Γλώσσαι/Ι

Από Βικιθήκη
Γλώσσαι
Συγγραφέας:
Ι


<ια>
*μία ASgn, καὶ μόνη S, καὶ αὕτη ASg. καὶ φωνή (Eur. Rhes. 553) p, καὶ βοή. καὶ τὰ ἄνθη τὰ πορφυροειδῆ. *ἢ [βέλη ASvgn
<Ἱά>
δασυνόμενον τὸ ἄλφα, καὶ ὀξυνόμενον τὸν θεὸν σημαίνει καθ' Ἑβραίους
<Ἰάκωβος>
πτερνιστής. πόνος. καὶ Ἰωάννης καὶ Ἰάκωβος Βοα- νεργὲς ἐκαλοῦντο, ὅ ἐστιν υἱοὶ βροντῆς
<Ἰακάρ>
ὁ κύων ἀστήρ
[<ἰάγχετον>
στεφάνωμα]
[<ἰάδει>
καθεύδει]
[<ἰάδος>
στρεβλός]
<ἴα>
εἶδος [ἄνθος] βοτάνης
*[ι] <ἄειρε>
πρόσφερε (Ζ 264) ASgp
†<ιάζετο>
ἵδρυτο
<Ἰαζήρ>
ἰσχύς
†<ἰακλητί>
πλευρά
<ἰαθενεῖ>
διαπορεῖ ἐπί τινι κακῷ. Κῷοι
<ἴαθος>
πρόθυμος
<ἰαθμός>
κοίτη. ὕπνος. καὶ ὅπου τὰ κτήνη κοιμᾶται. καὶ αὐλή. οἱ δὲ <ἰαυθμός>
<ἰαίνεσθαι>
διαχεῖσθαι
<ἰαίνεται>
χολοῦται, πικραίνεται. παρὰ τὸν <ἰόν>. Φρύνιχος Αἰγυπτίοις (fr. 1)
*<ἰαίνομαι>
εὐφραίνομαι (τ 537) m (p)
<>ιαιφόνος>
μιαιφόνος (Ε 844)
*†<ἰακαῖς>
βοαῖς (Eur. Tro. 337 ..) AS
<ἰάκχα>
στεφάνωμα εὐῶδες ἐν Σικυῶνι
<ἰακχάζει>
φυλλολογεῖ. καταβοᾷ
<Ἴακχον>
τὸν Διόνυσον ASn .. ἢ μίαν ἡμέραν τῶν μυστηρίων, ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. καὶ ἡ ᾠδή, ἣν οἱ μεμυημένοι ᾄδουσι· καὶ ἥρως, <οὗ> καὶ ναὸς ἐν τῇ Ἀττικῇ καὶ ἄγαλμα. τινὲς δὲ καὶ αὐτὸν τὸν Διόνυσον οὕτως ἔλεγον
<ἰᾶλαι>
εὑρεῖν, ἐντυχεῖν, [πέμψαι r
†<ἰάλασι>
δεσμοῖς (Ν 572)
<ἰαλεμίζειν>
θρηνεῖν (r)
<ἰάλεμοι>
θρῆνοι. ὀρφανοί, στερόμενοι. *[θρηνητικοί (ASn). ἄνανδροι (ASvgn). δυστυχεῖς
*<Ἰάλεμος>
υἱὸς Καλλιόπης. καὶ ὁ κακοδαίμων. καὶ ὁ καλός καὶ ὁ στερόμενος καὶ ὀρφανός. ἔνιοι δὲ οὐδενὸς ἄξιος Σ [καὶ ἰάλεμος χρόα. οἱ δὲ οὐδενὸς ἀξία]
*<ἰαλεμώδη>
ψυχρά, οὐδενὸς ἄξια p. Σ. καὶ παροιμία· ψυχρότε- ρος καὶ οἰκτρότερος Ἰαλέμου
*<ἰαλέμων>
θρήνων. δυστήνων gn, ἀθλίων (Eur. Or. 1390)
†<ἰαλία>
φωνή. Κρῆτες
<ἰάλιον>
ἐρέβινθον. ἢ τὴν θάλασσαν. Κρῆτες
<ἰαλλίς>
χιὼν ἐθνικῶς
*<ἴαλλε>
προὔπεμπε (ο 475) Sn
<ἰάλλει>
παρέχει. ἐκτείνει. πέμπει. ἐπιβάλλει. εὑρίσκει. δίδει
<ἰάλλοις>
ἐμβάλλοις. πέμποις (Greg. Naz. c. 2, 1, 54,14)
*<ἴαλλον>
ἔπεμπον ASn. ἔκτεινον S ἐξέτεινον (Ι 91) Sn
†<ἰάλοι>
θάλαμοι
<Ἰαλύσια>
τὰ ἐν Ἰαλυσῷ νομίσματα
*<ἰάλλω>
προπέμπω r .. ASvg (n)
<ἴαμα>
θεραπεία r. ASg
<ἰαμβαυλεῖν>
τὸ δι' αὐλοῦ παριαμβίζειν ἅμα τῇ κιθάρᾳ καὶ ᾠδῇ
<Ἰάμβη>
γυνή τις, ἐφ' ᾗ ἡ Δημήτηρ ἐγέλασε πενθοῦσα. ἀφ' ἧς ἰαμβίζειν
<ἰαμβίζειν>
τὸ λοιδορεῖν, κακολογεῖν· ἀπὸ Ἰάμβης τῆς λοιδόρου
<ἰαμβύλος>
λοιδορητικός
<ἰαμβίς>
Αἰσχύλος Θεωροῖς (fr. 81). τοῖς κιθαρί- ζουσιν ὁ αὐλὸς συνῄει· καὶ αἱ τοιαῦται κιθαρίσεις ἐλέγοντο <παριαμβίδες> (Epich. fr. 109)
<ἴαμβοι>
ῥυθμοί τινες, καὶ μέλη, καὶ δάκτυλοι ..., καὶ *[στίχοι. εἶδος ποιήματος ASn
†*<Ἴαμβρος>
ὄνομα πόλεως περὶ Τροίαν AS
<ἰαμβῦκαι>
ὄργανα μουσικά <τρίγωνα> ἐν οἷς τοὺς ἰάμβους ᾖδον (r.) p. ἡ δὲ σαμβύκη ἕτερον ὀψὲ εὑρημένον
†<ἰάμει>
ἐβόα
<ἰαμεναί>
οἱ ὑλώδεις καὶ ἔνυδροι τόποι, καὶ πόαν ἔχοντες· ἀπὸ τοῦ ἀνιέναι τὴν ὕλην. τενάγη, τέλματα
<ἰαμενάς>
τὰς ποώδεις ...
<ἰαμενῇ>
καθύδρῳ τόπῳ (Δ 483)
<ἴαμνοι>
θάμνοι. κοῖται. νομοί
<ἱανά>
τὰ βαλλόμενα· ἀπὸ τοῦ <ἱέναι>
*<ἰάνθη>
ἐχάρη. διεχύθη. ηὐφράνθη (Ο 103) Avgm
*<ἰάνθην> S, <ἰάνθης>
An τὰ αὐτά (Ψ 47 ..)
<ἴανθον>
ἄνθος r, καὶ χρῶμά τι πορφυροειδές
<Ἴαινα>
ἐν μὲν Αἰχμαλώτισι Σοφοκλέους (fr. 53) ἀπέδοσαν Ἑλληνική, ἐπεὶ Ἰᾶνας τοὺς Ἕλληνας λέγουσιν· ἐν δὲ Τριπτο- λέμῳ (fr. 560) ἐπὶ γυναικός, ὡς καὶ ἐν Ποιμέσι (fr. 476), τινὲς δὲ τὴν Ἑλένην. ἐπιεικῶς δὲ οἱ βάρβαροι τοὺς Ἕλληνας Ἴωνας λέγουσι †μεν καὶ ἐν Τρωΐλῳ (fr. 574) βάρβαρον θρήνημα τὸ ιαι. ἢ ὄνομα γυναικός
<ἰανοκρήδεμνος>
ἰοῖς ὅμοιον τὸ ἐπικράνισμα ...
<ἰανόκροκα>
λεπτά (p)
<ἰανόν>
<λεπτὸν> ἱμάτιον r
<Ἰαξάρτης>
ὁ Τάναϊς ποταμός p. ἔστι δὲ τῆς Σκυθίας, ἐμπίπτων εἰς Μαιῶτιν λίμνην
<Ἰάονες>
Ἀθηναῖοι. οἱ Ἴωνες r. n, ἀπὸ Ἴωνος, καὶ οἱ ἄποικοι αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτούς [Ἕλληνας] (Ν 685)
<Ἰαπετός>
ἐπὶ διασυρμῷ, πρεσβύτερος, ἀρχηγός (Ar. Nubb. 998)
<ἰάπτειν>
σπαράσσειν, [αἰκίζεσθαι S †βοᾶν. βλάπτειν
*<ἰάπτεις>
βλάπτεις AS
*<ἰᾶπυξ>
ἄνεμος ἐλαφρός r. ASvgnps
<ἶαρ>
αἷμα. ἢ μοῖρα
<Ἰάκωβος Ἀλφαίου>, ὁ καὶ Θαδδαῖος, καὶ Λευὶ παρὰ τῷ Μάρκῳ (2,14) παρὰ δὲ τῷ Ματθαίῳ Λεβαῖος (10,3) παρὰ δὲ Λουκᾷ (6,16) Ἰούδας Ἰακώβου
<Ἰασούβ>
ἐπιστρέφων
<ἱάραξ>
ἰχθὺς ποιός, Δωρικώτερον· διὰ τὸ ἐοικέναι τῷ πτηνῷ. καὶ λύχνος ὁ πρὸς τὰ ἱερά
<Ἰάρδανος>
ποταμὸς ἐν Πελοποννήσῳ, ἢ Ἀρκαδίας, ἢ Ἠλείας, .. παραῤῥέει τὴν Πυλίων χώραν (Η 135)
<ἱαρεῖον>
πρόβατον. βοῦς
<ἱαριγμόν>
χαράν. καὶ θροῦν. Κρῆτες
[<ἰαροπότης>
αἱμοπότης]
<ἰαροχρείαν>
τὴν ὀσφῦν. Ἰταλοί
<ἰαροχρής>
καθαρός. θύσιμος
†<ἰαρπάλαμος>
ἀκρόχειρος
<ἱάρωμα>
κοσμάριον παιδικόν. μηνίσκοι, καὶ τὰ τοιαῦτα
†<ἰάσθων>
ἀφελόμενος
<ἰάσιμα>
δυνατὰ ...
<ἴασιν>
[ἴσασιν] οἴχονται (Π 160)
<ἴασις>
θεραπεία r. [γνῶσις]
<ἰάσκειν>
ἄγειν
<Ἴασον Ἄργος>
ἡ Πελοπόννησος· ἀπὸ Ἰάσου βασιλέως. καὶ ἡ Ἀχαΐα (σ 246)
<ἰάσπιδος>
εἶδος λίθου <ἡ> ἴασπις r
<ἰασσεῖν>
θυμοῦσθαι. δάκνειν
<Ἰαστί>
Ἑλληνιστί r. p
<Ἰασώ>
παρὰ τὸ <ἰᾶσθαι>· φησὶ δὲ Ἀριστοφάνης καὶ [Ἀμφιαράου θυγατέρα r εἶναι Ἰασώ (fr. 21)
<ἰατυῖ>
θεραπείαι
<ἰατταταιάξ> <καὶ <ἰατταταῖ>>
φεῦ r
<ἰᾶται>
θεραπεύει (Lev. 14,3) r
<ἴατρα>
μισθοὶ θεραπείας
<ἰατροί>
νύμφαι τινὲς καλοῦνται περὶ Ἠλείαν καὶ θεραπεύοντες
<Ἰατρός>
θεραπευτής. ἢ ἐφαπτίς, ἢ ἥρως Ἀθήνησιν ἀρχαῖος. καὶ ὁ Ἀπόλλων
*<ἰαύει>
κοιμᾶται (Eur. Rhes. 740) Avgn
<ἰαυθμοί>
ὅπου τὰ κτήνη αὐλίζεται. καὶ κοίτη. καὶ ὕπνος
<ἰαύειν>
ἀναστρέφεσθαι. κοιμᾶσθαι. διατρίβειν. νυκτερεύειν (Τ 71)
<ἴαυον>
ἐκοιμῶντο (Ι 470 ..) ἢ ἐκοιμώμην (τ 340)
<ἰαύεσκον>
ἀνεπαύοντο. ηὐλίζοντο (ι 184)
<ἴαυος>
κοίτη r. ἀπὸ τοῦ ἰαύειν
<ἰαύων>
*κοιμώμενος ns. διάγων, διατρίβων (Σ 259)
<ἰαφθείς>
φθαρείς r
<ἰαφθῆναι>
ἀποθανεῖν. πεσεῖν. φθαρῆναι
<ἴαχε>
φώνει, ψόφει, [ἤχησε (Α 482) m
†<ἰάχεον>
θαλπεινόν. σαπρόν
*<ἴαχεν>
ἤχησεν, ἐβόησεν ASvgn, ἐκραύγασεν (Ν 822 ..)
*<ἰαχήσω>
θρηνήσω (Eur. Tro. 515 ..) r. ASn
<ἰαχρόν>
εὐδινόν
<ἰάψαι>
φθεῖραι r
<ἰάψειεν>
προβάλοι. φθείρειεν
<ἴαψε>
προὔθηκεν. [*<ἰαχῆς>· φωνῆς, βοῆς, κραυγῆς A.] ἔπεμψεν. ἔβαλεν. ἔδωκεν (Α 3). ἔδεισεν. ἔφθειρεν. ἐνίκησεν
<ἰάψεται>
νικήσει. βλάψει
<Ἰαωλκός>
πόλις Θεσσαλίας (Β 712)
[<ἴβα>
σιώπα]
<ἰβανᾷ>
ἀντλεῖ s
<ἰβανατρίς>
σχοινίον ἱμητήριον
<ἰβάνη>
κάδος. ἀντλητήριον
<ἴβανον>
κάδον, σταμνίον, χαλκίον
[<ἴβην>
σορόν]
<ἰβάρβιον>
χαλεπόν. ἀνυπόστατον
<ἰβῆνα>
τὸν οἶνον Κρῆτες. οἱ δὲ βήλα
<ἴβηνοι>
[σοροί, θῆκαι ὀστράκιναι. κιβωτοί.] εὔθυμοι. νοεροί
<ἴβηνος>
πλησμονή
<ἴβηρ>
χερσαῖόν τι θηρίον· ἀφ' οὗ καὶ <Ἴβηρες>
†<ἰβίβυος>
παιανισμός
*<ἰβυκτήρ>
ἦν παρὰ Κρησὶν Ἵβρίας g ἐμβατήριον ποιησάμενος, ὅπερ ὁ ᾄδων οὕτω καλεῖται
*<ἴβινος>
ἀετός s
*<ἰβρίκαλοι>
χοῖροι (gps)
<ἰβύ>
τινὲς τὸ βοᾶν· οἱ δὲ τὸ πολύ. ἔστι δὲ Λυδῶν
*<ἰβυλῆνας>
τοὺς εὐφημοῦντας· <ἰβὺς> γὰρ ἡ εὐφημία gw
<ἰβύει>
τύπτει. βοᾷ
<ἰβύκη>
εὐφημία
<ἰβυκηνίσαι>
ἐπευφημῆσαι, βοῆσαι (r)
<ἰβυκηνίσαντες> ...
ἀπὸ γὰρ τοῦ ἰβὺ παρῆκται ἡ λέξις. καὶ ἔστιν Ἰωνικὸν ἐπίῤῥημα, καὶ δηλοῖ τὸ πολὺ καὶ μέγα. τινὲς δὲ τὸ βοᾶν· οἱ δὲ τύπτειν. οἱ δὲ εὐφημεῖν. οἱ δὲ δηλοῦν. ἔστι δὲ καὶ ὅρκος Ἰωνικός (Teleclid. fr. 58(?))
<ἰβύκχα>
σεμνότης s. ἢ σωρὸς κρεῶν
<ἶβυξ>
ὀρνέου εἶδος r. καὶ <ἶβις>
<ἴβυς>
εὐφημία. στιγμή
<ἰβῶν>
εὐφημῶν. στάζων
<ἵγα>
σιώπα s. Κύπριοι
<ἵγγια>
εἷς. Πάφιοι
*<ἴγγι τινί>
ἐπιθυμίᾳ τινὶ ἑλκομένη A
<ἴγδην>
ἄρσην
<ἴγδις>
θυία
<ἰγδόλης>
ὁ ἐπὶ μέρει γεωργῶν. [ἢ ἰκμαλός].
<ἴγκρος>
ἐγκέφαλος
*<ἰγμαλέην>
ὑγρήν, δίυγρον A (vg) pw
<ἰγμή>
βοή
<Ἴγνητες>
οὕτως ὠνομάζοντο οἱ μετὰ τοὺς Τελχῖνας ἐποική- σαντες τὴν Ῥόδον
*<ἰγνύα>
ψύη (Av). ἢ τὸ τοῦ γόνατος ὄπισθεν r. gSn μέρος n
*<ἰγνύι καὶ ἰγνύῃ>
τὸ αὐτό r. ἤγουν τὸ [ἀντικνήμιον n
*<>ιγνυντο>
ἠνοίγοντο (Β 809) AS
<ἴγνην>
ἄρσην
†<ἴδα>
τὸ εἰκὴν ἐν τῷ ἀστρωγαλίζειν
†<ἴδα>
μάχη
<Ἰδαία>
ἡ Δινδυμηνή, ἀπὸ τῆς <Ἴδης>
<Ἰδαῖοι Δάκτυλοι>
οἱ μὲν ἀπὸ τῆς Φρυγίας, οἱ δὲ ἀπὸ τῆς Κρήτης αὐτοὺς ὠνομάσθαι φασὶν <Ἴδης>
<Ἰδαῖος>
ἐπιθετικῶς οὕτως ἐλέγετο Ζεύς, ἀπὸ <Ἴδης> τοῦ ὄρους Τρωϊκῆς (Π 605). καὶ κύριον ὄνομα τοῦ Τρώων κήρυκος (Γ 248 ..). καὶ τοῦ Δάρητος, τοῦ ἱερέως τοῦ Ἡφαίστου, υἱοῦ (Ε 11)
*<ἰδάλιμον>
εὐειδές (ω 279) Avgn
*<ἰδάλιμον καῦμα>
τὸ ἱδρωτοποιόν (Hes. op. 415) n
<ἰδάλιος>
ὄρνις s ποιός
*[<ἰδάλλεται>
φαίνεται (Ψ 460) gs]
*[<ἰδάλτα>. ἴδιά τινα gA]
<ἰδανή>
τρυφερή. [εὐπρεπής (Callim. fr. 114,9) s
<ἰδανόν>
εὐειδές. καὶ τὸ ἡδύοσμον. καὶ †ἀχίλιον ῥιζίον
<ἶδαρ>
βρῶμα (Ε 369)
<Ἰδάρνας>
ὁ ἐκτομίας. οἱ δὲ βάρβαρον· οἱ δὲ μάντεως ὄνομα· οἱ δὲ πόλιν τῆς Καρίας εἶναι <Ἰδάρνην>, καὶ ἀπὸ ταύτης τοὺς μάντεις λέγεσθαι
<ἴδας>
εἶδος. καὶ πάντα τὰ ὑψηλά
<ἴδε>
ἰδού (Ρ 179) [ἐθεάσατο (Ε 241) r
<ἰδέα>
ἡ ὁμοιότης, [μορφή s εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα. *[θεωρία r (AS)
<ἰδέ>
ἀντὶ τοῦ ὅπως. καὶ [σύνδεσμος ἴσος τῷ <καί> (Ε 3) r
<ἰδέατος>
καλὸς ἀνήρ. Σικελοί
<ἴδεν>
[ἰδεῖν] ἐθεώρησεν (Β 82 ..)
<ἴδεος>
πνίγους (Callim. fr. 304)
*<ἰδὲ νυοί>
σύννυμφοι (Ω 166) ASgn
<ἴδε πῦρ ἀφύη>
παροιμία. τάττεται δὲ ἐπὶ τῶν ὀξὺ τέλος λαμβα- νόντων>· ἐπειδὴ καὶ τὴν ἀφύην τάχιστα ἕψεσθαι συμβαίνει
*<ἰδέρως>
ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν pΣa
*<ἰδέσθαι>
ὁρᾶσθαι AS, ἰδεῖν (Γ 194)
<ἴδεσκεν>
ἔδερκεν (Γ 217) (n)
<ἰδέ σοι>
καὶ σοί
<ἰδέω>
γνώσομαι (π 236)
†<ἰδέων>
φαινόμενος. καὶ εἶδος ἀετοῦ
<ἰδη>
θεάσῃ (Δ 98). ἢ ὄρος Τροίας. ἢ ὕλη. [παρὰ δὲ Ῥοδίοις τὸ ξηροκόπιον]. δηλοῖ δὲ καὶ τὸν ὑψηλὸν τόπον. [καὶ μορφήν.] Ἴωνες δὲ δρυμῶν ὄρος (Hdt. 4,109,2)
<ἴδημα>
ὅραμα s
<ἰδήμων>
ἔμπειρος, γνωστικός
<Ἰδουμαία>
τόπος. φησὶν γὰρ "<ἐπὶ> τὴν <Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου>, τουτέστιν· ἐπὶ τὴν ἐκλείπουσαν οἰκου- μένην ποιήσομαι τὴν πορείαν (Ps. 59,10)
<ἰδήρατος>
καλός, ὡραῖος <καὶ ὁ ἡδυλάλος, διὰ τῆς διφθόγγου>
<ἴδηφιν>
ἴδαις· Βοιωτοί. [καὶ ὁ ἡδυλάλος διὰ τῆς διφθόγγου]
*<ἰδεχθής>
ἀπρεπής Ss ἀσθενής
<ἴδια>
τὰ ἰδιωτικά
<ἰδίων>
ἰδιωτικῶν
<ἰδιάζεται>
νοσφίζεται. μόνῳ προσφωνεῖ
<ἰδίαζον>
κατ' ἰδίαν ὡμίλουν
*<ἰδιαίτατος>
ἴδιος, ὑπερθετικῶς r. AS
<ἰδιάσαι>
κατ' ἰδίαν ὁμιλῆσαι
<ἰδι' ἄττα>
ἴδιά τινα S
<ἰδίει>
ἱδροῖ. ἀγωνιᾷ. δέδοικεν
<ἰδίειν>
ἱδροῦν
*<ἰδικῶς>
καὶ <ἰδίως> καταμόνας r. AS
<ἰδιόκοιτον>
ἰδιόῤῥυθμον
<ἰδιόξενοι>
οἱ κατ' ἰδίαν ξένοι τινῶν, ἢ πάλαι, ἢ ἀπὸ πατέρων ὄντες ξένοι
*<ἴδιον>
οἰκεῖον (δ 314?) r. AS
*<ἰδιόξενος>
ἴδιος φίλος ASp
*<ἰδιοπραγεῖ>
τὰ ἴδια πράσσει. ἡσυχάζει ASg
<ἰδιόῤῥυθμον>
ἰδιότακτον (r)
<ἰδιοσυστάτως>
καθ' ὑπόστασιν ἰδίαν
<ἰδιωτείας>
ἀγροικίας. ἀμαθίας (r)
<ἰδῖσαι>
ἱδρῶσαι r
*<ἰδίως>
ἰδικῶς AS
<ἰδιώτας>
πολίτας (Thuc. 2,60,2). [ὁπλίτας] ἀπείρους, ἰδίους (q)
.....
ἀφρονεστάτους
[<ἴδιος>] <ἰδιῶτις>
αὐτή. Πολυΐδῳ (Soph. fr.)
*<ἴδμαι>
γινώσκω AS. οἶδα
*<ἴδμεν>
οἴδαμεν (Α 124 ..) r. nps
*<ἴδμεναι>
εἰδέναι (Ν 273) vg
<ἰδμήν>
φρόνησιν (s)
<ἰδνῶν>
κάμπτων
<ἴδμων>
ἐπιστήμων, ἵστωρ
<ἰδνώθη>
ἐτανύσθη. *[ἐκάμφθη (Β 266) r. vgn
<ἰδνωθείς>
*καμφθείς ASgn. τανυσθείς (Μ 205)
†<ἴδοι>
ὀφθαλμοί†
<ἰδοίατο>
βλέψαιεν (Σ 524)
[<.ιδοιδοπεῖ>
ταράσσει]
<ἰδομαλίδαι>
οἱ τὰς ὄψεις κοσμούμενοι (Alcae. fr. 150 Bgk.)
[<Ἰδουμαίαν>
τόπον]
<ἰδόμην>
ἐθεασάμην (Κ 47)
<ἴδονται>
φαίνονται r
<ἶδος>
†ὁδός. σῶμα
*<ἰδρείῃ>
ἐμπειρίᾳ (Π 359) ASns
<ἴδρη>
σοφία r
*<ἴδρις>
ἐπιστήμων r. s, ἔμπειρος (Eur. Med. 285) r. Avgn
<ἴδριες>
ἔμπειροι (η 108) r
*<ἴδρις>
ἔμπειρος (ζ 233) Avgn
*<ἵδρυε>
κάθιζε ASn, ἕδραζε (Β 191) S
<ἱδρύεσθαι>
ἐπὶ τῇ ἱδρύσει στῆσαι χύτραν (Ar. Pac. 923?)
*<ἱδρύεται>
καθέζεται An, ἑδράζεται A, ἀνακαλεῖται n
<ἱδρύματα>
καθίσματα (Eur. Bacch. 951)
*<ἱδρυμένους>
τεθεμελιωμένους ASvgn
*<ἱδρυμένα>
ἀνατεθέντα. ἢ ἠσφαλισμένα An. τεθεμελιωμένα. κατεσκευασμένα (Ps. 143,12 v. l.)
<ἱδρῶ>
ἱδρῶτα κατ' ἀποκοπήν· r ἱδρῶ ἀπεψύχοντο (Λ 621) [[ἱδρῶτα] r
<ἱδρῶν>
κοπιῶν (4. Macc. 3,8)
<ἰδυῖοι>
μάρτυρες. ἢ οἱ τὰς φονικὰς δίκας κρίνοντες. οἱ δὲ συνί- στορας
*<ἰδυίησιν>
ἐπιστημονικαῖς (Α 608) n
†<ἰδύβολαι>
προφαίνεται
<ἰδύλευμα>
μάθημα s
*<ἰδύαι>
τρίχες n
<ἰδυναγής>
μάντις
*<ἰδυίους>
μάρτυρας. συνίστορας <παρὰ Ἀθηναίοις> n
<ἰδών>
θεασάμενος (Α 330 ..). ἀποψηφισάμενος
*<ἴδωμαι>
θεάσωμαι (Α 587) ASvgn
<ἰδωνόν>
ὅμοιον
<ἴδωνται>
φαίνωνται
†<ἴε>
βάδιζε, πορεύου (Γ 390 ..)
<ἵει>
ἀφίει. ἀπέπεμπεν (Δ 397) r. (S)n
<ἰείη>
πορεύοιτο, διὰ ψιλῆς (Τ 209)
<ἱεΐας>
τὰς κυρίας. οἰκογενεῖς. [ἢ ἀπέπεμπεν]
<ἱείς>
βάλλων. ἢ πέμπων (Α 51) r
*<ἱεῖσα>
ἀποβάλλουσα (Eur. Phoen. 231?) ASn
*<ἱέζεο>
ἐκαθέζου (Ζ 354?)
<ἴελος>
ὁ τῶν ἐντέρων ταραγμός
<ἵεμαι>
προθυμοῦμαι r, βούλομαι. ὁρμῶ. τὰ αὐτὰ καὶ <ἱεμένη
ἱεμένη περ>
καίπερ [προθυμουμένη r, ὁρμωμένη, [καθημένη] (χ 409)
<ἵεν>
[ὑπάρχοιεν] ἵεσαν (Μ 33)
*<ἰέναι>
πορευθῆναι (Α 227) ASvgn
*<ἱέντα>
πέμποντα gn
†<ἰεννά>
πορφυρᾶ
*<ἵενται>
ὁρμῶσιν (χ 304) ASp
*<ἰένεσθαι>
εὐφραίνεσθαι (n)
<ἱέντας>
*ἀφιέντας ASn. ἐξάγοντας. ἀκοντίζοντας. [ἢ παραγινο- μένους]
<ἱερά>
*θυσία S. κειμήλια. ἢ συκῆ ἐν τῇ εἰς Ἐλευσῖνα ἀγούσῃ ὁδῷ
<ἱεράγγελοι>
θεωροί, ἀγγέλλοντες τὰς πανηγύρεις
<ἱερόθυτα>
ἅγια ἐπιθύματα, μηρία καὶ ὅμοια, θυσίαι θύματα
<ἱεραί>
†ἄρχουσαι
<ἱεράμοιβοι>
προφῆται θεῶν
<ἱερὰ νόσος>
ἐπιληψία
<ἱεραοιδός>
ποιητής
<ἱερὰ παρθένος>
ἡ Δήμητρος <ἱέρεια>
[<ἱέρας>
σημεῖον]
*<ἱεράς>
ἁγίας (Ios. 6,8) AS
*<ἱερᾶσθαι>
ἱερουργεῖν Avgn. καὶ τὸ ἱερωσύνην ἔχειν
<ἱερᾶται>
ἱεροσκοπεῖ
<ἱερεῖα>
θύματα (n)
<ἱέρεια>
ἁγία, ᾗ οὐ θέμις ἰέναι πρὸς ἄνδρα, παρθένος
*<ἱερείαν>
θυσίαν A, θῦμα (4. Regn. 10,20)
*<ἱερεῖον>
πᾶν τὸ θυόμενον θεῷ S <θῦμα> Sn
<ἱερῖτιν>
καθαρμοῦ δεομένην. ἱκέτιν. Αἰσχύλος Ἰξίωνι (fr. 93)
*[<ἱερένα>
ἁπαλά]
<ἱερεύει>
σφάζει
<ἱερεύς>
ὁ διὰ θυσιῶν μαντευόμενος (Α 370)
*<ἱερεῦσαι>
θυσιάσαι g
<ἱερεὺς Διονύσου>
Εὔπολις Αἰξὶν Ἱππόνικον, σκώπτων ὡς ἐρυθρὸν τῇ ὄψει (fr. 19)
<ἱέρευσεν>
ἔθυσεν n, ἐθυσίασεν (Β 402) r
*<ἱερῶσαι>
ἀφιερῶσαι θεῷ
*<ἱερή>
μεγάλη sp. ἀγαθή (π 476 ..) s
*<ἱερῆα>
ἱερέα (Α 23) n
<ἱερὴ ἲς Τηλεμάχοιο>
ὁ Τηλέμαχος. εἴρηται δὲ περιφραστικῶς (β 409)
*<ἱερήν>
ἱεράν AS. μεγάλην (Α 99 ..) ASvgn
*<ἱερήϊον>
κώδιον (Χ 159)
*<ἱερῆες>
ἱερεῖς (Ω 221) ASvg
[<ἱερεῖ>
ἀέρι]
*<ἱερεῖαι>
θυσίαι A
*<ἱεροῖς>
θείοις (κ 426)
<ἱερόμαος>
τῶν ἱερῶν ἐπιμελούμενος
<ἱεροῖο δόμοιο>
ναοῦ. μεγάλου οἴκου (Ζ 89)
<ἱερομηνία>
ἑορτάσιμος ἡμέρα. *[ἱερὰ ἑορτὴ κατὰ μῆνα ASvg
<ἱερόλας>
ἱερεύς. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 54). ὡς καὶ τὸν γέροντα †γεροιδὰν ἢ γεροῦντας† λέγει
*<ἱερομνήματα>
ὀχυρώματα AS
<ἱερομνήμονες>
οἱ πεμπόμενοι εἰς Πυλαίαν ἱερογραμματεῖς
*<ἱερομύστας>
ἱερὰ μυομένους ASm
<ἱερόν>
ἔνυγρον. ἀγαθόν. μέγα. θεῖον. καὶ ναός
<ἱερὸν ἡ συμβουλή 'στιν>
παροιμία, ἐπὶ τῷ δεῖν καθαρῶς συμβουλεύειν (Aristoph. fr. 33)
<ἱερὸν ἰχθύν>
τὸν μέγαν καὶ ἄνετον n λέγει· ἱερὸν γὰρ τὸ μέγα (Π 407)
<ἱερὸν ὀστοῦν>
τὸ ἐν τῷ σώματι ἡμῶν μετὰ τοὺς σπονδύλους κείμενον
*<ἱερὸν μένος Ἀλκινόοιο>
ὁ Ἀλκίνους (η 167)
<ἱεροποιοί>
ἐπιμήνιοι
<ἱερὸν πόλεμον>
ὃν ἐπολέμησαν Λακεδαιμόνιοι πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐβοήθησαν δὲ Φωκεῦσιν Ἀθηναῖοι καὶ παρέδοσαν τὸ ἱερόν (Ar. Av. 557)
<ἱεροπρεπῶς>
θεοπρεπῶς r
<Ἴεσσα>
γεγονυῖα ἐντολὴ καθ' ὑπόκρισιν (Isai. 15,4)
<ἱερός>
σεμνός. †ἥμερος. ἀγαθός
<ἱερὸς ἀκτή>
ἄλφιτα (Hes. op. 466)
<Ἱερὸς γάμος>
ἑορτὴ Διὸς καὶ Ἥρας
<ἱερὸς λόχος>
ἐν τοῖς τακτικοῖς ἡ πρώτη †ἀπολογή
*<ἱερόσυλος>
τὰ ἱερὰ κλέπτων r (Svg)
*<ἱεροσυλημάτων>
τῶν κλοπῶν τοῦ ἱεροῦ (2. Macc. 4,39) A (S)
<ἱερώτατος>
θειότατος. ἅγιος
*<ἱερουργεῖ>
θύει. ἱερὰ ἐργάζεται ASvgn
*<ἱερουργοῦντα>
προσφέροντα θυσίαν (Rom. 15,16) ASg
*<ἱεροφάντης>
μυσταγωγός ASvg ἱερεὺς AS ὁ τὰ μυστήρια δεικνύων (Greg. Naz. or. 5,30) r. S
[<ἱερομνήματα>
ὀχυρώματα]
<ἱέρωμα>
τὸν κόννον Λάκωνες, ὅν τινες μαλλὸν <ἢ> σκόλλυν
*<ἱερώματα>
θυσίαι θεῖαι, θαυμασταί (2. Macc. 12,40) AS (g)
<ἱερωμένη>
ἱερατεύουσα
<ἱερῶν>
*θείων AS Ἀττικῶς ἐπὶ τῶν μελλόντων <βουλεύεσθαι ἐν> βουλῇ καὶ ἐκκλησίᾳ λέγεται.
<ἱερῶν δάνη>
ἀπὸ τῶν θυσιῶν μερίς
<ἱερῶσθαι>
θύειν καθαροὺς ὄντας (Thuc. 5,1)
<ἱερώσυνα>
τὰ τῷ ἱερεῖ διδόμενα ἱερεῖα r
*<ἴεσαν>
ἐπορεύθησαν (Κ 197 ..) ASvgn
<ἴεσσα>
βαδίζουσα
*<ἵεσθαι>
προθυμεῖσθαι. χωρεῖν AS
*<ἱέσθην>
ἐπεθύμουν (Σ 501) (Snp)
*<ἵεται>
βαδίζει. [προθυμεῖται. πορεύεται n. θέλει. ἐπείγεται. [ὁρ- μᾶται (β 327) m
<ἰέττας>
πατέρας. Κρῆτες. ἢ τοὺς ἀγρίους τράγους
<ἱζάνει>
ἐπικάθηται (Κ 92) (np)
<ἵζανον>
ἐπέσπιπτον. ἐκάθιζον (ω 209)
*<ἵζει>
καθίζει (Ν 281) Avgn
*<ἷζεν>
ἐκάθισεν (Ι 218 ..) n
<ἰζέλα>
ἀγαθῇ τύχῃ. Μακεδόνες
<ἰζέλος>
ὁ θαλάττιος σκορπίος s
*<ἵζεο>
καθέζου (Γ 162) r. ASvgn
<ἰζίνες>
οἰωνοί, ὄρνιθες, προχόοι, λέβητες, τρίποδες
*<ἱζήσαντα>
καθίσαντα ASvgn
<ἰζοῦνα>
βοόστασις S
*<ἵζευ>
κάθισον (Γ 162) m
*<>ϊζύομεν>
... καὶ ὑπομένομεν <κακά> (Ξ 89) A
*†<ἰζῶς>
σχῆμα ὀρχήσεως AS
*<ἴη>
μία Sgn. μόνη (Greg. Naz. c. 1, 2, 15, 93)
<ἰή>
φωνή, [βοή S
†<ἰηγορεῖν>
ἐγρηγορέναι. Λάκωνες
<ἰηδονές>
εὐφροσύνη. ἐπιθυμία. χαρά
<ἰηθενέουσα>
ἐκπεπληγμένη, καὶ ἀποροῦσα
[<ἰήθεος>
ἔφηβος. ἄγαμος]
<ἰήϊος>
δασέως μὲν ὁ Ἀπόλλων ἀπὸ τῆς ἀφέσεως καὶ τῆς τοξείας. ψιλῶς δὲ ἀπὸ τῆς ἰάσεως· ἰατρὸς γὰρ ὁ θεός. Ἀλλὰ καὶ θρῆνον σημαίνει, ὡς Σοφοκλῆς Τρωΐλῳ (fr. 575) καὶ Ἴων Εὐρυτίδαις (fr. 12)· ὡς αἴλινον, ἰάλεμος
<ἰῄους καμάτους>
τοὺς κατὰ τὸν τόκον, ἐν ᾧ ἱᾶσι φωνὰς διὰ τοὺς πόνους καὶ τὰς ὠδῖνας αἱ τίκτουσαι. τινὲς δὲ τοὺς θρη- νητικοὺς πόνους· ἀπὸ τοῦ ἰαλέμου. Σοφοκλῆς Οἰδίποδι Τυράν- νῳ (173)
*<ἴηλα>
[ἀκρόδρυα] <ἐπέβαλον> (Ο 19) S
<ἴηλεν>
ἐπέβαλεν. περιέβαλεν. ἔδησεν. ἔγραψεν. ἔπεμψεν (θ 447)
<ἰηλεμιστρίας>
θρηνητρίας (Aesch. Choe. 424)
<ἰηλενές>
πορφυροῦν. μέλαν
*<ἰῆς>
μιᾶς (Π 173) Avgn
<ἰήλω>
ἐπιβάλω (β 316)
*<ἰήνῃ>
διαχέῃ. [εὐφράνῃ (Ω 119) Sn
*<ἰότητι>
βουλήσει (Ε 874) AS
<ἴῃσιν>
ἀπίῃ (Ι 701) (p)
*<ἰητήρ>
ἰατρός (Δ 190) r. nps
*<ἰητῆρος>
ἰατροῦ (Δ 194) r. ASvgn
<ἱήτης>
τοξότης r, ἰοβόλος
<ἰήτωρ>
ἰατρός
<ἰητορίη>
ἰατρική (n)
<ἴθα>
ἡ θηλία τῶν ὑδάτων φύσις. καὶ ὀρθή. μακρά. στενή. δικαία
*<ἰθαγενής>
αὐτόχθων. γνήσιος r. ASvgn
<ἰθαγενέεσσι>
γνησίοις τέκνοις καὶ καθαροῖς, οὐκ ἐκ παλλακίδος (ξ 203)
<ἰθαίνειν>
†εὐφρονεῖν
<Ἴθακος> καὶ <Νήριτος> καὶ <Πολύκτωρ>
υἱοὶ Πτερελάου (ρ 207)
<ἴθανα>
σχοινία s <λευκέαι>
<ἴθαρ>
εὐθέως, ταχέως (Μ 353) s
<ἰθαραῖς>
[ταχέσιν] ἱλαραῖς. καλαῖς. καθαραῖς. κούφαις. [λευ- κείαις. ταχείαις]
<Ἴθας>
ὁ τῶν Τιτήνων κῆρυξ. Προμηθεύς. τινὲς Ἴθαξ
*<ἰθεῖα>
ὀρθή (Ψ 580) r. vgn
<ἰθείη>
ἁμαξιτός. Θεσσαλοί
*<ἰθέως>
ὀρθῶς (Hdt 2,121 β 2 ..) ASvgn
*<ἰθείην>
εὐθεῖαν. θαυμαστήν n
<ἰθή>
εὐφροσύνη
*<ἴθι>
πορεύου, ἧκε, ἔρχου (Prov. 6,6) ASvg
<ἰθίτας>
ὁ βλέννος καὶ μωρός
<ἰθμαίνων>
ἀσθμαίνων
*<ἴθματα>
ὁρμάς. βήματα ASvg. ἀπὸ τοῦ δι' αὐτῶν ἰέναι. καὶ [ἴχνη (Ε 778) Sp
<ἰθμία>
ἡ τῶν μελισσῶν ἐρυθρὰ κόπρος
<ἴθμιον>
περιστόμιον. περιτραχήλιον. ἢ στεφανίς
<ἰθαίνεσθαι>
θερμαίνεσθαι
<ἴθρις>
σπάδων, [ἐκτομίας r εὐνοῦχος
<ἰθύ>
εὐθέως (Υ 99) r
*<ἰθύς>
ἐπ' εὐθείας. καὶ εἰς ὀρθόν, μεθ' ὁρμῆς (Ε 506)
[<ἰθυγενές>
εἰς εὐθύτητα τεταμένον]
<ἰθύει>
βούλεται. ἐφορμᾷ, φέρεται (Λ 552)
<ἰθυκτέανον>
τὸ ἰθὺ πεφυκὸς καὶ ὀρθὸν δένδρον
<ἴθυμβος>
γελοιαστής. καὶ τὸ σκῶμμα. ἀπὸ τῶν ἰθύμβων, ἅτινα ποιήματα ἦν ἐπὶ χλεύῃ καὶ γέλωτι συγκείμενα. καὶ ᾠδὴ μακρὰ καὶ ὑπόσκαιος
<ἰθύν>
ὀρθόν. φρόνησιν. τρόπον. ὁρμήν. βούλησιν. διάνοιαν (Ζ 79 ..)
<ἰθύνει>
ἀπορθοῖ, ἐξισοῖ. διοικεῖ, εὐθύνει, κυβερνᾷ (Ρ 632)
<ἰθυνομένων>
κατ' εὐθὺ προϊεμένων, καταστοχαζομένων (Ζ 3)
<ἰθυνοῦμεν>
εὐθυνοῦμεν
*<ἰθὺν πετεῖν>
ἐπ' εὐθείας ὁρμῆσαι A
*<ἰθύντατα>
ὀρθότατα, δικαιότατα (Σ 508) AS
*<ἰθυντήρ>
χαλινός. πηδάλιον. ὁδηγός ASvg. ὁρμητής p. n. καὶ εἴ τι ἰθῦνον, [κανονίζον, καὶ ἰσότητα παρέχον ASvg
*<ἰθυνθήτην>
ἐπ' εὐθείας ἐγένοντο (Π 475) (b)
*<ἰθυπτίωνα>
τὴν ἐπ' εὐθείας πετομένην S καὶ καταντικρύ. καὶ ὀρθόβολον, κατ' εὐθὺ φερομένην (Φ 169)
<ἰθυντήριον>
ὃ φέρουσιν οἱ μάντεις σκῆπτρον ἀπὸ δάφνης
†<ἰθύρ>
τὸ σιδήριον τοῦ ἄξονος τὸ τριβόμενον
[<ἰθύς>
εἴθε, μακάρι, αἴθε]
<ἰθύς>
εὐθύς. ὀρθός r
*<ἴθυσεν>
εἰς ὀρθὸν ὥρμησεν (Π 582 ..) (g)n
<ἰθὺς νηῶν>
εὐθεῖαν (Μ 254), ὡς .... ἐπὶ τὴν πόλιν (Φ 540)
*<ἰθὺς τετραμμένος>
ἐπ' εὐθείας ὁρμῶν (Ρ 227) AS
*<ἰθυτενές>
ἐπ' εὐθεῖαν τεταμένον Avgn
*<ἰθύφαλλοι>
οἱ ἐπίκροτοι καὶ ἀκολουθοῦντες τῷ φαλλῷ, γυναι- κείαν ἔχοντες στολήν. λέγεται δὲ ὁτὲ μὲν τὸ ἐντεταμένον αἰδοῖον· ὁτὲ δὲ τὸ ποίημα τὸ ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾀδόμενον Σ
<ἰθύω>
ἐπιβάλλομαι
<ἰθών>
πυγή. λαγαρός. καὶ πρωκτός. ἄλλοι δὲ τὰ γλουτά
<Ἰθώμη>
πόλις r Θεσσαλίας (Β 729)
<ἰκάζει>
στοχάζει. ἀπολαμβάνει
*<ἵκανε>
παρεγένετο (Β 17) S
*<ἱκάνει>
καταλαμβάνει (Α 254 ..) ASn
<ἱκανέμεν>
ἱκετεύειν
*<ἵκανεν>
κατελάμβανεν r. n. ἤρχετο n, παρεγένετο g Sn, ἀφίκετο (Α 431 ..) gn
<ἱκάνετον>
ἀφίκεσθον (Ι 197)
<ἱκάνῃ>
λάβῃ. παραγένηται
<ἱκανήν>
ἀρκοῦσαν. πολλήν (Sir. prol. 7)
<ἱκάνομαι>
ἱκετεύων ἀφῖγμαι (Σ 457)
*<ἱκανόν>
διαρκές ASn. δόκιμον
<ἵκανον>
παρεγένοντο (Γ 345)
*<ἱκανότης>
δύναμις, ἰσχύς (2. Cor. 3,5) ASvg
[<ἱκανοῶν>
ἐπιθυμῶν]
<ἵκαντι>
ἥκουσιν
<ἴκατιν>
εἴκοσιν (Callim. fr. 196,32) s
<ἱκάνω>
καταλαμβάνω. ἱκετεύω (ε 147)
<ἱκανῶς>
δυνατῶς. *[ἀρκετῶς (Iob 9,31) ASvg
<ἴκαρ>
ἐγγύς, καὶ παρ' ὀλίγον τοῦ ἐφικνεῖσθαι
<Ἰκαριεῖς>
δῆμος Ἀθήνησι, φυλῆς Αἰγηίδος
*<Ἰκαρίοιο>
ὄνομα πελάγους (Β 145) ASg
<Ἴκαρος>
υἱὸς Δαιδάλου rT. [οὗτος, φασίν, ἐτεχνάσατο τὴν τεκτονικήν· ἐποίησε δὲ τῷ υἱῷ αὐτοῦ πτερὰ ξύλινα, καὶ ἐκόλ- λησεν αὐτὰ κηρῷ, καὶ ἐπετάσθη κατὰ τοῦ ἡλίου, καὶ ἐθέρμανεν ὁ ἥλιος τὸν κηρόν, καὶ ἔλυσεν αὐτόν, καὶ ἔπεσεν εἰς τὸ πέλαγος, καὶ ἐπνίγη. ὅθεν ἐκλήθη ὁ τόπος Ἰκάριον πέλαγος.]
<ἰκασθείς>
ὁμοιωθείς (Eur. Bacch. 1253)
<ἵκατο>
ἐλάβετο
<ἵκει>
ἥκει (Θ 192 ..)
<ἵκειν>
ἐληλυθέναι (ν 325?)
*<ἰκέλη>
ὁμοία (Δ 86 ..) ns
*<ἴκελον>
ὅμοιον (Ε 450 ..) (vn)
<ἰκενάς>
ὀρχήσεις
*<ἰκεολογίας>
ματαιολογίας n
*<ἱκέσθαι>
παραγενέσθαι (Α 19) ASn. ἱκετεῦσαι AS
<ἱκεσίας>
πρεσβείας. ἱκετηρίας. *[παρακλήσεις, δεήσεις g
<ἱκέσιος>
ἱκέτης r. s. πρόσφυγος, ὡς ἱερὸν καταφεύγων δοῦλος
<ἱκέτευσεν>
μετῳκίσθη. ἱκέτης ἐγένετο (Π 574)
*<ἱκέτην>
πρόσφυγα, ἀξιοῦντα, δεόμενον (Ω 570) AS
[<ἱκέτης>
παῖς, δοῦλος. παράσιτος]
*<ἱκετηρία>
παράκλησις (2. Macc. 9,18) ASvg
<ἱκετήσιος>
ὁ ἐπὶ τῶν ἱκετῶν Ζεύς· ἢ ὁ τοὺς ἱκέτας ἐλεῶν (ν 213)
*<ἵκετο>
παρεγένετο ASvgn. ἥψατο (Λ 352)
[<ἱκετορεύσομεν>
ἱκετεύσομεν]
<ἱκετώσυνα>
καθαρτήρια, λυτήρια. ἱκέσια
*<ἵκηαι>
παραγένῃ (Θ 478) n
<Ἰκιάδες>
αἱ ἐξ Ἴκου τῆς νήσου (Callim. fr. 185?)
*<..>ι κιών>
πορευθείς (Δ 251?) ASvg
*<ἰκμάδα>
σταγόνα, ὑγρασίαν (Ierem. 17,8) ASg
*<ἰκμάζει>
κατασκιάζει g [κατασκελετεύει]
†<ἰκμάζειν>
κατασκελετεύειν
*<ἰκμαζομένην>
ὑγραινομένην (AS). μαλασσομένην
<ἰκμαίνει>
ὑγραίνει. μαλάσσει
<ἰκμαλέον>
χλωρόν. ὑγρόν. στερεόν
<>ικμᾶν>
λικμᾶν, σῖτον καθαίρειν
<ἴκμαρ>
ἐγγύς
*<ἰκμάς>
νοτίς, [ὑγρασία, ὑγρότης, ὑγρὰ σταγών (Ρ 392) ASvg
*<ἰκμασία>
ὁ ἔνδροσος ἀήρ, ὑγρασία ASn
<ἰκμάσαι>
ἐφορμῆσαι
<ἴκμενον>
εἰ μὲν δασέως τὸν ἱκτικὸν λέγει, οἷον πορευτικόν, τὸν ἱκνεῖσθαι ποιοῦντα, ὅ ἐστιν πορεύεσθαι. εἰ δὲ ψιλῶς τὸν ἰκμα- τώδη καὶ ἔνικμον, οἷον ἔνυγρον (Α 479)
<ἴκμη>
φυτόν τι γενόμενον περὶ τὸν Ὀρχομενόν
<ἰκμῶντο>
ἐσείοντο. ἐπνέοντο
[<ἰκνά>
τροφεῖα]
*<ἱκνεῖται>
ἔρχεται r. Avg. νοστεῖ. [καθάπτεται Avgn. δεῖται, [ἱκετεύει (n)
<ἰκνείαν>
τροφεῖα. [κονίαν]
<ἴκνειος>
τροφεύς. Ῥόδιοι
<ἰκνοτέρους>
ἐσταλμένους
*<ἱκνοῦμαι>
ἱκετεύω AvgΣa. ἔρχομαι vgΣa. παρακαλῶ (Eur. Or. 671 ..) g
<ἱκνουμένως>
προσηκόντως (Hdt. 6, 65,3)
<ἵκωμαι>
ἱκετεύσω (Χ 123)
<ἴκνυον>
κονίαν. σμῆμα
<ἵκοιτο>
φθάσοι. *[παραγένοιτο (Γ 233) n
*<ἱκόμαν>
παρεγενόμην n
<ἱκόμενον>
ἱκετεύοντα, παραγενόμενον
<>ἴκοντες>
ὑπακούοντες. παραχωροῦντες
<ἵκοντο>
ἱκέτευον. *[παρεγένοντο (Α 484) r. gnΣa
<>ἰκός>
τάχα, ἴσως
<>ἰκόσιν>
εὐπρεπέσιν
<ἴκρια>
ἡ καθέδρα τοῦ κυβερνήτου. οἱ δὲ τὰ πλάγια καὶ τὰ μακρὰ σανιδώματα τῆς νεώς. ἢ τὰ ἐπὶ τοῖς ξύλοις κατασκευα- ζόμενα θεωρεῖα. καὶ τὰ ὀρθὰ ξύλα, τὰ ἐπὶ τῆς πρύμνης καὶ πρῴρας, καὶ τὰ καταστρώματα αὐτῆς, καὶ τὰ ξύλινα οὕτως ἐλέγοντο Ἀθήνησιν, ἀφ' ὧν ἐθεῶντο, πρὸ τοῦ τὸ ἐν Διονύσου θέατρον γενέσθαι
*<ἰκρίον>
σανίδωμα A. ἢ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι ξέονται Avgs
<ἷκται>
ἥκει, [ἦλθεν r (n)
<ἰκταίνοντο>
ἐσφάλλοντο (ψ 3)
<ἴκταρ>
ἐγγύς. ἀπὸ τοῦ ἱκνεῖσθαι. πρόσφατον, ἄρτι, ταχέως. πυκνῶς. ἐξαπίνης. καὶ παροιμία>· οὐδ' ἴκταρ βάλλει> (Plat. rep. 9,575 c)
<ἰκτάρα>
ἐθνικῶς ἰχθύς
<ἰκτέα>
ἀκόντιον
*<ἴκτερος>
πόνος ὠχροειδής, ἀπὸ θυμοῦ ἐπεγειρόμενος Avg
†<ἴκτευ>
κρατεῖς. Λάκωνες
<ἱκτῆρες>
ἱκέται. θαλλοί (Soph. O. R. 143)
<ἵκτης>
ὁ ἱκέτης, πτωχός. ἔπηλυς. οἱ δὲ <ἱκτήρ>
<ἰκτίς>
αἴλουρος r Περγαῖοι
<ἱκτορεύσομεν>
ἱκετεύσομεν. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 55)
<ἵκωμαι>
[ἱκετεύω.] παραγένωμαι· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι (Α 139) καὶ ἱκετεύσω· μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών· ὁ δέ μ' οὐκ ἐλεήσει (Χ 123)
†<ἰλάγματα>
ἱμάτια
*<ἰλαδόν>
ἀθρόως. [κατὰ τάξιν g. κατὰ σύστημα A ἐπορεύοντο (Β 93) g
<ἱλάειρα σελήνη>
(Empedocl. fr. 40 D.)
<ἵλαος>
ἱλαρός (Τ 178)
*<ἱλάοντες>
ἐξευμενιζόμενοι, ἐξιλεούμενοι A
<ἱλασμοῖς>
λιταῖς
<ἵλαον>
ἵλεων, εὐμενῆ (Ι 639)
<ἱλάονται>
ἱλάσκονται (Β 550) (p)
*<ἵλαος>
ἵλεως Avgn, ἱλαρός, εὐμενής gn
<ἱλαότι>
ἱλαρῷ, ἱλέῳ
*<ἰλαπίνας>
θυσίας. ἑορτάς (Eur. Med. 193) Av
*<ἶλαρ>
ἀσφάλεια Agn. κώλυμα. φυλακή ps
*<ἱλαρός>
περιχαρὴς τῇ ὄψει (Isai. 5,1) A
(*)<ἱλαρῶς>
εὐθύμως. φαιδρῶς (Iob 22,26)
*<ἱλάσκεσθαι>
ἐξιλεοῦσθαι (Α 386) g
*<ἱλασμός>
εὐμένεια. συγχώρησις r. vg. διαλλαγή ASgn, καταλ- λαγή A. πρᾳότης (Ps. 129,4) vg
*<ἱλάσσεαι>
ἐξιλεώσῃς (Α 147) m
*<ἱλαστήριον>
καθάρσιον (Rom. 3,25). [θυσιαστήριον (Amos 9,1 ..) r. Avg
<Ἱλάων>
ἥρως, Ποσειδῶνος υἱός, ἀφ' οὗ Ἀριστοφάνης ἐν Τρι- φάλητι (fr. 555) Ἱλάονας ἔφη τοὺς φάλητας μεταφέρων, ὡς ὑπερβάλλοντας τῷ μεγέθει· ὡσεὶ ἔλεγε Τιτυοὺς ἤ τινας τοιού- τους. ἄλλοι δὲ θεὸν πριαπώδη φασίν
<ἰλέοντο>
ἐστρέφοντο
<ἵλεον, ἵλαον, ἵλεων>
τριχῶς, τὸ ἱλαρόν
[<ἰληθμός>
ἀθροισμός s]
<ἴλαξ>
ἡ πρῖνος, ὡς Ῥωμαῖοι καὶ Μακεδόνες
*<ἵλεως>
εὐμενής r. Ag(v). ἱλαρός (Exod. 32,12 ..) A (v)
<ἵλεοι>
εὐμενεῖς. καὶ σταφυλῆς εἶδος
<ἰλεός>
θηρίου φωλεός. τίθεται ἡ λέξις καὶ ἐπὶ ἀλωπεκιῶν. ἢ [ὁ τῶν ἐντέρων σπαραγμός r. s
<ἰλικρινεῖς>
καθαροί
<ἰλέωσιν>
ἴσχωσιν
<Ἰλήϊον>
τὸ [Ἰλιακόν s, ἀπὸ Ἴλου· τὸ τῆς Ἰλίου πεδίον (Φ 558)
<ἵληθι>
χαῖρε, ἵλεως ἴσθι (γ 380)
<ἱλήκοις>
ἵλεως εἴης r. p
<ἱλήκοι>
ἐν εὐμενείᾳ ἔστω
[<ἴλιλον>
ἀθρόον. ἀθρόως]
<ἴλην>
ὄχλου συναναστροφὴν ἐν τάξει ἱππικῇ
<ἴλια>
δῶρα γυναικεῖα
<Ἰλιάδης>
ὁ Ἰλέως παῖς (Ν 203 v. l.)
<Ἰλιάς>
τὸ Ὁμήρου σωμάτιον. καὶ ὄρνις, ἡ κίχλη· Ἀριστοτέλης (h. an. 9 p. 617a 22)
[<ἰλίγγη>
συστροφή. καὶ τὰ ὅμοια]
<ἰλιγγιᾶν>
τὸ ἐσκοτῶσθαι. καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ συστρέφεσθαι
*<ἰλιγγιᾶν>
συστροφοῦσθαι g. bp. σκοτοῦσθαι g. v
<ἴλιγγος> καὶ [<ἶλιγξ>
ὁ τῆς κεφαλῆς σκοτισμός r. g. ὁ γὰρ τῶν ἐντέρων θόρυβος <ἰλεός> λέγεται r, ὁ σπαραγμός. λέγουσι δὲ οὕτω καὶ τὴν τῶν πραγμάτων ταραχήν
*<>ι λιγύφθογγοι>
ἡδύφωνοι (Β 50 ..) Agp
<Ἰλίεια>
ἑορτὴ ἐν [Ἀθήναις. ἐν] Ἰλίῳ Ἀθηνᾶς Ἰλιάδος καὶ πομπὴ καὶ ἀγών
<ἰλικρινές>
ἄμικτον
*<ἶλιγξ>
συστροφὴ ὑδάτων r. An
*<Ἰλιόθι> <<πρό>>
πρὸ τῆς Ἰλίου n πόλεως (Θ 561)
<ἴληοι>
θηρία διὰ φρυγάνων, ἢ σκώληκες ἐν ταῖς δρυσίν, οἷς χρῶνται εἰς δέλεαρ. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν τῷ περὶ ζῴων τὸν καλούμενον μῦν ἐλειόν
*<Ἴλιον εἴσω>
εἰς Ἴλιον εἴσω (Α 71) n
<ἴλιον>
τὸ τῆς γυναικὸς ἐφήβαιον δηλοῖ. καὶ κόσμον γυναικεῖον παρὰ Κῴοις
<ἴλιος>
μῦς τις [ἰλίς]
<ἰλικρινῶς>
ψιλῶς. οὐ καλυψάμενος
[<ἰλίσσαι>
κατωχῆσαι]
<ἰλισπῶντες>
συνειλοῦντες
<ἰλιτενής>
κισσὸς ἄκαρπος
<ἰλιμένοι>
διωκόμενοι
<ἴλκα>
γλοιός. ῥύπος
<ἰλλάδας γονάς>
ἀγελαίας. καὶ τὰς συντρόφους. Εὐριπίδης Φρίξῳ (fr. 837) καὶ Σοφοκλῆς Ἀκρισίῳ (fr. 67)
<ἰλλάδας>
σειρὰς ἐξ ἱμάντων ἢ σχοίνων. παρὰ τὴν <εἴλησιν> (Ν 572)
<ἴλλαι>
τάξεις. συστροφαί. δεσμοί. ἀγέλαι
<ἰλλάζει>
δεσμεύει. συστρέφει. ἀγελάζει
[<ἰλλαοιδός>
ἐπιμυλίδιος ᾠδός]
<ἴλλικον>
τὸν τραγίσκον. ἐθνικῶς
<ἰλλίς>
στρεβλή, διεστραμμένη
*<ἰλλός>
στρεβλός, στραβός (Avgn), διεστραμμένος
<ἰλύει>
στρέφει. κρύπτει
<Ἰλλυρὶς γονή>
ἀντὶ τοῦ Ἰλλυρὶς γενεά. γράφεται δὲ καὶ <γυνή>. ὁ δὲ Καλλίστρατος γύη, ἀντὶ τοῦ γῆ· χρῶνται γὰρ οὕτως. Σοφοκλῆς Τριπτολέμῳ (fr. 544)
<ἰλλώπτειν>
στραβίζειν, ἀπὸ τῶν <ἴλλων> τῶν ὀφθαλμῶν. ἐμβλέπειν. τὸ καταμύειν (Com. ad. fr. 1019)
[<ἰλός>] <ἰλύς>
βόρβορος. γλοιός r
<ἰλούμενος>
περιστρεφόμενος
<Ἴλου σῆμα>
Ἴλου μνῆμα (Λ 166)
<ἰλύαται>
περιειλημένοι <εἰσίν> (υ 352)
<ἰλιγγιζόμενον>
συστρεφόμενον
<ἰλύαι>
ἔνθα τὰ θηρία αὐλίζεται, φωλεοί
<ἰλύει>
[κοιμᾶται.] κρύπτει. συστρέφει. [διατρίβει]
<ἰλύθματα>
πέταλα
<ἰλύμενον>
ἐρχόμενον, προβαίνοντα
*<<ἰλυόεσσιν>·> ἰλυώδεσι [βορβορώδεσιν (Greg. Naz. c. 2,1, 1,36) g
<ἰλύωμαι>
ἐῤῥύπωμαι
*<ἰλύς>
πηλός Avg. ὑποστάθμη
<ἰλύος>
πηλώδους ὑποστάθμης ποταμοῦ (Φ 318) (n)
<ἰλύσαι>
κρύψαι, καλύψαι
<ἰλυσπᾶσθαι>
τὸ [παραπλησίως τοῖς ὄφεσιν ἢ σκώληξιν ἰέναι, κυλίεσθαι r, εἰλεῖσθαι
<ἰλύσω>
ἰλύϊ περικαλύψω, κρύψω (Φ 319)
<ἴλυται>
κέκρυπται, καλύπτεται (Μ 286 v. l.)
*<ἱμαλίς>
ἡ ἐπιμύλιος ᾠδή. ἢ σταφυλῆς εἶδος
<ἱμαῖος>
ᾠδὴ ἐπιμύλιος, καὶ ἐπάντλιος, καὶ ἐπίνοστος (Callim. fr. 260,66)
<ἱμαλιά>
τὸ ἐπίμετρον τῶν ἀλεύρων. ἐπιγέννημα ἀλετρίδος. [ἱμαλίην· ἱκανήν] καὶ ὁ ἀπὸ τῶν ἀχύρων χνοῦς καὶ περιουσία
<ἱμαλίοιο>
πολλοῦ, δαψιλοῦς
<ἱμάλιον>
πολυφόρον. καρποφόρον. νόστιμον. καὶ σταφυλῆς εἶδος
<ἱμαλίς>
νόστος. δύναμις s. ἐπικαρπία. ἡδονή, ἀπαρχὴ τῶν γινομένων
*<ἱμᾶν>
ἀντλεῖν Agn· <ἱμονιὰ> γὰρ τὸ ἄντλημα
<ἱμαντάρια>
ἐν ταῖς ναυσὶν οὕτω καλεῖταί τινα ...
<ἱμάντες>
*λῶροι Avgn, κάλοι ναυτικοί. καὶ ἔθνος οὕτως προς- αγορευόμενον. καὶ τὰ κύκλῳ τῶν τροχῶν σιδήρια
<ἱμάντιον>
τῆς ἐν τῷ στόματι κιονίδος ἔκτασις
*<ἱμάντωσις>
σύνδεσμος τῶν κοῤῥιγίων τοῦ ὑποδήματος (Sir. 22,16) A
<ἱμαοιδός>
ὁ πρὸς τῇ μύλῳ καὶ τῷ ἀντλήματι ᾄδων
<ἵμασο>
πάταξον
<ἱμάς>
λῶρος· οἱ δέ τ' ἔνερθεν ὑποσείουσιν ἱμάντι (ι 385) καὶ ἐπὶ τοῦ κανονίου τοῦ συνέχοντος τὴν θύραν· παρὰ κληῗδος ἱμάντα (δ 802). ἐπὶ τῶν μυρμήκων· δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο (Ψ 684) καὶ τὰ ὅπλα, οἷς τὸ κέρας ἀνάγεται τῆς νεώς
*<ἵμασεν>
ἐμάστιξεν (ε 380) Avgn
*<ἱμάσθλας>
μάστιγας (An) g (T)
<ἱμάσθλη>
μάστιξ s. ἀπὸ τοῦ <ἱμάσσειν>, ὅ ἐστι τύπτειν τῷ ἱμάντι
*<ἱμᾶσι>
λώροις (Ψ 363) n
*<ἱμάσαι>
πατάξαι, πλῆξαι (g), μαστίξαι
†<ἱμάσσα>
μάστιξ
<ἵματα>
ἱμάτια
*<ἱμάσσω>
ἱμάντι πατάξω As. ἐλάσω (Ο 17)
<ἴμβηρις>
ἔγχελυς. Μηθυμναῖοι
<Ἴμβριος> καὶ <Λήμνιος>
οἱ τὰς διαίτας ὑποφεύγοντες ἐσκή- πτοντο ἐν Λήμνῳ ἢ ἐν Ἴμβρῳ εἶναι. Ἴμβρος δὲ νῆσος Θρᾴκης (Com. adesp. III p. 71)
<ἱμείρει>
ἐπιθυμεῖ, θέλει
<ἱμείρεται>
ἐρᾷ, *[ἐπιθυμεῖ Avg, ποθεῖ (α 59)
<ἱμέρους>
ἔρωτας, πόθους
*<ἱμερόεντα>
ἐπέραστα (Γ 397) n
<ἱμερτοί>
ποθεινοί Avb, ἐπιθυμητοί. ἀγαθοί. ἐραστοί, ἀγαπητοί. ἀγαστοί
*<ἴμεν>
βαδίζειν, [πορευθῆναι (Α 170 ..) n
†ἴμενος>
πολύσαρκος†
*<ἱμερτόν>
ἐπέραστον, καλόν, ποθεινόν, ἐπιθυμητόν gn, ἐράσμιον (Β 751)
<Ἱμερτή>
τὸ πάλαι ἡ Λέσβος
<ἱμερτῶν>
ἐρασμίων, ποθεινῶν
<ἵμερα>
τὰ πρὸς τοὺς καθαρμοὺς φερόμενα ἄνθη καὶ στεφανώ- ματα
<ἰμέσιτος>
δίκη [Σικελή]
<ἱμητόν>
ἀντλητόν r
<ἱμῆσαι>
ἀντλῆσαι. ἑλκύσαι
<ἱμίνα>
χοῖνιξ ἡμίνη· κοτύλη <Σικελοί>
<ἰμιτραιον>
ὑπόζωστον. Πάφιοι
<ἰμβούς>
βοῦς. Λυδοί
<ἱμονιά>
ᾗ χρῶνται πρὸς τὰς ἀνιμήσεις τῶν ὑδάτων. Κύπριοι δὲ <ἵμας>, ἤγουν *[τὰ σχοινία τῶν ἀντλημάτων (Agn)
†<ἴμοροι>
πόλεμοι
<ἰμπάταὁν>
ἔμβλεψον. Πάφιοι
<ἰμπόλης>
λήμπτης
<ἰμφθείς>
βλαφθείς. λωβηθείς. νυχθείς
<ἴμψας>
ζεύξας. Θετταλοί
<Ἴμψιος>
Ποσειδῶν ὁ ζύγιος
<ἳν>
αὐτῇ. αὐτήν. [αὐτόν n. Κύπριοι
*<ινα>
ὅπου. ὅπως. καὶ ἐπίῤῥημα. ἢ νεῦρον r. vgn
<ἵνα γνώωσιν>
ἵνα ἐπιγνῶσιν (Α 302)
<ἰναία>
δύναμις
<ἰν ἀκριἵαν>
εἰς ἀκρισίαν
<ἰν ἄμμαυἱν>
εἰς κρίσιν. [ἵνα λέγωσιν] [ἰνώδης]
<ἰν ἀνιάτοις>
ἐν ἀπορίαις
<ἰνάρει>
μαστεύει
<ἰνάρετος>
ἱκανός. ἐνάρετος
<ἶνας>
νεῦρα
<ἰνάσσαι>
καταχέαι. καταπλάσαι. καταβαλεῖν
<ἰνάσσατο>
κατέχεεν. ἐκάθαρεν. [ἐκαθάρθη]
<ἰνᾶσθαι>
ἐκκενοῦσθαι. καὶ προΐεσθαι
<ἵνα τί>
διὰ τί p. ἐς τί (Dem. 19,257 ..)
<ἰνατέρων>
συννύμφων (Ζ 378 ..). λέγονται δὲ καὶ *αἱ τῶν ἀδελφῶν γυναῖκες <ἰνάτερες> n
<ἳν αὐτῷ>
αὐτὸς αὐτῷ (Hes. fr. 11 Rz.)
<Ἰνάχεια>
ἑορτὴ Λευκοθέας ἐν †Κρήτεσιν, ἀπὸ Ἰνάχου
*<Ἴναχος>
ποταμός rA <Θεσσαλίας> A
<ἰνδάλλεται>
*ὁμοιοῦται vg, φαίνεται (ψ 460) Avg, δοκεῖ. στοχάζεται. *[ἰσοῦται. σοφίζεται An
*<ἰνδάλλετο>
ὡμοιοῦτο (Ρ 213) r. n
*<ἰνδάλλονται>
φαίνονται An καὶ τὰ ὅμοια
*<ἰνδάλματα>
φαντάσματα. ἀφομοιώματα, εἰκόνες (Ierem. 27,39) (r) Agn
<ἰν δέᾳ>
μεσημβρίᾳ. Μακεδόνες
*<Ἰνδός>
ὁ τὸν ἐλέφαντα ἄγων ἀπὸ Αἰθιοπίας (1. Macc. 6,37)
<ἰνδουρός>
ἀσπάλαξ r
<ἵν' ἔκδηλος>
ἵν' ἐπίσημος ᾖ (Ε 2)
<ἰνέκεσθαι>
μαθεῖν
*<ἶνες>
νεῦρα (λ 219) ASgn
<ἰνεύει>
τείνει
<ἰνηθεῖσα>
καθαρθεῖσα, κενωθεῖσα (Hippocr.)
[<ἱνία>
λῶρα]
<ἰν ἱμίνᾳ>
ἐν ἡμίσει
<ἰνίον>
τὸ ὄπισθεν τοῦ τραχήλου νεῦρον (Ε 73) r. καὶ ἡ συνα- γωγὴ τῶν χειρῶν πρὸς ἀλλήλας. ἢ μέτρον. ἢ υἱόν
†<ἰνιπίσας>
κρούματα ποιά
*<ἶνις>
υἱὸς νέος, παῖς, βρέφος, ἀπόγονος νήπιος (Eur. Troad. 571) ASvg
<ἰνκαπάταὁν>
ἐγκατάβλεψον
<ἰνκαφότευε>
ἐνκαταφύτευε
<ἴννην>
κόρην μικράν· καὶ τὴν ἐν τῷ ὀφθαλμῷ
<ἴντυεν>
ἐκάθιζε
<ἰννός>
ὁ πῶλος, ὁ ἐξ ἵππου πατρὸς καὶ μητρὸς ἡμιόνου, ἄλλοι δὲ ὄνου. Ἀριστοτέλης (h. an. 6,577 b 21) δέ φησιν <ἰννὸν> ἡμίονον ἄρσενα, τουτέστιν ὀρέα, τὸν ἐπὶ θηλείας ἀναβαίνοντα· γίννον δὲ ἐξ ἵππου νοσήσαντος. ἄλλοι δὲ ἡμιόνιον ἢ ἱππάριον ἀναυξές. Ἀριστοφάνης δὲ τοὺς ἰννοὺς γίνεσθαι ἐξ ἵππου πατρός, ὄνου δὲ μητρός b) <ἱνούλεους>· νεβρός. ἑνικῶς
*<Ἰνοῦς παῖδας>
<Ἰνὼ Κάδμου θυγάτηρ> AS
[<ἰννοῦνται>
ζῶσιν]
<ἰνπροαγόρας>
ἐναντίος
<ἰν τυῖν>
ἐν τούτῳ
[<ιννύεται>
κλαίει, ὀδύρεται]
<Ἰνυκῖνος οἶνος>
ἀπὸ Ἰνύκου τῆς Σικελίας. ἔστι δὲ πολίχνιον εὔοινον
<Ἰνύνια>
ἑορτὴ ἐν Λήμνῳ
[<ἴνυξ>
ὄρνεόν τι, ᾧ χρῶνται αἱ φαρμακίδες]
<>ινύρετο>
ἐμύρετο
<ἰντύεσθαι>
κοσμεῖν. φαιδρύνεσθαι
<ἰν φάος>
εἰς τὸ φῶς
<ἰνῶδες>
ἰσχυρόν r, εὔτονον, [νευρῶδες r. ἰσχνόν
<Ἰνώ>
Κάδμου θυγάτηρ r
<ἰνώμενος>
ἐξελών. ἐκκενούμενος, ἐκπροϊέμενος, ἀφ' οὗ καὶ <ὑπέ- ρινος> λέγεται (Hippocr. epid. 6,5, 15 [V 320,9 L])
<ἴνωνται>
ζῶσιν ..
[<ἰνώσατο>
ἔπιεν. ἐδέξατο. κατέπιεν. κατεκαύθη]
<ἴξ>
θηρίδιόν τι, ἀμπέλους ἐσθίον
<ἷξαι>
διηθῆσαι. ἥκειν
<ἰξαλῆ>
αἰγὸς δορά. [ἢ πηδητική] (Hippocr. fract. 29)
<ἰξάλου>
πηδητικοῦ (ASvgn), ὀξέος· ἀπὸ τοῦ <ἷξαι> καὶ τοῦ <ἅλλεσθαι>. δηλοῖ δὲ καὶ ὀξέως ἁλλομένου (Δ 105)
[<ἰξάνει>
ἐπικάθηται]
*<ἷξε>
παρεγένετο Sn. ἐνέβαλεν. [ἦλθεν (ε 392) AS
*<ἰξευτής>
στρουθοπιαστής (Amos 3,5 ..) r. ASg
*<ἷξις>
παρουσία. ἄφιξις (Eur. Troad. 396 v. l.) r. sἱκετεία
<ἰξία>
κιρσὸς ὁ ἐν τοῖς σκέλεσιν. ὁμωνύμως δὲ καὶ τὰ ἐν τοῖς δένδροις. καὶ πόα τις, ἣ καὶ χαμαιλέων, καὶ ἑτέρα, ἀφ' ὧν καὶ ἰξός
†<ἴξινα>
νεῦρα
<ἰξοί>
οἱ γλίσχροι, καὶ φειδωλοί
*<ἵξομαι>
παραγενήσομαι (Ζ 367) AS
*<ἱξόμεθα>
ἱκετεύσομεν (Aesch. Suppl. 159?) S
<ἷξον>
ἀφίκοντο n, ἦλθον (Ε 773 ..)
*<ἰξός>
εἶδος φυτοῦ. καὶ κάλαμος ἰξευτικός r. AS
<ἰξοφόρους δρύας>
τὰς ἰξὸν φερούσας r. Σοφοκλῆς Μελεάγρῳ (fr. 370)
<ἰξύας>
ἰχθύς τις
*<ἰξυῖ>
ὀσφύϊ. [λαγόνι (ε 231) ASvg
*<ἰξύος>
ὀσφύος ASs
*<ἰξύς>
ὀσφύς r. ASvg
*[<ἴξων>
φέρων] AS
<Ἰόβακχος>
ὁ Διόνυσος, ἀπὸ τῆς βακχείας
<ἰόβλης>
κάλαμος παρὰ Κρησίν
[<ἰοβηλαῖος>
χρόνοι τεσσαράκοντα ἐννέα]
<ἰοβλέφαροι>
καλλιβλέφαροι
<ἰοβόρον>
παλίγκοτον, ἤγουν ὀργίλον. σκολιόν. ἐχθρόν
<ἰόβρωτος>
ἀπὸ ἰοῦ τοὺς ... βρωτοὺς ἔχουσα
<ἰοβρυχέουσα>
ἀνιωμένη, πικραινομένη
<ἰογλήνα>
μελαίνας γλήνας ἔχουσα
<ἰοδνεφές>
μέλανι ἄνθει παραπλήσιον· οἱ δὲ πορφυρίζον (δ 135)
<ἰοδόκον>
τὴν φαρέτραν r, τῶν ἰῶν οὖσαν δεκτικήν (Ο 444) r. S
<ἰοειδές>
μέλαν, ἢ ἀνθηρὸν ἐν τῷ ὁρᾶσθαι· πορφυροῦν
<ἰοειδέος>
μέλανος (ε 56)
*<ἰοδόχη>
βελοθήκη ASvg
<ἰόζωνος>
πορφυρόζωνος (Callim. fr. 110,54)
<ἰοί>
τὰ βέλη. ἀπὸ <τοῦ ἰέναι>· ἢ ἀπὸ τοῦ <ἰοῦ>. ἐχρίοντο γὰρ φαρμάκῳ τινὶ αἱ ἀκίδες αὐτῶν (Λ 387 ..)
*<ἴοι>
ἀπέλθοι ASvg, πορεύοιτο Sv. εὐκτικῶς (Ξ 21)
*<ἰοῖσιν>
ἰοῖς, βέλεσιν (Γ 80) ns
*<ἵοιτο>
πορεύοιτο Avgn
<ἰολάδα>
ἰοειδῆ χρώματα
[<ἰομαλίς>
δύναμις]
<ἰόμωροι>
ἰοὺς ὀξεῖς ἔχοντες, καὶ δι' αὐτῶν ἢ ἐξ αὐτῶν μόρον, ὅ ἐστιν θάνατον, ἐπιφέροντες. βέλτιον δὲ οἱ τοὺς ἰοὺς μεμορη- μένοι ἤτοι πεπονημένοι (Δ 242)
<ιον>
ἀφίκοντο. [ἄνθος r. S. [πρόβατον.] [εἷρπον S. καὶ [βέλος r. ASvgn τοξικόν. καὶ μόνον
<ἰονθάδος αἰγός>
Ἀπίων τῆς ἰούσης θοῶς· ἢ ἰόνθους ἐχούσης, οἷον ἐκφύματα σκληρά (ξ 50). [ἢ σκώληξ]
<ἰοέντα>
<ἰὸν γεννῶντα> (Ψ 850)
*<Ἰόνιον>
πέλαγος ASvg. ὁ νῦν Ἀδρίας vgnp
<ἰόντα>
παραγενόμενον. ἐπανερχόμενον (Α 27) r. n
<ἰοπλόκαμος>
μελανόθριξ
<ἰοπλόκος, ἰόπεπλος>
ἀπὸ τοῦ χρώματος (Alcae. frg. 384 L.)
†<ἰόππα>
μιξώδης
<ἴορκες>
τῶν δορκάδων ζῴων. ἔνιοι δὲ ἡλικίαν ἐλάφου
<ἰότητι>
βουλήσει, θελήσει. αἰτίᾳ. ὀργῇ. χάριτι (Ε 874)
<ἰότητος>
βουλήσεως
<ἰοτόκος>
ὁ κατασκευάζων ὀργήν. καὶ τὰ ἰοβόλα θηρία. καὶ ὁ τὴν οἰκείαν βουλὴν ἱστῶν
*<ἰού>
σχετλιαστικὸν ἐπίῤῥημα r. ASvg, ὡς τὸ [φεῦ r. s, καὶ τὸ παπαί
*<Ἰουβάλ>
κύριον ὄνομα τοῦ καταδείξαντος κιθάραν (Gen. 4,21) r. AS
†<ἴουκαι>
πεπόρευται
<ἰούγερον>
...
<Ἰούδας>
ἐξομολόγησις θεοῦ
<ἴουλοι>
αἱ πρῶται τῶν <γενείων> ἐκφύσεις r. vgn. ἀπὸ τοῦ ἰέναι αὐτὰς οὔλας (λ 319). Ἴουλοι δὲ καὶ οὖλοι αἱ ἐκ τῶν δραγμάτων συναγόμεναι δέσμαι. καὶ ζῷον πολύπουν, ὅπερ ἡμεῖς λέγομεν ὄνον. τινὲς δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον ὄνον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν
*<ἰούσης>
πορευομένης (Α 482) ASn
<Ἰοφῶσσα>
ἡ Χαλκιόπη, ὥς φησι Φερεκύδης (3,25 J.)
<ἰοχέαιρα>
τοξοφόρος. ἢ ἰοὺς χέουσα. ἢ ἰσχυρά. ἡ βέλεσι χαί- ρουσα (Ε 53)
<Ἰόψαφος>
Ἀπόλλωνος ἐπίθετον
<ἴπνασμα>
κάπνη
<ἶπες>
θηρίδια σκωληκοειδῆ, ἃ κατεσθίει τὰ κέρατα καὶ τὰ ξύλα (φ 395)
<ἰπνῆ>
†ἐφιππίς. Σικελοί
<ἴπνια>
τὰ καθάρματα τοῦ ἰπνοῦ p
<ἰπναστά>
γαστὴρ παρὰ Ταραντίνοις
<ἰπνοκοδόμαν>
τὴν φρύκτριαν. Κρῆτες
<ἰπνοκήϊον>
φρύγιον. οἱ δὲ τὴν ὑπόκαυσιν τοῦ ἰπνοῦ
<ἰπνός>
*κάμινος. φοῦρνος. φανός ASvgn. κλίβανος s. μαγειρεῖον. καὶ μέρος τι νεώς. Ἀριστοφάνης δὲ ἐν Κωκάλῳ (fr. 353) καὶ τὸν κοπρῶνα οὕτως εἶπεν
<ἶπος>
τὸ ἐμπῖπτον τοῖς μυσὶ ξύλον (Callim. fr. 177,33)
<ἱππαγρέτας>
ἀρχὴ ἐπὶ τῶν ἐπιλέκτων ὁπλιτῶν
<ἱππάδα>
τὰ τῶν ἱππέων τιμήματα. τινὲς δὲ στολὴν ἱππικήν. καὶ θυσίαν, ἣν τοῖς ἱππεῦσιν ἀπένειμον. καὶ πύλαι Ἀθήνησιν <Ἱππάδες> ἐκαλοῦντο
<ἱππάερον>
τὸν ἐπὶ τοῖς ἵπποις ἔρωτα. Ἀριστοφάνης (Nubb. 74). ἢ <ἵππερον>
<ἱππάκη>
Σκυθικὸν βρῶμα ἐξ ἵππου γάλακτος (Aesch. fr. 198?). οἱ δὲ ὀξύγαλα ἵππειον, ᾧ χρῶνται Σκύθαι. πίνεται δὲ καὶ ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν τρίτῳ αὐτοῦ λόγῳ (115,45 J.). καὶ μάνδραν ἵππων παρὰ Λάκωσιν
<ἱππαλεκτρυών>
τὸν μέγαν ἀλεκτρυόνα, ἢ τὸν γραφόμενον ἐν τοῖς Περσικοῖς περιστρώμασι. γράφονται δὲ οἷον γρῦπες. ἔνιοι γῦπα (Aesch. fr. 134)
<ἱππάριον>
ὄρνεον ποιόν, παραπλήσιον χηναλώπεκι
[<ἵπαρος>
πάθος τι τῶν ὑπὸ τὸν ἴκτερον συμβαινόντων]
<Ἱππάρχειος Ἑρμῆς>
Ἱππάρχειοι Ἑρμαῖ, ἃς ἀνέστησεν Ἵπ- παρχος στήλας ἐγγράψας εἰς αὐτὰς ἐλεγεῖα, ἐξ ὧν ἔμελλον βελτίους οἱ ἀναγινώσκοντες γίνεσθαι
<ἵππαρχος>
ὁ τῶν νέων ἐπιμελητὴς παρὰ Λάκωσιν
<ἱππάρχου πίναξ>
ἐπεὶ οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα τῶν ἀτακτούντων γράφοντες παρεσημειοῦντο
<ἱππάς>
παρὰ Ἀθηναίοις μερὶς τῆς πολιτείας διῃρημένης εἰς τέσσαρα, πεντακοσιομέδιμνον ...· καὶ αἱ θυσίαι δὲ αἱ περὶ τῶν ἱππέων ἐπιτελούμεναι <ἱππάδες> ἐλέγοντο. καὶ ἡ εἰς τὴν θυσίαν λαμβανομένη βοῦς <ἱππάς>· καὶ τὸ τέλος, ὃ ἐτίθεσαν οἱ ταύτης τῆς τάξεως, <ἱππάς> ἐκαλεῖτο
<ἱππαστὶ καθίζειν>
ὅταν οἱ παῖδες ἐπὶ τῶν ὤμων περιβάδην καθέζονται
<ἱππίαν>
τὴν <ἐξ> ἵππων. ἔνιοι δὲ τὴν τόξων νευρὰν τὴν ἐξ ἱππείων τριχῶν
<Ἵππιον>
τὸ Ἄργος. ἀπὸ Ἵππης τῆς Δαναοῦ r
<ἵππιος δρόμος>
τετραστάδιός τις
<Ἵππιος Ποσειδῶν>
r φυσικῶς φασι. διὰ τὸ λέγειν <τὸν> ποιη- τήν· αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίγνονται (δ 708), ἢ κατὰ τὸν μῦθον, ὅτι ἵππους ἐγέννησε Ποσειδῶν, [*<ἱππεῖς>· ἔφιπποι Av, ἵπποι] Ἀρίωνα Σκύφιον Πήγασον
<ἵππερον>
ἱππικῆς ἔρωτα (Ar. Nubb. 74)
†<ἱππετοῦμαι>
ἠγώνισμαι. Λάκωνες
<ἱππεύς>
[φυγάς.] καὶ εἶδος κοροσκομίου. καὶ ὁ [ἐπὶ] ἱππικῆς ἐπιστήμων
<ἱππῆες δ' ὀλίγον μετεκίαθον>
οἱ γὰρ ἱππεῖς μετ' ὀλίγον ἐπορεύοντο καὶ σχολαίως μετὰ τῶν πεζῶν (Λ 52)
*<ἱππέως>
ἀναβάτου, ἐπιβάτου (Ier. 4,29 ..) ASvg
<ἱππηλάτης>
ἵππον ἐλαύνων [ἱππικός r φυγάς
<ἱππικώτατος>
εὔδρομος
*<<ἱππήλατος>>
πλατεῖα r (A) n ὁδὸς rn καὶ λεία r (vg), εὐρύ- χωρος vg, καὶ ἡ μεμαλαγμένη (δ 607 ..)
<ἱππημολγῶν>
ἵππους ἐλαυνόντων, ἢ ἀμελγόντων· διὰ τὸ τροφῇ χρήσασθαι τῷ γάλακτι (Ν 5)
<ἱππῆς>
Ἱππεῦσιν· ἀλλ' εἰσὶν ἱππεῖς ἄνδρες ἀγαθοὶ χίλιοι· (Ar. Eq. 225) σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόν- των. [Λέγονται καὶ μύρμηκες οὕτως.] Φιλόχορος δὲ ἐν τετάρτῳ (fr. 328,39 J.) εἴρηκε, πότε κατεστάθησαν χίλιοι. διάφορα γὰρ ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις
<Ἱππία>
Ἀρσινόη, ἡ τοῦ Φιλαδέλφου γυνή
<ἱππίδιον>
ἰχθὺς ποιός (Epich. fr. 44)
<ἱππικὴ βάσις>
ἡ νευρὰ τοῦ τόξου, διὰ τὸ ἐξ ἱππείων γίνεσθαι νευρῶν. οἱ δὲ <θώμιγγα νευρῶν ἱππικὴν> (trag. ad. 215) καλοῦσιν
<ἱππικὸν τόρμον>
ὁ καμπτήρ
<ἱππικὸν χλίδος>
Ἴων Ἀγαμέμνονι (fr. 3). ἀντὶ τοῦ χλίδημα, φόρημα. οἱ γὰρ ἐποχούμενοι τοῖς ἵπποις ἐχρῶντο κόσμου χάριν πλατέσι χιτῶσιν, ἃς καλασίριδας καὶ ξυστίδας τινὲς λέγουσιν
<ἱππικόν>
τὸ στάδιον
<ἱππιοχάρμης>
ὁ ἐφ' ἵπποις χαίρων, ἢ μαχόμενος· <χάρμη> γὰρ ἡ μετὰ χαρᾶς μάχη (Ω 257)
<ἱππίσκος>
ἐπίθεμα κεφαλῆς. ἢ γυναικεῖον κόσμιον
<ἱππίτας>
ἱπποφορβός
<ἱπποβάτης>
ἱππεύς r
<ἱπποβότοιο>
ἱππικοῦ (Β 287 ..)
<ἱππόβοτον>
ἵππους βόσκειν δυνάμενον. μεγαλόβοτον. καὶ εὔγειον. τὸ γὰρ <ἵππος> ὄνομα ἐπὶ τοῦ μεγάλου τίθεται (Γ 55 ..)
<ἱπποβουκόλους>
τοὺς ἵππους νέμοντας (Eur. Phoen. 28)
<ἱππογνώμων>
ἵππους διαγινώσκων r ἐγκύους ἢ μή
<Ἱπποδαμάντειος>
οἶνος ποιὸς ἐν Κυζίκῳ
<Ἱπποδάμεια>
ἡ Βρισηΐς. r καὶ Ἀφροδίτη
<ἱπποδάμοις>
ἐφ' ἵππων ... (Η 361)
<ἱππόδαμοι>
ἔφιπποι. ἢ πωλοδαμασταί. ἢ ἵππους ἐλαύνοντες
<Ἱπποδάμου νέμησις>
τὸν Πειραιᾶ Ἱππόδαμος, Εὐρυφῶντος παῖς, ὁ καὶ μετεωρολόγος, διεῖλεν Ἀθηναίοις. οὗτος δὲ ἦν καὶ ὁ μετοικήσας εἰς Θουριακούς, Μιλήσιος ὤν
<ἱπποδασείης>
ἱππείων λόφον ἐχούσης τριχῶν (Γ 369 ..) Σ
<Ἱπποδέτης>
Ἡρακλῆς ὁ ἐν Ὀγχηστῷ τιμώμενος· οἱ δὲ ἐν Θήβαις
<ἱπποδιώκτας>
ἡνίοχος (Theocr. 14,12) r
<ἱπποδρομία>
ἀγὼν r Ἀθήνησι Θησεῖ ἀγόμενος
†<ἱπποζώνη>
ἡ τοὺς ἵππους θηλάσασα ...
<ἱππόθοος>
ἱπποδιώκτης
<ἱπποθόρος>
ὄνος ἵππους βιβάζων
<ἱπποθοίνην>
τὴν μεγάλην εὐωχίαν
<Ἱπποθοώντειον>
τὸ τοῦ Ἱπποθόωντος ἡρῷον. ἦν δὲ υἱὸς Ποσειδῶνος
†<ἱππόκαμπτος>
στρουθίον τι
<ἱπποκαμπάς>
στήλην λίαν μεγάλην †ἱπποκελεκεμαίνην. [οἱ δὲ ζῶον]
<ἱπποκέλευθος>
ἵπποις κέλευθον <ποιούμενος>. ἱππεύς. ἢ ὁ πολλὴν ὁδὸν πορευόμενος (Π 126 ..)
<ἱπποκένταυρος>
ἱππόμορφος ἀνθρώποις ...
<Ἱπποκλείδης>
οὕτω κακοσχόλως τὸ τῆς γυναικὸς μόριον Ἀριστοφάνης εἶπεν (fr. 703)
<ἱπποκόμων τρυφαλειῶν>
ἐξ ἱππείων τριχῶν τὸν λόφον ἐχουσῶν (Μ 339)
*<ἱπποκορυσταί>
ἵππους ὁπλίζοντες r. AS, ἱππικοί (Β 1 ..) n
*<ἱπποκόρυστοι>
ἐν ταῖς περικεφαλαίαις τρίχας ἵππων ἔχοντες (r) An
<ἱπποκράτεια>
τὸ τοῖς ἵπποις νικᾶν
<Ἱπποκούριος>
... ἥρωος
<ἱππολήμπτρα>
τὰς τριχίνους σειρὰς Πάρθοι οὕτως καλοῦσιν
<ἱππολούστρας>
ἔνθα τοὺς ἵππους ἀπένιζον
<ἱππομανές>
τούτῳ χρῶνται πρὸς τὰ φίλτρα αἱ φαρμακίδες
<ἱππόμαχοι>
ἀπὸ τῆς κόρυθος, ἐπεὶ ἵππουρις ... (Κ 431)
<ἵππον>
τὸ μόριον καὶ τὸ τῆς γυναικὸς καὶ τοῦ ἀνδρός. καὶ τὸν μέγαν θαλάσσιον ἰχθύν
<ἱππόνομα>
μισθὸς ἱππικός, καὶ τῶν ἡμιόνων
<ἱπποπόλων>
τῶν ἡνιοχούντων, ἢ *[ἐφ' ἵπποις πολουμένων m, ἢ περὶ ἵππους ἀναστρεφομένων n, ἱππικῶν (Ν 4)
†<ἱππόπορ>
τόν τε ἵππον, καὶ τὸν τετράχαλκον. καὶ τῆς †ὄρνης τὸ στῆθος. Λάκωνες
†<ἱππόπορι>
κοιλάς. αὐλή. δῶμα
<ἱπποσόον>
ἱππάστρα
<ἵππος Λειμώνης>
ὄλεθρος. [μάστιξ]
<ἱπποσύνα>
τὸ ἱππεύειν
<ἱπποσύνῃσι>
ταῖς ἱππικαῖς ἐμπειρίαις (r. n)
<ἱππότα>
ἱππότης, ἱππικός. οἱ δὲ νεώτεροι φυγάς. οὐκ εὖ. κάλλιον γὰρ ἐπιστήμων ἱππικῆς, *ἱππικώτατος Av (g). ἄλλοι ἱππηλάτης (Β 336)
<Ἱπποτάδης>
Ἱππότου υἱός (κ 2)
<ἱπποτακτικά>
ἵππων τάξεις μισθοφόρων
[<ἱππουδάμος>
ἵππους δαμάζων]
<Ἱππουκρήνης>
τῆς ἐν τῷ Ἑλικῶνι, ἥτις ὠνομάσθη ἀπὸ τοῦ Πηγάσου ἵππου, ὃς διψήσας ἔκρουσε τὴν γῆν τῇ ὁπλῇ· ἡ δὲ τὴν πηγὴν ἀνῆκεν. Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (6)
*<ἱππότης>
ἱππεύς r. ASvg
<ἰποῦμεν>
πιέζομεν (Cratin. fr. 91)
<ἰπούμενος>
*πιεζόμενος (Ar. Equ. 924) ASn. καὶ <ἶπος> τὸ ἐμπῖπτον ξύλον τοῖς μυσίν
<ἵππουριν>
ἱππείαις θριξὶ κεκοσμημένη, [ἢ τὸν λόφον ἔχουσα περικεφαλαία r τοιαύτῃ κατεσκευασμένον (Γ 337). καὶ πόας εἶδος
<ἵππου τροχός>
τοῖς γεγηρακόσιν ἵπποις ἐχάραττον ἐπὶ τὴν γνάθον σημεῖον, τροχοῦ σχῆμα ἔχον. ἐκαλεῖτο δὲ καὶ τρυσίπ- πιον
*<ἱπποφορβός>
ἱπποτρόφος Avgn
<ἱπποφόρβιον>
καπίστριον. ἢ [ἀγέλη ἵππων (Hdt. 4,110,2) n
<ἱπποχαίτην>
ἐξ ἱππείων τριχῶν
<ἵπτα>
ὁ δρυοκόλαψ ἐθνικῶς. καὶ Ἥρα
*<ἵπταται>
πέταται gSn
<ἱπύα>
σιπύα
<ἵπφαρμος>
ἀρχή τις
*<ἱρά>
θύματα Avgn. [συνέδρια S. τιμαί S] θυσίαι Avgn. [θαύ- ματα] (α 66)
<ἴρανες>
οἱ εἴρενες. οἱ ἄρχοντες ἡλικιώταις. Λάκωνες
<ἰράων>
ἐκκλησιῶν r. n. ἀπὸ τοῦ ἐν αὐταῖς <εἰρεῖν>, ὅ ἐστι λέγειν (Σ 531)
<ἴρερον>
δουλείαν. οἱ δὲ <εἴρερον>, διὰ τὸ κωλύεσθαι τοὺς δού- λους λέγειν (θ 529)
[<ἴρες
λόγοι>]
<ἴρεσσιν ἐοικότες>
<οὐ> τῷ χρώματι, ἀλλὰ [οὐ] τῷ σχήματι. ὅλοι γάρ εἰσι συνεστραμμένοι (Λ 27)
<ἱρεύει>
μαγειρεύει s. [λέγει]
<ἱρεύς>
ἱερεύς (Ε 10)
<ἰρεῖν>
λέγειν. καὶ <ἔρις> δὲ ἀπὸ τούτου
*<ἴρεται>
εἰσείρεται. συνάπτεται AS
*<ἴρη>
[ἴρα.] [ἐρώτησις s
<ἴρηκος>
ἱέρακος (Φ 494)
*<ἴρηξ>
ἱέραξ (Ν 62) r. ASvgn
*<ἱρητῆρα>
ἱερέα, θύτην AS
<ἰρικάν>
ἵππος οἰνωπὸς χρώματι
[<ἰρίνες>
μελλέφηβοι]
<ἴριον>
τράγος. κριός
<Ἶρις>
ἡ θεῶν ἄγγελος (Β 786 ..) r. καὶ *[ἡ ἐν οὐρανῷ ζώνη Sn. καὶ ἡ ἔρις. καὶ φήμη. καὶ ποπάνου τι εἶδος. καὶ τοῦ ὀφθαλμοῦ ὁ περὶ τὴν κόρην κύκλος. καὶ τῶν λίθων τις κρυσταλλώδης. καὶ ἀρωματική τις πόα
<ἴρισι>
ταῖς ἴρισι ταῖς φαινομέναις ἐν τῷ οὐρανῷ (Λ 27)
†<ἰρίσειν>
ἐκωλύοντο
[<ἱρμός>
ἀκολουθία]
<ἱρμοσάμην>
ἐνυμφευσάμην (2. Cor. 11,2)
*<Ἶρος>
ἀπαγγέλλων. [πτωχός, πένης vgn, γυμνός b, μηδὲν ἔχων (σ 7) Sn
<Ἶρος ἄϊρος>
ὁ ἀτυχὴς Ἶρος (σ 73)
<Ἶρος ἀλήτης>
Ἶρος πένης, ἐκ πλάνης τρεφόμενος (σ 25)
<ἰρῶ>
ἐρῶ. λέγω (β 162)
†<ἰρωσινοῖς>
ᾄδοις παισίν
*<ἰρῶν>
εὐχῶν AS
*<ἰρωνεία>
ὑπόκρισις (2. Macc. 13,3) Ss
<ἰρωστί>
θεοπρεπῶς (Anacr. fr. 149 Bgk)
*<ἴς>
ἰσχύς s, δύναμις. νεῦρα ASg. βία (σ 3 ..) s
<ἰς ἅλα>
ἐς θάλασσαν (Α 314) [οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα]
<ἰσάζων>
ἴσον ποιῶν. ὁμοιούμενος
<ἰσαία>
μερίς. <οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα>
*<Ἰσακίῳ>
ἀνδρείῳ (4. Maccab. 7,14) ASg
<ἴσαι ψῆφοι>
ἀπολύονται οἱ διωκόμενοι ἐν τοῖς δικαστηρίοις ἴσων γενομένων ψήφων (Aeschin. Ctes. 252)
<ἴσαμι>
ἐπίσταμαι. Συρακούσιοι (Epich. fr. 254,1)
†<ἰσάμμορος>
δύσμορος (β 351?)
*<ἴσαν>
ἐπορεύοντο (Γ 8). ᾔδεσαν (δ 772) n
<ἰσάναν, ἰσάνιον>
ῥητίνην
*<ἴσασιν>
οἴδασι (Act. ap. 26,4), γινώσκουσι (Ζ 151) ASvg. [πορεύονται]
*<ἴσατο>
ὡμοιώθη (Β 791) AS
<ἰσατέον>
γνωστέον. ἰστέον
<ἴση>
μοῖρα. ἢ τῆς αὐτῆς. ὁμοία
*<ἰσηγορεῖ>
ἐφ' ἴσης λέγει, <καὶ> ὁμοτίμως· ἰσολογεῖ Svg
<ἰσῇ>
ἰσοῖ, ἰσάζει
*<ἰσηγορία>
ἰσολογία (Dem. 21,124) r. n
<ἴση μοῖρα>
ἀγαθὴ μερίς. [καὶ κύριον ὄνομα, ἡ τοῦ Ἡλίου γυνή]
[<ἰσήμορτεν>
ἀπέθανεν]
*<ἴσθι>
γίνωσκε ASvg, γνῶθι vg, ἐπίστασο (β 356) g
*<ἴσθι>
[γινώσκων v] ἔσο Avg γίνωσκε (Sirac. 4,30) np
<ἰσθλῆ>
αἰγεία μηλωτή. δέρις
<ἰσθμιάσαι>
παροιμία ἐπὶ κακοῦ βίου. ἐπίνοσος γὰρ ὁ καιρός, ἐν ᾧ τὰ Ἴσθμια ἄγεται
<ἴσθμα>
ἆσθμα. [καὶ κόσμιον περὶ τράχηλον]
<ἰσθμαίνοντα>
ἀγωνιῶντα, πνευστιῶντα
<ἰσθμαίνων>
ἀσθμαίνων. φροντίζων, ἀνιώμενος
*<ἴσθμια>
περιτραχήλια (σ 300) A (v)gn
*<Ἴσθμια καὶ Πύθια>
πανηγύρεων ὀνόματα AS
<ἴσθμιον>
περιτραχήλιον κόσμημα r. *περιστόμιον AS. καὶ [γῆ στενὴ μεταξὺ δύο θαλασσῶν· q ὅθεν λέγονται τὰ τοῦ ἀνθρώπου <παρίσθμια> μεταξὺ ὄντα κεφαλῆς καὶ κοιλίας, αὐχήν τε καὶ τράχηλος. [καὶ στενὸν χωρίον μεταξὺ δύο θαλασσῶν]
[<ἴσι>
γνῶσιν]
*[<ἰσιγέον>
πορευτέον] A
<ἴσκε>
ᾔκαζε. ὡμοίου (τ 203)
<Ἰσινδίη>
Καρίνη
<ἴσιον>
ἴσον. ἄμεινον. μεριστόν
<Ἶσις>
ἔνιοι ὀμνύντες τὴν Ἶσιν ἐξ ἑτοίμου ἐνόσουν. ὅθεν Ὠφελίων (fr. 6) <διὰ> τὸ συνεχὲς τῶν νόσων ἐχρήσατο τῇ λέξει
<ἰσκάνδιον>
σαλπίγγιον
<ἰσκανδοτόν>
σαλπιγγωτόν
*<ἰσκιερῷ τόπῳ>
σκιὰν ἔχοντι ASg
<ἴσκλαι>
κίχλαι. [καὶ αἱ αἴγειαι μηλωταί]
*†<ισκός>
κλέπτης gps
*<ἴσκω>
εἰκάζω. ὁμοιῶ (Γ 197) ASgn
<ἶσμα>
ἵδρυμα. κτίσμα
<ἰσμαίνει>
ἀναψύχει. ὄζει. ἀποψύχει
<Ἴσμαρος>
πόλις Θρᾴκης, ἡ νῦν Μαρώνεια (ι 40) r
<ἴσμασιν>
ἀναψύξασιν
<ἰσμέρα>
τὸ εἰς τοὺς καθαρμούς ...
<ἰσμή>
πρόφασις. σύνεσις, φρόνησις
†<ἰσμῆναι>
θῆκαι. ἀκόλουθοι
<Ἰσμήνιος>
ὁ Ἀπόλλων r
*<Ἰσμηνός>
ποταμὸς <Θηβῶν> (Eur. Phoen. 347) ASn
<ἰσόβοιον>
ἄνθος ὅμοιον μήκωνι
<ἰσοβόλων>
ἰσοστασίων. ἔνιοι δὲ διπλῶν
<Ἰσοδαίτης>
ὑπ' ἐνίων ὁ Πλούτων· ὑπὸ δὲ ἄλλων ὁ Πλούτωνος υἱός
*<ἰσοδίαιτος>
ὁ <τοῦ> αὐτοῦ <βίου> κοινωνός (Thuc. 1,6,4) AS
*<ἰσόζυγιον>
ἴσον ζυγῷ, ἀντίσηκον ASvg
<ἰσόθεος>
ψυχὴ ἀθάνατος
<ἰσ ὅ κε>
ἕως ἄν (Β 332 ..)
*<ἰσοκλέα> καὶ <ἰσοκλῆ>
ἰσόδοξον An
*<ἴσομαι>
γνώσομαι (Θ 532) AvS
<ἰσόκτιτον>
ἴσον κατεσκευασμένον
<ἰσομάτωρ>
ὁ τῇ μητρὶ ἴσος. Κρῆτες
*<ἰσομοιρεῖ>
[ἰσάζοιτο, μερίζοιτο ἢ] μερίζεται ἐξ ἴσου καὶ ἰσότητα ἔχει (Thuc. 6,16,4) AS
<ἰσομοιροίη>
ἰσάζοιτο <μερίζοιτο>
<ἰσομόρῳ>
ἰσομοίρῳ
[<ἰσομυθοῦντες>
ἀκριβολογοῦντες]
<ἶσον>
ὅμοιον. καλόν
<ἶσον ἐμοὶ φάσθαι>
ἴσον ἐμοὶ εἰπεῖν (Α 187)
<ἶσον ἔχω γέρας>
ἴσην τιμὴν ἔχω (Α 163)
*<ἰσωνία>
ἰσοτίμημα (Ar. Pac. 1227) Agn
<ἰσονόμον>
ἰσομερές
<ἴσονται>
ἱδρύσονται. πορεύσονται
<ἴσοξ>
ἰχθὺς ποιὸς κητώδης
<ἰσοπαλεῖς>
ἐς ἴσον ἐμμένοντας. [ἴσους (Thuc. 2,39,1) m
*<ἰσοπαλῆ>
ἴσα ἐν κλήρῳ· <πάλος> <γὰρ ὁ κλῆρος> ASv(g)
<ἰσόπαλοι>
ἴσοι
<ἰσόπεδον>
*ἴσον τῇ γῇ ASvg, ὁμαλὸν ἔδαφος r, ἰσόχωρον (Ν 142)
<ἰσοπέλεθρον>
μέγα. ἰσόμηκες
<ἰσόπτεροι>
ἰσότιμοι
*<ἰσόῤῥοπον>
ἰσοβαρές. ἴσον gn. ἐκ μεταφορᾶς τῶν μὴ ῥεπόν- των ζυγῶν AS. καὶ ἰσόσταθμον Sn, ἢ ὅμοιον
*<ἰσοσθενές>
ἰσοδύναμον r. (ASvgn)
†<ἰσόσμασις>
συνωμοσία
<ἰσόσταθμος>
ἴσος σταθμῷ
*<ἰσοστάσιον>
ἴσον τῷ σταθμῷ ASvgn
<ἰσοστάσιον μύρον>
ἡ στακτή, σμύρνα
<ἰσοστάσιος>
ἴσος χρυσῷ κατὰ ὁλκήν, τίμιος
<ἰσοτάλαντον>
ἰσόζυγον (Greg. Naz. c. 2,1, 13,216)
<ἰσοτέλεια>
...
*<ἰσοτελεῖς>
μέτοικοι A. ἴσα τοῖς ἀστοῖς τέλη διδόντες q. Avg
<ἰσοτελής>
ὁ ἐξελεύθερος, καὶ <ὁ> μετέχων τῶν νόμων, μετοίκιον δὲ οὐ φέρων
<ἰσότης>
φιλότης, διὰ τὸ ἰσότητι τὴν φιλίαν ἕπεσθαι
*<ἰσουργά>
ἴσα ἐν ἔργοις AS, ἴσα ἐργαζόμενα (Avg)
<ἰσοῦται>
ὁμοιοῦται r
<ἰσοφαρίζειν>
ἰσοῦσθαι (n), ἐξ ἴσου τινὶ φέρεσθαι (Ζ 101)
*<ἰσοφαρίζοι>
ἐξισοῖτο (Ι 390) (r) Avg
<ἰσοφόροι>
ἴσον ἔχοντες, κατ' ἴσον ἕλκοντες (σ 373)
*<ἰσοφυᾶ>
ἴσα ASgn
<Ἴσσα>
ἡ Λέσβος τὸ πρότερον
<ἴσσασθαι>
κληροῦσθαι. Λέσβιοι
<ἰσσέλα>
διφθέρα
<ἴσσος>
γαλήνη
<Ἰσσωρία>
ἡ Ἄρτεμις. καὶ ἑορτή. καὶ τόπος ἐν Σπάρτῃ
<ἰστάκη>
δρέπανον. Βοιωτοί
<ἱστάμεθα>
δανειζόμεθα
<ἱσταμένοιο>
ἐνεστῶτος, ἢ ἀρχομένου (ξ 162)
<ἱστάνειν>
δανείζειν
†<ἵστακεν>
ἵστατο. ἔστη
<ἵστασθαι>
δανείζεσθαι
<ἵστασο>
ἀνεγείρου r (n)
*<ἴστε
γινώσκετε ASvgn. οἴδατε (Β 485) ng
*<ἰστέον>
γνωστέον ASvg. [πορευτέον]
*<ἱστεῶνα>
ἱστῶνα An
†<ἰστιῶ>
ἐξιῶ†
<ἴστημι>
ἐξίστημι
<ἴτην>
ἐπορεύοντο (Α 347)
<>ιστήρ>
σφῦρα
*<ἱστία>
ἐσχάρα (AS). καὶ τὰ ἄρμενα An τῆς νηός (Α 433)
<ἱστία>
ἡ ὑφαίνουσα γυνή. καὶ οἰκία. καὶ δεῖπνον
<ἱστιάτορες>
οἱ δειπνίζοντες
<ἱστιατόρια>
δειπνητήριον (Hdt. 4, 35,4?)
†<ἵστινος>
ῥύπος
*<ἱστίον>
ἄρμενον r. ASvg
*<ἱστιοφόρος>
ἀρμενοφόρος. καὶ <ἱστοφόρος> ASgn
<ἱστοβοεύς>
δεσμὸς ζυγοῦ ἐν τῷ ἀρότρῳ. ἄλλοι δὲ μέρος αὐτοῦ, ὅπερ ἐστὶν ὀρθὸν ἑστὸς ὥσπερ ἱστός (Hes. op. 429)
<ἱστοδόκη>
ἱστοθήκη. τὸ διὰ μέσου <τῆς> νεὼς φράγμα, εἰς ὃ κατακλινόμενος <ὁ> ἱστὸς ἐντίθεται (Α 434)
<ἱστὸν ἐποιχομένην>
ὑφαίνουσαν. ὀρθαὶ γὰρ ὕφαινον (Α 31)
*<ἱστοπέδη>
ξύλον ὀρθὸν ἐπὶ τῆς τραπέζης, ᾧ προσδέδεται ὁ ἱστός (μ 51) g
<ἵστορας>
ἐμπείρους (n). μάρτυρας (S). συνετούς. συνθηκοφύλα- κας. [ἔρωτας]
<ἱστορεῖ>
*μαρτυρεῖ ASvg. μυθεύει. ἐρωτᾷ. †ἐρᾷ. πύθεται †ἀνα- κρίνει. ὁρᾷ
<ἱστορία>
μαρτυρία r. καὶ τὰ ὅμοια
†<ἰσόρκον>
μύρου εἶδος
<ἱστός>
τὸ ὀρθὸν ξύλον τῆς νεώς. καὶ τὸ ὑφαντικόν· ἀπὸ τοῦ ἑστάναι. καὶ νῆσος
[<ἴστραξ>
ὄρνις ποιός]
<Ἰστριανά>
Ἀριστοφάνης ἐν Βαβυλωνίοις (fr. 88) τὰ μέτωπα τῶν οἰκετῶν Ἰστριανά φησι, ἐπεὶ ἐστιγμένοι εἰσίν. οἱ γὰρ παρὰ τῷ Ἴστρῳ οἰκοῦντες στίζονται καὶ ποικίλαις ἐσθῆσι χρῶνται. Διονύσιος δέ φησιν, ἐπεὶ πρότερός τις Ἰστριανὸς λέγεται ὁ λευκός, κατὰ ἀντίφρασιν εἰρῆσθαι, ὡς καθαρὰ καὶ λευκὰ τὰ μέτωπα, τοὐναντίον δὲ νοεῖσθαι ἐστιγμένα
<Ἰστριάνιδες>
αἱ Σκυθικαὶ στολαί. καὶ παρὰ Ἀθηναίοις σκεπά- σματα, οἷς ἐκάλυπτον τὰ ἱερὰ κανᾶ (Soph. Euryp. col. III 11).
<ἰστρίδες>
ἐσθῆτές τινες οὕτω λεγόμεναι
*<Ἴστρος>
ποταμὸς ὁ καὶ Δανούβιος r. ASvg
†<ἰστυάζει>
ὀργίζεται
<ἰσόστυλον>
τὸ στοιχηδόν
*<ἴστω>
γινωσκέτω r. ASvgn, γνωριζέτω (Κ 329)
[<ἴστωρ>
συνετός, σοφός, ἔμπειρος. μάρτυρος οἰνοφύλαξ]
<ἰσφαίνει>
μεριμνᾷ s. ἀγωνιᾷ
<ἴσφατον>
βιαίως πεπληγμένον
<ἴσφωρες>
λῃσταί. κλέπται. Λάκωνες
*<ἰσχιάζειν>
τὸ ἐν τῇ πορείᾳ πολὺ ἐφ' ἑκάτερα ἐγκλίνειν, ἢ ἐν τῷ ἑστάναι Σ
<ἰσχαλέον>
λεπτόν. ξηρόν (τ 233). ἰνῶδες
<ἰσχανόν>
ἰσχυρόν. ῥικνόν
<ἰσχαλεῦσαι>
θηλάσαι
<ἰσχαλωμέναι>
δεδερματωμέναι
<ἰσχανάᾳ>
ἐπιθυμεῖ (Ρ 572). ἢ ἰσχνὸν ποιεῖ. κατέχει, κρατεῖ. κωλύει
<ἰσχανάασθαι>
ἀπέχεσθαι. καὶ τὰ ὅμοια
<ἰσχανέονται>
κατέχονται. ἐπιθυμοῦνται. κωλύονται. καὶ τὰ ὅμοια (η 161)
*<ἴσχανον>
ἐκώλυον r. An <ἐπεθύμουν> r καὶ τὰ ὅμοια
*<ἰσχανόωντο>
κατείχοντο. ἐκωλύοντο (Μ 38) A
*<ἴσχε>
κάτεχε r. Agn, κράτει (Eur. Hec. 1129) r. n
*<ἴσχειν>
κατέχειν, κρατεῖν (Ι 256) (v) g
<ἴσχεο>
ἀπέχου. ἀνάσχου. *[κάτεχε. κώλυε. παύου (Α 214) gn
<>ισχερώ>
ἑξῆς (Λ 668)
<ἴσχεσθαι>
παύεσθαι (σ 346)
<ἴσχεται>
ἐπίσχεται. <ἴσχε γὰρ> αἰδὼς καὶ δέος ... ἀλλήλοισιν (Ο 657)
<ἰσχίον>
ὀσφύς
*<ἰσχία>
τὰ ὑπεράνω τῶν μηρῶν (ASvg), καὶ τὰ κοῖλα τῶν γλουτῶν, ἐν ᾧ ἡ κοτύλη στρέφεται (Θ 340) (Avgn)
<ἰσχναῖς>
λεπταῖς m. ξηραῖς
[<ἰσχναλέον>
λεπτόν. ξηρόν]
[<ἰσχνεύειν>
ὑφεῖναι. θηλάσαι]
*<ἰσχνῆς>
λεπτῆς ASvg. ξηρᾶς
<ἰσχνίδες>
ἄγκυραι ἰσχάδες. καὶ φιλήματος εἶδος
*<ἰσχνομυθία>
λεπτολογία (ASv)
*<ἰσχνομυθοῦντες>
λεπτολογοῦντες. [ἀκριβολογοῦντες Agn
*<ἰσχνόφωνος>
λεπτόφωνος Avg. ἐπεχόμενος τὴν φωνήν (Exod. 4,10) (g)
<ἰσχνός>
λεπτός. δυσθεώρητος
*<ἰσχυρίζεται>
βεβαιοῦται (Thuc. 3, 44,3) r. ASvg
<ἰσχυρόν>
στιβαρόν r. ταχύ. [βέβαιον r
<ἰσχύς>
δύναμις. καὶ μύρμηξ
*<ἴσως>
τάχα ASvg
*<Ἰταβύριον>
ὄρος, ἔχον πηγὴν μίαν ὅθεν τὰ θηρία πίνει (Ag) Sn. ἔστι δὲ εἰς τὴν Γαλιλαίαν ἐν Ἰουδαίᾳ (Ose. 5,1) (S)
<ἰτέα>
εἶδος δένδρου. καὶ δῆμος φυλῆς Ἀκαμαντίδος
<Ἰταῖος>
ὁ Ἄδωνις
<ἴταλα>
ἱστία, ἃ εἰς τοὺς ἱστοὺς διατείνουσιν
<Ἰταλός>
Ῥωμαῖος r. ταῦρος
<ἰταλιάζειν>
ἐν Ἰταλίᾳ διατρίβειν [δεδεμένον]
<Ἰταλιώτης>
Οὐδ' Ἰταλιώτης, οὐδ' ἀλαζὼν οὐδαμῶς (Com. ad. fr. 275) ἐπεὶ οἱ Πυθαγορικοὶ ἐν Ἰταλίᾳ διέτριβον, ἔνθα φασὶν αὐτοὺς καὶ ἐμπυρισθῆναι
*<ἰταμός>
θρασύς S. ἀναίσχυντος r. ASvg. ἰσχυρός (Ierem. 6,23) Ss
<ἴτας>
ὅρκος. καὶ ὁ Ἅιδης
<ἴτω>
πορευέτω (Eur. Alc. 619)
<ἴτε>
πορεύεσθε (Eur. Bacch. 83)
*<ἰτέον>
πορευτέον (Eur. Or. 786) ASvgn
<ἰτέαι>
αἱ ἀσπίδες· διὰ τὸ πρώτας ἐκ ταύτης τῆς ὕλης ἐγχει- ρήσασθαι κατασκευασθῆναι (Ar. fr. 65)
<ἴτη>
συρισμός. ῥοῖζος
<ἴτηλον>
τὸ ἔμμονον, καὶ οὐκ ἐξίτηλον r. Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ (fr. 42)
*<ἴτην>
ἐπορεύοντο Sg. δυϊκῶς (Α 347) g
<ἴτης>
ἰταμός. θρασύς (Ar. Nubb. 445). ἰσχυρός. ἢ ἵστωρ καὶ ἐπιστήμων (Plat. conviv. 203 d)
<ἴτθαι>
καθίσαι
<ἰτθέλαν>
διφθέραν
<ἰτλαί>
οἷς ἐντείνουσι τὰς ὤας τοῦ ὑφαινομένου Πυγελεῖς. οἱ δὲ τοὺς μίτους
<ἴτρια>
δῶρα. κλάσματα. ἢ *<καπυρώδη πλάσματα (Ar. Ach. 1092) ASg. [ἢ τὰ ὑπογάστρια], πέμματά τε καὶ τραγήματα (Anacr. fr. 17 Bgk)
†<ἴττεο>
οὐσία. Ἠλεῖοι
<ἴττον>
ἕν. Κρῆτες
<ἴττυγα>
ἐκπληκτικά. Αἰσχύλος (fr. 427)
<ἴτυλος>
μόνος, [ὀρφανός p. νέος, ἁπαλός
<ἴτυς>
ἡ ἐσχάτη ἁψίς, ἢ περιαγωγὴ τῆς ἀσπίδος, καὶ τοῦ τροχοῦ (Δ 486), καὶ παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος
*<ἴτω>
ἔστω v γενέσθω (Eur. Or. 793). [πορευέσθω ASvg, ἀπο- χωρείτω
<Ἰτωνία>
Ἀθηνᾶ ἐν Βοιωτίᾳ
<Ἰυγγίης>
ὁ Διόνυσος
<ἴυγγί <τινι ἑλκόμεναι>·> ἐπιθυμίᾳ <τινὶ ἑλκόμεναι> S
<ἰυγοδρομεῖν>
ἐκβοηθεῖν. Βοιωτοί
[<Ἰύγγυϊ>
ὁ Διόνυσος]
<ἰυγή>
φωνή, κραυγή, βοή (Soph. Phil. 752)
<ἰυγμός>
τὰ τοιαῦτα καὶ αὐτά
<ἰυκτόν>
τορόν
*<ἰυγμῷ τε>
ποιᾷ φωνῇ (Σ 572) ASvgn
<ἴυγξ>
φίλτρον· ἀπὸ <ἴυγγος> τοῦ ὀρνέου. τὸ γὰρ ὄρνεον τοῦτό φασι εἶναι ἐπιτήδειον εἰς τὰς μαγγανείας. καλεῖται δὲ καὶ κιναίδιον. φασὶ δὲ καὶ Ἀφροδίτην αὐτῷ χρῆσθαι. ἀπὸ δὲ τοῦ ὀρνέου καὶ [τὰ κατασκευαζόμενα εἰς ἔρωτας r <ἴυγγας> καλοῦσιν
<ἰΰζει>
κραυγάζει, βοᾷ p. ποιῶς φωνεῖ (Ρ 66?)
<ἴυρκες>
αἶγες ἄγριαι. ὑστριχίδες
<ἰυχμῷ>
ἰαχῇ, φωνῇ
*<ἶφι>
ἰσχυρῶς r. p. μεγάλως (Α 38 ..)
<ἰφθίμη>
ἀγαθή. ἰσχυρά. μεγάλη. ἰσχυρόψυχος. ἀνδρεία (π 332)
[<ἴφι>
ἰσχύτης]
<ἴφια>
μεγάλα μῆλα ἰσχυρά. ἀπὸ τοῦ ἰέναι σφοδρῶς, ἢ σκιρ- τᾶν
<Ἰφίαλος>
ὁ Ἐφιάλτης
<Ἰφιάνασσαν>
οἱ νεώτεροι ταύτην Ἰφιγένειαν λέγουσιν (Ι 145)
[<Ἰφιάσται>
δῆμος τῆς Ἀκαμαντίδος φυλῆς]
<Ἰφιγένεια>
ἡ Ἄρτεμις
<Ἰφικρατίδες>
ὑποδήματος εἶδος
<ἰφίμωλος>
δυσχερής
<ἰφίν>
καλήν
<ἰφιντάν>
κρύφα λαλοῦσαν, αἰνιγματώδως
<ἴφιον>
λιπαρόν
<ἶφις>
ταχύς
<Ἰφίστιος>
ἥρως τις Ἀθηναῖος· ἀφ' οὗ καὶ δῆμος <Ἰφιστιάδαι>
<ἰφίτην>
ἁγνίτην
<ἵφλημα>
τραῦμα
<ἴφυα>
ἡ λυχνίς, ἄνθος. ἔνιοι [λάχανον (p), ὃ ἡμεῖς <λαβαντίδα> καλοῦμεν. οἱ δὲ ἄνθη ἄγρια τῶν σπειρομένων (Ar. fr. 560)
<ἰχανᾷ>
ἐπιθυμεῖ (Ρ 572 v. l.) n
<ἰχανᾶν>
ἐπιθυμεῖν, γλίχεσθαι, θέλειν, ἥδεσθαι
*<ἰχανόων>
[ἀσθμαίνων, πνευστιῶν]. [ἐπιθυμῶν, γλιχόμενος (θ 288 v. l.) ASgn
[<ἰχθανῶν>
ἐπιθυμῶν]
*<ἰχανόωσαν>
ἐπιθυμοῦσαν (Ψ 300 v. l.) ASvgnps
<ἰχανῶ>
ἐπιθυμῶ
<ἰχθυᾶται>
ἁλιεύει r
<ἰχθυοβολεύς>
ἁλιεύς r. p
<ἰχθυάᾳ>
ἰχθύας ἁλιεύει (μ 95)
*<ἰχθυόεντα>
ἰχθυοτρόφον. ἰχθῦς ἔχοντα (Ι 4 ..) n
*<ἰχθυόκεντρον>
τρίαιναν r. gp
*<ἰχθυουλκός>
ἁλιεύς g
†<ἰχθυόνερ>
ἰχθυαγωγοί
<ἰχθυοπτρίς>
ἐσχάρα
<ἱχθῦς>
Ἀττικοὶ τὰ ἰχθυοπώλια οὕτως ἔλεγον
†<ἴχθον>
ἄστρον. ἐγχειράδιον. ξυλοφάνιον†
<ἴχλα>
κίχλα p
<ἰχάλη>
ἧπαρ ὑός, ἐσκευασμένος ἰχθύς· ἢ κίχλη τὸ ὄρνεον
<ἴχματα>
ἴχνια
<ἴχνια>
ὑποδήματα. σημεῖα
<ἰχνᾶται>
ἰχνοσκοπεῖ
<Ἰχναίην χώραν>
τὴν Μακεδονίαν (p), ἔνθα τὸ μαντεῖον ὁ Ἀπόλλων κατέσχε, καὶ τιμᾶται <Ἰχναίη Θέμις> (h. Apoll. 94)
<ἰχνεύει>
ἐρευνᾷ, ζητεῖ p
<ἰχνευταί>
οἱ νῦν ἰχνεύμονες λεγόμενοι (Hdt. 2,67,1)
*<ἰχνηλατῆσαι>
ἐκ τῶν ἰχνῶν ζητῆσαί ASvgn τινα, ψηλα- φῆσαι (Phil. opif. mund. 56), ἢ τὰ ἴχνη ἐλάσαι
<ἴχνιππος>
ὅπου οἱ λίθοι τρίβονται. ἀκόνη
<ἴχνος>
σημεῖον ποδὸς r τύπος
<ἰχώρ>
*αἷμα r. AS. κατὰ συμβεβηκός S, ἔμπυον, σηπεδών (Ε 340) r
<ἴψ>
εἶδος σκώληκος κερατοφάγον (φ 395) (r)
<ἶψαι>
φθεῖραι, βλάψαι r
*<ἴψαντο>
ἔβλαψαν Agn. ἐμίσησαν
*<ἴψαο>
κατέβλαψας n, ἔφθειρας (Α 454)
*<ἶψας>
ὠδύνησας ASvg. καὶ τὰ ὅμοια
<ἴψεται>
βλάψει, κακώσει, ἐνοχλήσει. καὶ τὰ ὅμοια
*<ἴψεται>
βλάψει (Β 193) n
<ἰψόμενον>
φθίνοντα
<ἰψόν>
τὸν κισσόν. Θούριοι
[<ἶψας>
ἔβλαψας]
*<ἰψών>
δεσμωτήριον AS
<ἰῷ>
ἑνί n οἱ μὲν πάντες ἰῷ κίον ἤματι (Ζ 422), καὶ [τῷ βέλει n. <ἴω> δὲ βαδίζω
<ἰώ>
ἡ δύναμις. βοή
<ἰώγα>
ἔγωγε. Βοιωτοί (Ar. Ach. 898)
<ἰωγή>
σκέπη rp [ἡσυχία. φωνή. πνοή. βοή.] αἰγιαλός. κάτω γῆ. εὕδειν βορέῳ ὑπ' ἰωγῇ (ξ 533) Ἀρίσταρχος σκέπῃ
[<ἰωμός>
θόρυβος]
*<ἰῷ>
βέλει (Ε 795) A
*<ἰωή>
ἀποφορά. πνοή (Δ 276) r. ASp. φωνή (Κ 139) ASvg. αὐγή S. ψυχή. καπνός S. ὁρμή. [κραυγή (gn)
<ἰῷ ἤματι>
ἐν τῇ αὐτῇ ἡμέρᾳ (Ζ 422)
*<ἰωθείς>
ὀξυνθείς b
*<ἰώθη>
ὠξύνθη. [ἐχολώθη vpb
[<ἰωθῶς>
συνήθως ἔθος]
[<ἰωκά>
δίωξις. ὁρμή]
*<ἰωκάς>
ὁρμάς. διώξεις (Ε 521) gp
<Ἰὼ καλλιθύεσσα>
καλλιθύεσσα ἐκαλεῖτο ἡ πρώτη ἱέρεια τῆς Ἀνθείας <Ἥρας>
<ἰωκάν>
πολέμου ἐπιφοράν. καὶ παλινδίωκτον βοήν. πόλεμον b
<ἰωκή>
δίωξις rp. μάχη. *[βοή ASvgps
<ἰωκαί>
διώξεις. ὁρμαί
*<>ι ὦλκα>
αὔλακα (σ 375) np
<Ἰωλκός>
πόλις Θεσσαλίας (Eur. Alc. 249) r
<ἴωλον>
μέλαν r
†<ἰωλία>
φήμη. δειλή†
*<ἴωμεν>
βαδίσωμεν, πορευθῶμεν ASvgn, ἔλθωμεν ASn
<ἰῷ ἐμῷ>
τῷ ἐμῷ βέλει
<ἰών>
πορευόμενος, βαδίσας, συντελικῶς ἐλθών (γ 286)
<Ἴωνες>
Ἀθηναῖοι ASvgn. οἱ Ἴωνες ἀπὸ Ἴωνος καὶ οἱ ἄποικοι αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτοὺς Ἕλληνας. [ζήτει ὄπισθεν]
*<ἰωνιά>
ὥσπερ <ῥοδωνιὰ> λέγεται, ὅπου τὰ ῥόδα φύονται, οὕτως καὶ ἰωνιά, ὅπου τὰ ἴα φύεται SΣ. καὶ ὄνομα πόρνης S
<Ἰωνίδης>
ἀπὸ δήμου. εἰσὶ γάρ τινες Ἰωνίδαι, φυλῆς Αἰγηΐδος
*<Ἰωνίδος>
Ἑλληνικῆς AS
<Ἰωνικόν>
τρυφερόν· ἢ ἐπὶ τοῦ κατεαγότος, καὶ θηλυκοῦ. ἐπὶ τούτῳ γὰρ ἐκωμῳδοῦντο οἱ Ἴωνες
<ἰωνίσκος>
ἰχθὺς ποιός
[<Ἰώνιον πέλαγος>
ὁ Ἀδρίας]
<ἴωξις>
δίωξις r. S
<ἴωπι>
δεῦρο. Λυδοί
†<ἰωπάτερ>
τὰ ἐν τοῖς ἱματίοις σημεῖα. Λάκωνες
<ἰωρός>
τὸ ὀρεινὸν χωρίον. καὶ τὸ ὄρος. καὶ οἶκος· καὶ ὁ τούτου φύλαξ
<ἰῶτα>
τὸ στοιχεῖον r. κεραία. καὶ γράμμα
*<ἰωχμός>
μάχη ASg. δίωξις A, διωγμός ASg. θόρυβος g. ὁρμή. κοπή (Θ 89)
<ἴωψ>
ἰχθὺς ποιὸς παρὰ Καλλιμάχῳ (fr. 460 Pf.)
<ἰῶ>
θεράπευε, ἰάτρευε (Aesch. fr. 349)
<Ἰωάννης>
χάρις. ἢ ἐχαρίσατο
<Ἰωαθάμ>
Ἰαὼ συντέλεια
<Ἰωήλ>
ἀγαπητὸς Κυρίου. ἀρχή
<Ἰωνᾶς>
ἑρμηνεύεται ὑψίστου πονοῦντος. ἢ περιστερά. προφή- της παρ' Ἑβραίοις