκλοχίζων ASn
<Μαῖρα>· κύων τὸ ἄστρον, ἢ ἀκμαιότατον καῦμα r. οἱ δὲ τὴν

σελήνην (Callim. fr. 75,35 Pf.). οἱ δὲ Προίτου θυγατέρα, Αἴθρας ἀδελφοῦ εἶναι. Ταραντῖνοι δὲ <μαιριῆν>· τὸ κακῶς ἔχειν

<μαίσωλος>· ζῷον τετράπουν, γενόμενον ἐν τῇ Ἰνδικῇ, ὅμοιον

μόσχῳ

<μαίσων>· μάγειρον. ἄλλοι βορόν· ἀπὸ τοῦ μασᾶσθαι
*<μαιωθήσονται>· λοχευθήσονται. γεννηθήσονται. θεραπευθή-

σονται (Iob 26,5) Avgn

*<μαιώσασθε>· ἐρευνᾶτε τὴν φύσιν AS
<Μαιωτίδα>· λίμνην. <Μαίονά> φασιν εἶναι ποταμὸν τῆς Ἀχαΐας,

καὶ <Μαιῶτιν λίμνην> ἐν Ἑλλάδι (Plat. com. fr. 27)

<μάκαρ>· μακάριε, εὐδαίμων (Γ 182 ..)
<μάκαιρα>· τελεία. εὐτυχής. τιμία
<μάκαρες>· μακάριοι, εὐδαίμονες, ἅγιοι
<μακαρία>· βρῶμα ἐκ ζωμοῦ καὶ ἀλφίτων
<μακαρίνη>· ἀνδράχνη
*<μακάριος>· ὁ πάντοτε ἐν ἀγαθῷ ὤν, εὐδαίμων ASvg
*<μακαριότης>· εὐδαιμονία (4. Macc. 18,19) As
<μακαρίτης>· ὁ τεθνεώς. ὁ μακάριος. *ὁ νεκρός (AS)
*<μάκαρος>· μακαρίου (α 217 ..) g
*<μακάρων>· εὐδαιμόνων n, μακαρίων (Α 339) Avg
<Μακάρων νῆσος>· ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίᾳ Θηβῶν (Ar-

menid. fr. 378,5 J.) Σ

<μακεδνὰ σκῦλα>· τὰ οὐράνια καὶ μεγάλα. ἢ ὅτι <τὰ> τρόπαια

μετέωρα ἵσταται

<μακεδνή>· μηκεδανή. μακρά. ὑψηλή (η 106)
<μάκελλα>· φράγματα, δρύφακτοι
<μακέλλη>· δίκελλα. πλατὺ σκαφεῖον ... δὲ τῆς μακέλλης ὁ

στελεός

<μακελλῶν>· δρύφακτος
*<μάκελλα>· τὰ αὐτά ASvgn
<μακεσίκρανος>· ἔποψ. διὰ τὸ ἔχειν ἐπὶ τῆς κεφαλῆς καθάπερ

λόφον. καὶ κορυθαίολον αὐτὸν λέγουσι. πολυώνυμον δὲ [λέγε- ται] τὸ ζῷον· σίντην τε γὰρ αὐτὸν καὶ ἀλεκτρυόνα καὶ γέλα- σον λέγουσι

<Μακετία>· ἡ Μακεδονία
<μάκιστος>· ποῤῥώτατος. ὄφελος ἔχοντα
<μακιστήρ>· βέλος. τάσσεται δὲ καὶ ἐπὶ τοῦ μεγάλου (Aesch.

Pers. 698)

†<μάκιστι>· λοιμός
<Μάκκος>· ... βασιλεύς
<μάκκορ>· ἐργαλεῖον γεωργικόν, ὡς δίκελλα
<μακκούρᾳ>· χειρὶ σιδηρᾷ, ᾗ χρῶνται πρὸς τοὺς ἵππους
<μακκοᾶν>· παραφρονεῖν. προσποιεῖσθαι μὴ ἀκούειν
<μακούνιον>· δίκτυον κιχλῶν, ὅπερ τινὲς <νεφέλην>
<μακρά>· μεγάλη <γραμμή>. εἰώθασι γὰρ οἱ καταδικάζοντες ἐν

τῷ γραμματιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν

<μακραμβές>· τὸ εὔκυκλον
*<μακρηγορία>· μακρὰ διάλεξις, ἢ ὑπαγορία (ASvgn)
<μακρῇσι>· μεγάλαις (Ν 782)
<Μάκρις>· Εὔβοια ἡ νῆσος
<Μακρόβιοι>· αἱ νύμφαι. Ῥόδιοι (Callim. fr. 228,62?)
<μακρὸν ἄϋσε>· μεγάλως ἐβόησεν (Γ 81)
*<μακρὸν ὀχῆα>· τὸν μακρόν, τὸν συνέχοντα (Μ 121) AS
<μάκται>· οἱ μάττοντες τὰς μάζας
<μακτήρ>· ἡ κάρδοπος. ἡ πυελίς. καὶ διφθέρα. καὶ [ὀρχήσεως

σχῆμα (s)

<μακτήριον>· †ἱλαστήρια. κάλυμμα ἱερὸν κρυφίων. ἢ κύκλος

ξύλινος

*<μάκτρα>· ἀβάκιον, [ἔνθα μάσσουσι τὸ ἄλευρον AS
<μακύνεται>· μεγαλύνεται. ὀρθοῦται
*<μακών>· βοήσας (κ 163) ASg
[<μάλαγμα>· ἴαμα]
†<μάλα>· ἄθροισμα. βούνισμα
<μάλα βούλεται>· πάνυ, σφόδρα, λίαν, μάλιστα, ἄγαν (Ο 51)
*<μάλαγμα>· ἴαμα (Sap. 16,12 ..) n
*<μάλα εἰκότως>· πάνυ πρεπόντως A (g) h
<μάλαι>· μασχάλαι
<μαλακία>· *νόσος r. ASvg. βλακία. εἶδος δὲ ἰχθύων, τευθίδες

καὶ σηπίαι, <μαλάκια>

<μαλακίζεσθαι>· ἀσθενῶς διακεῖσθαι (Thuc. 3, 37,2). *νοση-

λεύεσθαι (ASn)

<μαλακίννης>· παρθένος s
<μαλάκιον>· γυναικεῖον κοσμάριον (Ar. fr. 320,10)
*<μαλακὸν ἱμάτιον>· τετριμμένον. [Κῷοι δὲ εὐμετακόμιστον] ἢ

πολυτελές. ἢ ἁπαλόν (Matth. 11,8 v. l.) A

*<μαλακὸν περὶ κῶμα>· ἁπαλὸν κοίμημα (Ξ 359) An
†<μαλάγας>· ἄδησυς† θῦλαξ, ἀσκός
<μαλακός>· μαλθακός. ἔκλυτος. γυναικοήθης
<μαλακόστρακα>· καράβους καὶ καρίδας
<μαλακῷ>· ἁπαλῷ, τρυφερῷ, *[ἡδεῖ (Ω 678) An
<μαλάνιον>· σάκκος
*<μαλάντερον>· μειλανώτερον A
<μαλάξαι>· πραῧναι
*<μάλα σαφῶς>· πάνυ φανερῶς vg (A)
<μαλασσός>· τράχηλος
<μαλατῆρες>· ναῦται
<μαλατθᾷ>· αἱμωδιᾷ
[<μάλα> τι τῶν ἀποκρύπτων]
<μαλαφῶν>· ζητῶν <μήλῃ τι τῶν ἀποκρύπτων>
*<μαλάχη>· μολόχη Agnp
<μαλάχιος>· ἰχθῦς ποιός
*<μάλα ἄν>· λίαν, πάνυ (Plat. Conv. 194a ..) A
[<Μάλεοι>· ὅριοι]
*<μαλεροῖο>· καυστικοῦ (Greg. Naz. c. 1, 1, 8,7) gn
<μαλερόν>· *καυστικόν AS. μαραντικόν (ASn). ὀξύ. λαμπρόν.

ἰσχυρόν. ἀσθενές

<μαλερὰς φρένας>· ἀσθενεῖς. καὶ ξηράς, καυστικάς
<μάλευρον>· ἄλευρον. στέας (Achae. fr. 51)
<μάλη>· [χλαῖνα] μασχάλη ps [μαλάχη]
<μαλήκῳ πέδᾳ>· μοιριδίῳ δεσμῷ. τροχιλία καὶ παγὶς μαλικὰ

καλοῦνται (Alcman)

[<μαλητέον>· ζητητέον]
<μάλθαν>· κηρὸν ἁπαλὸν <ἤσθιον> (Ar. fr. 157)
<μαλθακόν>· ἀγαθόν (Ar. fr. 815) (s). *μαλακόν AS. ἡδύ. προς-

ηνές. *τρυφερόν AS. ἀσθενῆ

<μαλθάσσειν>· μαλάσσειν. πείθειν
*<μάλθη>· μεμαλαγμένος κηρός q. ASgb. [ἢ μαλακία. καὶ τρυφερή]
<μάλθη>· ῥύπος ξηρός
<μαλθώσω>· μαλακώσω
<Μαλέα>· ἀκρωτήριον τῆς Λακωνικῆς b
<μαλίαν>· εὔφημον, ἥσυχον, πραεῖαν
<μαλιή>· τὸ περὶ τὰ ὑποζύγια πάθος, ὅτε βήττῃ
<μαλοῖς>· ζητεῖς
<μάλιον>· μᾶλλον (Tyrtae. 12,6)
<Μάλικα>· τὸν Ἡρακλέα. Ἀμαθούσιοι
<Μαλίρ>· γῆ κιμωλία
<Μαλίς>· Ἀθηνᾶ (Hippon. fr. 64 Bgk.) S. λαπαρά. ἄφθα. φλεγ-

μονή

<μάλιστα>· λίαν gn πάνυ n πλέον, σφόδρα, μᾶλλον
<μαλιωτέρα>· προσφιλεστέρα
<μαλκενίς>· ἡ παρθένος. Κρῆτες
<μαλκῆν>· τὸ ἐπικόπανον. Πάριοι
<μαλκίειν>· τὸ ὑπὸ ψύχους συνεσπάσθαι τὰς χεῖρας
<μαλκίετον>· μαλακῶς καὶ ἀσθενῶς ἔχετον. ἐπιεικῶς δὲ τοὺς

ὑπὸ κρύους ἐσκληκότας μαλκίειν λέγουσιν

<μαλκιώτατον>· μαλακώτατον
<μαλκόν>· μαλακόν
†<μαλλαθόντες>· ἐσθίοντες
*<μᾶλλον>· πλέον ASg. μάλιστα
<μᾶλλόν πως>· ὅσον
<μαλλός>· τὸ ἔριον. καὶ ἡ καθειμένη κόμη, ὁ καὶ κρὲξ καὶ σκόλ-

λυς. καλεῖται δὲ καὶ τὰ ποίμνια. ὅθεν καὶ μαλλῶτιν καλεῖσθαι τὴν Ἴδην, διὰ τὸ πολυπρόβατον εἶναι. καὶ λευκός

<μάλλυκες>· τρίχες
<μαλοπάραυος>· λευκοπάρειος
<Μαλόεις>· Ἀπόλλωνος ἐπίθετον, ἢ ἐπώνυμον (Thuc. 3, 3,3)
[<μαλόσα>· ὁδὸς ᾗ τὰ πρόβατα βαδίζει]
<μαλουρίς>· λευκόκερκος. καὶ ἥτις τὴν οὐρὰν ἔχει λευκήν (Cal-

lim. h. Cer. 110 v. l.)

<μάλουρος>· λεύκουρος
<μαλόχιον>· σπαθητόν
*<μάλ' ὦκα>· πάνυ ταχέως (Β 52 ..) ASn
<Μαμάγκεια>· ἐν Κλαζομεναῖς τόπος (S)
<μάμματα>· †ποιήματα. βρώματα
<μαματίδες>· ἀναδενδράδες. Δόλοπες
<Μάμερτος>· Ἄρης
<μαμᾶτραι>· οἱ στρατηγοί, παρ' Ἰνδοῖς
<μαμμάκυθος>· μωρός S. ἔστι δὲ καὶ δρᾶμα πεποιημένον Πλά-

τωνι

<Μαμβρή>· ἀπὸ ὁράσεως
<μαμμᾶν>· ἐπὶ τῆς παιδικῆς φωνῆς. ἐσθίειν
<μάμμη>· ἡ μήτηρ τῶν γονέων. ἢ ὑποκόρισμα μητρὸς ἐκ παιδίου.

Ἀττικοί

†<μαμμικόν>· μικρόν
†<μάμμος>· οἰκέτης
†<μαναύεται>· πανέλκεται
<μανάκις>· ὀλιγάκις, σπανίως. ἢ πυκνά (Plat. com. fr. 200)
<μανδαλωτόν>· φίλημα ποιὸν οὕτως καλεῖται (Ar. Ach. 1201)

<ὡς δράπετον>

<μανδοτά>· σημεῖα
<Μανδραγόρας>· ὁ Ζεύς. *καὶ εἶδος βοτάνης ASvgn, οἰνικὸν

Svgn καὶ ὑπνωτικόν (Gen. 30,14 ..) Sn

<Μανδραγορῖτις>· Ἀφροδίτη
<μάνδραι>· ἕρκη, φραγμοί, αὐλαί, σηκοὶ βοῶν καὶ ἵππων
*<μανδύας>· εἶδος ἱματίου ASvg Περσῶν πολεμικοῦ S. [ἢ μαν-

τείας] (Iud. 3,16 ..) (n)

*<μανδύη>· λουρίκιον vg [ὡς δρέπανον]
<μαμωνᾶς>· θησαυρὸς πλεονεξίας
<μανσούρ>· κύων
<μανασσῆς>· ἐπιλανθανόμενος
*<μανείην>· μανῶ (Eur. Hec. 1278) A (vgp)
<μάνης>· εἰς <ὃ> τὰς λάταγας <ἠφίεσαν>
<Μάνης>· κυβευτικοῦ βόλου ὄνομα [καὶ] βαρβαρικόν, καθάπερ

Εὔβουλος (fr. 59) ἐν Κυβευταῖς· παρίστησι καὶ ἄλλων κατα- λεγομένων βόλων <ὀνόματα>

<Μανέρως>· τοῦτόν φασιν Αἰγύπτιον ἀμαλογῆσαι πρῶτον παρὰ

μάγων διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν ἀνὰ στόμα γενέσθαι, ὡς Κλέαρχος ἐν τοῖς Περὶ παιδείας ἱστορεῖ

<μανία>· ὀργή, θυμός. κότος
*<μανόν>· ἀραιόν ASvg. μικρόν. ὀλίγον. [χαῦνον Sg
<μανοστήμοις>· ἀραιοστήμοις (Aesch. fr. 297)
*<μανότης>· ἀραιότης (Plat. Tim. 72 c) A
*<μανότατον>· ἀραιότατον ASg
*<μαντευόμενος>· χρησμοδοτῶν (Deut. 18,10) ASn
<Μαντινέη>· πόλις Ἀρκαδίας (Β 607)
<μαντεῖον>· ἀντὶ τοῦ μάντευμα (Prov. 16,10)
<μάντιος>· μάντεως
<μάντις>· ὁ ἐν τοῖς κήποις βάτραχος. καὶ εἶδος ἀκρίδος
*<μαντοσύνην>· μαντείαν (Α 72)
[*<μαντύας>· μαντείας A]
<μανύ>· μικρόν. Ἀθαμᾶνες
<μάνυζα>· μονοκέφαλον σκόροδον, ὅπερ ἔνιοι <μώλυζαν> (Hip-

pocr. nat. mul. 85 mul. 1,78)

*<μάνυσον>· τὰ μήκιστα δήλωσον (Eur. Hec. 192) AS
<μανῶν>· ἀραιῶν
<ματεῖ>· πατεῖ
<μαραναθά>· ὁ κύριος ἦλθεν. ἢ εἶδον τὸν κύριον
<μάραγνα>· μάστιγξ, ῥάβδος, ταυρεία
*<μάραγνά γ' ἢ>· ταυρεία (Eur. Rhes. 817) ASN
<μάραγοι>· οἱ ἀπόκρημνοι τόποι
<Μαραθών>· δῆμος τῆς Ἀττικῆς· ὅθεν καὶ ποίημα ἦν Μαραθώ-

νιον

*<μαργαίνει>· μαίνεται Σ
<μαραινόπους>· μεμαρασμένος τοὺς πόδας
<Μαράξας>· μήν, ὁ Ἀπελλαῖος
<μαράσσαι>· κύνες, ὄρνιθες
<μαργᾶι>· μαργαίνει. ὑβρίζει. ἐνθουσιᾷ, μαίνεται. ὑβριστικαὶ γὰρ

αἱ <μάργαι>

<μαργαίνων>· μαινόμενος. δεσμῶν. ὑβρίζων. δεσμὸς γὰρ ἡ

<μαργάς>

[<μαργαρίσκον>· πινακίσκον]
*<Μαργέτης>· μωρός τις ἦν μὴ εἰδὼς μίξιν γυναικός· καὶ γυνὴ προτρέπεται αὐτόν <εἰποῦσα σκορπίον αὐτὴν δῆξαι καὶ ὑπὸ τῆς ὀχείας θεραπευθῆναι> A
<μαργηέντων>· λυσσώντων
<Μαργίτης>· μωρός τις, μαινόμενος
<μαργοτάτην>· ἐπιμανεστάτην
<Μαργίτου>· ἄφρονος, μωροῦ
<μαργοῖς>· μαινομένοις. ὑβρισταῖς (Plat. leg. 792 e)
*<μαργῶντες>· μαινόμενοι An
*<μάργος>· μαινόμενος ASvgb. ὑβριστής
*<μαργῶσαν χέρα>· μαινομένην χεῖρα (Eur. Hec. 1128) Avgn
<Μαρεῶτις>· εἶδος ἀμπέλου
[<μαρήγει>· λαμβάνει]
†<μαρηγηλλᾶι>· ἀμφιπονεῖ. στραγγεύεται
<Μαριανδυνὸς θρῆνος>· δαιμονίως γὰρ περὶ τοὺς θρήνους

σπουδάζουσιν. ἄλλοι εἶδος ᾠδῆς τωθαστικῆς τὸν Μαριανδυνόν, ὡς Λιτυέρσαν

<μαριανδυνίζεις>· εἰρωνεύεις
<μαριζεύς>· λίθος τις, ὃς ἐπισταζομένου ὕδατος καίεται
[<μαρίειν>· ὀχλεῖσθαι· πυρέττειν]
<Μαρικᾶν>· κίναιδον. οἱ δὲ ὑποκόρισμα παιδίου ἄῤῥενος βαρ-

βαρικόν

<μαρίλη>· ὁ χνοῦς S. καὶ τὸ λεπτὸν [τῶν ἀνθράκων S
<μαριλοκαυτῶν>· ἀνθρακευτῶν· <μαρίλη> γὰρ τὸ ἀπόψημα τῶν

ἀνθράκων (Soph. Indag. 34)

<μαρίν>· τὴν σῦν. Κρῆτες
<μαρῖνος>· κίθαρος. ἰχθῦς θαλάσσιος. καὶ ὄνομα κύριον
*<μαριώθ>· ἀντιλογία (Ezech. 47,19 v. l.) n
<μάρις>· [τὸν] ἓξ κοτύλας. καλεῖται δὲ ὁμωνύμως καὶ τὸ μακρὸν

πέπερι

<Μαριταῖον>· τὸν Δία
<μάκαρς>· μακάριος. εὔμοιρος
<Μάρκος>· ἐντολή
*<μαρμαίρει>· λάμπει ASvgn. [ἐνθουσιᾷ]
<μαρμάραι>· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι
<μαρμάρειον>· λευκόν, λαμπρόν. <ἄνθος>
<μάρμαρα>· λαμπρά. ἐρισύβη
<μαρμαρόεντα>· λάμποντα
<μάρμαρ>· στερεόν ...
*<μαρμαίροντα>· λάμποντα (Γ 397) ASn
*<μαρμαρέην>· λαμπράν (Γ 126 v. l.) g
<μαρμαρέῃσι>· λαμπηδόσι
<μάρμαρος>· λευκὴ λίθος (Π 735)
<μαρμαρυγαί>· αἱ συνεχεῖς τῶν ποδῶν κινήσεις (θ 265). ἢ
  • λαμπηδόνες (ASvg)
<μαρμαρυγή>· *φῶς. ἀστραπή AS. βῆμα. πήδημα. [λαμπηδών.

ASg. κίνησις ποδῶν συνεχής. [αὐγὴ ὀφθαλμῶν ASn

[<μαρμαρυκᾷ>· ἀπὸ τοῦ μαρμαίρων]
*<μαρμάρω>· λίθῳ ποιῷ (Eur. Phoen. 663)
*<μαρμάρῳ ὀκρυόεντι>· λίθῳ τραχεῖ (Μ 380) ASn
<μάρμαρα>· λαμπρά
<μαρμαῖρον>· λαμπρόν
*<μαρνάμενοι>· μαχόμενοι (Ζ 256) ASn
*<μάρναται>· μάχεται ἐν πολέμῳ (Δ 513) ASvg
<μᾶρον>· ὀπός. καὶ πόα
<μάρπτεν>· *κατελάμβανε An, συνελάμβανε. καὶ <μάρπτει>,

ὁμοίως (Eur. Hipp. 1188)

*<μάρπτῃσι>· καταλάβῃ (Θ 405) ASn
*<μάρπτοντα>· κρατοῦντα (Greg. Naz. c. 2,1, 1,91) g (Tn)
<μάρπτις>· ὑβριστής (Aesch. Suppl. 826)
<μάῤῥον>· ἐργαλεῖον σιδηροῦν
<μάρσεται>· κτήσεται
<μαρσίππιον>· βαλάντιον n. φασκώλιον (Prov. 1,14) <ἢ σάκκος>
<μαρσίπεοι>· οἱ γαστρίμαργοι. [ἢ σάκκοι]
<μαρτυρίαι>· βουλήσεις
<μαρτυρίῃσι>· βουλήσεσιν, ἐντολαῖς (λ 325)
<μαρτύρομαι>· ἐπιφωνοῦμαι (Eur. Phoen. 626 ..)
<μάρτυς>· μάρτυρ
*<μαρυκᾶσθαι>· ἀναπέμπειν τὴν τροφὴν καὶ πάλιν αὐτὴν ἀναμα-

σᾶσθαι AS

<μαρυκᾶται>· ἀναμασᾶται
*<μάρψαι>· συλλαβεῖν gn, καταλήψεσθαι (Eur. Hec. 1061) (Sg)
<μάρψει δ'>· καταλήψεται (Ο 137)
*<μάρψω>· καταλάβω (Eur. Alc. 847) An
<Μάσης>· πόλις (Β 562)
<μάσασθαι>· ἐφάψασθαι (λ 591). καθᾶραι
<μάσθλη> καὶ <μάσθλης>· δέρμα, καὶ ὑπόδημα φοινικοῦν (Sapph.

fr. 39 L -- P). καὶ ἡνία. διφθέρα

<μάσθλητα δίτομον>· τὰς ἡνίας. καὶ γὰρ <ὁ μάσθλης καὶ> ἡ

μάσθλη. Σοφοκλῆς Ἀνδρομέδᾳ καὶ Συνδείπνοις (fr. 125. 151)

<μάσι>· μεγάλως
<μασίγδουπον βασιλῆα>· μεγαλόηχον, τὸν μέγαν ἐν ἤχῳ
<Μασιμάνας>· τοὺς βαρβάρους οὕτως ἔλεγον
<μάσκη>· δίκελλα
<μάσπετα>· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ

ὀπτόν

<μάσσαι>· ζητῆσαι. καθαρίσαι. φυρᾶσαι
<μάσσασθαι>· [μάχεσθαι.] λαβέσθαι. ἀφαρπάζεσθαι. [ἐφάψασθαι

(λ 591) S

*<μάσσει>· καθαρίζει. καὶ τὰ λοιπά AS
<μᾶσσον>· πλέον S, μεῖζον (θ 203). μικρόν, [ἔλασσον S
<μασσότερον>· ποῤῥώτερον
<μάστα>· ἡγεμών. [ἢ μεγάλως]
<μαστάζει>· μασᾶται
<μαστάζεται>· διαμασᾶται S
<μάστακα>· τὸ στόμα (δ 287)· ἀπὸ τοῦ <μασᾶσθαι>. ἢ τὸ

μάσημα (Ι 324). οἱ δὲ [ἀκρίδα (Soph. fr. 650) (s). ἢ σιαγόνα

<μαστίδες>· ἀκίδες. ἢ ἀγκύλαι
[<μασταλίδες>· χάρακες. κάμακες]
*<μάσταξ>· ἔνθεσις. ἢ ἀκρίς AS. ἢ στόμα gS
<μασταρύζειν>· μαστιχᾶσθαι. καὶ τρέμειν. ἢ σφοδρῶς, ἢ κακῶς

μασᾶσθαι (Ar. Ach. 689)

<μαστεύει>· ζητεῖ S, ἐρευνᾷ, ψηλαφᾷ, [ἐπιζητεῖ n
*<μαστήρ>· ἐρευνητής (Eur. Bacch. 986) AS
*<μαστῆρες>· ζητοῦντες A, ἐρευνῶντες
<μάστι>· μάστιγι (Ψ 500)
*<μάστιγας>· δαρμούς A
<μάστιε>· μάστιζε (Ρ 622)
*<μαστιγίας>· ὁ μαστιζόμενος ASvg
<μαστίεται>· μαστίζεται (Υ 171)
<μαστίζει>· [μασᾶται. ἢ] τύπτει
<μαστίζει>· πληγαῖς τύπτει
<μαστίζων>· [μασόμενος.] πατάσσων
<μάστιν>· τὴν μάστιγα (ο 182)
*<μάστιξ>· φραγέλλιον (Sirac. 40,9) ASn
<μαστοί>· τὰ ὑψηλὰ τῆς Ἀττικῆς μέρη
<μαστός>· ποτήριον. ἢ λίθον. καὶ τὰ <εἰς> ὕψος ἀνέχοντα <ἐν>

χώραις καὶ ὄρεσι <μαστούς>

<μαστούειν>· ἐπιζητεῖν
<μαστρεῖαι>· αἱ τῶν ἀρχόντων εὔθυναι
<μαστροί>· παρὰ Ῥοδίοις ἐρευνητῆρες
<μαστροπός>· δύστροπος. [πανοῦργος An. ἀπατεών. *ὁ τὰς

γυναῖκας ἢ ἄνδρας προσκαλῶν καὶ μαυλίζων, ἢ προαγωγός A

<μαστροφός>· τὰ αὐτά s
<μασύντης>· παράσιτος
<μασχαλέον>· κάνεον. πίναξ
<μασχάλην αἴρειν>· κωθωνίζεσθαι, καὶ πίνειν "ὡς ἄνω τὴν μας-

χάλην αἴρωμεν ἐμπεπωκότες" (Cratin. fr. 298) ἐν τῷ μεθύειν αἴρειν ἄνω τὴν μασχάλην. εἰώθεισαν γὰρ λέγειν <μασχάλην αἴρεις> ἀντὶ τοῦ κωθωνίζειν, καὶ καταμωκᾶσθαι ταῖς χερσίν· οἷόν ἐστι καὶ τὸ παρ' Ὁμήρῳ· "χεῖρας ἀνασχόμενοι" (σ 100)

<μασχάλη>· μέρος τι τῆς πρῴρας, ὅπου καὶ τὸ τέρθρον, ὃ κα-

λοῦσιν ἀρτέμωνα. ἢ τοῦ τῆς ἐλαίας φύλλου τὸ μέρος

<μασχαλῆν>· τὸ τοῖς λευκίνοις σχοινίοις τὰς ἀγκύρας σχάσαντας

περὶ τὸν ἀγκυρίτην λίθον περιθεῖναι

<μασχάλινον>· φοινίκινον πλέγμα
<μασχάλιον>· κάνεον φοινίκιον. Μασχάλη γὰρ ἡ τοῦ φοίνικος

ῥάβδος. ἢ σχοινίον

<μασχαλίσματα>· <οἱ> φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ

τοῦ τὴν μῆνιν ἐκκλῖναι ἀκρωτηρίασαν τὰ μόρια τούτων, οἷον ὤτων, ῥινῶν, καὶ διείραντες ἐκρέμνων ἐκ τοῦ τραχήλου διὰ τῶν μασχαλῶν. καὶ τὰ [τῶν] ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις

<μασχαλιστήρ>· <ὁ> διὰ τῶν μασχαλῶν δεσμὸς (S) τοῦ ὑπο-

ζυγίου. τὸ αὐτὸ καὶ <μασχαλίς>

<μασχαλισθῆναι>· ἀνηρτῆσθαι ἐκ τῶν μασχαλῶν
<μασχαλίττει>· ὑπὸ κόλπον καὶ ὑπὸ μάλην φέρει
*<μασχαλόν>· τὸν χιτῶνα (S)
<ματᾶι>· διατρίβει, χρονίζει
<ματαιολοιχός>· ὁ περὶ τὰ μικρὰ πανοῦργος, καὶ λίχνος (Ar.

Nub. 451)

<μάταιος>· ἠλίθιος. τάλας
<ματαίαν>· τάλαιναν, ἠλίθιον (Esai. 31,2)
<μάταισι>· ταῖς ματαιότησιν
<ματαΐσσει>· μωραίνει
<ματᾶν>· ματαιΐζειν
<μάταν>· ἡ λύγξ. ἔνιοι δὲ <ματακὸς ἢ ματακόν>
<μάταρος>· στέφανος μεμαρασμένος
<ματεῖ>· ζητεῖ
<ματήρ>· ἐπίσκοπος, ἐπιζητῶν, ἐρευνητής
†<ματρίους>· τοὺς ἀβελτέρους
<ματηρεύειν>· ματεύειν. ζητεῖν
<μάτησεν>· ἀπέτυχεν. *[μάταιόν τι ἔπραξεν n. ἠμέλησεν Sn.

ἀπέσχεν (Ψ 510)

<ματήσετον>· [ἑάλωσιν,] ἁλῶσιν. ἀποτύχωσιν (Ε 233) AS
<ματία>· †μαρτυρία
<ματίῃ>· ματαιότητι (κ 79)
<μάτιον>· τῷ τόνῳ, ὡς βέλτιον· τὸ μικρόν, καὶ ὀλίγον, καὶ

μάταιον. οἱ δὲ †δερμάτιον

<ματίς>· μέγας. τινὲς ἐπὶ τοῦ βασιλέως
<ματῆναι>· ματεῦσαι. ζητῆσαι
<ματρόξενος>· τοὺς νόθους παῖδας. <Ῥόδιοι>
*<ματρυλεῖον>· [τόπος [τῶν πορνευόντων, τουτέστι πορνεῖον,]

ὅπου οἱ μαστροποὶ [ἤτοι μαυλισταί,] διέτριβον ASgn

<Ματθαῖος>· δεδωρημένος. <Ματθίας> δὲ δόμα θεοῦ
<ματτάβης>· ἀπορῶν
<ματταβεῖ>· περιβλέπει. ἀδημονεῖ
<μάτταβος>· ὁ μωρός
<ματταβόμενος>· μέλλων, καὶ ἀποκνῶν
[<ματύαι>· γνάθοι]
<ματτύης>· ἡ μὲν φωνὴ Μακεδονική, ὄρνις. καὶ τὰ ἐκ τοῦ ζωμοῦ

αὐτοῦ λάχανα περιφερόμενα

<μὰ τὼ θεώ>· οὐ μόνον γυναῖκες, ἀλλὰ καὶ ἄνδρες ὤμνυον
<ματῶν>· ματαιοπραγῶν, ἢ μάτην ποιῶν
<μαῦλιν>· λαοτομεῖον
†<μαυκυρόν>· τὸ χλιαρόν
<μαῦλις>· μάχαιρα (Callim. fr. 75,9). καὶ ἡ μίσθιον ποιοῦσα
<μαυλιστήριον>· παρ' Ἱππώνακτι, Λύδιόν τι λεπτὸν νόμισμα

(fr. 126 Bgk.)

<μαῦρον>· τὸ ἀμαυρόν. ἀσθενές. ἢ μωρόν
<Μαύσωλος>· ὄνομα δυνάστου
<μάχαιρα>· ξίφος. καὶ παραζώνιον. καὶ οἷς ἀποκείρεται τὰ πρό-

βατα, καὶ ζῷα ἑρπετὰ πολύποδα, ἴουλος. καὶ ἐργαλεῖον τεκ- τονικόν

<>μὰ φρήν>· διάνοια (Eur. Hec. 85) s
<μαχαιροδέτης>· ἐν τοῖς ὁπλισμοῖς καταληπτήρ
<μαχᾶν>· <ἀντὶ> τοῦ θέλειν μάχεσθαι
<μαχατάρ>· ἀντίπαλος
<μάχης ἐπὶ μήδεα κείρει>· τὰ περὶ τῆς μάχης βουλεύματα

κολοβοῖ, καὶ ἀποκείρει, ἢ κολούει (Π 120)

<μαχητής>· στρατηγός (Ε 801)
<μαχησαμένω>· μαχεσάμενοι, δυϊκῶς (Α 304)
*<μαχλάδα>· πόρνην AS
*<μαχλάδας>· πόρνας (Greg. Naz. c. 1, 2,29, 264) g
<μάχλης>· ἀκρατής, πόρνος
<μαχλίς>· ἑταίρα, πόρνη
<μάχλος>· ἀκρατής, καταφερής, *πόρνος gSns
<μαχλοσύνη>· ἡ περὶ τὰ ἀφροδίσια [ὡσεὶ] καταφέρεια, *ἀκολα-

σία ASn, πορνεία (Ω 30) ASgn

<μαχλῶντες>· πορνεύοντες Avg <ἀκολάστως> vg
†<μαχλοίων>· κρομμύων
<Μαχλύονας>· τοὺς αὐτομόλους Αἰθίοπες οὕτω καλοῦσιν
*<μάψ>· μάτην ns, ματαίως (Β 120) ASvgn
<μαψαῦραι>· αἱ μάταιαι ἄελλαι, ἢ κοῦφαι πνοαί (Hes. Theog.

872)

<μαψίδιον>· μάταιον vg. δαψιλές. χαλεπόν. δεινόν. ἑκούσιον
*<μαψιδίως>· ματαίως (γ 72) AN. [μαψίφωνον]
<μαψίφωνον>· ματαιόφωνον
(*)<μάψωτος>· μάταιος
*<μαψώτου>· ματαίου ASg
<μέγα>· μεγάλως, πολύ (Β 111)
<Μεγαβύζειοι λόγοι>· μεγάλοι· ἀπὸ τοῦ Περσῶν βασιλέως.

οἱ δὲ βαρβάρους. καὶ οἱ τῆς Ἀρτέμιδος ἱερεῖς. καὶ οἱ στρατηγοὶ τοῦ Περσῶν βασιλέως Μεγάβυζοι

<μέγα δικαστήριον>· ἐν ᾧ τὰς δημοσίας ἔκρινον δίκας
*<μεγάθυμοι>· μεγαλόψυχοι, γενναῖοι N. <θυμὸς> γὰρ ἡ ψυχή

(AS) [γενναῖοι] (Α 123)

<μέγα κεν>· μεγάλως ἄν (Α 256)
<μεγακήτεα>· μεγάλην παραγώγως, ἢ μεγάλως κοίλην. ἢ μέγα

θηρίον, ἢ μέγα κῆτος (γ 158)

<μεγαίρειν>· φθονεῖν, ζηλοῦν. στερίσκειν
*<μεγαίρω>· φθονῶ (Δ 54) r. ASns (g)
<μέγα ἴαχον>· μεγάλῃ φωνῇ ἀνέκραγον (Β 333)
<μεγαλαυχεῖ>· σεμνύνεται, καυχᾶται (Ep. Iac. 3,5 v. l.)
<μεγαλήγορος>· μεγάλως λέγων
<μεγάλη θεός>· Ἀριστοφάνης ἔφη τὴν Βενδῖν (fr. 368). Θραικία

γὰρ ἡ θεός

<μεγάλανδροι>· μεγάλοι ἄνδρες. ἢ μεγάλοι κατὰ τὴν ἀνδρείαν.

ἢ πολυανδροῦντες

<μεγαλαλκής>· μεγαλοσθενής r
<μεγάλαυχος>· μεγαλόφρων, μεγαλόψυχος
<μεγάλην κληῖδα θυράων>· ὅλον τὸ θύραμα. τινὲς δὲ μοχλόν

(Ω 455)

<μεγάλη νόσος>· ἡ ἐπιληψία
<μεγάλης δείλης>· οἷον ὀψίας
<μεγαλήτορος>· μεγαλοψύχου (Β 547)
<μεγαλήτορι>· μεγαλοψύχῳ. ὑπερηφάνῳ (Ε 674)
*<μεγαλήτωρ>· μεγαλόψυχος r. ASvgn
<μεγάλ' ἴαχε>· μεγάλως ἤχησεν (Α 482)
<μεγαλίζεο>· μεγαλύνου, καυχοῦ. ἢ ὑπερυψώθης (Κ 69)
<μεγαλίζομαι>· μεγαλύνομαι (ψ 174)
<Μεγάλλειον>· μύρον [μέγεθος, ὕψος (Sir. 17,8)]
*<μεγαλομερῶς>· μεγάλως (2. Macc. 4,22 ..) AS
<μεγαλομήτηρ>· ἡ τῆς μητρὸς μήτηρ
*<μεγαλόνοια>· ὑπερηφάνεια Avg. σύνεσις r. AS
*<μεγαλοπρεπής>· μεγαλοφανής ASvg
*<μεγαλουργίας>· μεγάλας ἐργασίας v (gAS)
<μεγαλοῤῥημοσύνη>· μεγάλα, λαλόνων (i. Regn. 2,3)
<μεγαλοῤῥήμων>· ὑπερήφανος (Ps. 11,3) r
*<μεγαλόφρων>· μεγαλόψυχος (4. Macc. 6,5) r. ASvgn
*<μεγαλοφυίας>· μεγαλονοίας ASn
*<μεγαλοφυέστερος>· μεγαλόφρων Agn
<μεγαλοψυχία>· μεγαλαυχία. ὑψηλοφροσύνη
*<μεγαλώνυμον>· μεγαλόδοξον (Ierem. 39,19) ASvg
<μεγάμυκος>· μεγαλομυκητής. ἢ ὄνος
<μέγαρα>· οἱ μὲν τὰς κατωγείους οἰκήσεις, καὶ βάραθρα. οἰκία.

καὶ θεῶν οἴκημα. τινὲς δὲ καταστέγους οἰκήσεις. ἢ πόλιν

<Μεγαρέων δάκρυα>· δοκεῖ πλεῖστα φύεσθαι ἐν τῇ Μεγαρίδι

σκόροδα, καθάπερ φασίν. καὶ παροιμία ἐπὶ τῶν προσποιητῶς δακρυόντων

*<μεγαρίζοντες>· λιμώττοντες ASgN. [μεγάλα λέγοντες] (Clem.

Al. protr. 14, 17,1 P.?) AS

<Μεγαρικαὶ σφίγγες>· Καλλίας πόρνας τινὰς οὕτως εἴρηκεν

(fr. 23)

*<μεγάροις>· οἴκοις (Β 137) gn
*<μεγάροισιν>· ἐν οἴκοις (Α 396) An
<μέγαρον>· πολυτελὴς οἶκος. ἢ *ὑπερῷον ASvg
<μέγαρσις>· φθόνος
<μέγαρτος>· ἀγνώμων. καὶ φθονερός r. <ἀμέγαρτος> δὲ ὁ ἄφθονος
<μεγασχιδεῖ>· μέγα σχίσμα ἐχούσῃ
<μέγ' ἄφρονες>· μεγαλόφρονες. ἢ μεγάλως ἄφρονες
<μεγάσυρνος>· εἶδος σταφυλῆς ἐν Κνίδῳ
<μέγ' ἀχήσεται>· μέγα βοήσει (trag. ad. 237)
<μέγεθος>· μεγαλεῖον r
<μέγ' ἔξοχος>· μεγάλως ὑπερέχων (Β 480)
<μεγῆραι>· φθονῆσαι, ζηλῶσαι r
*<μεγήρας>· φθονήσας n, ζηλώσας. στερήσας (Ν 563)
*<μέγηρεν>· ἐφθόνησε ASvgn. καὶ τὰ ὅμοια (Ψ 865)
<μεγήριτα>· τίμια. μεγαλόχαρτα (Hes. Theog. 240 v. l.)
<μέγ' ἴαχεν>· μεγάλως ἴαχεν, ἤγουν ἤχησεν (Δ 125)
<μεγιστᾶνες>· οἱ ἐν ὑπεροχῇ ὄντες (1. Esdr. 8,55 ..) r
*<μεγίστην>· μεγάλην (Eur. Hipp. 16 ..) AS
<μέγιστος>· μέγας
<μέδει>· ἄρχει
*<μεδέοντα>· βασιλεύοντα ASvg (T)
*<μέδοντες>· βασιλεῖς ASgn Hom. (Β 79 ..)
<μέδεσθαι>· ἐπιμελεῖσθαι, *φροντίζειν rgN. βασιλεύειν (Σ 245)
<μεδέσθω>· φροντιζέσθω (Β 384). βασιλευέτω
[<μεδέων>· βασιλέων ἢ φροντιζόντων]
<μεδέων>· βασιλεύων, παρὰ τὸ <μέδειν>, ὅ ἐστι προνοεῖσθαι

(Γ 276). καὶ πόλις (Β 501)

<μεδιμναῖον>· μέτρον μοδίου
*<μέδιμνον>· μέτρον ASg. ὅμοιον. ἢ χοινίκων τεσσαράκοντα ὀκτώ
<μεδίμῳ>· ἥρωϊ
<μέδονται>· ἐπιμελοῦνται. ἄρχουσι, βασιλεύουσι
<μέδοντε>· ἄρχοντες δύο
<Μεδοντίδαι>· οἱ ἀπὸ Μέδοντος Ἀθήνησι
*<μέδοντο>· ἐφρόντιζον (Ω 2 ..) ASn
*<μεδώμεθα>· φροντίζωμεν, ἐντρεπώμεθα ASn, προνοῶμεν (Δ

418) n

<μέδων>· βασιλεύων g, βασιλεύς r. ps
<μέζος>· αἰδοῖον
*<μεθείς>· ἐάσας (Eur. Rhes. 482 ..) ASvg
*<μέθαις>· τοῖς σκεύεσι τοῖς θεατρικοῖς, κιθάρᾳ ἢ κυμβάλοις (Ep.

Rom. 13,13) AS

*<μεθαρμοζόμενος>· μετερχόμενος g
*<μεθεῖναι>· ἀφεῖναι r. ASn, ἐᾶσαι (Eur. Hec. 554) An
*<μεθεκτός>· ἐκ τοῦ μετέχειν A (S)
†<μεθησταί>· ἀμεληταί
*<μετεκτόν>· μέρος ἔχον r. g
*<μεθέμεν>· ἀφεῖναι (Α 283) ASn
*<>μέθεν>· ἐμοῦ (Β 26) rS
*<μεθέντες>· ἐάσαντες g. μὴ θελήσαντες An. ἀμελήσαντες n
*<μέθεξιν>· κοινωνίαν (r.) ASvgn
*<μέθεπε>· ἐδίωκε (Θ 126) (r.) n
<μεθέπει>· παραγίνεται. ἐπακολουθεῖ. [ζητεῖ S. διώκει. ἔρχεται
<μεθέπεις>· παραγίνῃ. καὶ τὰ ὅμοια
<μεθεστάναι>· μεταβεβλῆσθαι (Thuc. 8, 76,3)
*<μεθέστηκεν>· ἀφέστηκεν, μετῆλθεν (Eur. Med. 898) ASn
<μέθετέ> <<με>>· ἐάσατέ με (Eur. Alc. 266 Hippol. 1373) ASN
<μεθέψομεν>· μετοίσομεν
<μεθήκειν>· τὸ μεταγαγεῖν. ἢ μετελθεῖν
*<μεθημοσύνη>· ἀμέλεια (Ν 108) r. nps(S)
<μεθήμων>· εὔστοχος, [συνετός s. προδότης. ἔμπειρος. [ἀμελής

[εἰ] (Β 241) r. n

<μεθῇς>· ἐάσῃς. ἀμελήσῃς
<μεθήσει>· ἀμελήσει. ἐάσει
<μέθη>· κραιπάλη. σκότωσις οἴνου. ἢ θυμός
<μεθήσω>· ἀφήσω (Λ 841)
*<μεθίει>· ἀμέλει. ἀφῆκεν AS
*<μεθιεμένους>· ἀμελοῦντας S. ἐῶντας ANΣa
<μεθιέντα>· προϊέμενον (Ζ 330)
*<μεθίεται>· μετέρχεται ASn
<μεθ' ἵππων>· ἐφ' ἵππων
*<μεθίσταται>· μεταίρει ASvg. μεταίρεται
<μεθίω>· ἀμελήσω (Γ 414)
<μέθλην>· τὸν ἄρνα
*<μεθοδείας>· τέχνας (Ep. Eph. 6,11) ASvg. [ἐφόδια]
<μεθόδιον>· ὃ ἡμεῖς ἐφόδιον
*<μεθοδεύει>· μετέρχεται ASvg. ἢ διέρχεται
<μεθοδευσάτωσαν>· διελθέτωσαν
<μεθοδίτας>· τεχνίτας
<μεθ' ὁδόν>· ἐν ἴσῳ τῷ καθ' ὁδόν
<μεθομίλεον>· ὁμίλουν. συνήμην, ἢ συνανεστράφην (Α 269)
<μεθόπιον>· μέρος τι τῆς καλουμένης ὑπὸ τῶν ἀρχιτεκτόνων

τριγλύφου

*<μεθόπωρον>· <ὁ> μετὰ τὴν ὀπώραν <καιρός> ASvg. τροπὴ

μετὰ θέρος AS

<μεθορίζει>· μετέχει
*<μεθόριον>· τὸ μεταξὺ τῶν ὁρίων r. ASg, τὸ διαχωρίζον τούς

τινων ὅρους

<μεθορμηθῆναι>· ἐφορμηθῆναι
*<μεθορμίζεται>· μετάγεται ASvg ἀπὸ ὅρμου εἰς ὅρμον AS
*[<μεθορμιζόμενος>· μετερχόμενος AS]
<μεθορμίσασθαι>· μεταγαγέσθαι
<μέθυ>· οἶνος (Ι 469) r. S. ὅθεν τὸ <μεθύσκεσθαι>
<μεθύει>· πεπλήρωται
<μεθυδρίδες>· εἶδος μικρῶν ὀρνίθων
<μεθύουσαν ἀλοιφῇ>· διάβροχον τῷ λίπει, οἷον πεπληρωμένην

ἐλαίου (Ρ 390)

<μεθύσιον>· εἶδος ἀμπέλου
<μεθύσκομαι>· πληροῦμαι
<μεθυστάδες>· "ὡς οἰνοπλῆγες < - > μεθυστάδες γάμων" (trag.

ad. 238) μεθύουσαι καὶ εἰς γάμους συνιοῦσαι, ὅθεν τὸ παρθέ- νους λέγεσθαι ἀπέβαλον. ἢ αἱ βαρυνθεῖσαι ὑπὸ μέθης οὐκέτι παρθένοι ἦσαν

<μεθύων>· ἀπὸ οἴνου μεθύων (Isai. 19,14 ..)
<Μεθώνη>· πόλις Θεσσαλίας (Β 716). καὶ γαστήρ
<μεθῶμεν>· ἀφῶμεν. ἀμελήσωμεν (Κ 449)
<μειαγωγός>· οὕτως ἔλεγον τὸ εἰσαγαγεῖν τὸ ἱερεῖον τὸ λεγό-

μενον <μεῖον> ὑπὸ τῶν ἐγγραφομένων εἰς τοὺς φράτορας

*<μείδησεν>· ἐμειδίασεν, [ἐγέλασεν (Α 595) ASn
*<μειδιᾷ>· γελᾷ ASvg
<μειδίαμα>· γέλως r. Avgp
<μειδιόων>· γελῶν (Η 212)
<μεῖδος>· μείδημα, γέλως
†<μείζοντες>· μύοντες. λαλοῦντες†
<μείλανι>· μέλανι (Ω 79)
<μειλεῖν>· ἀρέσκειν
<μείλινον>· μελέϊνον, ἐκ ξύλου τῆς μελίας, δόρυ (Ε 655)
<μείλια>· μειλίγματα. [χαρίσματα (Ι 147) AS
<μειλίγματα>· ἀπάργματα. δῶρα (κ 217). καὶ [ἡ προῖξ r
<μείλιον>· μείλιγμα. λέγει δὲ τὴν προῖκα, τὰ χαρίσματα
*<μειλικτήριος>· εὐμενιστικός AS
<μειλίσσεο>· φιλοφρονοῦ. προσάγου (γ 96)
<μελισσέμεναι>· προσηνῆ, κεχαρισμένα πράττειν
<μείλιχα>· ἥδιστα T, [γλυκέα. προσηνῆ S. ἐπιεικῆ (Hes. Theog.

84)

<μειλιχία>· γλυκεῖα, ἡδεῖα
*<μειλίχιον>· πρᾷον. καὶ τὰ ὅμοια (Κ 288) Σa
<μειλιχίῃ>· ἱκετείᾳ (Ο 741)
*<μειλίχιος>· πρᾷος r(vN). συνετός. ἡδύς. [προσηνής r(vN)
<μειλιχομειδής>· πραΰγελως. ἡδύγελως. ἡδεῖα. πραΰνοος
*<μειξοβάρβαρος>· οὔτε βάρβαρος, οὔτε Ἕλλην, ἀλλ' ἀμφοτέ-

ρων μετέχων (Eur. Phoen. 138) AS

*<μεῖον>· μικρόν, ἔλασσον, ἔλαττον Avgn
*<μειονεκτεῖ>· τὸ ἧττον φέρει Avgn
*<μειονεκτεῖται>· ἐλαττοῦται A
*<μειονεκτούμενοι>· ἐλαττούμενοι (r). g(Av)
<μειόφρων>· ἐλαφρός, καὶ ἐλάττων φρενῶν, παράμωρος
<μείρακα>· τὴν νέαν γυναῖκα S
*<μείρακες>· νέοι, νεώτεροι, γενναῖοι (4. Macc. 14,6 ..) Avg
<μείρεο>· μερίζου. λάμβανε, λάγχανε (Ι 616)
<μείρεται>· στέρεται. κληροῦται, [μερίζεται S
*<μεῖραξ>· παῖς AS
*<μείς>· μήν (Τ 117) ASN
<μεῖστον>· ἐλάχιστον
*<μείωσιν>· ἐλάττωσιν gN
<μείων>· ἐλάσσων S, μικρότερος (Β 528)
<μελαγκόρυφοι>· οἱ ἀποκεκρυμμένοι. ἄμεινον δὲ νοεῖν οἱ ἄν-

θρωποι

<μελαγκορύφους>· μοιχούς. τοὺς γεννητικοὺς ἀνθρώπους
<μελάγκρανις>· ὀξύσχοινος. ἢ τὰ ἄκρα μελανίζουσα
<μελαγχαίταν>· <Ἴων> μεγάλῳ δράματι. ἀπὸ τῶν ἀνθρώπων·

οἷον ἀκμάζουσαν (fr. 16)

<μελάγχλαινος>· †ἡ διαυγής†
<μέλαθρα>· οἰκίαι. ὑπέρθυρα. δοκὸς δὲ καὶ ἡ διάτονος
*<μέλαθρον>· οἴκημα Avgn. καὶ
<...>· τὸ τῶν γυναικῶν μόριον
<μελαθρόφιν>· ἐκ τῶν δοκῶν τῆς στέγης. τῶν μελάθρων, τῶν

δοκῶν τῆς στέγης (θ 279)

*<μελάθρων λῶβαι>· τῶν οἴκων αἱ βλάβαι (Eur. Hec. 649)

ASn

<μέλαιναν>· βαθεῖαν (Α 141)
*<μελαίνῃ>· βαθείᾳ (Α 300) (A)
<μελαινῶν>· μελανῶν. καὶ <ὀδυνάων>, ὀδυνῶν μελανοποιῶν

ἐπεὶ κατηφεῖς ποιοῦσι τοὺς πάσχοντας (Δ 117)

<μέλαιναι νῆες>· αἱ βαθεῖαι, καὶ πισσόχριστοι (Β 524 ..)
<μελαίνετο>· βαθεῖα ἐγένετο
<μέλαιναι φρένες>· αἱ βαθεῖαι, καὶ ἀγαθαί, καὶ πυκναί (Ρ 83),

ἢ αἱ δειναί, καὶ ἰσχυραί, [καὶ δειλαί]

[<μέλαιος>· ἄθλιος. μάταιος]
[<μελαίοις>· ἀθλίοις. ματαίοις]
<μέλλακες>· νεώτεροι
<μελάμβιος>· σκοτεινὸς τὸν βίον, ἢ μελανός
<μελαμβίου>· σκοτεινοῦ, ἢ μελανοῦ τὸν βίον
<μελάμπεπλος>· πενθήρης (Eur. Or. 457) AS. [ἢ κλῆμα μέγα]
†<μελαμπέραμον>· σκοτεινήν (S)
<μελάμπυγος>· ἀνδρεῖος. τοὺς γὰρ δασεῖς τὰς πυγὰς ἀνδρείους

ἐνόμιζον (Ar. Lys. 802)

<Μελάμφυλλος>· ἡ Σάμος
<μέλανα βρότον>· (ω 189) [ἄνομον. ἔρημον. ἀπάνθρωπον]
<μελαναθήρ>· τῶν πυρῶν τις οὕτως καλεῖται
[<μελαναί>· βαθεῖαι]
*<μελαναυγεῖ>· τῇ ῥύσει τοῦ αἵματος (Eur. Hec. 153) AS
[<μελανδανέως>· ἀμπέλου εἶδος]
<μελάνδειρος>· ὀρνιθάριον ποιόν
<μελάνδετον>· πυκνὸν καὶ μακρόν, τὸ μέλαιναν ἔχον λαβήν,

τουτέστι κερατίνην, ἢ τὸ πυκνῶς δεδεμένον (Eur. Or. 821)

<μελάνδετα>· μελαίνας ἔχοντα λαβάς, τουτέστι κερατίνας (Ο 713)
<μέλαν δρυός>· ἡ ἐν τοῖς δένδροις δασύτης. καὶ ἡ τῶν ξύλων

ἐντεριώνη (ξ 12)

*<μελάνθει>· ἡράθρια τὰ μελάνθρια†
<μελανθές>· μέλαν (Aesch. Suppl. 154) r. S
<μελάνοφρυς>· λασίοφρυς. βαθεῖα
*<μελάντατον>· μελανόν, κατὰ ἐπίτασιν AS
<μελάνυδρος>· *ἐν βάθει τὸ ὕδωρ ἔχουσα An. ἢ πολύϋδρος

(Ι 14)

<Μελάντειοι ὅροι>· τοὺς Μελαντείους σκοπέλους (Callim. fr.

19 Pf.?)

<μελαμψίθιος>· οἶνός τις οὕτω καλεῖται
<Μελάντειος χοιράς>· ἢ <χοιράδες>, ἤγουν σκόπελοι. καὶ υἱὸς

Νάξου τοῦ Παρίου <Μελάντιος>

<μέλας>· μελανός. βαθύς. ἢ ποταμός
<μέλδει>· τήκει. ἕψει. φθίνει. ἐπιθυμεῖ
<μέλδειν>· μέλδεσθαι
<μελδόμενος>· μέλδων. *[τήκων (Φ 363) AS(vgn). ἐπιθυμῶν.
  • [φθίνων AS. καὶ τὰ ὅμοια
<μελέαγρος>· ἡ κατοικίδιος ὄρνις r
<μελεαγρίδες>· ὄρνεις, αἳ ἐνέμοντο ἐν τῇ ἀκροπόλει
†<μελαιαί>· ἀστράγαλοι. ἢ νωθροί
<μελεδαίνει>· φροντίζει (r)
*<μελεδήματα>· φροντίδες, μέριμναι (Ψ 62) AS
*<μελεδωνός> καὶ <μελεδών>· φροντιστής r. (Ss), μεριμνητής An.

ἐπίτροπος (N), οἰκονόμος, [προεστώς (S), φύλαξ. καὶ [<μελε- δῶναι> αἱ φροντίδες T. καὶ τὰ ὅμοια

*<μελεδωνοί>· φροντισταί. καὶ τὰ ὅμοια (Clem. Al. protr. 58,1)

Avg

<μελεδών>· ὁ βασιλεύς
<μελεδωνεύς>· ὁ φύλαξ. καὶ τὰ ὅμοια
<μελέη>· ματαία (ε 416)
<μέλει>· φροντίζει
[<μελείην>· τὴν ἐκ μελείας, ὅπερ ἐστὶ δένδρον
<μελείῃσι>· δόρασι (Β 543 ..)]
*<μελεϊστί>· τὸ κατὰ μέλος τι κόπτειν (Ω 409) AS
*<μέλεος>· μάταιος (Ψ 795) r. ASvg
[<μελερόν>· μαραντικόν. καυστικόν]
*<μελετᾷ>· ἀσκεῖ. ἐπιμελεῖται. γυμνάζεται. <Μελέτη> γὰρ ἄσκησις

AS. καὶ τὸ <μελεταίνεσθαι> γυμνάζεσθαι. ἐπιμελεῖσθαι. καὶ τὰ ὅμοια

<μελετητήριον>· οἶκος, ἢ ὄργανον, ἐν ᾧ τις μελετᾷ. ἢ [σχολεῖον

(Anaxandr. fr. 15) r

<μέλεον>· μάταιον (Κ 480) S (Σ). ἀτυχές (Σ). ἀσύνθετον. κακόν
<μελέων>· κρεῶν
<μέλη>· τὰ γυῖα r. καὶ ᾠδή. καὶ σκεύη
<μεληδών>· τηκεδών. [φροντίς r. ᾠδή
<μεληδόνες>· τηκεδόνες. ἐπιθυμίαι. φροντίδες. ᾠδαί
<μέλημα>· οὗτινος ἄν τις φροντίζοι, ἀγάπημα (Theocr. 14,2)
<μελήματα>· φροντίδες μάταιαι
<μελιρύτοισιν>· ἐν πρώτοις ἡδέσι
<μελίρυτον>· ἡδὺ πρώτιστον
<μελία>· δένδρου εἶδος, ἀπὸ Μελίας Ὠκεανοῦ. ἢ *ὁδοί AS
<μελίαι>· βέλη, ὑσσοί. ἢ [δόρατα g, ἢ λόγχαι
<μελίας καρπός>· τὸ τῶν ἀνθρώπων γένος
[<μελίβδεσθαι>· μέλλειν]
†<μέλιγγας ὄλοιτο παῖς θαλάσσας>· παρὰ τὴν μελίαν τὸ

ξύλον. ἀκούει δὲ ἐκ τούτου τὴν ναῦν. τινὲς δὲ τὸν αὐλόν. ἢ τὸν δι' αὐλοῦ μελισμόν

†<μελίγηα>· ἀκρόδρυα
<μελίγηρυς>· εὔφωνος, [ἡδύφωνος (μ 187) r
<μελίγληνος>· ἡδυόφθαλμος r
<Μελιγουνίς>· οὕτως ἡ Λιπάρα ἐκαλεῖτο νῆσος (Callim. h. Dian.

48). καὶ μία τῶν Ἀφροδίτης θυγατέρων

<μεληδόν>· ἐπίῤῥημα, εἰς μικρὰ μέρη καὶ μέλη κοπτόμενον
<μελιείκελε>· μέλιτι ὅμοιε
<μελίζωρος>· γλυκεῖα
<μελίη>· δόρυ (Τ 390 ..) <ἢ εἶδος δένδρου> S
<μελιηδές>· [μελιτῶδες [ἥδιστον AS]. διὸ καὶ ἐψιλοῦτο. παρήχθη

γὰρ παρὰ τὸ μέλι. ἔνιοι δὲ ὡς μέλι ἡδέος. διὸ καὶ ἐδάσυνον (Δ 346)

<μελιηδέος>· μελιτώδους, προσηνοῦς, ἡδέος (Δ 346)
<μελιηδής>· ἡδύτατος, γλυκύτατος
*<μελίης>· δόρατος (Χ 225) An
*<μελίη ὥς>· ὥσπερ μελία. εἶδος δένδρου, ὅθεν τὰ μέλινα (Ν 178) A
†<μελίκακι>· σκεύασμά τι βρωτὸν διὰ τυροῦ ...
<μελίκηρα>· τὰ ὑπὸ τῶν πορφυρῶν συντελούμενα, ἐμφερῆ

κηρίοις ἐν τῇ θαλάσσῃ

<μελικηρίς>· εἶδος ἀμπέλου. καὶ πόα τις. καὶ πάθος ἔνικμον,

μελιτῶδες ὑγρὸν ἔχον (Hippocr. Prorrhet. 2)

<μελίλωτος>· πόα τις. καὶ [λωτοῦ εἶδος r
<μελίνεως>· εἶδος ἀμπέλου
<μελίνη>· ὀσπρίου εἶδος q, ὅμοιον κέγχρῳ. καὶ τοῦ πολύποδός

τι μέρος

*<μελιοῦσι>· κατακόψουσιν (Lev. 1,6) ASvg
*<μελίσματα>· ᾄσματα rAS
<μέλισσα>· ὀβολός, ὅς ἐστιν μέρος δραχμῆς
<Μελισσαῖος>· ὁ Ζεύς r
<μέλισσαι>· αἱ τῆς Δήμητρος μύστιδες
*<μελισσάων>· μελισσῶν (Β 87) ASn
<μελίσσειον>· τὸ σμῆνος r(p)
<μελισσέμεν>· πραΰνειν, παρειπεῖν, παρηγορεῖν. πρὸς ἡδονὴν

λέγειν

<μελισσοκράς>· ἡ γλυκεῖα †δέλτος, ἡ μέλιτι κεκραμένη
*[<μελιστί>· κατὰ μέλη N]
<Μελιταῖα>· ὀθόνιά τινα διάφορα, ἐκ Μελίτης τῆς νήσου
<μελίτταινα>· πόα τις, ἣν ἔνιοι <μελίκταιναν>, ἄλλοι <μελις-

σόφυλλον>

<Μελιταῖον>· κυνίδιον r. μικρόν
<Μελιτεὺς κάπρος>· <Εὐκράτης>, τὸν γὰρ δῆμον Μελιτεύς ἐστι.

καὶ σῦν αὐτὸν ἄντικρυς ἐκάλουν, ἴσως μὲν διὰ δασύτητα, ἐπεὶ καὶ ἄρκτον αὐτόν φασι πολλαχοῦ. ἴσως δὲ καὶ ὅτι μυλῶνας ἐκέκτητο, ἐν οἷς σῦς ἔτρεφεν (Ar. fr. 143)

<Μελιτέων οἶκος>· ἐν τῷ τῶν Μελιτέων δήμῳ οἶκός τις ἦν

παμμεγέθης, εἰς ὃν οἱ τραγῳδοὶ <φοιτῶντες> ἐμελέτων

<μελιτήμερον>· ἡδύ, γλυκύ
<μελίττεια>· τὰ βλιστά
*<Μελιτίδης>· μωρός τις ἦν <μὴ εἰδὼς μετρῆσαι πλείω ἢ πέντε>

AS

<μελύγιον>· πόμα τι Σκυθικὸν μέλιτος ἑψομένου σὺν ὕδατι καὶ

πόᾳ τινί

<μελιτέτροπα>· τὴν χλαμύδα οὕτω καλοῦσιν
<μελιτόν>· κηρίον. ἢ τὸ ἑφθὸν γλεῦκος
<μελιττοπολεῖν>· ἐπὶ τοῦ [κρούειν καὶ ψοφεῖν S ἐτάσσετο,

πρὸς τὸ προσιέναι μελίσσαις (Σ)

<μελιτοῦττα>· μᾶζα, μέλιτι δεδευμένη. τὸ δὲ αὐτὸ καὶ <μελι-

τόεσσα>

*<μελιτοῦντας>· πλακοῦντας (Ar. Av. 567 v. l.) A (g)n
<μελίφρονα>· προσηνῆ, καὶ ἡδέα· διὰ τὸ γλυκαίνειν τὰς φρένας

(Ζ 264). καὶ *μελίφρων· τὸ αὐτό (Β 34) Ag

<μελίφυλλον>· βοτάνη τις, ὃ καὶ <μελισσόφυλλον> καὶ <πρά-

σιον>

<μέλκιον>· κρήνη. νύμφαι. παίγνιον
<μελλέβιος>· ἡμιθανής. [καὶ μὴ συνιείς, ἢ ὁ ἐκδιδαγμένος]
<μέλλει>· φαίνεται, *[ἔοικε. δοκεῖ (Α 564) S. ἢ μένει (Eur. Troad.

1258)

<μελλέποσις>· ὁ μέλλων ἀνὴρ γίνεσθαι (Soph. fr. 965) (S)
<μέλλετε>· ἐοίκατε. βραδύνετε, ὑπερτίθεσθε (Eur. Bacch. 1351 ..)
*<μελλήσας>· ὑπερθέμενος, βραδύνας ASn
<μέλλειν>· βάλλειν. μέμφεσθαι
*<μέλλησις>· βραδυτής r. q (A) vgn
*<μελλησμοῦ>· ὑπερθέσεως, βραδυτῆτος (g) n
<μελλήσω>· *σπουδάσω ASvg. ἢ ὑπερθῶμαι
*<μελληταί>· ὑπερθετικοί ASvgn
<μελλητιᾶν>· τὸ μέλλειν
<μελλείρην>· μελλέφηβος
<μελλόγαμβρος>· μελλονυμφίος
<μελλονικιᾶν>· ἐπεὶ βραδὺς καὶ μελλητής. ὁ Νικίας ἐλέγετο (Ar.

Av. 639)

<μελλόντων>· μελετώντων
<μελλόπαις>· ὁ ἀπὸ δέκα ἐτῶν, προκόπτων παῖς τῇ ἡλικίᾳ
[<μελεδόνοι>· φροντίδες. ἐπίτροποι]
*<μελοθεσία>· ἡ τῶν μελῶν θέσις (AS)
<μέλος>· μέλημα S. ἢ μέρος τοῦ σώματος r. ἢ ἦχος ἡδύς, *[ᾆσμα,

ῥυθμός AS. ἀλαλαγμός

<μέλπει>· ᾄδει, παίζει, ὑμνεῖ
<μέλπεται>· τέρπεται, ᾄδει. καὶ τὰ ὅμοια
*<μέλπεσθαι>· τὰ αὐτά ASn
<μέλπει>· ἀλαλάζει, ἑορτάζει. καὶ τὰ ὅμοια
*<μέλπηθρα>· σπαράγματα ASg. παίγνια gpb. ἑλκύσματα. καὶ

<μέλπηθρα κυνῶν>· ὁμοίως (Ν 233)

<μελπῳδοί>· παίγνια μέλποντες, ὑμνοῦντες, ᾄδοντες
*<μέλπων>· ᾄδων, ὑμνῶν ASvgN
<μέλει τάδε>· ἐννοεῖ
*<μέλω>· ἐν ἐπιμελείᾳ εἰμί (ι 20) g
*<μελῳδία>· ἡδυφωνία (Eur. Rhes. 923) r. vg
<μελῳδοῦσι>· μετ' ᾠδῆς ὑμνοῦσιν
<μελώμεθα>· μελησάτω ἡμῖν
<μέλων>· ἀρέσκων (Eur. Troad. 842)
<μεμάασι>· προτεθύμηνται (Κ 208)
†<μεμάθεται>· φυλάσσεσθαι
<μεμαγμένα>· ἀληλιμμένα
<μεμακυῖα>· μεμυκυῖα. βληχομένη. φωνοῦσα, [βοῶσα (Δ 435?) r
<μεμαλισμένους>· μεμαλαγμένους. [ἢ παραφρονοῦντας, μαινο-

μένους]

<μεμάμεν>· προθυμεῖσθαι. ἐπιθυμεῖν. βούλεσθαι. σπεύδειν. πε-

ποιθέναι

<μεμαρπώς>· εἰληφώς S. ἡρπακώς
†<μεμάσωμαι>· ἐκπιάζωμαι
*[<μεμάσσων>· μεθ' ὁρμῆς ἐξερχόμενος. πρόθυμος] A
<μεμαχημένη>· ἀπηχθημένη
<μεμαώς>· ὁρμῶν. θέλων. σπεύδων. προθυμούμενος. πεποιθώς

(Δ 40)

<μεμαῶτες>· προθυμούμενοι. θέλοντες An. σπεύδοντες. [προθυ-

μοῦντες] πεποιθότες. ἐπιθυμοῦντες (Β 473)

<μεμαῶτος>· προθυμουμένου. καὶ τὰ ὅμοια (Θ 118)
<μεμβλάσαι>· συνδῆσαι
<μέμβλεται>· μέλει. φροντίζει. ἐπιμελεῖται. παραγίνεται (Τ 343)
<μέμβλεσθαι>· φροντίζειν. καὶ τὰ ὅμοια
*<μέμβλετο>· ἐφρόντιζεν (Φ 516) AS
<Μεμβλίς>· Μῆλος, ἡ νῆσος
*†<μεμβληκότων>· τυχόντων ASN
<μέμβλωκα>· †νιάζω, οἴχομαι, ἔξω τοῦ βίου εἰμί
<μέμβλωκε>· πάρεστι r. S, μεμόληκεν, [ἐλήλυθε S, παρεγένετο

(ρ 190)

*<μεμελημένως>· πεπονημένως ASvg
[<μεμέρα>· μερίμνης ἄξια. μέρμερα]
<μεμεστωμένοι>· πεπληρωμένοι (Act. ap. 2,13)
<μέμηκε>· βοᾷ, μέμυκε, κραυγάζει
<μεμηκυῖαι>· φθεγγόμεναι, βληχώμεναι
*<μεμηκώς>· κεκραγώς (Κ 362) ASn
<μέμηλεν>· ἐν ἐπιμελείᾳ ἐστίν, ἢ *φροντίδι (Β 25) An
[<μεμήλω>· φροντίζω]
<μεμήλωνται>· βεβαμμένοι εἰσίν. <Μήλωθρα> γὰρ τὰ βάμματα
*<μεμηλώς>· ἐπιμελῶς φροντίζων (Ε 708) ASn
<μεμιασμένα>· μεμολυσμένα. μεμιαμμένα
*<μεμισθαρνηκότα>· μισθῷ καμόντα AS(vg)
<μεμίχθων>· μεμιγμένοι ἦσαν
*<μέμνησο>· μνημόνευε (Eur. Or. 125 ..) r. ASvg
<μέμνων>· ὁ ὄνος
<μεμνόνεια>· τὰ ὄνεια κρέα
*<μεμογημένος>· μετὰ καμάτου AS. κεκοπιακώς
*<μεμοιραμένη>· κληρωσαμένη ASn
<μεμολυσμένα>· καὶ τεθρασμένα. ἢ πεφυρμένα (Esai. 65,4 v. l.)
<μέμονε>· θέλει. ὁρμᾷ. καρτερεῖ. προθυμεῖται, ἢ προεθυμήθη

(Μ 304)

*<μεμονωμένος>· ἐγκαταλελειμμένος ASn
<μεμονώς>· ὡρμηκώς. ἐπιθυμῶν, προθυμούμενος
<μεμορημένον>· ἠσκημένον. [πεπονημένον S
<μεμορυχμένα>· [μεμολυμένα] μυσαρά, μεμολυσμένα, ἐῤῥυπω-

μένα, [ἠσβολημένα S, μεμορωμένα ἅπαντα (ν 435 v. l.)

†<μεμόσει>· μολύνει
<μεμυαλωμένα>· ... (Ps. 65,15)
<μεμυδότος>· ῥέοντος
*<μεμύημαι>· πεπείραμαι r. ASvgn
<μεμυθῆσθαι>· εἰρῆσθαι
<μέμυκε>· σιγᾷ. συνέχει. τέθνηκεν. μυκᾶται. [τέθνηκεν.] ἀνέῳκται

(κ 227). ἐψόφηκεν

<μεμυκήκασιν>· ἐφώνησαν
*<μεμυκότα>· βοῶντα A, φωνοῦντα, [ἀνοικτὸν ἔχοντα στόμα

(AS). βοῶντα

<μέμυκε>· πεπύκνωται
*<μεμυκότων>· πεπυκνωμένων, συνεσφιγμένων AS
<μεμύλληκε>· διέστραπται, [συνέστραπται (S)
<μεμυωμένων>· πεπυκνωκότων
<μέμφεται>· αἰτιᾶται, ἐξουδενεῖ, καταγινώσκει
[<μεμφίδες>· αἱ τῶν πτηνῶν ψυχαί]
<μεμφωλή>· μέμψις r
<μέμψις>· κατάγνωσις (Sap. 13,6) r
*<μεμψίμοιρος>· μεμφόμενος r. ASvg τὸ ἀγαθόν r. g, ἢ φιλεγκλή-

μων ASvgn, ἢ φιλαίτιος An

*<μεμωκημένον>· καταπεφρονημένον AS(vg)
[<μενάσσει>· μολύνει]
*<μένεα>· [μολυσμός] <προθυμία, δύναμις> (Β 536 ..) n
<μενεαίνει>· βούλεται. θυμοῦ καὶ ὀργῆς πίμπλαται. προθυμεῖται

(Ο 507) [λιποψυχεῖ (n)

<μενεαίνειν>· τὰ αὐτά
*<μενεαίνων>· προθυμούμενος n. καὶ τὰ ὅμοια (Γ 379)
<μενεδήϊος>· ἀνδρεῖος, μένων ἐν τῇ μάχῃ (Μ 247) r
<μενέκτυπος>· ὁ μὴ ψοφοδεής
*<Μενέλεως>· Μενέλαος (Eur. Andr. 40 ..) r. A
*<μένεος>· θυμοῦ. [δυνάμεως n. ἢ ὀργῆς (Ν 60 ..) ASn
<μενεπτόλεμος>· κατὰ πόλεμον ὑπομονητικός A (n), κατὰ τὴν

μάχην (Β 740). ὁμοίως καὶ [μενεχάρμης (Ν 396) s

<μενέτην>· ἔμενον. δυϊκῶς (Θ 79)
*<μενέων>· δυνάμεων n. προθυμιῶν (Θ 361)
<μενθήρη>· φροντίς
<μενθηριῶ>· μεριμνήσω. διατάξω
<μενθήραις>· μερίμναις
<μέννης>· μενετικός
<μενοεικέα πολλήν>· προσηνῆ r. δαψιλῆ (π 429) n
<μενοεικέα>· †φατον, τὸν τῇ δυνάμει αὐτοῦ ἁρμόζοντα (ε 166)
<μενοινᾶι>· φροντίζει AS, μεριμνᾷ. [προθυμεῖται ASn, ὀρέγεται

(β 92 ..)

<μενοίνας>· φροντίσας. καὶ τὰ ὅμοια
<μενοινᾶι>· προθυμεῖ, φροντίζει, βούλεται
*<μενοίνησε>· προεθυμήθη ASn καὶ τὰ ὅμοια (β 36)
<μενοινήσωσι>· προθυμηθῶσιν (Κ 101)
<μενοίνης>· πρόθυμος r. φροντιστής
*<μένος>· ἰσχύς, [δύναμις ASg. ὀργή g. τόλμα. βία AS. θυμός g.

λῆμα. νοῦς, [ψιλὴ] ψυχή AS

<μένος Ἄρηος>· πόλεμος
*<μενοῦν, τοιγαροῦν, μέντοιγε> καὶ <μενοῦνγε>· σύνδεσμοι

ASgn

<μέν ῥα>· ὡς δή (Β 1 ..)
<μεντιόπον>· χλανίδα
<Μενωνίδαι>· τῶν †εὐφήμων, ἐκ Μενωνιδῶν. τινὲς δέ φασι τὸν

Μένωνα ἐξωστρακίσθαι

<μέρα>· ὄμματα
<Μεραί>· ποταμόν
<μέργιζε>· ἀθρόως ἔσθιε
<μέρδει>· κωλύει. βλάπτει
<μερεία>· φυλῆς μέρος ἐκ δέκα τριάδων συνεστός
<μερθεῖσα>· στερηθεῖσα. ἀμερθεῖσα
*<μεριδαρχίας>· μεριτείας (1. Esdr. 1,5 ..) ASgh <κατὰ δεκαρ-

χίαν> gh

<μερίζειν>· διανέμειν μερικῶς
<μεριμνηταί>· οἱ φιλόσοφοι (Eur. Med. 1226)
*<μέρμερα>· χαλεπά, δεινά, φροντίδος ἄξια (Θ 453) ASvg
*<μερμέρω>· φροντίζω r. ASnps
<μερμήρα>· ἡ εἰς ὕπνον καταφορικὴ φροντίς
<μερμῆραι>· φροντίδες. βουλαί. [μέριμναι (Greg. Naz. c. 2,1, 1,30) g
<μερμήριζεν>· ἐμερίμνα S, ἐβουλεύετο (Β 3)
<μερμηρικοί>· οἱ πειραταί
<Μερμερίδης>· Μερμέρου υἱός (α 259)
<μέρμιθα>· μέρμιθον, σπαρτίον, λεπτὸν σχοινίον, ἢ ἀργυροῦν

δεσμόν (κ 23)

<μέρμνης>· τρίορχος
<μερόεν>· μεριστικόν
<μέροπες>· *ἄνθρωποι· διὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα,

ἤγουν τὴν φωνήν (Β 285) ASvg. ἢ ἀπὸ Μέροπος, τοῦ πατρὸς Φαέθοντος, Κῴου. λέγονται δὲ καὶ Κῷοι Μέροπες· καὶ ὄρνεά τινα, ὡς Ἀριστοτέλης (h. an. 9,615 b 25)

<μερόπων>· ἀνθρώπων
<μέρος τι>· ὀλίγον τι μέρος
†<μερύτης>· ἀναιδής
[<μερῶν>· ἐλάσσων]
<μέρωον>· πωλίον
*<μεσάγκυλα>· ἀκόντια (Eur. Andr. 1133) ASn
<μεσαιπόλιος>· οὐ σφόδρα πεπολιωμένος, ἀλλὰ μέσος, οὔπω

γέρων (Ν 361)

*<μεσαίχμιον>· μέσον αἰχμῆς. ἤγουν μέσον δόρατος, ἢ δύο στρα-

τευμάτων AS

<μεσαίχμιος γῆ>· ἡ διὰ πόλεμον ἀργή. καὶ <μεσαίχμιον> πᾶν

τὸ μέσον τινός, κυρίως τῆς αἰχμῆς

<μέσακμον>· κανὼν τοῦ ἱστοῦ, οἱ δὲ *[ἀντίον ASg. οἱ δὲ τὸ

μεσάκτων ἢ μεσάκρων (1. Regn. 17,7?) [ἢ μεσάτων τριχῶν. ἢ τὸ μέσον τῆς αὐλῆς]

<μεσημβρίη>· μεταφορικῶς, ἐν τῇ ἀκμῇ καὶ μεσότητι τῆς ἡλικίας,

μεσώριον

<μεσάτιον>· μέσον. καὶ μέρος τοῦ ἅρματος
*<μέσαυλον>· ἔπαυλιν (Ω 29) ASn
<μεσαύχενες>· Ἀριστοφάνης (fr. 725) φησί· <μεσαύχενας νέ-

κυας>· ἀσκούς. διὰ τοῦ <μ> γραπτέον <μεσαύχενες>, ὅτι μέσον τὸν αὐχένα αὐτοῦ πιέζει, <ὅπου> παρεβάλλοντο τὸ σχοινίον. παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Σύρῳ (fr. 12). ἔνιοι δὲ διὰ τοῦ <δ> γράφουσι <δεσαύχενες>, [καὶ] οὐ καλῶς

*<μεσέγγυον>· μεσίτην (ASvgn)
<μεσεγγύημα>· τὸ τίθεσθαί τινι συμφωνίᾳ μισθὸν ἐπ' ἐγγύῃ
<Μεσέρκειον>· Διὸς ἐπίθετον
<μεσηγύ>· κατὰ μέσον (Θ 560)
<μεσήεις>· μέσος b τῇ ἡλικίᾳ
*<μεσῆλιξ>· ἀπὸ ἐτῶν τεσσαράκοντα ἕως πεντήκοντα ASn
*<μεσημβρία>· τὰ τοῦ νότου μέρη AS. καὶ τὸ τῆς ἡμέρας μέσον S
<μεσηρεύειν>· τὸ μηδετέροις συμμαχεῖν. Φίλιστος (fr. 556,70 J.)
[<μεσηῤῥοπῶν>· μέσην ὁδεύων]
<μεσητίοισι>· μέσοις
[<μέσκος>· κώδιον, δέρμα. Νίκανδρος (Ther. 549)]
<μέσμα>· μέστωμα
<μεσογάστορα ναύταν>· τὸν ἐν τῇ μέσῃ νηΐ. βέλτιον δὲ τὸν

διεζωσμένον μέσην τὴν γαστέρα, ζωνογάστορα

*<μεσόγειος>· γῆ ἄνευ λιμένος (2. Macc. 8,35) AS
<μεσόδμα>· γυνή <ὡς Λάκωνες> A
<μεσόδμαι> καὶ <μεσόδματα>· τὰ μεσόστυλα. τινὲς δὲ τὰ τῶν

δοκῶν διαστήματα (τ 37)

[<μεσόδμα>· γυμνή]
<μεσόδμη>· ξύλον, τὸ ἀπὸ τῆς τρόπεως ἕως τοῦ ἱστοῦ (β 424 ..)
<μεσοκόποι αὐλοί>· οἱ ὑποδεέστεροι τῶν τελείων, μέσοι
<μεσοκουράδες>· οὕτω καλοῦσι δένδρα τὰ ὑπὸ ἀνέμων κατα-

γέντα, καὶ <κουράν> ...

<μεσολάνιον>· μεσοδόμιον
*<μεσομφαλία>· ἡ μέσος τῶν Δελφῶν πόλις A
<μεσομφάλους>· φιάλαι. Ἴων Ὀμφάλῃ (fr. 20)
<μέσον αἰόλοι>· ἐπὶ τῶν σφηκῶν, οἱ μέσοι στρεφόμενοι (Μ 167)
<μέσον ἕρκος>· τὸ μέσον τῆς αὐλῆς
*<μεσοπαγές>· ἕως μέσου πεπηγὸς τὸ δόρυ (Φ 172 v. l.) AS
<μεσοπαλές>· κραδαινόμενον ἐκ μέσου (Φ 172 v. l.)
<μεσοπέρδην>· μεσοφέρδην, τὸν μέσον [τὸν] φερόμενον. τὸ γὰρ

παλαιὸν τὸ <π> ἀντὶ τοῦ <φ> ἐχρῶντο, προστιθέντες τὸ τῆς δασύ- τητος σημεῖον (Com. ad. 1078 K.)

<μεσοπερσικαί>· ὑποδήματα γυναικεῖα
*<μεσοπορῶν>· μέσην ὁδεύων (Sir. 34,21) ASvgn
<μεσόρομβος>· δεσμός, παρὰ τοῖς ἰατροῖς
<μεσοστροφώνιαι ἡμέραι>· ἐν αἷς Λέσβιοι κοινὴν θυσίαν

ἐπιτελοῦσιν

[<μεσοφέρδειν>· μεσολαβεῖν]
<μέσπλη>· ἡ σελήνη, παρὰ Σκύθαις
<μέσπιλα>· φυτόν τι (r)
<μέσσαβον>· ἐξ ὠμοβοείων ἱμάντων, ᾗ τὸν ἱστοβοέα πρὸς μέσον

τὸν ζυγὸν προσδέουσιν, ὅ τινες <ἐχέβοιον> (Hes. op. 467)

<μεσσαῖον>· τὸ ὑπὸ τοὺς τραχήλους ὑποτιθέμενον
<μέσαυλον>· θυρωρόν. καὶ ἡ τῆς αὐλῆς θύρα (Λ 548). καὶ ἡ ἐν

ἀγρῷ οἴκησις

<μεσαύχενες>· οἱ ἀπὸ μέσου τοῦ αὐχένος δεσμευόμενοι
*<μεσσηγύς>· μεταξύ gN, μέσον (Ε 41) b
<μέσση δὲ χίμαιρα>· τὸ μέσον αἰγοπρόσωπον (Ζ 181)
<Μεσσηΐς>· κρήνη ἐν Θεσσαλίᾳ (Ζ 457)
<Μέσσην>· πόλις Λακωνικῆς (Β 582)
<Μεσσηνή>· ἡ Ἀρήνη
<μεσσίδιος>· μέσος. ἴσος
<μεσσογενεῖς>· οἱ ἐν μέσῃ ἡλικίᾳ γεγονότες
<μεσοδόμα>· γυνή. Λάκωνες
<μεσοικέται>· μέτοικοι [ἢ οἱ τὰς λαγόνας οἰκοῦντες]
<μέσοπα>· ἱμάντα, τὸν περὶ τὸν ζυγὸν καὶ τὸ ἄροτρον δεδε-

μένον

[<μεσοπαλές>· τὸ ἐκ τοῦ μέσου κραδαινόμενον δόρυ
<μεσσόπλουτον προσόψημα>· ...
... · τὸ σκώληκα ποιῆσαν
<μεσσόρης>· ὁ μέσος ὠκεανοῦ καὶ οὐρανοῦ τόπος
<μεσοτύλαρον>· αἰδοῖον
<μεσόψηρον>· ἡμίξηρον
<μέσσυϊ>· ἐν μέσῳ. Αἰολεῖς
<μέσωρον>· μέσον
<μέσωρ>· μέσως
<μεσσωτήρ>· ὁ μεσιτεύων κατὰ τὸν ἀγῶνα
*<μεστή>· γέμουσα (Nah. 1,10) ASs
<μεστόν>· πλῆρες (Esth. 5,2) r
*<μέστακα>· τὴν μεμασημένην τροφήν AS
<μέσφα>· ἕως r. [μέχρι A καὶ ἀφ' οἵου χρόνου
<μέσφ' ὅτε>· μέχρις ὅτε (Callim. fr. 260,4 ..)
<μέσωρα>· ἐν τῇ δέκα ἐτῶν ἡλικίᾳ. καὶ παρήλικα. καὶ ἀγγεῖα,

καὶ παίγνια, οἷς ἔχαιρον, καὶ τὰ ὅπλα, οἷς ἐχρῶντο καὶ παῖδες ὄντες, καὶ ἔφηβοι, καὶ τελειωθέντες

<μετά>· *ἔπειτα AS, μετὰ τοῦτο (Α 48)
<μεταβαίνει>· στρέφει. παρέρχεται. ἀναχωρεῖ
*<μεταβαλών>· μεταβάς. [στραφείς (Iob 10,8 ..) ASvg
*<μεταβοθρεύοντες>· μεταφυτεύοντες. μετασκάπτοντες AS
a) <μετάβολοι>· *πραγματευταί ASvg b) ...· καὶ οἱ Μετα-

πόντιοι παρὰ Ἰταλοῖς

†<μετάβρασκος>· μέτριος ἑρμηνεύς
†*<μεταβῶν>· μετασχών (Eur. Bacch. 302) ASvgn
<μετάγει>· μεταδιώκει. *[μετακινεῖται ASs
*<μεταγενής>· μεταγενέστερος r. S (Ab)
<μεταγνώσθη>· μετανεπείσθη
<μεταδαίσομαι>· μεταλάβω. *εὐωχηθήσομαι (Ψ 207) (AS) n
*<μετὰ δέ <σφισιν>>· ἐν αὐτοῖς δέ ASn (Β 93 ..)
†<μετὰ δ' ἐτράπετο>· ἐπεστράφη δέ (Α 199) n
<μεταδεύκειαν>· μετάνοιαν
<μεταδήα>· μεταμελέτη
<μεταδήμιος>· ἔνδημος (θ 293). τιμητικός. ἢ μεταδότης
<μεταδόρπιος>· δείπνου ὥρᾳ, ἤγουν <ἐν τῷ> δείπνῳ (δ 194)
<μεταδρομάδην>· μετατροχάζων (Ε 80)
<μετάθεσις>· μετάβασις
<μεταΐξας>· μεταδιώξας (Φ 564)
<μεταίσιον>· μεταχρόνιον
<μεταΐσεσθαι>· μετελθεῖν. μεταγνῶναι
*<μεταίτου>· ἐπαίτου AS
<μεταίφνιος>· ἐξαπίνης
†<μεταιχμί>· μοχθεῖ†
<μεταιχμίῳ>· τόπῳ μέσον πολεμούντων (Eur. Phoen. 1361)
<μετακάρπιον>· τῆς χειρὸς μέρος, τὸ μετὰ τὸν καρπόν
<μετάκερας>· τὸ εὔκρατον ὕδωρ, ἢ χλιαρόν
<μετὰ κλέος ἵκετ' Ἀχαιῶν>· ἀκούσας τὴν κληδόνα καὶ τὴν

φήμην τῆς τῶν Ἀχαιῶν στρατιᾶς †παρουσίας, ἦλθεν, ἀφίκετο (Λ 227)

<μετάκλησις>· κλῆσις δι' ἑτέρου τινός
<μετακλινθέντες>· μετατραπέντες AS. ἢ μεταβαλλόμενοι (Λ 509

v. l.)

<μετακοίνωνον>· κοινωνόν
†<μετακόκκω>· ἡμέραι μεθέορτοι <δι' ὧν> ἑορτὴ οὐκ ἔστι
<μετακόνδυλοι>· [τῶν κονδύλων], τὸ μεταξὺ τῶν κονδύλων
<μετακύμιον>· τὸ μεταξὺ τῶν κυμάτων (Eur. Alc. 91?)
<μετακοκκύγιον>· φοινικοῦν
<μεταλαβεῖν>· μεταλαχεῖν, μετασχεῖν
*<μεταλαγχάνειν>· μετέχειν (ASvg) n. μεταλαμβάνειν (Plat. Gorg.

447a)

<μετὰ Λέσβιον ᾠδόν>· <εἰώθεσαν οἱ Λακεδαιμόνιοι> τοὺς ἀπο-

γόνους τοῦ Τερπάνδρου ἀγαθοὺς ἡγούμενοι εἶναι κιθαρῳδούς, πρώτους εἰς τὸν ἀγῶνα προσκαλεῖσθαι, <εἶτ'> εἴ τις εἴη Λέσβιος ᾠδός

<μεταλλᾶν>· ἐρευνᾶν, ζητεῖν, ἐρωτᾶν
<μεταλλᾷς>· ἐπιζητεῖς (Γ 177)
<μεταλλεῖς>· τῶν μυρμήκων τινὲς οὕτω καλοῦνται
<μεταλλῖτις>· γῆ τις
*<μετάλλα>· ἐπιζήτει (Α 550) b
*<μεταλλεύει>· ζητεῖ. [ὀρύσσει, ἀνασκάπτει (Sap. 4,12) (ASvg)
<Μετάλλειον μύρον>· Ἀριστοφάνης· (fr. 536)

μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μετάλλου. Μέταλλος γάρ τις Σικελιώτης τὴν τοῦ Μεταλλείου μύρου κατα- σκευὴν εὗρεν. μνημονεύει δὲ καὶ Φερεκράτης ἐν τῇ Πετάλῃ (fr. 140)

*<μεταλλήξαντι>· μεταβληθέντι ASn. παυσαμένῳ (Ι 157)
*<μετάλλησαν>· ἐπεζήτησαν (Ε 516) n
a) *<μέταλλος>· λίθος AS b) <μεταλλῶσα>· προμνήστρια
*<μεταλλῶ>· ἐπιζητῶ (Α 553) r. AS
<μετάλμενος>· ἐφαλλόμενος (Ε 336)
*<μεταμάζιον>· τὸ μεταξὺ τῶν μαζῶν n, ἢ ὑπὲρ τῶν μαζῶν, ἢ

τὸ μετὰ μαζῶν (Ε 19)

*<μεταμαθεῖν>· μεταγνῶναι ASvg
*<μεταμείβων>· μεταλλάσσων AS
<μεταμέλειαν>· μετάνοιαν (r)
<μεταμέμβλεται>· μεταμελήσεται
<μεταμήθεια>· μετάνοια
<μεταμορφοῖ>· τὴν μορφὴν ἀλλοιοῖ
<μεταμίξ>· ἀναμίξ. †μετὰ μίαν
<μετ' ἀμύμονας>· πρὸς τοὺς ἀγαθούς (Α 423)
*<μεταμφίσκεσθαι>· μετενδύεσθαι τὴν ἐσθῆτα ASvg
<μετὰ μωλίας>· ἐκ πολέμου. μετὰ μάχην καὶ φροντίδα
*<μεταμώνια>· μάταια AS. ἀνεμοφόρητα. [ἀχρεῖα (Δ 363 v. l.) S
<μετανάσται>· *μέτοικοι ASvgn. φυγάδες vg(An). σύμμαχοι
*<μεταναστεύου>· μετέρχου n. μετοίκει ASvg. καὶ τὰ ὅμοια

(Ps. 10,2)

<μετανεγνώσθη>· μετανεπείσθη. τὸ ἀναπεῖσαι <ἀναγνῶναί> φασι
<μετ' ἀνέρας>· μετὰ τοὺς ἄνδρας (Η 209)
<μετάνιπτρον ἢ μετανιπτρίς>· ἡ μετὰ τὸ δεῖπνον, ἐπὰν

νίψωνται, διδομένη κύλιξ· οἱ δὲ τὴν ὑστάτην πόσιν

*<μετὰ νῶτα βαλών>· τὰ νῶτα <δοὺς τοῖς πολεμίοις> (Θ 94) n
<μεταξύ>· ἐξαίφνης. μετ' ὀλίγον. *[ἀνὰ μέσον (Α 156) r (ASvg)
<μετὰ πᾶσιν>· ἐν πᾶσιν (Α 516)
*<μεταπείσασθαι>· μεταπεισθῆναι AS
<μεταπεπεῖσθαι>· μεταβληθῆναι
*<μεταπεσεῖν>· ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν ASvg
*<μεταπέμπεται>· μετακαλεῖται, μεταστέλλεται (Thuc. 8, 5,1 ..)

AS

<μετὰ πληθύν>· ἐν τῷ πλήθει (Β 143)
<μεταπλομένοισι>· τοῖς ἐξ ἀνθρώπων γενομένοις θεοῖς
<μεταπόντιος>· διαπόντιος
<μεταποιεῖται>· μετασκευάζεται. *φροντίζει (ASvg). ἀντιποιεῖ-

ται (Σ)

<μεταπορεύδην>· ἐπελθών, μετελθών
*<μεταπρέπειν>· ὑπερβαίνειν, ὑπερλάμπειν ASn
*<μετ' ἀπρήκτους>· ἀπράκτους (Β 376) AS
*<μετατροπαλίζεο>· ἐπιστρέφου (Υ 190) ASn
<μεταψαλάσσειν>· μετατιθέναι
*<μεταψαίρων>· μεταφέρων (Eur. Phoen. 1390) A
<μεταψέφειν>· μεταμελεῖσθαι
<μεταψέφω>· μεταβουλεύομαι
<μετάψυξις>· μεταπνοή
<μετὰ εἶμι>· μετὰ σὲ ἐλεύσομαι
*<μετίεται>· [μεταπεποίηται, ἢ] μεταποιεῖται AS
*<μέτειμι>· μετελεύσομαι (Ζ 341) ASn
<μετεῖναι>· προσήκειν. διαφέρειν (Eur. Med. 886)
<μετεισάμενος>· μετελθών n. ἐφορμήσας (Ν 90)
<μετείσασθαι>· πρὸς αὐτοὺς ἐλθεῖν
*<μετεκίαθε>· μετῆλθε (Π 685) ASn
<μετεκίαθον>· μετήρχοντο b, περιήρχοντο, [μετῆλθον b, ἐπε-

δίωξαν (Σ 532)

*<μετελεύσομαι>· μετακαλέσομαι ASn. ἢ μετέλθω (Ζ 280)
*<μέτελθε>· ἄπελθε, μετάβα AS
†<μετελύειν>· μεταγινώσκειν, μετανοεῖν
*<μετ' ἐμέ>· πρὸς ἐμέ n, ὡς ἐμέ
*<μετεμόσχευσε>· μετεφύτευσε ASn
*<μετ' ἐμφάσεως>· φανερὸν ποιῶν ASn
<μετένδημος>· μετάδημος
<μετεξέτεροι>· ὃ ἡμεῖς φαμεν ἔνιοι (Hdt. 2, 36,2 ..)
<μετεωρίζει>· ὑψοῖ
*<μετέπειτα>· μετὰ ταῦτα (Ξ 310 ..) ASvg
*<μετεποίησε>· μετεσκεύασεν AS
<μετέπρεπεν>· ἐκπρεπὴς b ἦν (Β 579)
<μετεῤῥυθμωμένα>· μετεσχηματισμένα
<μετέρχεται>· ἀποδίδωσι
<μετέρχομαι>· ἱκανῶς ἱκετεύω. ἱλάσκομαι. ἐπεισέρχομαι
<μετεσσεύοντο>· μετεδίωκον, [ἐφώρμων ASn, ἐπ<επ>ορεύοντο

(Ζ 296)

*<μετεστειλάμην>· μετεπεμψάμην AS(vgn)
*<μετέσχον>· μετέλαβον (Eur. Or. 32) AS(vg)
*[<μετέπρεπεν>· εὐπρεπὴς ἐφαίνετο ASn]
<μετετροπάζετο>· μετεστρέφετο
<μετέφη>· προεῖπεν, ἐδημηγόρησεν (Α 58)
<μετεωρισθήσονται>· ὑψωθήσονται (Mich. 4,1)
*[<μετέχμιον>· ὁ μεταξὺ τῶν μαχομένων τόπος] ASv
*<μετέχων>· μεταλαμβάνων (1. Cor. 10,30) ASn
*<μετεωρολέσχαι>· φλυαροῦντες τὰ περὶ οὐρανὸν ASvgb με-

τέωρα (Plat. rep. 6,489 c)

<μετεωρολόγοι>· μεγαλοῤῥήμονες (Plat. Crat. 396 c)
*<μετεωροπόλων>· τῶν τὰ οὐράνια σκοπούντων AS(vgn)
*<μετέωρος>· κοῦφος. ἐνεός AS
*<μετῇ>· ἐξῇ ASb
<μετῄεισαν>· ἱκέτευσαν (Thuc. 8, 73,5)
<μετῆλθεν>· ἐτιμωρήσατο. [μετεμελήθη] (4. Macc. 18,22)
<μετῆκε>· μετεμελήθη. ἱκέτευσεν
<μετήλλαξαν>· μετήμειψαν (Rom. 1,25 ..)
a) <μεττάν>· μέσην. b) <<μετῆν>· ...> μετουσίαν
<μετήορα>· μετέωρα (Θ 26)
*<μετ' ἤχους>· μετὰ κραυγῆς (Ps. 9,7) AS
<μετίδοιτο>· ὑπερίδοιτο, ἀτιμάσειεν, καταφρονήσειεν
*<μέτειμι>· μετελεύσομαι AS
*<μετεισάμενος>· μεταμορφωθείς (Ν 90) AS
<μετιτῆλαι>· αἱ ἐξ ἑκατέρου μέρους τοῦ ἅρματος ῥάβδοι
*<μετ' ὄγμους>· τὰς ἐπὶ στίχον φυτείας ASb
<μετοικεσίαν>· τὸ ἐκ τόπου εἰς τόπον οἰκῆσαι (4. Regn. 24,16)
<μετοικέται>· κατὰ μέσον οἰκοῦντες
<μετοικίας>· παροικίας. αἰχμαλωσίας (3. Regn. 8,47)
<μετοίκιον>· τέλος οὕτως ἐκαλεῖτο, ὃ ἐτίθεσαν [ἐν] τῇ πόλει,

δραχμὰς δώδεκα· τῷ δὲ τελώνῃ τριώβολον Σa

<μέτοικοι>· οἱ ἐνοικοῦντες ξένοι ἐν τῇ πόλει Σa. καὶ τελοῦντες

ἀνὰ δραχμὰς δώδεκα τοῦ ἐνιαυτοῦ εἰς τὸ δημόσιον. *[μετα- νάσται (AS). δημόσιοι

*<μετοίχεσθαι>· ἀπελθεῖν, πορεύεσθαι, μετελθεῖν AS
*<μετοκλάζει>· γονατίζει (Ν 281) p (ASn)
<μέτειμι>· λιτανεύω, ἱκετεύω
<μετοκωχή>· μετοχή. ἐποχή. ἢ ὀχεία
<μετόπιν>· κατόπισθεν (Soph. Phil. 1189)
*<μετόν>· ἐξόν. προϋπάρχον ASn
<μετόπισθεν>· ὕστερον r, μετὰ ταῦτα Sb, ὕστερον. ἢ ὄπισθεν

(Α 82 ..)

<μετόπωρον>· μετὰ τὴν ὀπώραν r. p, τροπὴ μετὰ θέρος
†<μέτοποι>· ἄνδρες
<μετόσσομαι>· περιβλέπω, ἀφορῶ, ἀποβλέπω
*<μετῴχετο>· ἐπορεύετο (Ε 148) ASb
*<μετοχετεύσας>· μεταγαγών ASvgn
*<μετοχή>· κοινωνία AS. σχέσις (Ps. 121,3 v. l.)
<μετάμετρα>· ἁρμόζοντα
<μετρεῖ>· δανείζει. καὶ <μετρεῖσθαι>· δανείζεσθαι (Hes. op. 349)
*<μετριάζει>· μετριοφρονεῖ ASvg(n)
<μέτριοι>· *ἐπιεικεῖς (r. vg) An. μικροί, εὐτελεῖς. καὶ *[οἱ μεμετρη-

μένην οὐσίαν ἔχοντες ASn

*<μετριοπαθής>· μικρὰ πάσχων AS. ἢ συγγινώσκων ἐπιεικῶς r
<μέτρον>· πέρας. ἢ ἄλλο τι ὡρισμένον
<μέταυλον>· μέσαυλον
<μέττον>· μεῖζον
*[<μέτρια>· εὐθηνὰ ἄρχοντες γεγονότες]
<μετώπιον>· τὸ μέσον τῶν ὀφρύων (Λ 95) r. g
<μετωπίς>· ἰατρικὸς ἐπίδεσμος
[<μεύει>· κοιμᾶται]
*<μέχρι>· ἕως r. AS τινός
<μὴ> [<ἄν>]· ἀντὶ τοῦ οὔ
<μὴ ἀπώσῃ>· ... (Ps. 43,24)
*<μὴ ἀποσκορακίσῃς με>· μὴ ἀποδιώξῃς με ASvg. μὴ ἀποδοκι-

μάσῃς με (Ps. 26,9 v. l.) gn

*<μήδ' ἅζεο θοῦρον Ἄρηα>· μηδὲ ἐντρέπου τὸν πηδητικὸν

Ἄρη (Ε 830) A

*<μηδαμινός>· ἄτιμος ASvgn
<μὴ 'δειν>· μὴ ἐσθίειν
<μηδαμῶς>· μὴ δῆτα r
[<μηδαπὴ γῆ>· ἰδία]
<μὴ δαπανῶμεν>· μηδ' εἰς δαπάνην ἐμβάλλωμεν
<μήδεα>· βουλεύματα. "ἐμ πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά

τ' ἀνδρῶν" (Β 340). καὶ τὰ αἰδοῖα. "μήδεά τ' ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι" (σ 87)

<μηδὲ λόγον ἔχειν>· μὴ φροντίζειν
<μήδεο>· βουλεύου (Β 360)
<μηδὲ πόδας>· μηδὲ τὴν ἄφιξιν καὶ τὴν παρουσίαν (Ι 523)
<μήδεσθαι>· τεχνήσασθαι. βουλεύσασθαι
<μήδεται>· βουλεύεται. τεχνάζεται (Φ 413)
<μηδ' ἐπ' ἀρωγῇ>· [μηδὲ βοηθήσῃ.] μηδ' ἐπαρήγοντες μηδὲ

βοηθοῦντες <μηδετέρῳ> (Ψ 574)

*<μηδ' ἕτερος>· μηδὲ εἷς AS (vg)
*<μήδετο>· ἐφρόντιζεν. ἐτεχνάζετο. ἐβουλεύετο (Β 38) ASn
<μὴ δὴ οὖν>· μηδαμῶς οὖν
<μὴ δῆτα>· μηδαμῶς r
<μηδόμενος>· ποιῶν. βουλευόμενος
<μὴ δόξῃ σοι>· μὴ νομίσῃς [οι]
*<μηδοτιοῦν>· μηδέ τί g ποτε (n)
[<μηδιᾷ>· γελᾷ. καὶ ὄνομα ἡροΐδος]
<Μηδικοὶ ὄρνεις>· Μῆδοι ἀλεκτρυόνες
<Μηδικὴ πόα>· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἁρμόζοντα
<Μηδινεύς>· Μηδεύς, [παρὰ μηδοτιοῦν. μηδαπλῶς.] παρὰ δὲ

Λυδοῖς ὁ Ζεὺς [ζεῦσις]

<μήδιος>· μαλακός. καὶ βοτάνης εἶδος. καὶ λίθος τις Μηδιάτης
<μὴ δώῃ σοι>· μὴ δῷ (Sir. 11,33?)
*<μὴ ἐπαίρου>· μὴ ὑπερηφανοῦ (Prov. 3,5 ..) AS
*<μὴ ἐφικνούμενοι>· μὴ καταλαμβάνοντες (2. Cor. 10,14) ASvghp
<Μήθυμνα>· πόλις Λέσβου (r)
<Μηθυμναῖος>· ὁ Διόνυσος r
<Μηθών>· πόλις r
[<μῆκα>· κέρατα]
[<μηόνη>· βάψει]
<μηκάδες>· ἢ [αἱ μηκώμεναι αἶγες ASb, ἢ κραυγάστριαι. ἔνιοι

δὲ τὰς κερατώδεις· <μῆκα> γὰρ τὰ κέρατα. Ἀπίων δὲ τοκάδας (Λ 383)

<μηκᾶσθαι>· κράζειν ὡς αἴξ
<μηκᾶται>· τοῖς ἐρίφοις ἴσως κράζει
<μηκεδανόν>· μακρόν (r)
*<μὴ κεῦθε>· μὴ κρύπτου (Α 363) ASvgn
<μήκιστα>· μέγιστα, ὑπερμεγέθη, ἔσχατα
<μῆκος>· μάκρος
<μὴ κοίνου>· μὴ ἀφάνιζε. μὴ μίαινε. [μὴ ἀκάθαρτον νόμιζε (Act.

ap. 10,15) ASvgn

<μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή>· τὸ τῆς ζωῆς. αὕτη γάρ

ἐστιν ἐπὶ τῶν θηλειῶν (υ 71)

<μὴ κοτέῃσι>· μὴ ὀργισθῇ (Greg. Naz. c. 1,2,2,486)
*<μηκύνων>· αὐξάνων, μακρύνων ASvg
<μήκωνες>· πόα τις λήθην ἐμποιοῦσα ASn. καὶ τὰ τῆς πίνης

περιττώματα καὶ τῶν ὁμοίων. καὶ μέρος .... καὶ ὕφασμα βύσσινον. καὶ οἱ ἄγριοι. καὶ ἡμεροπίτυς

<μῆλα>· κοινῶς μὲν πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα,

[ὅ ἐστι πᾶν δέρμα] <μηλωτή> λέγεται. κατ' ἐπικράτειαν δὲ τὰ πρόβατα καὶ αἶγες. καὶ παντὸς δένδρου καρπός, ἐξαιρέτως δὲ τῆς μηλέας. πάντα τὰ δένδρα

<μηλάταν>· τὸν ποιμένα. Βοιωτοί
<μηλαφῆσαι>· ψηλαφῆσαι
<μὴ λεαγόρει>· <μὴ> δημηγόρει
<Μηλιάδες>· νύμφαι
<μήλιαι>· ἀστράγαλοι
*<μηλοβοτεῖ>· ποιμαίνει (AS)
*<μηλοβοτῆρες>· ποιμένες S(An). οἱ τὰ μῆλα νέμοντες (Σ 529)
*<μηλόβοτος>· τόπος ἀνειμένος προβάτων ASgn εἰς βρῶσιν AS
<μῆλον>· πᾶς καρπός
<μηλολόνθη>· εἶδος κανθάρων, οὕς τινες χρυσοκανθάρους λέγουσι

(Ar. Nub. 763)

<μηλονομεῖς>· ποιμένες (r)
<μηλονομιαῖον>· ἐννόμιον
<μήλοπα>· μηλοειδῆ τῷ χρώματι. τοιοῦτος γάρ ἐστιν ὁ πυρός

(η 104)

<μήλοπα καρπόν>· τὸν πυρόν, ὅτι μηλοειδής. [καὶ <μήλη> τὸ

ἐργαλεῖον, ἐφ' οὗ τὴν κρόκην ἔτριβον]. οἱ δὲ τὸ ἔριον, ἐπειδὴ καρπός ἐστι τῶν προβάτων (η 104)

<μηλοσόη>· ὁδός, δι' ἧς <τὰ> πρόβατα ἐλαύνεται. Ῥόδιοι
*<μηλοσφαγίαι>· θυσίαι προβάτων (ASvg) p
<μηλόται>· ποιμένες
<μηλοφόροι>· θεραπεία Περσικὴ τοῦ βασιλέως
*<μηλόβαι>· μηλοβάται [ποιμένες]
<μήλῳ βαλεῖν>· πτοῆσαί τινα, καὶ εἰς ἔρωτα ὑπαγαγέσθαι (Ar.

Nub. 997)

<μήλωθρα>· βάμματα. οἱ δὲ τὸ τῶν δερμάτων βάμμα. ἄλλοι τὸ

παρύφασμα τῆς πορφύρας. οἱ δὲ καλλωπίσματα

<μήλων>· προβάτων
*<μήλων>· τὰ ἀκρόδρυα A. ἢ βάπτων (Ι 542)
<Μήλων Ἡρακλῆς>· ὀνομασθῆναί φασι τὸν θεὸν οὕτως διὰ τὸ

μὴ ἱερεῖα θύειν αὐτῷ τοὺς Μελιτεῖς, ἀλλὰ τὸν καρπὸν τὰ μῆλα

<μηλῶσαι>· τὸ τὴν μήλην καθεῖναί που. καὶ ἐν τῷ ἐμεῖν καθιέν-

τας τι εἰς τὸ στόμα καταμηλοῦν. καὶ τὸ τὰ βαπτόμενα ἔρια πιέζειν εἰς τὸ χαλκεῖον

<μηλωτή>· διφθέρα
*<μή με>· μηδαμῶς με S
<μὴ μὲν δὴ καθαρῷ θανάτῳ>· <ὁ> δι' ἀγχόνης θάνατος οὐκ

ἔστι καθαρός, ἀλλ' ὁ διὰ ξίφους. ὅθεν οὐδὲ ἐναγίζουσι τοῖς ἀπαγξαμένοις (χ 462)

[<μημωτά>· ψεκτά]
*<μή μ' ἐρέθιζε>· μή με παρόξυνε (Α 32) b
[<μήνα>· τὸ μέσον τοῦ ξύλου, ὅπερ <καρδία> καὶ <ἐντεριώνη>]
*<μηναγύρτης>· ὁ ἀπὸ μηνὸς συνάγων (Clem. Al. protr. 24,1) r.

ASvgn. [πανήγυρις]

<μήνατο>· ἐμήνατο, ἐμάνη. ἤρατο
<μῆνες>· ἡμέραι ...
*a) <μήνη>· σελήνη (Ψ 455) ASvgn. [καὶ] b) <μῆνις>· ἔμμονος n

καὶ παρατεταμένη [ὀργή (Α 1) n

[<μηνιάσας>· ὀργισθείς]
*<μήνιγμα>· μῆνιν ASn
<μήνιγγα>· ἐγκέφαλον
<μῆνιγξ>· ὑμὴν τοῦ ἐγκεφάλου ASvg. καὶ τὸ ὑφιστάμενον τοῖς

οἰνηροῖς πίθοις ἐν τῷ οἴνῳ πρὸ τοῦ ἀνθεῖν. ἐπίπλους. καὶ δημός

*<μήνιε>· ὀργίζου (Α 422) A
<μηνίειν>· ὀργίζεσθαι
*<μηνιθμός>· ὀργή (Π 62) r (ASb)
<μήνιμα>· μῆνις, ὀργή, χολή, κότος ἐπίμονος, μέμψις. Ἀπίων,

μάνης· οἱ γὰρ ὀργιζόμενοι μαίνονται (Χ 358)

*<μηνίσας>· ὀργισθείς (Ε 178) ASn
<μηνίσκοι>· τὰ ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων τιθέμενα ἵνα

μὴ τὰ ὄρνεα ἐπικαθέζηται (Ar. Av. 1114). καὶ τὰ χαλκώματα τὰ τῶν πηδαλίων. *ὑμένες. πέταλα (AS). περιτραχήλια, μανιάκια AS. περιδέραια (Iud. 8,21) A [περιτραχήλια]

*<μηνίω>· ὀργίζομαι Agn
*<μηνοειδές>· σεληνοειδές r. ASn (vg)
*[<μῆνος>· κότος. ἔμμονος ὀργή] Avg
<μηνύειν>· κηρύσσειν [ζητεῖν]
<μηνύεσθαι>· μηνυτρίζεσθαι
<μηνυθῆναι>· βούλεσθαι
<μηνύεται>· μηνυτρίζεται, μήνυτρα δίδωσι
<Μηνυτής>· Ἡρακλῆς ἐν Ἀθήναις
*[<μηνύριζε>· θρηνώδης ὁ φθόγγος (Ε 889) ASn]
*[<μή νύ τοι>· μὴ δή σοι AS, οὐδαμῶς γάρ σοι (Α 28) P
*<μὴ νῶϊν>· μὴ ἡμῶν (σ 13) ASn
*<Μῄονες>· Λυδοί (Κ 431) r. ASn <καὶ οἱ Κύπριοι> r
*<Μῃονίς>· Λυδή An. <Μῃονία γὰρ ἡ Λυδία> (Δ 142) r
†<μηονέκτης>· ὁ ἔλαττον ...
<μὴ ὅτι>· μήτιγε
<μὴ οὖσα δίκη>· οὕτω λέγονταί τινες οὐκ οὖσαι δίκαι, μὴ οὖσαι
<μὴ ὄφελες>· εἴθε μὴ ὤφειλες (Ι 698)
<μὴ παιδὶ ξίφος>· παροιμία
<μὴ πάνχυ>· μὴ παντελῶς (Ε 24)
*<μὴ παραζήλου>· μὴ ὁμοιοπαθῇς (Ps. 36,1) ASvgp
*<μὴ παραρυῇς>· μὴ ἐκπέσῃς Avgp. ἐκ μεταφορᾶς τῶν ὑδάτων

(Prov. 3,21) A

<μὴ 'π' ἀχηνίῃ τρέπειν>· μὴ αἰτιῶ τὴν πενίαν, ὅτε δέηται ....
*<μὴ 'πίσειέ μοι>· μὴ ἐπίσειέ μοι (Eur. Or. 255) ASn
<μήπως>· μήποτε (Ε 250 ..)
*<μήρια>· τὰ ἐκ τῶν μηρῶν ἐξαιρούμενα ὀστᾶ (Α 40) n
[<μήριθμος>· δέλτος. ἢ <μήρινθος>]
<μήρινθος>· δεσμός, *[σχοινίον r. vnp σπάρτης p, βρόχος

(Ψ 869)

<μῆριγξ>· ἄκανθα, γινομένη ἐν τοῖς ἐρίοις τῶν προβάτων
<μηρός>· τόπος ἀμπέλου, καὶ ξύλον, καὶ τὸ τῆς καλάμης κῶλον.

καὶ ὄρος

<μήρυκες>· ἰχθύες
<μηρυκίζει>· μαρυκᾶται
*<μήρυμα>· σπείραμα. ἢ ἐκτεινόμενον ASn
*<μηρίνθῳ>· σπάρτῳ (Ψ 854) ASn (vg)
*<μηρυομένη>· ἐκτεινομένη (Prov. 31,13) ASvgN
*<μηρύσαντο>· συνέστειλαν (μ 170)
*[<μήρισμα>· κάταγμα vg, ἢ σπάσμα ἐρίου]
*<μησαμένη>· βουλευσαμένη gn
<μήσατο>· εἰργάσατο, ἐτεχνάσατο (Κ 52)
<μή σε>· μηδαμῶς σε
*<μή σε γέρον>· οὐδαμῶς σε πρεσβῦτα (Α 26) n
[<μῆστο>· βουλεύσατο]
*<μήστωρ>· βουλευτής g. ἔμπειρος Agb. πολεμιστής AN. ἐριστής.

ἐπινοητικός, φρόνιμος N. μήστωρ μέν ...

*<μήστωρα φόβοιο>· ἔμπειρον πολέμου (Ζ 97) ASn
*<μήστωρες ἀϋτῆς>· ἐργάται μάχης, κραυγῆς, βοῆς (Δ 328)
<μήτεα>· μητίματα
<μήτειρα>· φρονίμη. καὶ ἡ μήτηρ <ὡς παρὰ Καλλιμάχῳ>
*<μὴ τέκταινε>· μὴ ἐργάζου, μὴ κατασκεύαζε AS. [μὴ κατὰ]

(Prov. 3,29 v. l.)

*<μητέρα θηρῶν>· πολλὰ θηρία ἔχουσαν (Θ 47) n
*<μητέρα μήλων>· πολυθρέμμονα (Β 696) (n)
<μή τευ μελαμπύγου τύχοις>· μή τινος ἀνδρείου καὶ ἰσχυροῦ

τύχοις (Archil. fr. 110 Bgk.)

<μητέρι>· μητρί
<μήτηρ>· [ἡ] πρεσβυτάτη πᾶσα
*<μήτιγε>· πόσῳ γε μᾶλλον (1. Cor. 6,3) ASvgn
<μήτι ἐγώ>· ἆρά γε ἐγώ (Matth. 26,22)
<μητίετα Ζεύς>· τεχνίτης σοφός, βουλευόμενος ἄριστα (Α 175)
*<μητιέτης>· βουλευτής r. AS
*<μητίεται>· βουλεύσεται r. Ans
*<μήτι>· βουλῇ (Ψ 315 ..) rN
<μητιέτης>· βουλευτής
*<μητιόωσα>· φροντίζουσα, βουλευομένη (ζ 14) b
<μῆτις>· σύνεσις. βουλή. τέχνη. γνώμη. δόλος, ἀπάτη. καὶ ἡ

θεός

*<μή τι φόβον δ' ἀγόρευε>· μηδέν μοι περὶ φυγῆς διαλέγου

(Ε 252)

<Μητίχου τέμενος>· εἴη ἂν τὸ Μητιχεῖον δικαστήριον μέγα,

ἐν ᾧ προσεκληρώθησαν <χίλιοι> δικασταί

<μήτρα>· εἶδος σφηκός. καὶ τῶν ξύλων τὸ ἐντός, ὃ <καρδίαν>

τινές, ἢ <ἐντεριώνην> καλοῦσι. καὶ ὁ κλῆρος ὑπὸ Σολέων, ὡς Κλείταρχος. καὶ ἡ τῆς γυναικός. [καὶ κεφαλῆς διάδημα βαρβαρικόν]

*<μητραλοίας>· ὁ τύπτων τὴν μητέρα αὑτοῦ r. Agns
*<μητροπάτωρ>· ὁ τῆς μητρὸς πατήρ (Λ 224) Agns
<μητροπόλους>· τὰς πάλαι Μελίσσας
<μητρὸς μέθυ>· ἐκ τῆς ἀμπέλου (Eur. Alc. 757)
<μητρὸς Ἐρινύες>· αἱ διὰ τὴν μητέρα εὐξαμένην ἐπήκοοι γενό-

μεναι (λ 280)

<μήτρωες>· μητρὸς ἀδελφοί
*<μὴ ὑπερίδῃς>· μὴ καταφρονήσῃς (Deut. 22,1 ..) AS
<μὴ φέρειν>· ἀντὶ τοῦ μὴ λαμβάνειν. διὸ καὶ <μισθοφόρους>

λέγουσι τοὺς μισθοὺς λαμβάνοντας καὶ μισθοὺς φερομένους

*<μὴ φωραθῇς>· μὴ ἐλεγχθῇς ASvg
<μηχαναί>· τέχναι. ἐπίνοιαι. βουλεύματα. ἅμαξαι. συμπεράς-

ματα. καὶ ὄργανά τινα μηχανικά, ἐν οἷς προσδεσμούμενα τὰ κτήνη ἀλήθουσιν

<μηχανόωντα>· βουλεύοντα (σ 143)
*<μηχανοῤῥάφος>· κατασκευαστής, ἐπινοητὴς κακῶν (Eur. Andr.

1116) ASvgn

*<μηχανώματος>· διαζώσματος (Levit. 8,7 S. Th.) AS
<μῆχαρ>· μηχάνημα. ὄφελος
*<μῆχος>· μηχάνημα (Β 342) r. Sgn
<μιαίνει>· μολύνει (Eur. Phoen. 1050)
<μιαιφόνος>· μεμιασμένος φόνῳ, μιαινόμενος τοῖς φόνοις, μεμο-

λυσμένος, *φονεύς (Ε 844) ASvgn

<μιαιφόνον αἷμα>· μιαιφονικόν
<μιᾶι μαχαίραι>· τὴν λεγομένην <κῆπον> κουρὰν μιᾶι μαχαίραι

ἐκείροντο (Ar. Ach. 849)

*[<Μιάνδρος>· ποταμός AS]
<μία λόχμη οὐ τρέφει δύο ἐριθάκους>
<μιαρά>· μεμιασμένα, ἀκάθαρτα
<μιαραὶ ἡμέραι>· τοῦ Ἀνθεστηριῶνος μηνός, ἐν αἷς τὰς ψυχὰς

τῶν κατοιχομένων ἀνιέναι ἐδόκουν

<μιαρός>· μεμολυσμένος αἵματος ἀκαθάρτου (Ω 420?)
<μίασμα ἢ μιασμός>· μῶμος r, ῥύπος, μολυσμός, [ἀκαθαρσία r,

μιαρότης (Sap. 14,26)

*<μιάστωρ>· μυσαρός ASvg. λυμεών (Eur. Or. 1584 ..) S(Agn)
<μία χελιδών>· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ

ποιεῖ. βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα τὸν σοφὸν οὐκ ἐᾷ εἰς τελείωσιν ἐμβάλλειν, <ἢ> εἰς ἀμαθίαν

<μιαχρόν>· καθαρόν
<μίαχος>· μίασμα. ἀσέβημα. τίθεται δὲ ἐπὶ τοῦ δυσώδους
*<μιγάδες>· τὸ ἐκ πολλῶν ἄθροισμα ξένων ASvgn
<μιγαζομένους>· μισγομένους
*<μιγάς>· μεμιγμένος r. AS
<μίγδα>· ἀναμίξ r, μεμιγμένως
*<μίγδ' ἄλλοισι>· ἀναμεμιγμέναι (Θ 437) (n)
<μίγδην>· ἀναμίξ, ὁμοῦ r, ἐν ταὐτῷ (Greg. Naz. c. 2,1,1,209)
<μιγδηράζειν>· ὑβρίζειν
<μιγέωσιν>· μιχθῶσι (Β 475) n
<Μίδα θεός>· οἱ ὑπὸ Μίδα βασιλευθέντες ἐσέβοντο καὶ ὤμνυον

τὴν Μίδα θεόν, ἥν τινες λέγουσιν μητέρα αὐτοῦ, <ἣν> ἐκτετι- μῆσθαι ...

<μίδας>· κυβευτικοῦ βόλου ὄνομα. καὶ θηρίδιον τι διεσθίον τοὺς

κυάμους. καὶ ὁ πλούσιος· ἀπὸ Μίδα, τοῦ βασιλέως

[<μίειν>· ἐσθίειν]
*<μιῆναι>· μιᾶναι r. AS, ῥυπῶσαι (Greg. Naz. c. 1,2,2,193)
*<μιήνῃ>· βάψῃ (Δ 141) N. μολύνῃ, ῥυπώσῃ
<μιῆς χθονός>· τῆς αὐτῆς γῆς (Greg. Naz. c. 2,1,1,81)
<μίθρας>· <στέφανος ἢ> ὁ ἥλιος, παρὰ Πέρσαις n
<Μίθρης>· ὁ πρῶτος ἐν Πέρσαις θεός
<μίθρος ἢ μίθρους>· συνζευγνυμένους
<μίκαι>· λάχανα ὄμβρια
<μικᾶς>· μικρολόγος
†<μίκλας>· αἶγας
<μίκρ' ἄττα>· μικρά τινα
*<μικρολόγος>· ἀκριβής ASn. φειδωλός ASvgn, [φειδωλῶ] σκιφός

(Sir. 14,3) Σ

*<μικρόρωξ>· μικρόβοτρυς AS
<μικρόψυχος>· δειλός
*<μικροῦ>· παρὰ μικρόν ASvg
<μικύθινον>· τὸ μικρόν. καὶ νήπιον
<μῖλαξ>· ἡλικία. ἔνιοι δὲ μέλλαξ. καὶ παρ' Ἑρμίππῳ ἐν Θεοῖς

(fr. 33), ἀγνοήσας Ἀρτεμίδωρος· ἐκεῖ <γὰρ μῖλάξ> ἐστιν. δηλοῖ δὲ τὸν δημοτικόν

<Μίλητος>· δύο πόλεις Μίλητοι· ἡ μὲν Κρήτης (Β 647), ἡ δὲ

Ἀσίας (Β 868). αὗται ...

*[<μίλια>· τὰ ἀπόθετα χρήματα AS]
<μιλίγμασι>· κολακείαις. ἐδέσμασιν
†<μίλιον>· δένδρον ὅμοιον ἐλάτῃ, ᾧ τοὺς νέους στεφανοῦσιν ἐν

ταῖς πομπαῖς. ἢ *μέτρον ὁδοῦ, σταδίων ζ# AS. οἱ δὲ ζ# ἥμισυ ποδῶν #δω# v

[<μιλίσσεο>· κεχαρισμένα καὶ ἡδέα λέγειν]
[*<μιλισσόμενος>· παρακαλῶν ASvg]
[<μίλιχα>· προσηνῆ, [ἥδιστα S]
[<μιλιχῆ>· πραότητι, προσηνίᾳ]
[<μιλιχίῃ>· ἱκετείᾳ]
[<μιλιχίοις>· γλυκίοις. πραϋτικοῖς]
[<μιλίχιος>· πρᾷος, ἢ πραΰς]
<μιλός>· βραδύς, χαῦνος
<μιλτοπάρῃοι>· μιλτόπρῳροι· τὰ ἑκατέρωθεν τῆς πρύμνης καὶ

πρῴρας μεμιλτωμένα ἔχουσαι (Β 637). οἱ δὲ αὐτοὶ καὶ <φοινι- κοπάρειοι> ἐλέγοντο

*<μίλτος>· εἶδος ἐρυθρὸν AS Σινωπίδος Sn
<μιλτῶ>· †πλύνω
<μιλτωρυχία>· τόπος, οὗ μίλτος ὀρύσσεται (Amips. fr. 15)
<μιλτῶσαι>· βάψαι r
[<Μιλίτης>· Ἀφροδίτης]
<μιμαίκυλον>· ὁ καρπὸς τοῦ κομάρου. ἔστι δὲ ὡς μέσπιλον μικρόν,

πυῤῥόν

<Μιμαλλόνες>· Βάκχαι (Callim. fr. 503). βοηδρόμοι
<μιμάξασα>· χρεμετίσασα. φωνήσασα
†<μίμαρ>· ἀναιδές†
[<μιμάρκης>· λαγωοῦ χορδή]
<μίμαρκυς>· κοιλία καὶ ἔντερα τοῦ ἱερείου μεθ' αἵματος σκευαζό-

μενα. μάλιστα δὲ καὶ ἐπὶ λαγωῶν αὐτῇ ἐχρῶντο· ὁτὲ δὲ καὶ ἐπὶ ὑός. ὁ δὲ Φερεκράτης (fr. 221) παίζων καὶ ἐπὶ ὄνου φησί

<Μίμας>· ὄρος †Αἰτωλίας
<μίμαστα>· ἄγρια λάχανα
<μιμαυλεῖν>· μιμεῖσθαι. ὑποκρίνεσθαι
<Μίμαλις>· ἡ νῦν Μῆλος (Callim. fr. 582)
*<μιμερά>· ἡ μιμητικὴ τέχνη. καὶ ἡ μίμησις AS
<μιμηλάζειν>· μιμεῖσθαι
*<μιμηλόν>· ὅμοιον, ἐξ ὁμοίου. παρὰ τὸ μιμήσασθαι ASvg
<μιμιχμός>· τοῦ ἵππου φωνή
<μιμνάζειν>· μένειν (Β 392) r. ASn. καὶ μίμνειν (Θ 78) r
<μιμνάζετε>· μίμνετε. μένετε
†<μίμνησιν>· ἀνάμνησιν ποιῆσ..
<μιμνήσκεται>· μνημονεύεται (ο 54)
*<μιμνήσκῃ>· μνημονεύεις AS
*<μίμνον>· ἔμενον (Ε 94) ASn
[<μιμορτοβία>· ναῦς, ᾗ ἄνθρωποι βεβήκασιν]
<μίν>· αὐτόν ASvg, αὐτήν, αὐτό vg. τρία γένη δηλοῖ
[<μίνα>· μύρια. καὶ τὰ μικρὰ σῦκα]
[<μίναι>· προφάσεις]
[<μίναρ>· χόρδη]
<μινδαλόεσσα>· ἀριθμῶν σύνταξις. καὶ τὰ περὶ <τὰ> οὐράνια ...

Βαβυλώνιοι

<μίνδαξ>· θυμίαμα ποιόν (Amphid. fr. 27,3)
<μίνθα>· τὸ ἡδύοσμον. καὶ ἀνθρωπεία κόπρος
<μῆνις>· ἔχθρα
[<μινίσκη>· ὑμένα. πέταλα]
<Μινύαι>· οἱ Ὀρχομένιοι, καὶ Μάγνητες
<μινυανθές>· πόα, ἀσφάλτιον. καὶ τρίφυλλον
<μινύζωον>· ὀλιγόβιον r
<Μινυήϊος>· ποταμὸς Πύλου (Λ 722)
<μινύθειν>· ἐλαττοῦσθαι r
*<μινύθει>· ἐλαττοῦται ASgn, μειοῦται (Υ 242)
<μινύθουσι>· φθείρουσι, ἐλαττοῦσι, μειοῦσιν, ἀφανίζουσιν
<μίνυνθα>· ἐπ' ὀλίγον χρόνον, ὀλιγοχρόνιον· "μίνυνθα δ' ἐχάζετο

δουρός" (Λ 539), ἐπ' ὀλίγον δὲ ἀπείχετο μάχης

*<μινυνθάδιον>· ὀλιγοχρόνιον (Α 352) (r. ASn)
<μινυνθαδία>· ἡ σελήνη. ἀπὸ τοῦ μινύθειν
<μινυνθοῦσι δέ>· φθείρουσι δέ b. ἀφανίζονται δέ (Ρ 738)
[<μινυνθοῦσι>· φθείρουσιν]
<μινύον>· τὸ βλίτον λάχανον, ἢ κιννάβαρι
<μίνυρες>· κλίνης ἱμάντες
*<μινύρεται>· κλαίει, θρηνεῖ ASvg, ὀδύρεται ἢ [*εὐφώνως λέγει

(Soph. O. C. 671) ASvg

<μινυρίζει>· ὀλίγῃ φωνῇ καὶ οἰκτρᾷ χρῆται
<μινυρομένη>· θρηνοῦσα. καὶ τὰ ὅμοια
<μινυρόν>· μικρόν, ὀλίγον. τῇ φωνῇ μινυρίζον
<μινύρονται>· προφωνοῦσι, προλέγουσι (Aesch. Sept. 122)
<μινύον>· ἀρωματικόν τι
<μινυώριος>· βραχύϋπνος. ἄχρηστος. ἀδύνατος. ὀλιγοχρόνιος.

ὀλίγης ὥρας ἄξιος

<μινῶδες>· εἶδος ἀμπέλου
*<μὶν ὦκα>· αὐτὸν ταχέως (Π 672 ..) ASn
*<Μίνως>· βασιλεὺς <Κρήτης> AS
*<Μινώταυρος>· Πασιφάης υἱός AS
<μῖξαι>· σπεῖραι. κεράσαι. συμβαλεῖν (Ο 510)
<μιξίαμβος>· λοίδορος. μεμιγμένος λοιδορίᾳ. ποιηματοκόπος
*<μίξις>· κοίτη, συνουσία AS
[<μιξοβάρβαρος>· ζήτει εἰς τὸ <μει>]
<μιξοδίη>· τρίοδος
<μίξοδος>· ὁδός, ἣ εἰς ἑτέραν συμβάλλεται
<μιξοιφία>· μίξις, πλησιασμός
[<μιονεκτούμενον>· ἐλαττούμενον]
[<Μίονες>· Κύπριοι]
[<μιρακύλιον>· παιδίον. ὑποκοριστικῶς]
<μιργάβωρ>· τὸ λυκόφως ...
<μιργῶσαι>· πηλοῦσαι. οἱ αὐτοί
<μίρεα>· λάχανα
<μίρκα>· εὐανθής, ποικίλη ἄνθεσι
<μίργμα>· ἐπὶ τοῦ κακοπινοῦς, καὶ ῥυπαροῦ, καὶ πονηροῦ
<μιρόν>· ὅταν ἀπονυστάζῃ τις, λέγουσι Ταραντῖνοι
<μιονεξία>· ἐλάττωσις
<μιργούλον>· μύσος. μίασμα
†<μιρύκεον>· σχοῖνον
<μισγάγκεια>· κοῖλος τόπος, εἰς ὃν πανταχόθεν τὰ κάτω φερόμενα

ἀπὸ τῶν ὀρῶν ὕδατα μίσγεται

<μίσασθαι>· μιτώσασθαι (Plat. com. fr. 267)
[<Μισατίς] Μίση>· τῶν περὶ τὴν μητέρα τις, ἣν καὶ ὀμνύουσι
*<μισγάγκειαν>· τόπος κοῖλος, ὅπου συμμίγνυνται ὕδατα πολλά

(Δ 453) ASn

<μίσγεαι>· συνέρχῃ (Β 232)
<μισγέσκετο>· ἐμίγνυτο (σ 325)
<μισγοδίη>· ὅπου ἂν ὁδοὶ μίγνυνται
<μισγόλας>· θόρυβος
<μισγονόμος>· οὗ πάντες νέμουσιν γῆ
<μίσησεν>· ἐφθόνησεν (Ρ 272)
<μισήτην>· τὴν καταφερῆ λέγουσιν μισήτην· "μίσηται δὲ γυναῖκες

ὀλίσβοισι χρήσονται" (Cratin. fr. 316), οἱ δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον, ἢ ἄπληστον τῇ τροφῇ

<μισήτιζε>· μίσει, στύγει
<μισητός>· μίσους ἄξιος. ἄπληστος
<μισθαρνής>· ὁ λατρεύων μισθοῦ. ἢ ὁ μισθὸν ἀφαιρῶν, καὶ
  • ἀντικαταλλάττων Agb
*<μισθαρνία>· ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία ASvgn
<μισθαρχίδης>· ὁ ἐπὶ τῇ ἀρχῇ μισθὸν λαμβάνων. ὠψωνιάζοντο

γὰρ καὶ οἱ ἄρχοντες, καὶ μισθὸν ἐλάμβανον δημόσιον (Ar. Ach. 597)

<μισθός>· τὸ ἔπαθλον τῶν κωμικῶν. καὶ τὸν ἀμφορέα. †ἔμμισθοι

δὲ πέντε ἦσαν

<μισθοφορεῖν>· τὸ ἐπὶ μισθῷ πράττειν τι q
*<μισθοφόρος>· μισθῷ ἐργαζόμενος ASgn
<μίσκαιος>· κῆπος
<μίσκει>· ἄρχεται ...
<μίσκελλος>· εὐτελὴς καὶ μέλας οἶνος
*<μισογύνης>· μισογύναιος ASs
<μισόκαλος>· ὁ μισῶν τὸ ἀγαθόν (Phil. migr. Abr. 183)
<μιστῦλαι>· τεμεῖν, κόψαι, μερίσαι, εἰς μικρὰ διελεῖν κρέα
<μιστύλλειν>· τὰ αὐτά
<μίστυλλον>· εἰς βραχέα κατέτεμνον (Α 465)
<μισσυνή>· ἡ ὀξύτης παρὰ Χαλδαίοις
<Μιχαίας>· ἑρμηνεία· ταπείνωσις, ἢ ταπεινούμενος
<μίσυ>· τῶν μεταλλικῶν τι (Hippocr. mul. 1,103) S
<μισυοί>· οἱ ἔχοντες τὸ ἥμισυ λευκὸν τοῦ σώματος, τὸ δὲ ἥμισυ

μέλαν, οὓς ἔνιοι <μίσγους>

<μίσχη>· πιλήματα, ταινίαι, μαλλοὶ οἱ τῶν ἐρίων
<μίσχον>· οὕτω λέγουσιν, ᾧ συνήρτηται πρὸς τὸ φυτὸν καὶ ὁ

καρπὸς καὶ τὸ φύλλον

<μίσχος>· ὁ παρὰ τῷ φύλλῳ κόκκος SN
[<μιτίτριζον>· ἐθρήνουν]
*<μίτρα>· ἡ χαλκῆ λεπίς g. διάδημα vgn. ζώνη ASvgb. θώραξ.

ταινία (Exod. 29,6 ..) A

*<μίτρα χρυσᾶ>· ὡς λεπὶς χρυσᾶ ASn, ἣ τῷ μετώπῳ φορεῖται

AS

<μίτρῃ>· θώρακι
<μίτρην>· χαλκῆν λεπίδα (Δ 216)
<μιτραῖον>· ποικίλον r
<μίτος>· τάξις. σειρά. τόνος
<μίτυλον>· ἔσχατον. νήπιον. Λακεδαίμονες
<μιχθαλόεσσα>· ἀλίμενος (Ω 753)
*<μιχθῆναι>· ἀπαντῆσαι. συμμῖξαι. ὁμιλῆσαι Σ
<μιχωκεῖ>· ἠχεῖ
<μείωσις>· ἐλάττωσις. ἀκαθαρσία
*<μνᾶται>· μνηστεύεται (π 77) ASvgn
<μναάδας>· τὰς ἀμελγομένας αἶγας
<μναμονόοι>· Μοῦσαι. μνηστῆρες (Pind. fr. 341 Sn.?)
<μναμονεύθημεν>· διεκλήθημεν
†<μναμοσύρειν>· τὸ ἐπιτηρεῖν, ἢ μεμνῆσθαί τινι
<μνάμων>· ἱερομνήμων. ἢ μνήμονες, ἢ τὰς θυσίας ἀπομνημονεύον-

τες

<μνάριον>· τὸ κάλλυντρον. Βοιωτοί
<μναρόν>· μαλακόν. ἡδύ. [κόρημα] θυμῆρες (Cratin. fr. 431)
<μνασίον>· μέτρον τι διμέδιμνον
<Μναστήρ>· τῶν μηνῶν οὕτω καλεῖταί τις
[<μνᾶται>· μνηστεύει. μέμνηται]
†<μνείω>· μνησθῶ ASvgN
*<μνῆμα>· μνημεῖον, [μνημόσυνον g. ἀνάθημα. [τάφος g
<μνημεῖα>· τὰ οἴκαδε πεμπόμενα ὑπὸ τῶν ἐν πολέμῳ τετελευτη-

κότων τοῖς οἰκείοις (Aesch. Sept. 49)

<μνήμη>· μνημόσυνον
<μνήμονες>· ἀρχὴ †γυναικῶν †ἐπιμελουμένων τῶν ἱερειῶν
<μνᾶ>· λίτραι δύο. ὁ δὲ ἅγιος Ἐπιφάνιος λίτρας μιᾶς διμοίρου
<μνημοσύνη>· μνήμη. (Θ 181) r. g b καὶ ἡ θεός r
<μνημύει>· σκυθρωπάζει
<μνήμυκεν>· ὑποπτήσσει. δυσχεραίνει
<μνήσατο>· ἀνεμνήσθη (α 29)
<μνησίκακον>· ... (Prov. 12,28)
<μνησιχάρη>· ἡδονή
*<μνήστεια>· γάμου δῶρα r. AS
<μνηστευόμενοι>· ἀῤῥαβωνιζόμενοι
<μνηστή>· ἡ κατὰ μνηστείαν γαμηθεῖσα r (n). ἢ ἡ ἐκ παρθενείας

μείνασα νῆστις, ἤγουν ἀπείρανδρος

<μνηστῆρες>· οἱ ἐπιβάλλοντες γῆμαί τινα. καὶ οἱ μεμνημένοι
<μνήστωρ>· ὁ δοὺς τοῦ γάμου ἀῤῥαβῶνα r
<μήστωρι>· βασιλεῖ. φρονίμῳ
<μνῆστρον>· ὁ τοῦ γάμου ἀῤῥαβών r
<μνία>· τὰ βρύα rn, καὶ τὸ φῦκος r
<μνίει>· ἐσθίει
<μνοία>· οἰκετεία
<μνοιόν>· μαλακόν (Euphor. fr. 156 Pow.?)
<μνωῖται>· δοῦλοι
†<μνοῦνες>· οἱ μηροί
†<μνοῦς>· ἔριον ἁπαλώτατον, καὶ ἡ πρώτη τῶν ἀμνῶν καὶ πώλων

ἐξάνθησις. καὶ τὸ λεπτότατον πτερόν, κυρίως δὲ τῶν χηνῶν

<μνῴα>· δουλεία
<μνώεο>· μέμνησο (Greg. Naz. epigr. 84,2)
*<μνώμενος>· μνηστευόμενος. μεμνημένος r (AS). μηχανώμενος
<μνώονται>· μνηστεύονται r. καὶ τὰ ὅμοια (α 248)
†<μνώσκει>· μίσγεται. ἔρχεται
<μογίοντι>· μογοῦσι. πυρέσσουσι. Δωριεῖς
*<μογερᾶς>· ἀθλίας ASn, πονηρᾶς, λυπηρᾶς, [ἐπιπόνου (Eur.

Tro. 783) N

*<μογέοντας>· μοχθοῦντας (Μ 29 ..) g
*<μογήσας>· κακοπαθήσας (β 343 ..) ASvgn
[<μόξοντι>· πυρέσσοντι. πονοῦντι]
[<μογξοῦντες>· πυρέσσοντες. πονοῦντες]
<μόγος>· πόνος. ὄχλησις. μόχθος, *[κακοπάθεια r. n
<μογοστόκος Εἰλήθυια>· ἡ μογοῦσα καὶ πονουμένη περὶ τοὺς

τοκετούς· τουτέστιν λοχεύτρια (Π 187)

†<μόδα>· στρώματα
[<μόδυχνον>· διοτάλεον]
<μόθακες>· οἱ ἅμα τρεφόμενοι τοῖς υἱοῖς δοῦλοι παῖδες
†<μοεύων>· ψέγων
<μώλωψ>· τραῦμα. καὶ ὁ ἐκ πληγῆς αἱματώδης τόπος. ἢ καὶ

τὰ ἐξερχόμενα τῶν πληγῶν ὕδατα

<μόθος>· *πόλεμος, μάχη r. (ASn). πόνος. φόβος. στάσις, [θόρυ-

βος (vn)

<μοθούρας>· τὰς λαβὰς τῶν κωπῶν
<μόθων>· εἶδός τι ὀρχήσεως (Ar. Eq. 697)
<μόθωνας>· τοὺς παρατρεφομένους, τοὺς λεγομένους παιδίσκους.

Λάκωνες. οἱ δὲ τοὺς δουλοπρεπεῖς. καὶ σπερμολόγους

<μοθωνία>· ἀλαζονεία r
[<μοικηθμοί>· τῶν βοῶν αἱ φωναί]
<μοιμυᾶν>· τὸ τὰ χείλη πρὸς ἄλληλα προσάγειν (Ar. Lys. 126)
<μοιμύλλειν>· θηλάζειν. ἐσθίειν. καὶ τὰ χείλη προσάπτειν ἀλλή-

λοις (Com. ad. 1080)

<μοιός>· σκυθρωπός
<μοιρηγενές>· ἐν ἀγαθῇ μοίρᾳ γεγεννημένε (Γ 182)
*<μοιρηγενής>· ἀγαθῇ γεγονὼς μοίρᾳ g
<μοιρήλογχοι>· οἱ τὰ κοινὰ διαιροῦντες
<μοιρῆσαι>· μερίσαι, ἢ [διελεῖν r
<μοιρήσασθαι>· λαχεῖν. καὶ τὰ ὅμοια
<μοιρολογχεῖν>· τὸ μερίδα λαγχάνειν. τινὲς δὲ διαιρεῖσθαι

(trag. ad.?)

*<μοίραις>· μερίσι. φυλακαῖς
<μοῖτον ἀντὶ μοίτου>· παροιμία Σικελοῖς· ἡ γὰρ χάρις μοῖτον.

οἷον χάριν <ἀντὶ χάριτος> (Sophr. fr. 168)

<μοιχάγρια>· τὰ τῆς μοιχείας ἀγρεύματα· ὁ γὰρ ληφθεὶς ἐπὶ

μοιχείᾳ ζημιοῦται (θ 332)

<μοιχοῖς>· πόρνοις
<μοιχοτύπη>· ἡ ὑπὸ μοιχῶν τυπτομένη
†<μοκκώνωσις>· περιφρονεῖς. παρὰ Βλαίσῳ (fr. 3 K.)
<μόκρωνα>· τὸν ὀξύν. Ἐρυθραῖοι
[<μολβίς>· στάθμιόν τι ἑπταμναῖον]
†<μολγῶ>· νέφος, παρὰ Βλαίσῳ ἢ †ἀκόλουθος (fr. 4 K.)
<μολγός>· Ἀριστοφάνης (Equ. 963). τάχα ἂν εἴη ἐκ πλήρους

ἀμολγός. ὁ δὲ ἀμέλγων τὰ χρήματα <ἀμολγός>. ἔνιοι δὲ <μολ- γοὺς> ἀκούουσι τοὺς μοχθηρούς, †τοῖς ἀμέλγουσι τὰ κοινὰ κλέπτας εἶναι· καὶ τὸ ἀμολγός. †ἄλλοι δὲ <μολγὸν> τὸν βόειον ἀσκόν. τίθεται δὲ καὶ ἐπὶ τῶν ἁμαξῶν

<μολεῖν>· ἔρχεσθαι, τρέχειν, ἐλθεῖν, δραμεῖν
<Μολίονε>· μαχηταί. καὶ <Μολιονίδαι>· γυναικός τινος υἱοί

(Λ 709)

<μολοβόβαρ>· ὁ τοῦ Διὸς ἀστήρ, παρὰ Χαλδαίοις
*<μολοβρός>· μολίσκων ἐπὶ τὴν βοράν (S) τουτέστι παράσιτος,

[γαστρίμαργος vg, ἐπαίτης (S) καὶ ὁ ἐρχόμενος φαγεῖν γλούτ- των (ρ 219) ASN

<μολόβρια>· τὰ τῶν ἀγρίων θηρίων †τινὰ οὕτω καλεῖται
<μολόθουρος>· ἀσφόδελος. ἢ ὄσπριόν τι. καὶ ἡ ὁλόσχοινος

(Euphor. fr. 133 Pow.)

<μολορός>· λυπηρός, ἀηδής
<μόλος>· πόνος. μάχη. φρύαγμα
<μολεύειν>· ἐγκόπτειν τὰς παραφυάδας
<μολοῦρις>· αἰδοῖον. κολοβὴ <λόγχη>. ἢ μόλις οὐρῶν
<μολουρίδες>· βατραχίδες. καὶ τῶν σταχύων τὰ γόνατα
<μόλοφθος>· ἐγκρυφίας
*<μολοῦσα>· πορευομένη, ἢ [πορευθεῖσα (Ζ 286) ASgn
<μολπαί>· ὕμνοι, ᾠδαί
*<μολπάν>· ᾠδήν (Eur. Troad. 148 ..) A
<μολπαστής>· συμπαίκτης. <μολπάστρια> δὲ συμπαίκτρια
*<μολπή>· ᾠδή. παιδιά AS. ὕμνος, ᾆσμα
†<μολπίς>· ἐλπίς
<μολπός>· ᾠδός, ὑμνῳδός, ποιητής
<μόλσον>· σελίνου καυλός, καὶ ἄνθος. οἱ δὲ τὴν ὑποφυάδα
<μόλσος>· ὁ δημός. Αἰολεῖς
<μολτύους>· τὰ κοκκύμηλα
<μολύβδαινα>· καὶ τὸ εἶδος τῆς μεταλλικῆς, καὶ τὰ λεῖα
*<μολυβδαίνῃ>· μολυβίδι (Ω 80) Σ
<μολυβδίς>· στάθμιόν τι [ζ#] ἑπταμναῖον. οἱ δὲ μολβίς (Soph. fr.

756?)

<μολυβρόν>· τὸ μολυβοειδές
<μολύνει>· μιαίνει. ἀναφύρει. πίμπλησι
<μολυνίης>· ἡ πυγή
<μολυρόν>· νωθρόν. βραδύ. ἀνιαρόν. ἀηδές, ἀχάριστον, λυπηρόν
<μολυσμός>· ἀκαθαρσία r, μίασμα. ἁμαρτία gn δυσέκπλυτος

(Ierem. 23,15)

<μόλυχνον>· δεισαλέον
*<μολών>· χωρῶν, [ἐλθών (Λ 173) s (n)
<Μομβρώ>· ἡ Μορμώ. καὶ φόβητρον
[<μομοκύκια>· τῶν τραγῳδῶν τὰ προσωπεῖα]
<Μομμώ>· ὃ ἡμεῖς Μορμώ φαμεν, τὸ φόβητρον τοῖς παιδίοις
*<μομφή>· μέμψις r. n. κατάγνωσις (Ep. Col. 3,13) (ASvg)
<μόμφις>· δύσκλεια (Teleclid. fr. 63). ἢ μόμφος (Eur. fr. 633)
<μόναλκις>· ἐξέχουσα. ἀνδρωδεστάτη
<μονάρχου>· τυράννου (Sol. fr. 9,3 Bgk.)
*<μονάς>· ἀριθμός AS. ἢ ἓξ μοῖραι τῶν ἑπτάδων
*<μονή>· παραμονή (Ev. Ioan. 14,23) ASvg
*<μονήρη βίον>· μοναχικὸν βίον (Avg)
*<μονητάριος>· τὸ κέρμα ἐργαζόμενος ASgb
<μονίας>· νήφων. "τοὺς γὰρ μεθύοντας δευτέρους εἶναί φαμεν"
<μόνιμον>· στάσιμον, βέβαιον (Eur. Phoen. 538)
<μονίμων>· βεβαίων, *αἰωνίων AS, ἐπιμόνων AS, στασίμων
*<μονιμωτέρων>· βεβαιοτέρων. παρὰ τὸ <μένειν> (ASvgn)
*<μονιός>· ὗς ἄγριος ὁ μὴ τοῖς ἄλλοις συναγελαζόμενος Sg. ἢ ὁ

περὶ τράχηλον ὅρμος. [ὁ δὲ ἅγιος Κύριλλος ἐν τῇ ἑρμηνείᾳ Ὠσηὲ (14,8) τοῦ προφήτου ὄνον λέγει σημαίνειν· τινὲς δὲ μέγα θηρίον κατὰ ἀπόνοιαν καταμόνας νεμόμενον (Ps. 79,14)]

*<μονόγληνος>· μονόφθαλμος (AS)
<μονόβας>· ὁμοίως
<μονοβάτας>· κλέπτης
<μονοδαμιουργοί>· οἱ τὰς δίκας δικάζοντες
*<μονόζωνοι>· οἱ τῶν πολεμίων κατάσκοποι n. ἢ μάχιμοι, οὓς

ἡμεῖς <μονομάχους> (4. Regn. 5,2)

<μονολόγιστον>· †μονοκλόνως
*<μονόλοπα>· μονόδερμα ASn. μονοχίτωνα n
*<μονοκέρατος ἢ [μονόκερως>· θηρίον φοβερόν (Iob 39,9 ..)

(n)

*<μόνον οὐχί>· σχεδόν, ἐγγύς ASvgn. ἄνω κάτω. [εὐθέως.

οὐδαμῶς s. [μόνον]

[<μονόνουν>· σχεδόν, ἐγγύς]
†<μονόμματον>· μονοειδῆ. ἁπλοῦν
<μόνον>· τὸ ἕν
<μνωιονόμοι>· τῶν εἱλώτων ἄρχοντες
<μονοξύλοις>· πλοίοις
<μονοπείρας>· τοὺς μὴ ἀθρόους, ἀλλὰ καθ' ἕνα πειρατεύοντας

(Men. fr. 882 Koe.)

<μονοῤῥήξ>· ἀποῤῥηγμένος, ἀποσπασμένος
<μονοστίλβης>· ὁ ἐν ταῖς Ὑάσι λαμπρὸς ἀστήρ
<μονοσταλής>· ὁ καταμόνας στελλόμενος
*<μονοστόλῳ>· τῷ καταμόνας ἐλθόντι AS (gn)
<μονοστραβὴς ὄχος>· ἡμίονος (trag. ad. 239)
<μονώτατος>· μόνος ὤν, ὑπάρχων (2. Chron. 6,30 v. l.)
*<μονότονος>· μόνος ὤν, ὑπάρχων [*μονομάχος AS]
*<μονότροπος>· μόνος στραφείς (Eur. Andr. 281) ASvgn
<μόνουσα>· τὰ λεπτὰ λέπαδνα
†<μονούαλος>· τὸν ἐπὶ τῇ καρδίᾳ τοῦ λέοντος λαμπρὸν ἀστέρα

φασί

[<μονουνουχί>· μονονουχί]
<μονόφαντος>· μόνη ἐν φανερῷ, μόνη φαινομένη
[μονοφθόρους] <μονοφόρους>· ὄνους
<μονόφορβος>· μόνος βοσκόμενος, ἢ βόσκων μόνος (Greg. Naz.

c. 2,1,1,191 ..)

[<μονόχθηρος>· ἐπίμονος. πονηρός]
<μονοψίδης>· μονιός. ἀτιμαγέλως (Com. adesp.)
<μονῳδεῖ>· μονοθρηνεῖ. *<Μονῳδία> λέγεται, ὅτε εἷς μόνος τὴν

ᾠδήν, οὐχ ὁμοῦ ὁ χορός, ᾄδει An

<μόρα>· μέρη τινά. καὶ μέρη τοῦ στρατοῦ, ἢ τάγμα. παρὰ γὰρ

Λακεδαιμονίοις οἵ ποτε λόχοι μόρα αὖθις ὀνομασθέντες

<μοργίας>· γαστριμαργίας, καὶ ἀκρασίας
<μόργιον>· μέτρον γῆς, ὅ ἐστι πλέθρον, καὶ εἶδος ἀμπέλου
<μόργος>· φραγμός, καὶ τὸ ἐπὶ ταῖς ἁμάξαις φράγμα, ἐν ᾧ τὰ

ἄχυρα φέρουσι. καὶ σκύτινον τεῦχος· ἄλλοι τεῦχος βόειον

<μοργυίων>· σπαργάνων
<μοργύλλει>· χρονουλκεῖ
†<μοργᾶται>· παρῶπται
[<μορῆσαι>· μερίσαι. διελεῖν. ἐλθεῖν]
<μορθῆναι>· πειραθῆναι. γενέσθαι
<μορίαι>· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς q
*<μορία>· μερίς r (AS)
<μορίδες>· μάντεις
<μορίες>· μερῖται. κοινωνοί
*<μόριον>· μέρος (Eur. Andr. 541) ASn
[<μόριος>· ἄπληστος]
*<μορίων>· μερισμῶν AS
†<μοριφόν>· σκοτεινόν. μέλαν
<μόρμη>· χαλεπή. ἐκπληκτική
<μορμοί>· φόβοι κενοί
*<μορμολυκεῖα>· τὰ τῶν τραγῳδῶν προσωπεῖα r. ASvg(n)
<μορμολύξασθαι>· ἐκφοβῆσαι
<μορμολύττει>· φοβερίζει
*<μορμολύττεται>· φοβεῖται AS
<μορμόνας>· πλάνητας (s) δαίμονας (Xen. Hell. 4,4,17)
<μόρμορος> καὶ <μορμυραία>· φόβος
[<μορμύνει>· δεινοποιεῖ]
<μορμύρεσκεν>· ἀνεκύκα (μ 238)
<μορμύρει>· ποιὸν ἦχον ἀποτελεῖ, ταράσσει, πλημμυρεῖ, δεινο-

ποιεῖ

*<μορμυρίζει>· ταράττει A, ἠχεῖ
*<μορμύροντα>· τὰ αὐτά (Ε 599) (AS)
*<μορμύρων>· ταράσσων Avgb, ἀφροὺς ἀποβάλλων (Σ 403) n.

κυρίως δὲ λέγεται ἐπὶ ποταμοῦ ῥεῦμα ἔχοντος (Φ 325) Avg

<μορμύρος>· ἰχθῦς r θαλάσσιος
<μορμύσσεσθαι>· ἐμβριμᾶσθαι
<μορνάμενος>· μαχόμενος
*<μορόεντα>· μετὰ πολλοῦ καμάτου πεπονημένα (Ξ 183) (r) (Sn)
<μόροι>· μοῖραι· κόποι, πόνοι. κλῆροι
*<μόροιο>· θανάτου gn
<μόρος>· φόνος. *θάνατος r (ASvgn). φθόρος. πόνος. νόσος.
  • μοῖρα τοῦ βίου (AS)
<μοροπονοῦν>· κακοπαθοῦν
<μόροττον>· ἐκ φλοιοῦ πλέγμα τι, ᾧ ἔτυπτον ἀλλήλους τοῖς

Δημητρίοις

<μορσική>· †ἡ ἰνδική†
<μόρσιμοι>· ἀναγκαῖαι, *εἱμαρμέναι, μεμοιραμέναι (ASvgb). ἢ

ἕτοιμοι εἰς θάνατον (AN)

<μόρτος>· ἄνθρωπος. θνητός (Callim. fr. 167). μέλας, φαιός. οἱ

δὲ <μορτόν> φασι

<μορτάν>· τὴν γινομένην καταβολὴν ἀπὸ τῶν καρπῶν
<μορτοβάτιν>· ἀνθρωποβάτιν ναῦν
<μορφάζειν>· νεύειν
*<μορφή>· ἰδέα, εἶδος r. Ag
†<μορφήεις>· μωμητός
*<μόρφνον>· εἶδος ἀετοῦ (Ω 316) r. Sgn. καὶ <ξανθός>
<μόρφωμα>· μορφή
<μορέα>· ἡ συκάμινος
<Μορφώ>· ἡ Ἀφροδίτη r
*<μόρφωσιν>· σχηματισμόν, εἰκόνα (ep. Rom. 2,20) Av(gn)
<μορφύνει>· καλλωπίζει, κοσμεῖ (Antim.? fr. 162 W.)
†<μοσπνεῦσαι>· ῥινηλατῆσαι
<μοσποί>· θυσίαι
<μόσσυν>· πύργος (Xen. Anab. 5, 4,26)
†<μοσσύνειν>· μασᾶσθαι βραδέως
<μόσσυνες>· ἐπάλξεις. πύργοι (Callim. fr. 43,68 Pf.). καὶ ἔθνος

Σκυθικόν

<μοσσυνικὰ μαζονομεῖα>· Ποντικὰ ὁ Δίδυμος ἤκουεν· οἱ [δὲ]

γὰρ Μοσσύνοικοι ἐν Πόντῳ εἰσί. λέγει δὲ τοὺς ξυλίνους πίνακας (Ar. fr. 417)

<μοσσυνικοί>· ξύλινοι πίνακες μεγάλοι, ὥστε ἐν αὐτοῖς καὶ

ἄλφιτα μάσσειν· ἐν τῷ Πόντῳ δέ εἰσιν ...

<Μόσυχλον>· ὄρος Λήμνου (Antim. fr. 46 W.)
<μοσχανὸς σῖτος>· ὁ ἀπαρχόμενος. καὶ χόρτος ὁ ἤδη καρπὸν

ἔχων

*<μοσχεύματα>· τὰ νεόφυτα (Sap. 4,3?) (ASn)
*<μοσχεύσας>· γεννήσας ASn
<μόσχια>· *ἁπαλὰ φυτά vgn. ἢ κρέα μοσχαρίου. ἢ κρομμύου τὸ

σπέρμα

<μοσχίδια>· μοσχεύματα
<μοσχίνδα>· τὸ ἑξῆς. καὶ ἀνελλιπῶς
<μοσχίναι>· οἱ σκιρτητικοί
<μόσχοι>· οἱ νέοι βλαστοί
<μόσχοισι>· τοῖς νεοφύτοις βλαστήμασιν, ἁπαλοῖς κλαδίσκοις

(Λ 105)

<μόσχος>· νέος λύγος. κλάδος. πτόρθος. καὶ ὁ ἁπαλὸς βοῦς.

Λύγα δέ εἰσι τὰ ἱμαντώδη φυτά

<μότα>· τὰ πληροῦντα τὴν κοίλην τῶν τραυμάτων ῥάκη
[<μοτήσας>· κακοπαθήσας]
<μοττοῖ>· τιτρώσκει. ταράττει
<μοττοφαγία>· θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου τελουμένη
<μοτρογένειον>· σπανίῳ πώγωνι ...
<μοττίας>· ᾧ στρέφουσι τῶν ῥυτήρων τὸν ἄξονα
<μόττυες>· οἱ ἔγλυτοι καὶ παρειμένοι
<μοττωνῆσαι>· τῇ πτέρνῃ τύψαι
<μοτῶσαι>· πληρῶσαι
*<μοτώσει>· ἰάσεται δι' ὀθονίων (Hos. 6,1) vgn
<μουῖαι>· σκώληκες, οἱ γενόμενοι ἐν τοῖς κρέασιν
<Μουκερίναι>· πόλις ἐν Αἰγύπτῳ, ἡ Σάϊς
<μουκηροβαγός>· καρυοκατάκτης
<μουκίζει>· σιγῇ μέμφεται τοῖς χείλεσι
<μουκτηριᾷ>· σκαρδαμύττει
*<μουνάξ>· καταμόνας (θ 371) A
<μόνῳ νόμῳ>· καθάπαξ νόμῳ καθ' ἕν
<μουνόκερω>· τὸν μηκέτι ἔχοντα [τὴν] ἀλκήν, ὡς Ἀρχίλοχος

(fr. 181 Bgk.)

<μουνομήτορι>· ᾗ τῶν ἀδελφῶν μόνῃ μήτηρ <οὐχ> ὑπάρχει
<μουνοπάλαι>· οἱ μόνῃ πάλῃ νικῶντες
<μοῦνος>· μόνος (Β 212)
<μουνοσταλής>· καταμόνας στελλόμενος
*<μούνου>· μόνου (Ι 335) (g)
[<μοραίνει>· παρακόπτει, μαίνεται]
<μοῦσα>· τέχνη. καὶ <σοφοὺς> καὶ <μουσικοὺς> τοὺς τεχνίτας

ἔλεγον

*<μούσαις>· θεαῖς, ταῖς Μούσαις (Eur. Troad. 1245) ASv
<μούσαξ>· ὁ ὑπὸ τοῦ βοαγοῦ τρεφόμενος ...
<μοῦσαι>· ἐρωτικαὶ ᾠδαί. οἱ δὲ αἰνίγματα (Eur. Phoen. 50). καὶ

τέχνας

<μουσίδδει>· λαλεῖ. ὁμιλεῖ
*<μουσικά>· τερπνά, τὰ δι' αὐλῶν καὶ κινύρας, καὶ τὰ ὅμοια

(Sirac. 40,20) ASvg

<μουσικήν>· πᾶσαν τέχνην, οἱ Ἀττικοί
<μουσικός>· ψάλτης. τεχνίτης
<μουσικτάς>· ὁμοίως
<μουσοκερατίδας>· τοὺς τὰ μουσικὰ ἢ μελικὰ μέλη ἄιδοντας·

ἦν δὲ ταῦτα θρηνώδη

<μουσουργός>· ὁ αὐλητής
<μούσχανον>· τὸ βλαστόν
*<μουσοπόλος>· ποιητής (Eur. Alc. 445) AS
†<μοῦρκορ>· μυχός. οἱ αὐτοί
<μουρτάρ>· πιλός
†[<μούρτιβοι>] <μουστῆν> ζ# μό†
†<μούρτιβοι>· θυσίαι
<μούσωνες>· οἱ κορυφαῖοι τῶν μαγείρων. καὶ οἱ τεχνῖται
*<μοχθεῖ>· κακοπαθεῖ ASvgb
*<μοχθηρά>· κακή (Sirac. 27,15 v. l.) AS
<μοχθηρία>· [ἐπίπονος. κακοδαίμων] <κακία> r
<μοχθίζοντες>· κακοπαθοῦντες (Greg. Naz. c. 1,1,8,37) (r. n)
*<μοχθηρός>· ἐπίπονος. πονηρός ASvgn
<μόχθος>· πόνος s. κακοπάθεια
<μοχλεύει>· κινεῖ
<μοχλοί>· κλεῖθρα (r. g)
<μοχοῖ>· ἐντός. Πάφιοι
<μόψος>· κηλὶς ἡ ἐν τοῖς ἱματίοις. Κύπριοι
†<μόων>· μόθων
<μυᾶτε>· σκαρδαμύττετε
<μύαγρος>· ὁ μυοθήρας
*<μυδαλέας>· βεβρεγμένας (Λ 54) ASvgb
*<>μύγματα>· καταξέσματα (Eur. Andr. 827) Avgnphm
<μυδαίνει>· στάζει. σήπει
<μυδαλέον>· δίυγρον (p). διάβροχον (Hes. op. 556) (g). τὸ ἐπί-

δακρυ καὶ κάθυγρον ὄμμα. νοτερόν. ῥυπαρόν

<μύδης>· γέροντος ἀδυναμία p
<μυδῆσαι>· βραχῆναι. παραρυῆναι. σαπῆναι
[<μύδος>· ἄφωνος]
<μυδρίασις>· πάθος τι περὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ πλατυ-

νομένην

<μυδροκτύπος>· χαλκεύς
<μύδρος>· ὁ ἀργὸς σίδηρος. καὶ κραταιὸς λίθος. τίθεται δὲ καὶ

ἐπὶ ἀναισθήτου. *σίδηρος πεπυρακτωμένος r. ASvgn

*<μυδῶντες>· διϋγραίνοντες. σηπόμενοι ASvgn
<μυδῶσι>· [σεσηπημένοις ἢ] σεσημμένοις
[<μύει>· πίπτει. κλίνεται]
<μυελός>· τροφή, ἔδεσμα. *τὸ ἐντὸς τῶν ὀστῶν (Χ 501) r. n
<μυελαυξεῖ τροφῇ>· τῇ τὸν μυελὸν τρεφούσῃ
<μύες>· ὀστρέου τι εἶδος. καὶ οἱ κατοικίδιοι καὶ ἐνάλιοι. καὶ αἱ

πεπυκνωμέναι ἐν ἡμῖν σάρκες

<μύζει>· θηλάζει (hm), λείχει. πιέζει
<μύζη>· †ἀπόπληκτος
<μύζοντος>· μυκτηριζομένου
<μύζουσι>· θηλάζουσιν
[<μυήλα>· σάρξ τις, ἐπαίρουσα τὴν γαστέρα]
*<μύησις>· μυσταγωγία, μυστικὴ γνῶσις ASvgN
<μῦθαρ>· μῦθος
<μύθα>· φωνή. Κύπριοι
<μύθαρχοι>· οἱ προεστῶτες τῶν στάσεων
<μυθεῖσθαι>· λέγειν
*<μυθήσασθαι>· εἰπεῖν (Α 74) n
*<μυθήσομαι>· εἴπω n, ἢ εἴποιμι (Β 488)
a) <μυθητῆρες>· ... b) <<μυθιῆται>·> στασιασταί (Anacr.

fr. 16 Bgk.) (n)

*<μυεῖται>· μυσταγωγεῖται v. διδάσκεται Avg
*<μυθήσασθαι>· διηγήσασθαι (g) διδάξαι
*<μυθολογῶν>· ληρῶν, φλυαρῶν g
<μῦθος>· *λόγος κενός, ψευδής, εἰκονίζων τὴν ἀλήθειαν Avgn.

στάσις (φ 71). ὑπόσχεσις

*<μύησις>· μυσταγωγία p. πεῖρα. μετοχή. [γνῶσις μυστική b
†<μυθίαμμαι>· ῥάθυμαι
†<μύφθει>· σήπεται
<μύθων ῥητῆρα>· ἃ δεῖ λέγειν ὑποδεικνύντα (Ι 443)
*<μύιαι>· αἱ συνεστραμμέναι σάρκες, καὶ διεφθαρμέναι AS
*<μυῖαι καδδῦσαι>· μυῖαι καταδύνουσαι (Τ 25) ASn
*[<μυῖα>· κύνα ἀναιδῆ AS]
<μυῖα χαλκῆ>· λέγεται παιδιά τις, ἣν οἱ παῖδες παίζοντες κατα-

μύουσιν, ἀποτείνοντες τὰς χεῖρας ἄχρι ἄν τινος ἐπιλάβωνται. καλεῖται δὲ καὶ τὸ πτηνὸν οὕτως

*<μυιάων>· μυιῶν (Β 469) A
<μυίνδα>· παιδιά τις S οὕτω καλουμένη ἀπὸ τοῦ συμβαίνοντος·

καταμύων γάρ τις τὸ ἐρωτώμενον ἀποφαίνεται σχεδιάζων, ἕως ἂν ἐπιτύχῃ· ἐὰν <δὲ> ἁμαρτὼν ἀναβλέψῃ, πάλιν καταμύει

<μυών>· ὁ μῦς τῆς χειρός, τοῦ βραχίονος (Π 315?)
<μυῶνες>· μύες. φλέβες. καὶ [αἱ συνεστραμμέναι σάρκες n, καὶ

πεπυκνωμέναι. ἢ βραχίονες (Π 324)

<μυκά>· μύκησις
<Μυκάλη>· ὄρος Καρίας (Β 869)
<Μυκαλησός>· πόλις Βοιωτίας (Β 498) r
<μυκαρίς>· νυκτερίς
<μυκάς>· μυκήσεις
<μυκᾶσθαι>· ὄνοις καὶ καμήλοις ὁμοίως βρύχεσθαι, καὶ βουσί
<Μυκερίνα>· ἡ Μέμφις. Δίδυμος τὴν Σάϊν. ταύτης γὰρ λέγει

Ἡρόδοτος (2,130,1) βασιλεῦσαι Μυκερῖνον

*<μυκηθμός>· βοὴ βοῶν (μ 265) (ASvgn)
<Μυκῆναι>· πόλις ἐν Ἄργει r, ἧς ἐβασίλευσεν Ἀγαμέμνων

(Β 569)

<μύκηρος>· ἀμυγδαλή. τινὲς δὲ μαλακὰ κάρυα
<μύκης>· ἀμανίτης r
<μύκης>· μύκητος καὶ μύκου. δίκλιτον
<μύκης>· τοῦ ξίφους <ὁ> κατὰ τὴν λαβὴν ὁ <κρατητὴς> καλού-

μενος. καὶ περὶ τὴν μύξαν τοῦ λύχνου ἐφιστάμενος. ἢ πῖλος. καὶ δερμάτινον ὑπηρέσιον. καὶ τὸ ἀνδρεῖον μόριον (Archil. fr. 47 Bgk.). καὶ ὁ ἐν ταῖς ἐλαίαις ἐγγινόμενος ἧλος

<μυκητάτη>· μωροτάτη
<μυκήσασθαι>· τοῖς βουσὶν ὁμοίως βοῆσαι
<μυκός>· ἄφωνος, ὡς εἴ τις εἴποι μυσαττόμενος. [<μύκλα>· με-

γάλη·] καὶ οἱ μὲν τὸν κακοήθη καὶ σκολιὸν ἄνθρωπον· οἱ δὲ τὸν ἀλαζόνα

<μύκλαι>· αἱ ἐπὶ τῶν ὄνων γραμμαὶ μέλαιναι, τοῖς τραχήλοις

καὶ ποσὶν ἐγγινόμεναι

<μυκληρόν>· συνεχές. ἀχανές
<μύκλοι>· αἱ περὶ τὰ σκέλη, καὶ <ἐν> ταῖς ποσί, καὶ ἐπὶ νώτου

τῶν ὄνων μέλαιναι γραμμαί. καὶ οἱ λάγνοι, καὶ ὀχευταί

<μύκον>· ἐψόφησαν. ἠνοίγησαν. ἐπετάσθησαν (Ε 749)
<Μυκόνιον>· οἱ Μυκόνιοι διεβεβόηντο ἐπὶ γλισχρότητι. γλίσχρον

οὖν λέγει (Cratin. fr. 328)

<μῦκος>· μιαρός
<μυκτήρ>· τῆς ῥινὸς τὸ τρῆμα
<μυκτηρίζει>· *χλευάζει (r) Avgb. καταγελᾷ (r). ἀπὸ τοῦ

<μύζειν> τοῖς μυκτῆρσι (Prov. 11,12 ..)

<μυκώ>· †καρίς ἀπὸ τοῦ <μυκᾶσθαι> οὕτως εἴρηται
<μυκών>· ἠχήσας
<μύκων>· σωρός. θημών
<μύλαι>· αἱ ἐπιγονατίδες, ἢ *σιαγόνες (Ioe(l 1,6) r. AS
*<μύλακες>· λίθοι μυλώδεις (Μ 161) AS (n)
<μυλακρίδες>· [αἱ †βολακρίαι,] τὰ ζωύφια. ἢ ὄνοι. ἀλετρίδες.

ἢ τὸ ἄκρον τῆς μύλης

<μύλοι>· γόμφιοι ὀδόντες
<μυλαβρίδες>· μυλαβρίς· ἡ μαλακὴ σίλφη· γίνεται δὲ τῇ χροιᾷ

ἔλλευκος, ἀπὸ τῶν μύλων καὶ τῶν ἀλεύρων. ἔνιοι δὲ τὰς τρωξαλλίδας ἐν τοῖς ἀλεύροις εὑρίσκεσθαί φασι. ἢ ἀκρὶς σιτο- φάγος

<Μυλάντειοι θεοί>· ἐπιμύλιοι
<Μύλας>· εἷς τῶν Τελχίνων, ὃς τὰ ἐν Καμείρῳ ἱερὰ Μυλαντείων

ἱδρύσατο

<μυλάσασθαι>· τὸ σῶμα ἢ τὴν κεφαλὴν σμήξασθαι. Κύπριοι
<μύλη>· ἐπιγονατίς, τὸ ὀστέον τὸ ἐπὶ τῷ <γόνατι>. καὶ ἀργυρίου

τάλαντον. καὶ οὕτω λέγεται καὶ *ὁ κάτω τῆς μύλης λίθος· τὸ δὲ ἄνω <ὄνος> ASvgn

<μυληφάτου>· μυλοκλάστου, ἀληλεσμένου, ὑπὸ μύλου ἠφα-

νισμένου. ὅθεν καὶ τὰ φάρμακα <ὀδυνήφατα>, ἀφανεῖς τὰς ὀδύνας ποιοῦντα (β 355)

<Μύλιτταν>· τὴν Οὐρανίαν. Ἀσσύριοι (Hdt. 1, 131,3)
<μύλλει>· πλησιάζει (Theocr. 4,58)
<μύλλα>· χείλη
<μύλλον>· καμπύλον, σκολιόν. κυλλόν. στρεβλόν. καὶ εἶδος

ἰχθύος <μύλλος>. καὶ παροιμία ἐπὶ τῶν ἀκουόντων καὶ ...... <μὴ> προσποιουμένων. ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς οὕτως καλούμενος (Cratin. fr. 89)

*<μύλιος>· μύλων
[<μυμεῖ>· λεῖα]
<μύλιον>· ξύλινόν τι ἐργαλεῖον, καὶ σκεῦος
<μυλοειδές>· στρογγύλον. τραχύ (Η 270)
<Μυλόεις>· ποταμὸς Ἀρκαδίας
<μύλος>· σάρξ, ἣν αἱ κυοφοροῦσαι ἀντ' ἐμβρύων φέρουσιν
*[<>μυλώτατον>· προσηνές (Eur. Rhes. 498) AS]
<μῦμα>· θριδάκων τρῖμμα, καὶ ὑπόχυμά τι
<μῦμαρ>· αἶσχος. φόβος. ψόγος
<μυμαρίζει>· γελοιάζει
<μυνδαρός>· σιωπηλός
<μῦν δ' ἀλεύσας>· περιφυγών. ἢ εὐλαβήσας
<μύνδος>· ἄφωνος. καὶ πόλις Ἀσίας r. ἢ ἐνεός (Soph. fr. 968)
<μύνῃσι>· προφάσεσιν, ἐπεγκειμένου τοῦ <ν>, ἀπὸ τοῦ μύειν τὰ

ὄμματα τοὺς προφασιζομένους· εἶναι γὰρ μύησιν ἀπὸ τοῦ μύειν. ἐξ οὗ καὶ <ἀμύμονες> οἱ ἄμεμπτοι (φ 111)

<μυννακωθείς>· †Μυοναίων τὸν σκυτοτόμον· ἀφ' οὗ καὶ τὸ

ὑποδήσασθαι

*†<μυντιζόμενος>· μυωπάζων. παρακαμμύων Avg
*<μυωξίαι>· οἱ τῶν μυῶν χηραμοί (Greg. Naz. ep. 4 p. 25 A

Migne) (vg)

<μύξα>· ἡ ἐν τοῖς μυκτῆρσι, καὶ ἡ κόρυζα. καὶ αἱ ῥῖνες, καὶ οἱ

μυκτῆρες αὐτοί. καὶ οἱ ῥώθωνες

<μυοδρέπανον>· εἶδος λίθου εὐτελοῦς
[<μυόμενος>· τελούμενος]
<μυόσωτον>· πόα, ἐμφερὴς μυὸς ὠσί
*<μυούμενος>· τελούμενος, μυσταγωγούμενος (Clem. Al. protr.

14,2) ASvgn

<μυοφόνον>· πόα, ἣ καὶ ἀκόνιτον
<μυόχοδος>· οὐδενὸς ἄξιος (Men. fr. 363 Koe.)
<μυρ<α>ιδεῖ>· θρηνῳδεῖ
<μύραινα>· ἐπὶ [τοῦ] κακοῦ ἐλέγετο, ὡς ἔχιδνα
<μύραινος>· ἡ μύραινα, ἀρσενικῶς. ἄλλοι δὲ <μύρον> αὐτὸν

καλοῦσιν. ἔστι δὲ καὶ ἄῤῥην

<μύργμα>· ψῆγμα
<μύρειν>· ῥεῖν [ὕδωρ.] κλαίειν, θρηνεῖν. ἠχεῖν. ὀλοφύρεσθαι.

καὶ <ἁλιμυρηέντων>, πρὸς τῇ θαλάσσῃ ἐχόντων ... (Φ 190)

<μυρεψός>· ὁ τὰ μύρα r. καὶ τὰ θυμιάματα [σκευάζων (Sir.

38,7) (r)

<μυρῆεν>· λυπρόν, [θρηνῶδες r
*<μυρία>· πολλά (Α 2) Avgb
*<μυριάκις>· μυριοντάκις A
<Μυρῖκαι>· χωρίον ἱερὸν Ἀφροδίτης ἐν Κύπρῳ
<μυρικᾶς>· ἄφωνος, ἐν ἑαυτῷ ἔχων ὃ μέλλει πράττειν
<μυρίκη>· εἶδος δένδρου, ὀνομασθὲν ἀπὸ τοῦ μύρεσθαι τὴν εἰς

αὐτὸ μεταβαλοῦσαν κατὰ τοὺς μύθους, [τὴν] Κινύρου θυγατέρα

<μυρίκη>· δυσώδης
*<μυρικίνῳ>· ἀπὸ μυρίκης. ἀγρίου δένδρου (Ζ 39) Ab
<Μύρινα>· ἡρωΐς, παρὰ Ἰλιεῦσι (Β 814)
*<μυρ(ρ)ίνη>· μυρσίνη· ὁ δὲ καρπὸς αὐτῆς <μύρτα> ASvg
<μυρίον>· πολὺ τῷ πλήθει (Σ 88)
<μύρκος>· ὁ καθόλου μὴ δυνάμενος λαλεῖν. Συρακούσιοι. ἐνεός.

ἄφωνος

†<μυρμεαί>· νύσσειν†
<μύρμηκας>· ἔξω τοῦ ζῴου καὶ οἱ πυκτικοὶ ἱμάντες. καὶ τῶν

θαλασσίων πετρῶν εἶδος. καὶ ζῷα ὑπόπτερα, ὡς κύνες τὸ μέγεθος

<μυρμηκιά>· τάσσεται δὲ καὶ ἐπὶ διδασκαλείου καὶ συμφοιτήσεως.

ἦν δὲ καὶ λόγος, ὡς ὁ πτύσας εἰς μυρμηκιὰν οἰδεῖ τὰ χείλη, ὡς ὁ Δεινολόχος (fr. 12 K.)

<Μύρμηκος ἀτραπούς>· Ἀθήνησιν ἐν Σκαμβωνιδῶν ἔστι

Μύρμηκος ἀτραπός, ἀπὸ ἥρωος Μύρμηκος ὀνομαζομένη (Ar. Thesm. 100)

<Μυρμήκων ὁδοί>· Ἀθήνησι τόπος. καὶ αἱ μονόκωλοι τρίβοι.

ἀπὸ τῆς τοῦ ζῴου ὁμοιότητος κατὰ τὴν ὁδὸν γινομένου

<μυρμηδόνες>· οἱ μύρμηκες ὑπὸ Δωριέων
<μυρμηκιών>· ξυνοικία τῶν μυρμήκων
<μυρμηκιῶν>· ὁ ἥλους ἔχων ἐν ταῖς πτέρναις. ἄλλα δέ ἐστι τὰ

ἐξανθήματα, καὶ τὰ οἰδήματα, τὰ περὶ τὸ σῶμα γινόμενα (Levit. 22,22)

<μύρμοι>· μύρμηκες (Callim. fr. 753)
<μύρμος>· φόβος
*<μυρομένη>· ὀδυρομένη (Ζ 373) ASgn
<μυρμύρων>· ταράσσων. τάσσεται δὲ ἐπὶ ποταμῶν ἐχόντων

ῥεύματα

<μύροντο>· ἐβρέχοντο
<μύρος>· ἰχθῦς ποιός. καὶ ἡ ἄῤῥεν μύραινα
<μυῤῥίνης κλάδος, ἢ δάφνης>· παρὰ πότον μυῤῥίνης <κλά-

δον> ἦν σύνηθες διδόναι τοῖς κατακειμένοις ἐκ διαδοχῆς ὑπὲρ τοῦ ᾆσαι, ἀντὶ τοῦ βαρβίτου

<μυῤῥίνην>· ἔνιοι μὲν οἶνον <μυῤῥίνην> καλοῦσιν· οἱ δὲ πότον

ἐσκευασμένον· οἱ δὲ πόσιν φασίν, ᾗ ἐπεχεῖτο μύρον (Posid. fr. 34)

<μύῤῥινος>· ἐπειδὴ μύῤῥινον στέφανον περιετίθεντο. καὶ αὐτὴν

τὴν μυῤῥίνην ἀρσενικῶς <μύῤῥινον> ἔλεγον

<μυῤῥινῶν>· ὃ δηλοῖ <τὸν> ἐπί τινα ἀρχὴν παρασκευαζόμενον.

οὕτως δέ, ἔοικεν, ἐσχηματίσθη διὰ τὸ τοὺς ἄρχοντας ταῖς μυῤῥίναις στέφεσθαι

<Μύρσινος> καὶ <Μύρσιον>· πόλεις (Β 616)
<μύρσος>· κόφινος ὦτα ἔχων, ὃς καὶ <ἄῤῥιχος> (Callim. fr. 756)
*<μύρτα>· καρπὸς μυρσίνης ASvgbs
<μυρταλίς>· ἡ ὀξυμυῤῥίνη, ὡς Λάκωνες
<μυρτίνη>· εἶδος ἐλαίας
<μυρτία, μυρτίνη>, καὶ <μυρτίς>· <εἴδη ἀπίων>
<μυρτίλωψ>· ζῷόν τι
<μύρτος>· ἡ μυῤῥίνη. καὶ τὸ γυναικεῖον αἰδοῖον· οἱ δὲ τὸ σχίσμα

τῆς γυναικός

<Μυρωνεία>· κρήνη ἐν τῇ Ἀττικῇ
[<μυρῶν>· νύσσων]
<μυσά>· μιαρά, μεμιασμένα, μυσαρά
<μῦσαι>· *καμμῦσαι r. g. ἢ τὸ ὑπ' ἀνάγκης <ὑπομεῖναι>. Ἀττικοί

[ἢ μιᾶναι]

<μύσαν>· ἐκλείσθησαν (Ω 637)
<μυσάλμαι>· πολὺ πεινῶντες καὶ <ὁτιοῦν> ἐσθίοντες
*<μύσας>· καμμύσας (Eur. Med. 1183) ASgn
<μυσαράν>· ῥυπαράν, [ἀκάθαρτον (r)
<μυσάξει>· μιανεῖ
<μυσάττεται>· δυσχεραίνει
*<μυσαττόμενος>· σικχαινόμενος S. βδελυττόμενος Svgn. ἀπο-

στρεφόμενος S

<μυσαχνή>· μισητή. ἀκάθαρτος
<μυσαχνόν>· μεμολυσμένον. καὶ τὰ ὅμοια
<μυσαχρόν>· μυσαρόν, μυσαχθές
[<>μύσειεν>· ἐκπορθηθείη] (Δ 290)
<μύση>· μιάσματα r. ῥυπάσματα
<Μύσης>· κώμη Ἀργείας
<μυσιᾶν>· ἀναπνεῖν, ἢ συνουσιάζοντα πνευστιᾶν. οἱ δὲ εὐτροφιᾶν
<μυσημίεκτον>· τοῦ ἡμιέκτου τὸ ἥμισυ. οὐ καλῶς δὲ νομισμάτιον

μικρόν

<μυσίκαρφι>· Κρατῖνος ἐν Ὥραις (fr. 267). οἱ μὲν ἀνέγνωσαν

ὡς ἀκονιτί, καί φασιν, ὅτι τὸ μεμυκότως καὶ ξηρῶς παίζειν οὕτω λέγουσιν· ἢ ὡς ὀνομαζομένου τινὸς οὕτω ὡς μηδὲν ἀφ' ἑαυτοῦ γλαφυρὸν σκώπτοντος, ἀλλ' ἐπιγελῶντος [τε] ἀηδῶς· ὄνομα γάρ ἐστι Μυσίκαρφος, οὗ μνημονεύει καὶ Ἀπολλοφάνης ὁ κωμικός (fr. 8). ὥς τινες δὲ τὸν †ἀρχιμάχον

<μυσίνη>· ὁ κατοικίδιος πυλών
<Μυσιῶν>· σιλλαίνων
<Μυσίων Ὀλυμπίων>· ἐπεὶ πλείους εἰσὶν Ὄλυμποι Μακεδονίας

καὶ Θετταλίας· ἔνιοι δὲ δεκατέσσαρας ἠρίθμησαν

<μυσκελένδρα>· ἃ ἡμεῖς <μυόχοδα>
<μύσκλοι>· σκολιοί. καὶ οἱ πυθμένες τῶν ξηρῶν σύκων
<μύσκος>· μίασμα. κῆδος
<μῦς λευκός>· ἐπὶ τῶν θηλυδριῶν ... κατωφερῶν (Philem. fr.

126)

<Μυσοί>· ἔθνος βαρβαρικόν (Β 858 ..)
<μυσόν>· τὴν ὀξύην. Μυσοί
*<μύσος>· μίασμα g. βδελυγμός vg. ἀποστροφή (2. Macc. 6,25)
<μυσπαλεύματα>· τὰ κατάλοιπα τῶν ἀλουμένων
†<μύσπαν>· μύξαν. οἱ δὲ τὸ μυὸς τρόπον ἀναστρέφεσθαι
†<μυσπίην>· μυχοισμόν. μύσαγμα
<μῦς πίττης γεύεται>· παροιμία ἐπὶ τῶν νεωστὶ πραττόντων

κακῶς. τινὲς δέ, <ὡς μῦς ἐν πίσσῃ>

<μυσπολεῖ>· ὡς μῦς περιπολεῖ (Ar. Vesp. 140) r
<μυσπάγα>· μυάγρα, παγίς
†<μύσεις>· κάρφεται
<μυσσωτεύματα>· ἀρτύματα
<μυσσοτρίβον>· ἀλετρίβανον
*<μύστα>· μυστηρίων μεταλαβών AS
*<μυσταγωγεῖ>· <εἰς> μυστήριον ἄγει Avg
*<μυσταγωγός>· ἱερεὺς ASvg ὁ τοὺς μύστας ἄγων
[<μυσταπάγη>· παγὶς μυῶν]
<μύσταξ>· αἱ ἐπὶ τῷ ἄνω χείλει τρίχες
*<μύστας>· μυστήρια εἰδότας (Sap. 12,5) Av
<μυστέα>· παιδιά τις ἐπιτελουμένη ... καταλύοντα τοὺς ἐξάρχον-

τας

<μυστιλᾶσθαι>· τὸ ἐκροφῆσαι τὸν ζωμὸν τοῖς ψωμίοις
<μυστάδης>· εἶδός τι ..., καὶ φατρία μάντεων
<μυστίλη>· ὁ κοῖλος ψωμός. ψιχίον. δρὰξ χειρός
<μύστης>· τελούμενος. σιωπηλός. *τὰ μυστήρια μαθών. μεμυη-

μένος A

<μυστικόν>· λεπρόν, ἢ λεπτόν
*<μυστικῶς>· πνευματικῶς (3. Macc. 3,10) AS
[<μυστείλει>· τέμνει]
<μύστιξ>· ἅμα τῷ σκότει
*<μύστις>· μεμυημένη (Sap. 8,4) A
<μυσφόνον>· παγίς
<μύσχαι>· αἱ μυχαί
<μύσχλης>· μύλος
†<μυσσωτά>· γελοῖα
<μύσχης>· εὖρος. ὡς Ἀμφίλοχος
<μύσχον>· τὸ ἀνδρεῖον καὶ γυναικεῖον μόριον
<μυσσοτόν>· πάθος περὶ τὴν ὄψιν
<μυτικίζειν>· κολάζειν
<μύτις>· ἰχθῦς θήλεια, ἥτις ἄνευ ἄῤῥενος οὐ νέμεται. καὶ ὁ ἐνεός.

καὶ ὁ μὴ λαλῶν. καὶ ὁ πρὸς τὰ ἀφροδίσια ἐκλελυμένος

<μύτιλον>· ἔσχατον (Callim. fr. 691?)· ἀφ' οὗ καὶ τὸν νεώτατον.

οἱ δὲ καὶ τὸ ἀποβαῖνον. καὶ ὁ νήπιος. καὶ ὁ νέος

†<μυττάλυτα>· μεγάλου ...
<μύττακες>· μύκαι. Σικελοί. †Ἴωνες πώγωνα
<μυττάξασα>· στενάξασα
<μύττηξ>· ὄρνις ποιός
<μυττικάζειν>· στένειν
<μυττιδανός>· ἀπόπληκτος
<μυττίς>· τὸ μέλαν τῆς σηπίας, ὅπερ ἐν τῷ στόματι ἔχουσα

ἐ(κ) κρίνει

<μυττός>· ἐννεός. καὶ τὸ γυναικεῖον
<μυττωτεύσομεν>· συγκόψομεν. ἀπὸ δὲ τοῦ <μυττωτοῦ> μετε-

νήνεκται. κυρίως δὲ λέγεται τὸ διὰ σκορόδων τρῖμμά τι, ἐξ ἀρτυμάτων πολλῶν συντιθέμενον (Ar. Vesp. 63)

<μυττωτόν>· ὑπότριμμά τι διὰ σκορόδων (Ar. Pac. 273)
*<μυχθίζουσι>· μυκτηρίζουσι gn, χλευάζουσι (Greg. Naz. c. 2, 1,

1,548) g

<μυχθισμός>· στεναγμός (Eur. Rhes. 789) r
<μυχλός>· σκολιός. ὀχευτής, λάγνης, μοιχός, ἀκρατής. Φωκεῖς δὲ

καὶ ὄνους τοὺς ἐπὶ ὀχείαν πεμπομένους

*<μυσταγωγηθείς>· διὰ μυστηρίων ἀναχθείς Avg
*<μύστης>· ὁ εἰσηγητής vg
<μυχμός>· ἰδίωμα ἤχου (ω 416?)
<μυχοί>· αἱ καταδύσεις, *οἱ ἐνδότατοι καὶ ἀπόκρυφοι τόποι

ASvg. λιμένες. κοιλότητες. ἔσχατα. καὶ τὰ ποιήματα. ἢ τὰ ἐσώτερα μέρη

*<μυχοῖσιν>· ἐνδοτάτοις <τόποις>. ἀποκρύφοις g
<μύω>· καμμύω p
*<μυωξία>· ὑβριστικὸς λόγος ASvgn. εἰσὶ δὲ καί τινα εἴδη, ὡς

σῦκα βιβρωσκόμενα, <μυωξάρια> AS

*<μυωπάζων>· ὀφθαλμιῶν (2. Petr. 1,9) ASvgn
<μυώπη>· ῥάμνος
<μυωξίαι>· τρῶγλαι
*<μυωπιζόμενος>· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων Avgn
<μυωτός>· εἶδός τι χιτῶνος
<μύωψ>· * μυῖά τις, ἐρεθίζουσα τὰς βοῦς r. ASvg καὶ πᾶν ζῷον

ἐλαύνουσα· <οἶστρος> μόνον βοῦν

<μῶἁ>· ᾠδὴ ποιά (Ar. Lys. 1249. 1298)
†<μητεῖς>· καλεῖς. βούλει
<Μωαβ λέβης τῆς ἐλπίδος>· ὅλων ἐθνῶν τὸ σύστημα διὰ

τῆς τοῦ Μωαβ προσηγορίας αἰνίττεται. θυσία ἀληθινή, τῷ πυρὶ τοῦ θείου πνεύματος θερμαινομένη (Ps. 59,10)

[<μώδα>· ἄλφιτα σίτου]
<μῶδιξ>· φλέψ r. φλυκτίς
<>μῳδεῖ>· λαλεῖ. ᾄδει
<μόδιον>· εἶδός τι σπυρίδος
<μωδύει>· θάλπει. μωραίνει. ἐκλύει
[<μώδυξ>· ἀπαίδευτος]
*<μωκᾶται>· χλευάζει r. AS
*<μωκός>· μωρός. χλευαστής Sg, σκώπτης (Sirac. 33,6) gp
*<μωκωμένης>· χλευαζομένης ASv. καὶ τὰ ὅμοια (Greg. Naz.

c. 2,2, 8,18)

<μῶλαξ>· εἶδος οἴνου. οἱ δὲ τὸ ἐν τοῖς ὁρκίοις σπενδόμενον, ἀπὸ

τοῦ Τμώλου. ὥς τινες Λυδοὶ τὸν οἶνον

<μωλεῖ>· μάχεται (r). καὶ <ἀντιμωλία> δίκη, εἰς ἣν οἱ ἀντίδικοι

παραγίνονται

<μωλήσεται>· μαχήσεται. πικρανθήσεται
<Μωλύχιον>· ἔνθα Λυκοῦργος <τὸν> Κορυνήτην ἀνεῖλε τόπος
<μῶλον Ἄρηος>· πόλεμος, θόρυβος n, μάχη (Β 401 ..)
<μῶλος>· ὁ ἐνχρονισμὸς τῆς μάχης. *πόλεμος r. gn
<μῶλυ>· φυτοῦ εἶδος ἀλεξιφάρμακον, *ἢ βοτάνης g. ἀντιπάθιον

ASghm. οἱ δὲ τὸν λόγον, δι' οὗ τὰ πάντα μωλύεται, ὅ ἐστι πραΰνεται (κ 305)

[<μωτάπει>· ἰάσεται]
<μώλυγερ>· τὰ ἄνοζα ξύλα
<μωλύεται>· γηράσκει
[<μολύκνον>· μεμολυσμένον]
<μώλυκα>· τὸν ἀπαίδευτον. Ζακύνθιοι. <μῶλυξ>
<μωλυτική>· φοβερά
<μωλυρόν>· νωθρόν r. βραδύ
<μῶλυς>· ὁ ἀμαθής. Σοφοκλῆς δὲ Φαίδρᾳ· <μεμωλυσμένη>· παρει-

μένη (fr. 631)

*<μωλύτερον>· ἀμβλύτερον r. q. ASbp
*<μώλωψ>· ὁ ἐκ τῆς πληγῆς αἱματώδης τύπος g. ἔναιμον ἄλγος

ASn θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαν- τος (Gen. 4,23 ..)

<μῶμαρ>· μέμψις. ὄνειδος, αἶσχος
*<μωμᾶται>· ψέγει, μέμφεται, σκώπτει ASg
<μώμεθα>· ζητοῦμεν
<μωμήματα>· ψέγματα (Sirac. 31,18 v. l.)
*<μωμησαμένους>· μεμψαμένους (Sap. 10,14) (S)
*<μωμήσεται>· ψέξει vg. μέμψεται (Prov. 9,7) Avg
<μωμήσονται>· μέμψονται (Γ 412)
*<μωμητά>· ψεκτά r. ASvgn. κατεγνωσμένα (Deut. 32,5) vg
*<μῶμος>· ψόγος (Sir. 20,24 ..) vgnps (A)
[<μωμφαί>· μέμψεις]
<μῶν>· μὴ <οὖν>. οὐ δή. *ἆρα r. ASgn
*<μῶν ἐστί>· ἆρ' ἐστί ASvgbp
<μωνιή>· ὀλιγωρία
<μωνιόν>· μάταιον, ἀχρεῖον
<μῶνυξ>· ὁ μίαν ὁπλὴν ἔχων, *μονώνυχος (Ε 236 ..) (Avgn)
<μώνυχα>· ἁπλῆν καὶ <μὴ> διεστῶσαν
[<μῶρα>· συκάμινα]
<μωραίνει>· ἀφραίνει, παρακόπτει, μαίνεται
<μωρίαι>· ἁμαρτίαι
<μωρίαι>· ἵπποι καὶ βοῦς ὑπὸ Ἀρκάδων
<Μωριεῖς>· οἱ τῶν Ἰνδῶν βασιλεῖς (Euphor. fr. 168 Pow.)
<μώριον>· πόα τις, ᾗ πρὸς φίλτρα χρῶνται r
<μωρός>· ἄφρων, μάταιος
<μωρόν>· ὀξύ. μάταιον. ἀμβλύ. βαρύ. δεινόν. νωθρόν. ὑλακτικόν.

δηλοῖ δὲ καὶ τὸ πεπονηκὸς περί τι. καὶ ἠλίθιον hm

[<μώρτα>· σῖτος r]
<μωρωσός>· ὁ τὴν διάνοιαν παντελῶς πεπληγώς
<μῶσο>· ζήτει ([Epich.] fr. 288)
<μῶται>· ζητεῖ. τεχνάζεται
<μωύς>· ἡ γῆ. Λυδοί
<μῶυ>· τὸ ὕδωρ rp <παρ' Αἰγυπτίοις> r
<μώχεται>· φθονεῖ
*<μώψ>· ὁ μὴ ὀξυδορκῶν, καθαροὺς δὲ ἔχων τοὺς ὀφθαλμούς v