Γλώσσαι/Ν

Από Βικιθήκη
(Ανακατεύθυνση από Γλωσσαι Ν)
Γλώσσαι
Συγγραφέας:
Ν


[*<Ναάσατο>
κατώκησεν S]
<νάβλα>
εἶδος ὀργάνου μουσικοῦ. ἢ ψαλτήριον. ἢ κιθάρα (Soph. fr. 765?)
*<νάβλας>
κιθαριστής, εἶδος ὀργάνου μουσικοῦ δυσήχου AS. καὶ ὁ ἐνεργῶν. καὶ *[<νάβλον> τὸ αὐτὸ ὄργανον (1. Regn. 10,5 ..)
*<νάει>
ῥέει, στάζει (ζ 292) ASvg
*<ναιδαμῶς>
ἐναντίον τῷ οὐδαμῶς AS
[<ναελεῖς>
πρόσφατοι. Θεσσαλοί]
†<νάεῤῥα>
δέσποινα
<ναέται>
οἰκήτορες. καὶ <ναετῆρες>
<ναέτωρ>
ῥέων, πολύῤῥους
<Ναζιραῖος>
*ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος g, βαπ- τιστής, ἱερεύς
<ναθμούς>
τὰς χοιράδας. τάσσεται καὶ ἐπὶ τῶν στημόνων
<νάθραξ>
νάρθηξ
[<ναιθροί>
νεβροί, οἱ νέοι ἔλαφοι]
<νεδάλλειν>
νηστεύειν
*<ναὶ δή>
ὄντως δή AS, ἀληθῶς δή (Α 286 ..) gb
*<Ναιάδες ἢ [Ναΐδες>
νύμφαι ὑδάτιαι. πηγαί ASvg
*<ναίειν>
οἰκεῖν (Σ 87) gS [ῥέειν S]
*[<ναίεσθαι>
πορεύεσθαι ASvg]
<Ναΐδες, Νηΐδες. Ζεφυρίδες>
νύμφαι. [ἀπὸ τῶν ναμάτων g]
<ναιήσαντο>
ᾤκησαν S *[<ναίειν>· τῶν δύο AS]
*<ναὶ μήν>
ὄντως δή AS
<ναικισσορεύοντας>
ἐπίτηδες διασύροντας, καὶ ἐξευτελίζοντας. τινὲς δέ φασι <ναικισσήρεις> λέγεσθαι ἐπὶ τοῦ ἐμφαίνοντος ὁμολογεῖν καὶ μὴ ὁμολογοῦντος (Pherecr. fr. 222). <ἐπὶ> τῶν κατεψευσμένων ἡ λέξις
<Ναβάν>
ἐγκαθισμός (Isai. 15,2 v. l.)
<ναὶ μά>
ἀντὶ τοῦ μή. νή (Α 234 ..)
<ναὶ μά>
ὁμολόγησις· δηλοῖ δὲ ἄρνησιν νή
*<ναὶ μήν>
ναί g [Φρύγες]
[<ναίμοιτο>
καρποῖτο] S
†<ναινεύρη>
νὴ τὸν Ἄρη. Ἀττικοὶ δὲ ποδοκάκη
<νάϊοι>
ναυτικοί S
<ναῖον>
ᾤκουν (Β 511). [ἔῤῥεον]
*<ναίοντα>
οἰκοῦντα (Eur. Andr. 1261) ASn(g)
[<ναιός>
οἶκος. ναός. καὶ νεώς]
*<ναίουσιν>
οἰκοῦσιν (Β 130) ASvgn
<ναὶ πρὸς θεῶν>
ναὶ ἐν θεῷ (Eur. Med. 1277)
<ναρᾶς>
ῥευστικῆς (Aesch. fr. 347)
†<νέρας>
νέος
<ναισιελία>
ἡ ἀποπληξία. καὶ ἡ ἐμβροντησία. τινὲς δὲ <ναισή- ματα>
<ναὶ τάν>
οὕτως οἱ ἀρχαῖοι, θεῶν ὀνόματα μὴ προστιθέντες
<ναίτειρα>
οἰκοδέσποινα
*<ναίχι>
ναί. Ἀττικῶς r. ASvgn
*<ναίων>
οἰκῶν (Δ 166 ..) ASvgn
*<νάκεσι>
δέρμασι προβάτων. τάπησι AS. κῳδίοις. καὶ [νάκη ὁμοίως A
<νάκολον>
τὸ ἀκάθαρτον
*<νάκος>
κῴδιον. [αἴγειον δέρμα μετὰ τριχῶν ASvg
*<νακοτίλται>
οἱ κείροντες τὰ πρόβατα ASg
<νακτά>
τοὺς πίλους. καὶ τὰ ἐμπίλια
[<νάκυρον.] νακύδριον>
δέρμα
<νάματα>
ὕδατα. χεύματα. ῥεῦμα, πηγή (Eur. Phoen. 126 ..)
<νάματα>
προβολαί
<ναμέρτεια>
ἀλήθεια
<ναμερτέα>
ἀληθῆ
<νάνναζον>
παιζόμενον
<νάνναν>
τὸν τῆς μητρὸς ἢ τοῦ πατρὸς ἀδελφόν· οἱ δὲ τὴν τούτων ἀδελφήν
<ναννάριον>
οὕτω καλούμενον εἶδός τι ἀσώτων. ἄμεινον δὲ τὸν τρυφερὸν καὶ μαλακὸν ἀκούειν
<νανναρίς>
κίναιδος
<νανεῖ>
ἵπταται
<νάννη>
μητρὸς ἀδελφή
<νανῆσαι>
ἵπτασθαι
<νάνιον>
ἀμνίον. σφάγιον
†<νάνας>
τὰς ῥυτάς. ἀπὸ τοῦ νάειν
<νανοκάκα>
διὰ ῥινῶν λαλοῦσα
<νᾶνος>
ἐπὶ τῶν μικρῶν. ὡς νᾶνον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ γοῦν νᾶνοι μεγάλα ἔχουσιν αἰδοῖα
<νάξαι>
σάξαι. βῦσαι
<νάξει>
ἐρείσει. λιθάσει
<Ναξία λίθος>
ἡ ἀκόνη· ἀπὸ Νάξου πόλεως
<Νάξος>
ἱερὰ Διονύσου
<ναοκόρος>
...
<νᾶμα>
ῥεῦμα, πηγαῖον ὕδωρ (Eur. Phoen. 102 ..), ἢ ξύλινος ὀχετός
*<ναός>
οἶκος, ἔνθα θεὸς προσκυνεῖται (Eur. Andr. 162 ..) Anp
*<νάουσι>
ῥέουσιν (Φ 197) ASgn
<ναρεῖ>
τηρεῖ
<νάπαι>
οἱ φαραγγώδεις τόποι, καὶ ἐν τοῖς ὄρεσι τῶν πετρῶν κοῖλοι *ἢ ὀρεινοὶ τόποι, καὶ ἀναπεπταμένοι (Θ 558) gn
*<νάπα>
σύμφυτος τόπος (Eur. Alc. 580) AS
<Νάπας>
ἡ κρήνη ἐπὶ τῶν ὀρῶν τῆς Περσίδος ἱστορεῖται, ἡ φέρουσα τὴν ἄφθα
[<νάπιϊ>
σινάπιϊ, σίνιπι]
*<νάπη>
ὕλη. ἢ κοίλη, καὶ ὀρεινὸς τόπος (Eur. Bacch. 1084 ..) Avgps
<νάποινος>
μάταιος
<νάπος>
γυναικὸς αἰδοῖον
*<νᾶπυ> [<ἢ μάπυ>]
τὸ σίνηπι ASgnp
<νάρειν>
κύειν. κρύπτειν. ζητεῖν. κυΐσκεσθαι. ἀμέλγεσθαι
<νάρη>
ἡ ἄφρων, καὶ μωρά
<ναρθακιῶντες>
νάρθηξι πλήσσοντες
<ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγήν>
(Aesch. Prom. 109) τὴν ἐν νάρθηκι θησαυρισθεῖσαν· παρόσον τῷ νάρθηκι ἐχρῶντο πρὸς τὰς ἐκζωπυρήσεις τοῦ πυρός, ὅθεν καὶ τῷ Διονύσῳ ᾠκείωσαν αὐτόν, διά τε τὰς ἐν ταῖς θοίναις τῶν δένδρων ἁφάς, καὶ διότι θερμός ἐστι φύσει ὁ οἶνος, ἢ πυρώδης "οἶνός τοι πυρὶ ἶσον ἔχει μένος" Ἐρατοσθένης (fr. 36 Powell)
*<νάρθηξ>
εἶδος φυτοῦ καλαμοειδοῦς ἐλαφροῦ (Eur. Bacch. 147 ..) AS
a) (*)<νάρθηξ>
στοά. b) <ναρότης>· ἡ ἥβη
*<νάρκη>
μυρμηκίασις ASgn. ὀκνηρία vg
<ναρκίον>
ἀσκόν
<νάρναξ>
κιβωτός
<ναρκῶσαι>
εἰς νάρκην ἀγαγεῖν
<ναρόν>
[σάρον, κόρημα.] πλησμονήν. ὑγρόν
<ναρούς>
τοὺς φύλακας
<νάπη>
ὑλώδης, σύμφυτος τόπος. καὶ κοῖλος καὶ ὑδατώδης καὶ ὀρεινὸς τόπος
*<ναρκώσης>
ἐκλύτου, ἐκλυομένης g
<νάρφη>
σκευαστὸς ἄρτος, ὁ καὶ μασητρίς
<νάρα>
συνίημι
<νᾶσαι>
προβαλεῖν "ἐπηετανὸν γάλα νᾶσαι" ἢ ῥεῖν
<νάσθαι>
σκευάσαι. οἰκῆσαι. κτίσαι
*<νάσθη>
ᾠκίσθη ASvgn "πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη" (Ξ 119)
<νασμούς>
τὰς ἀποῤῥοίας· οἱ δὲ πληρώσεις. ῥεύσεις
<νασμώδης>
γῆ δίυγρος, παρὰ γεωργοῖς
*<νασμῶν>
ῥευμάτων (Eur. Hipp. 225) AS
<νάσσα>
ᾤκισα. ὡμάλισα (δ 174)
*<νάσσατο>
κατῴκησεν AS. ἔθλιψεν (Hes. op. 639)
†<νάσσει>
ὁμαλίζει. θλίβει
<ναστά>
ψαιστά. Ῥόδιοι. καὶ Ἀττικοὶ ἄρτους καὶ ἱερὰ πέμματα
<Νάστης>
οἰκιστής. καὶ κύριον ὄνομα (Β 867)
*<ναστόν>
μεστόν. πυκνόν. πλήρη. μὴ ἔχον ὑπόκουφόν τι Avg
<ναστός>
*συνεχής, †ὁδοιπόρος. ὁλοσφύρητος AS, μὴ ἔχων ὑπόκουφά τινα A. ἢ ἄρτος μέγας ὁ ζυμίτης. Ἀττικοὶ δὲ ἄρτον εἰς θυσίαν πλακουντώδη
<νατῆρες>
†ὑπηρέται. ἢ κεραμίδες
<νατταρέον>
πολύῤῥουν
*<ναυαγός>
ὁ ἐν θαλάττῃ ἀπολλύμενος AS
*<ναύαρχος>
ὁ τῶν νηῶν ἄρχων (AS) vg
†<ναυαλεῖν>
ὁ ἐνυάλιος
<ναυβάτης>
νεὼς ἐπιβάτης Avg. καὶ ὄνομα κύριον
<ναύει>
ῥέει, βλύζει
<ναεύειν>
ἱκετεύειν. παρὰ τὸ ἐπὶ τὴν ἑστίαν καταφεύγειν τοὺς ἱκέτας
<ναυσθλώσουσιν>
ἀποκομίσουσι (Eur. Troad. 162)
<ναύκλαροι>
δήμαρχοι. [ἐπηρέται. <ναύκληροι> δὲ ἐρέται.] τινὲς δὲ ἀφ' ἑκάστης φυλῆς δώδεκα, οἵτινες ἀφ' ἑκάστης χώρας τὰς εἰσφορὰς ἐξέλεγον. ὕστερον δὲ δήμαρχοι ἐκλήθησαν
<ναύκληρον πλάτην>
ναυτικήν. Ναυπλίῳ πυρκαεῖ (Soph. fr. 397)
<ναύκληρος>
ὁ συνοικίας προεστώς. ἢ μεμισθωμένος ὅλην καὶ ἀπομισθῶν κατὰ μέρος καλούμενος σταθμοῦχος. καὶ ὁ δεσπότης τοῦ πλοίου
<ναυκληροῦμεν>
ναυτιλλόμεθα
<ναυκληρώσιμοι στέγαι>
τὰ πανδοκεῖα· ἐπεὶ ἔνιοι ἐμπορεῖα λέγουσιν· ὡς καὶ <Στησίχορος ἐμπορικὸν οἶκόν> φησιν (fr. 80 Bgk)
<Ναυκρατίτης στέφανος>
ἀπὸ τῆς Αἰγυπτίας Ναυκράτεως, ὁ βύβλινος, ἢ ὁ ἐκ φιλύρας, ἢ ὁ σαμψύχινος (Anacr. fr. 83 Bgk)
<ναυκράτορες>
οἱ τῶν νεῶν ἡγούμενοι (Thuc. 5,97)
<ναῦλα>
τὰ ἐφόδια <παρ' Αἰσχύλῳ> S (fr. 680 M.)
<ναῦλον>
τὸ εἰς τὸ στόμα τῶν νεκρῶν ἐμβαλλόμενον νομισμάτιον
<ναυλοχεῖ>
ἐν τῇ νηῒ κατατέτακται
<ναύλοχον>
εὐδινόν, ἐν ᾧ αἱ ναῦς λοχῶσι· Σ "ναύλοχον εἰς λιμένα" (κ 141)
*<ναύλοχον>
τὸν ὑποδεχόμενον τὰς ναῦς AS
<ναῦμα>
πόα τις παρὰ Πέρσαις, ἥν τινες πολύγονον
<ναύμαχα>
εἰς ναυμαχίαν ἐπιτήδεια μακρὰ δόρατα "<ναύμαχα κολλήεντα>" (Ο 389)
*<ναυμαχία>
ἡ διὰ πλοίων μάχη ASvgn
[<ναῦν>
πηγαῖον ὕδωρ. καὶ ἔριον. οἱ δὲ νάρδον]
<ναοῖ>
ἱκετεύει
<νάουσι>
ῥέουσι
<>ναύποδα>
μακρόποδα (ι 464)
<ναῦρα ἢ ναυρόν>
ὄγκος
<ναυρίζειν>
καταμωκᾶσθαι
*<ναῦς>
πλοῖον· ASvg ὀρθῆς πτώσεως
<ναῦσθλον>
ναῦλον
<ναυσθλοῦν>
ναυτολογεῖν
<ναυσθλωσάμενος>
ναυτολογήσας
<ναυσίασις>
βδελυγμός
[<ναυσί>
ῥέουσι]
*<ναυσίπορος>
πλεόμενος (Eur. Rhes. 48) AS
<ναυσίποδες>
οἱ νησιῶται. καὶ <ναυσθενεῖς>
*<ναύσταθμα>
λιμήν (Eur. Rhes. 244) g
<ναυστῆρες>
οἱ οἰκέται
<ναυστῆρα>
μεγάλην. φοβεράν
*<ναυστολίαν>
πλοῦν (Eur. Andr. 795) ASgn
*<ναστοφαγοῦσι>
πλακουντοφαγοῦσι AS
<Ναύσων> <<ναυκρατεῖ>>
Κρατῖνος (fr. 349) ὠνοματοποίησε τὸν Ναύσωνα παρὰ τὴν ναῦν καὶ τὸ ναυκρατεῖν. πολλὰ δέ ἐστι τοιαῦτα· καὶ ἀγαθῶν <Ἀγαθίδες> καὶ λευκότερος Λεύκωνος
*<ναυτιᾶσαι>
ἐμέσαι. ἀποκινῆσαι. πλανῆσαι AS
<ναυτίλλεσθαι>
πλέειν
<ναυτίλος>
τὸ ἐν τῇ θαλάσσῃ ζῷον, ὃ τῷ ἑαυτοῦ σώματι πλοῖον ἀπομιμεῖται
*<ναυτιλλόμενοι>
οἱ πλέοντες, ναῦται ASvg
*a) <ναυτιλλόμενος>
ἐμπλέων An. *b) ...· νήχεται
<ναυτιῶντι>
κλύδωνι περιφερομένῳ
<ναυτοδίκαι>
οἱ ἐπὶ τοῦ ἐμπορίου δικασταί, ἐφ' ὧν καὶ αἱ τῆς ξενίας ἐκρίνοντο δίκαι
<ναῦφιν>
νεῶν, [νηῶν (Β 794 ..) n (S)
<ναύφρακτος>
ναύσταθμος. λιμήν
*<νάφθα>
θεάφιον AS, θεῖον (Dan. 3,46) ASvg
<ναφρόν>
λινοῦν ῥάμμα
<ναχαλόν>
σαθρόν. ὁμοίως καὶ <ναχαλές> [τὸ αὐτὸ σημαίνει]
†<ναύω>
λίσσομαι. ἱκετεύω
*<ναύων>
νεωρίων
<Νέα>
νεώματα. καὶ χωρίον Λήμνου, <ὅπου δοκεῖ Φιλοκτήτης δηχθῆναι>
<νεάζομεν>
ἀφικνούμεθα ἢ νεωστὶ ἥκομεν
<νεάζων>
μειρακιευόμενος (Eur. Phoen. 713)
<νέαι>
ἀγωνισάμεναι γυναῖκες τὸν ἱερὸν δρόμον
<Νέαιρα>
Ὠκεανοῦ θυγάτηρ (μ 133)
<Νεαιρῆισιν ἵπποις>
ταῖς ἀπὸ †Νεαίρας. καὶ Σιμωνίδης· <νέαιραν γνάθον> (fr. 244 Bgk). [Νέαιρα δὲ χωρίον ἐν Λήμ- νῳ]
<νεακές>
νεωστὶ ἠκονημένον <ξίφος> r
*<νεαλής>
νεωστὶ ἁλούς r. AS
<νεαλεῖς>
πρόσφατοι. κυρίως δὲ ἐπὶ τῶν ἁλσὶ παττομένων
<νεάλωτοι>
νεωστὶ εἰλημμένοι
<νεᾶν>
νεάσαι γῆν
<νέαν>
νεωτέραν. ἢ νουμηνίαν
<Νεάνθης>
†Ὀρέστης
*<νεανίας>
τολμηρός (Eur. Phoen. 146) ASvg
<νεανιεύεται>
*νέου ἔργα πράττει ASg. ἢ καυχᾶται, ἢ μεγαλο- φρονεῖ ἐπὶ ἀνδρείᾳ, κομπάζει κενῶς, ἢ τολμᾷ
*<νεανιεύων>
μειρακιευόμενος AS
<νεανίσκος>
νήπιος
<νέαον>
ἀγκυροβόλιον
<νεαρά>
τὰ εὐανθῆ. καὶ πρόσφατα
<νεαροί>
νεογνοί, νήπιοι. οἱ νέοι. ἀνόητοι. καὶ εὐανθεῖς. πρόσφα- τοι
<νεάσαι>
μεταβαλεῖν τὴν ἠροτριωμένην γῆν
<νεάσεται>
νέος λόγος πορεύσεται
<νεάτη>
ἐσχάτη gn. καὶ ἡ <νήτη> χορδὴ ὑπὸ τῶν μουσικῶν πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης
<νεβλᾶραι>
περαίνειν (Ar. fr. 241)
†<νέβεστα>
περιτάλματα τῶν ἱερῶν καὶ τῶν Σικελῶν†
<νέβρακες>
οἱ ἄῤῥενες νεοττοὶ τῶν ἀλεκτρυόνων
*<νεβρίδων>
δορῶν ἐλάφων (Eur. Bacch. 111 Phoen. 792) AS
*<νεβρίς>
ἐλάφου δορὰ Anp
*<νεβροί>
ἐλάφων γεννήματα (Δ 243?) (r. ASvgnp)
<νεβρός>
νεωστὶ εἰς βορὰν ἐληλυθώς. νεοβόρος
[<νεδίας>
τὰς αἰθυίας]
>>ν ἔεργε>
ἤρκει. ἐχώριζε (δ 130)
<νέειν>
νήχεσθαι. καὶ νεῖν
*<νέεσθαι>
πορεύεσθαι Svgn. ἔρχεσθαι (Β 84)
*<νεετάζουσιν>
οἰκοῦσι (Δ 45) AS
<ναιεταώσας>
οἰκουμένας (Β 648) S
<νεήκεσι>
νεωστὶ ἠκονημένοις, ὀξέσι (Ν 391)
*<νέηαι>
πορευθῇς (Α 32) p (n)
[<νεηκλᾶ>
λικνᾶ]
*<νεηκονές>
ἠκονημένον A νεωστί (p)
*<νεηλαία>
νεότης πᾶσα AS
<νεηλάτης>
ὁ ἰθύνων ἢ ἐλαύνων τὸ πλοῖον
<νεήλατον>
νεοτευχές r
*<νεήλυδες>
νεωστὶ ἐλθόντες (Κ 434) ASvgn
<νεήλυδος>
νεωστὶ κατοιχομένης, νεωστὶ τετελευτηκυίας
<νέην>
νέαν, καινήν (Β 232 ..)
*<νέηλυς>
νεωστὶ ἐλθών (r. g)
<νεῖ>
πλέει
<νεῖαι>
πορεύσῃ (λ 114) p
<νειαίρῃ>
ἐσχάτῃ, κατωτάτῃ n. τουτέστι κατὰ τὸ ἔσχατον μέρος (Ε 539) (n)
<νεῖα>
ξύλα, τὰ εἰς κατασκευὴν νεῶν ἐπιτήδεια
<νειάτη>
κατωτάτη, ἐσχάτη
*<νείατον>
ἔσχατον (Β 824) ASbp
*†<νειᾶνται>
οἰκοῦνται ASb
*<νείκεα>
φιλονεικία nAS, ἔχθρα (Β 376) vgn
*<νείκεε>
ὕβριζε (Β 224) b
*<νεικεῖ>
ὀνειδίζει (Α 521) n
<νείκει ἄριστε>
ἐν τῷ ὀνειδίζειν ἄριστε (Ψ 483)
<νεικείεσκεν>
ἐνείκησεν (Β 221)
*<νείκεσεν>
ὕβρισεν ASvg. ἔκρινεν (Γ 38) n
<νείκεσσι>
πολέμοις
<νειῆσαι>
ἀρόσαι
<νείκησεν>
ἐνείκησεν. [ὑμνεῖ, ᾄδει]
<νεικλητήρ>
λικμητήρ. Μεγαρεῖς
<νεῖκλον>
τὸ λίκνον
*<νεικείων>
ὀνειδίζων (Β 243) ASn
*<νεῖκος>
διαφορά, μάχη g, φιλονεικία Ag
*[<νεῖκαι] νεῖμαι>
μερίσαι AS, διελεῖν
<νεῖμεν>
διέδωκεν (Ι 217)
<νεῖμον>
ὄρχησαι
<νεῖν>
νήθειν στήμονα. κολυμβᾶν, νήχεσθαι
*<νεῖν οὐκ οἶδε>
κολυμβᾶν οὐκ οἶδεν ASvgb
*<νειόθεν>
κάτωθεν (Κ 10) ASn
*<νειός>
κυρίως μὲν ἡ νεωστὶ μεταβεβλημένη γῆ, τουτέστιν ἠροτριωμένη· νέα γὰρ φαίνεται. [ἀπὸ τοῦ νέα φαίνεσθαι] "νειῷ ἐνὶ τριπόλῳ" (ε 127). λέγεται δὲ καὶ πᾶσα πληθύουσα χώρα, ἢ θάλλουσα
<νείοις>
μυχίοις. λέγει δὲ τὸν πυθμένα, ὥσπερ τῆς νεὼς τὸ †προτιθέμενον
<νειότατον>
κατώτατον
<νειόφυρτον>
νεόκρατον
[<νεῖπτα>
ἔσχατα]
<νειραί>
κατωτάται. οἱ δὲ κοιλίας τὰ κατώτατα
<νειρὴ κοιλίη>
κοιλία ἐσχάτη
<νειρόν>
σφοδρόν. ἔσχατον
<νείσεται>
εἰσέρχεται
[<νείσαντο>
ἐπορεύοντο]
<νεῖσθαι>
πορεύεσθαι (ο 88)
*<νεισόμενος>
πορευόμενος (δ 701?) (n)
*<νείσοντο>
ἐπορεύοντο AS
<νεῖται>
ἐλεύσεται, ἔρχεται (μ 188)
<νεκάδεσσι>
νεκυάδεσι. ταῖς τῶν νεκρῶν τάξεσι (r). *νεκροῖς (Ε886) ASn(g). ἐλέγχεται δὲ ὁ Καλλίμαχος νεκάδας ψιλῶς τὰς τάξεις νενοηκώς· "ἡδομένη νεκάδεσσιν †ἐπισκυρῶν πολέ- μοιο" (fr. 567 Pf.)
<νέκες>
νεκροί. ἀνίαι. ἀρχαῖοι. νέοι
*<νέκταρ>
πόμα θεῖον (Δ 3) AS, ἢ βρῶμα
*<νεκτάρεος>
θεῖος r. (ASn). ἡδύς, εὐώδης (Γ 385)
<νεκταίρουσιν>
κολάζουσιν
<νεκτάρας>
μάστιγξ
<νεκτάρθη>
ἐζημιώθη
*<νέκυας>
νεκρούς (Η 418) ASvgn
<νεκύδαλλος>
τὸ ἐκ τοῦ βόμβυκος ζῷον. ἢ ὁ σκώληξ τῆς κάμπης
<νέκυες>
νεκροί A, οἱ ἐστερημένοι τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς (Φ 302 ..)
*<νεκυομαντεία>
νεκρομαντεία r. AS(vg) p
<νέκυρ>
νεκρός. Λάκωνες
<νεκυώριον>
νεκρομαντεῖον r
<νεκυώτατον>
νεώτατον. προσφατώτατον
*<νέμεα>
σύνδενδροι τόποι ASn
<Νεμεάδες πύλαι>
ἔνιοι τὰς ἐν Τίρυνθι· οὐ καλῶς· τοῦ γὰρ Ἄργους εἰσί, τοὔνομα λαβοῦσαι διὰ τὸ πρὸς τῇ Νεμέᾳ τε- τράφθαι
<νεμεάδες>
ἰχθύες. βλαστοί. ὄρη ἀνειμένα. ἀπόγονοι. λειμῶνες
*<νεμέθοντο>
ἐνέμοντο n, ἀπὸ τῆς νεμήσεως (Λ 635)
<νέμει>
μερίζει. βόσκει. διαιρεῖ. ἀναγινώσκει. χειρονομεῖ. νομίζει. ἔχειν διαδίδωσι
<νέμεις>
ἀναγινώσκεις
<νεμηνίαν>
νουμηνίαν
<νεμεσᾶι>
φθονεῖ. ὀργίζεται. μέμφεται
<νεμέσα>
μέμφου (Κ 145)
*<νεμεσίζῃ>
μέμφῃ (n) [βόσκῃ] (Ε 757)
*<νεμεσῆσαι>
βοσκῆσαι AS. μέμψασθαι Avg
<νεμέσησεν>
ἐμέμψατο (Δ 507)
*<νεμεσήθητε>
αἰσχύνθητε (Π 544)
<νεμεσητόν>
ἐπίφθονον, μεμψίμοιρον. καὶ ὃ ἄν τις ἐντραπείη (Γ 410)
*<νέμεσις>
ὕβρις. μέμψις. φθόνος (Γ 156) ASvg
*<νεμεσίζομαι>
μέμφομαι. φθονῶ (Θ 407) AS
*<νεμέσθωσαν>
βοσκηθήτωσαν (Exod. 34,3)
<νέμησις θέας>
Ἀθηναῖοι τὰς ἐν τῷ θεάτρῳ καθέδρας, ψη- φίσματι νενεμημένας προεδρίας ἱερεῦσιν
<νέμησις ὑποκριτῶν>
οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτάς, κλήρῳ νεμηθέντας, ὑποκρινομένους τὰ δράματα, ὧν ὁ νικήσας εἰς τοὐπιὸν ἀκρίτως παρελαμβάνετο. ἔστιν οὖν ὡσὰν διαίρεσις
*<νεμεσῶ>
μέμφομαι (ζ 286) s
*<νέμοιτο>
καρποῖτο gn. βόσκοιτο, τρέφοιτο. [διαμερίζοιτο (Β 780) (g)
<νέμος>
σύνδενδρος τόπος, καὶ νομὴν ἔχων (Λ 480). καὶ τὸ γυναικεῖον αἰδοῖον. καὶ νάπος. καὶ τὸ τοῦ ὀφθαλμοῦ κοῖλον
<νέμω>
νομίζω. ἀναγινώσκω. [βόσκω r
<νενεαμένην>
ἠροτριωμένην
<νενασμένας>
πεπλησμένας
<νενασμένως>
ἐπιεικῶς
*<νεναυμαχηκώς>
ἐν πλοίῳ πολεμήσας AS
*<νενευκότι>
βλέψαντι ASvg
†<νενεκέναι>
τεθνηκέναι
<νενημένων>
συγκειμένων
<νένηται>
πεπλήρωται. σεσώρευται
<νενίηλος>
τυφλός. ἀπόπληκτος. ἀνόητος (Callim. h. Iov. 63)
[<νεννάζει>
κακολογεῖ]
<νέννος>
<πατρὸς> ἀδελφός
<νενός>
εὐήθης
<νένοφε>
νενέφωται. συννενέφωται. [νενόηται]
<νενώμεθα>
διανενοήμεθα
<νενώπηται>
τεταπείνωται. καταπέπληκται
<νένωται>
ἐν νῷ ἔχει (Soph. fr. 183)
<νέξας>
τὰ στρώματα
<νεοαλδέα>
νεωστὶ αὐξανομένην
*<νεοαρδέα>
νεοπότιστα (Φ 346) ASvg
<νεοβόρον>
νεωστὶ βεβρωμένον
<νεόβροχοι>
ἔγκυοι
*<νεογιλλόν>
νεογνόν ASvg, νέον
<νεογιλλῆς>
νεογνῆς, νεαρᾶς, νέας, νεωστὶ γεννηθείσης (μ 86)
<νεοδαμώδεις>
οἱ κατὰ δόσιν ἐλεύθεροι ἀπὸ τῆς εἱλωτίας
<νεοδάρτης>
ἔδεσμά τι ἀβυρτακῶδες
<νεοδμήτην>
νεωτέραν. ἢ *<νεωστὶ> δαμασθεῖσαν AS. ἢ οἰκο- δομηθεῖσαν
<νεοεργές>
νεωστὶ εἰργασμένον, προσφάτως
<νεολήνια>
ἑορτὴ Διονύσου
†<νεοθάλαμος>
καπνός
*[<νεοθαλής>] <νεοθηλέα>
νεωστὶ θάλλουσαν (Ξ 347) ASn
*<νεοθαλής>
νεωστὶ ἀνθῶν ASgn
<νεοθηλές>
νεόβλαστον, νεόφυτον
*<νεοθηλής>
νεωστὶ βλαστήσασα ASvg
*<νεόθρεπτον>
τὸν νεωστὶ πεπηγότα τυρόν ASg
<νεοθόροις>
νεοαυξέσιν. νεωστὶ ὁρμῶσιν, αὐξανομένοις
<νεοῖαι>
ἀφροσύναι
*<νεοίη>
ἡ νεότης (Ψ 604) ASns
<νεοκηδέϊ>
νεωστὶ πενθήσαντι
*<νεοκμήτῳ>
νεωστὶ κατεσκευασμένῳ (r) ASn
*[<νεοκόρος>
ὁ τὴν ἐκκλησίαν κοσμῶν. κοσμεῖν γὰρ τὸ σαρεῖν n]
<νεοκράς>
νεωστὶ κεκραμένος
<νεόκρατοι>
τινὲς κρατῆρες ἐλέγοντο, ὧν ἡ χρῆσις διττὴ καθειστήκει· ἔν τε γὰρ τοῖς περιδείπνοις, καὶ ἐν ταῖς ἑστιάσεσιν, ἤγουν σπονδαῖς
<νεόκτιστον>
νεοκαθίδρυτον, ἢ νεωστὶ κατεσκευασμένον
*<νεολαία>
νέων ἄθροισμα r. gn. ἢ νεότης. ἢ [νέος λαός (Eur. Alc. 103) g (ASv)
*<νεόλεκτος>
νεοστράτευτος r ASvg
[<νεολιγόν>
νεογνόν]
<νεολώφητοι>
νεωστὶ λελωφηκυῖαι τῆς μανίας
<νέομαι>
πορεύομαι, ἀπέρχομαι
<νέον>
νεωστί (Α 391)
*<νεομηνία>
ἡ πρώτη τῆς σελήνης ἡμέρα (Esai. 1, 13 ..) gn
<νέον ἡβώοντα>
ἀρτίως ἡβῶντα, ἄρτι ἀκμάζοντα (Ι 446)
<νεοπαγῆ>
νεωστὶ πεπηγμένον
†<νεοπειθής>
αἰχμάλωτος
<νεοπευθῆ>
τὰ οὐ πρότερον ἱστορημένα, ἀλλ' ἀρτιμαθῆ
<νεόπτραι>
υἱῶν ἢ <θυγατέρων> θυγατέρες
*<νεοργής>
νεωστὶ εἰργασμένος AS
<νέον>
νεωστὶ γενάμενον. θάλλον. πρόσφατον
*<νέος>
νεώτερος Avg, ἔφηβος
*"<νέος ἐστὶ καὶ ὀξύς>" (Plat. Gorg. 463 e)
ἀμαθής, προπετής AS
<νεοσμήκτων>
νεωστὶ ἐσμηγμένων (Ν 342) (Sn)
<νεὸς κυανοπρῴροιο>
τῆς κυανῷ κεχρισμένης καὶ μέλανι τὴν πρῷραν (Ο 693)
<νεοσπαδῆ>
νεωστὶ τὰ σπάδη περικείμενον, ἅ ἐστι σπάργανα
<νεοστάλυγες>
κεκλαυθμυρισμένοι παῖδες προσφάτως, νεο- δάκρυτοι
<νεοστεφέος>
νεοκράτου
<νεοστασίη>
ἑτεροίωσις. νεωτερισμός. ἔκπληξις
*<νεόστροφον>
νεωστὶ ἐστραμμένον AS. καὶ καινόν (Ο 469) A
<νεόσσυτα>
νεωστὶ ὁρμῶντα r. νεαρά (Greg. Naz. c. 1, 1, 9, 96)
<νεοτεύκτου>
νεοποιήτου (Φ 592)
<νεοτευχέος>
τὰ αὐτά
<νεότης>
ἡ τῶν νέων ἡλικία
<νεοττιά>
καλιά
<νεοττοί>
νεοσσοί
<νεόττιον>
Ἀττικοὶ τοῦ ᾠοῦ τὴν λέκιθον (Men. fr. 37 Koerte)· καὶ ὁ ὑφ' ἡμῶν νεοττὸς <νεοττίς> καὶ <νεοσσίς>
*<νεουμένη>
δευτερουμένη AS
<νεούτατος>
νεότρωτος (Ν 539)
<νεόφατος>
νεωστὶ τεθνηκώς
<νεόφθιτος κόρη>
ἡ ἄρτι φθαρεῖσα, ἡ τελευτήσασα. νεόφθιτος (trag. ad. 240)
<νεοχμόν>
*νέον ASg. πρόσφατον. ἄκοπον, ἄπονον. νεωστὶ εἰργασμένον (Eur. Hipp. 866)
<νεόχμωσιν>
νεοκίνησιν. μετακίνησιν
<νεοχμίη>
κίνησις πρόσφατος
<νεοχμούμενοι>
μετακοσμούμενοι. νεωτεριζόμενοι
<νεοχμιζομένου>
καινουργουμένου
<νέπιτα>
ἡ καλαμίνθη
<νέποδες>
νηξίποδες· τὸ γὰρ ἄποδες ἀποδιδόναι, ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ <φῶκαι νέποδες> (δ 404)
*<νεπόδων>
νηξιπόδων ἰχθύων (Callim. fr. 533) ASn
*<νέρθεν>
κάτωθεν ASvg. ὑποκάτωθεν (Η 212 ..) r. n
*<νέρτερος>
ὑποκάτωθεν. ἢ νεκρὸς ὑπὸ γῆν ASvg. κατώτερος Svg. καταχθόνιος (AS)
<νέρτος>
ἱέραξ. οἱ δὲ εἶδος ὀρνέου (Ar. Av. 303)
<νέρτατα>
ἔσχατα
<νέρτεροι> καὶ <νερτέριοι>
οἱ Τιτᾶνες, διὰ τὸ κατατεταρ- ταρῶσθαι. καὶ χθόνιοι. νεκροί
[*<νέρωπα>
λαμπρόν Avgp]
<Νέσσος>
ποταμός
*<νεύσταθμος>
λιμήν A, ἔνθα ἵστανται τὰ πλοῖα
<Νεφθαλείμ>
πλατυσμός
*†<νεσθώπραι>
υἱῶν καὶ θυγατέρων <θυγατέρες> AS
<νέτωπον, νετώπιον>
μύρον συντιθέμενον ἐκ πολλῶν μιγμά- των. οἱ δὲ <μετώπια>
<νεύει>
ἐπανέρχεται. ἢ μᾶλλον, φεύγει
<νεῦμαι>
ἥξω, ἐπανήξω (Σ 136)
<νευρά>
<ἐπὶ> τοῦ τεταμένου νεύρου, καὶ τοῦ τόξου
<νευροῖ>
ἐνδυναμοῖ (r), ἐνισχύει
<νευρομήτρα>
μέρος τι τοῦ σώματος. οἱ δὲ ψύην
<νεῦρον>
ᾧ συνδεσμεύεται τὸ σιδήριον τοῦ βέλους πρὸς τὸν κάλαμον, καὶ εἰς ὃ κατὰ τὴν ὀξεῖαν ἐντίθεται τὸ βέλος (Δ 151)
<νεῦσεν>
ἐπένευσεν, [ἐπέκλινε. συνεχώρησεν (Α 528) hm
*<νεῦσαι>
ἐπινεῦσαι (Prov. 21,1) n
<νεῦσις>
πλεῦσις
<νευσόμεθα>
νηξόμεθα
<νεῦσον>
βλέψον. κλῖνον
*<νευστάζων>
νεύων A, ἐπινεύων (Υ 162) Sb
<νευστής>
κολυμβητής
<νέφεα>
νέφη· "νέφεα σκιόεντα" (Ε 525). καὶ λίνα θηρατικά
<νεφεληγερέτα>
νεφεληγερέτης, ὁ τὰς νεφέλας ἀγείρων, ὅ ἐστι συναθροίζων r. n. ὁ τοὺς ὄμβρους ποιῶν. κλητικὴ ἀντὶ εὐθείας (Α 511 ..)
<νεφελογερέτης>
τὰ αὐτά
*<νεώ>
ναοῦ (r) v
<νέω>
τὸ νήχομαι
<νέφος>
σκότος, ἀχλύς. ἄθροισμα, *πλῆθος (Hebr. 12,1) ASvgn. ἀὴρ πεπυκνωμένος
<νέω>
νεώτεροι S. δυϊκῶς
[<νεώβορτον ἢ νεώβρωτον>
νεωστὶ κατεσθιόμενον]
<νεώμεθα>
ἀπίωμεν, [πορευώμεθα (Β 236) AS
*<νεωκόρος>
ὁ τὸν ναὸν κοσμῶν. κορεῖν γὰρ τὸ σαίρειν ἔλεγον (Act. ap. 19,35) ASvg
*<νεῶν>
ἱερῶν. ἢ *πλοίων n
*<νέων>
νηχόμενος (ε 344) (g)
*<νεώνητος>
νεωστὶ ἀγορασθείς ASvg
<νεῶν δ' ἀλάπαζε φάλαγγας>
τὰς πρὸ τῶν πλοίων τάξεις (Λ 503)
<νεῶν ἰκρία>
τὰ σανιδώματα τῶν πλοίων
<νεῶν οἴκους>
τὰ νεώρια
<νεῶνας>
νεῶν οἴκους. νεώλκια
<νεωνία>
οὕτως τις τῶν ἐλαῶν ὠνομάζετο
*<νεῶν ὕπερ>
ἤτοι πρὸ τῶν νεῶν, ἢ ὑπὲρ τῆς τῶν νεῶν σωτη- ρίας· "τεῖχος ἐτεκτήναντο νεῶν ὕπερ" (Η 449 v. l.)
<νεῶπας>
ἀντὶ τοῦ νεοβλέπτους, ἢ νέας
<νεωρεῖν>
νεωφυλακεῖν
*<νεώριον>
λιμήν AS
<νέωρον>
νέον
<νεωρός>
νεωριοφύλαξ
*<νεώσατε>
ἀροτριώσατε (Ierem. 4,3) ASvg
<νεώσοικοι>
τὰ νεώρια, ἔνθα ἡ ναῦς χειμῶνος εἰσφέρεται
<νεώσσει>
καινίζει
*<νεώς>
ναός. Ἀττικῶς ASvg
*<νεωστί>
ἀρτίως, προσφάτως ASvg. πρὸ μικροῦ
*<νέωτα>
εἰς τὸ ἐπιὸν vg. ἢ νέον ἔτος AS
<νεωτάτῃ>
ἀντὶ τοῦ ἐχομένῃ, τῇ ἐπιγενομένῃ. ἐσχάτῃ
*<νεωτερίζει>
καινὰ πράττει ASvgn, νεαρά
<νεωτερὶς ἀνάστηθι πρεσβυτέρῳ>
ἀντὶ τοῦ ἀνδραγάθησον
<νεώτερον>
οὐ μόνον συγκριτικῶς, ἀλλὰ καὶ νέον. Ἀττικοί
<νεώχερμος>
γῆ νεωστὶ εἰργασμένη
*†<νεωχμάτην>
νεωτάτην AS
<νή>
κατὰ τοῦ μὴ ὑπάρχοντος. καὶ †ἐάν
*<νῆα>
ναῦν n
<νῆας ἐΐσας>
τὰς ἰσοτοίχους ἐν τῷ πλεῖν (Α 306)
<νῆάς τε>
καὶ τὰ πλοῖα, καὶ τὰς ναῦς
<νηγάτεον>
νεωστὶ γεγονότα, ἢ κατεσκευασμένον λέγει, ἢ εὖ νενησμένον (Β 43)
*<νήγρετος>
ἀνάγρετος g. βαθύς (ν 80)
*<νηδύος>
γαστρός ASvg, κοιλίας (Ν 290) (Ag). καὶ <νηδύοισι> (Ρ 524) [καὶ <νηδύεισι>]· ἐντέροις n
<νήδυμον>
δυσέκδυτον. ἔσχατον AS. ἡδύ. βαθύ (An). καὶ ἄδυμον μὲν ὃ οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος. οἱ δὲ ἀναγινώσκοντες <ἥδυμος ὕπνος> .... (Β 2 ..)
[<νηδύπους>
ἀνυπόδετος]
<νηδὺς ἐλαιάεσσα>
<Σικελὴ> ἀπὸ μέρους, μιᾶς πόλεως τῆς ἐλαιηρᾶς Ὕβλης (Soph. fr. 419)
*<νῆες>
πλοῖα ASvgp, ναῦς, νῆες
*†<νηέρη>
νόσος †Ag
<νήει>
σωρεύει. καὶ ἐσώρευεν (Ψ 169)
<νήες(ς)ι>
ταῖς ναυσί (Α 71)
*<νηήσας>
σωρεύσας (Ι 358) n
<νηησάτω>
πληρωσάτω, [σωρευσάτω n
*<νὴ τὸν θεόν>
μὰ τὸν θεόν ASvg
*<νήεον ὕλην>
ἐσώρευον ὕλην (Ψ 139, 163) Ag(Sn)
<νηΐ>
τῷ πλοίῳ. δοτικῶς (Α 183)
<νήϊδα>
ἄπειρον. καὶ δειλόν (Η 198)
<νήϊδες>
πληθυντικόν, ὁμοίως· καὶ <νηϊδέστεροι> συγκριτικῶς
<Νηΐθ>
ἡ Ἀθηνᾶ παρ' Αἰγυπτίοις (Plat. Tim. 21 e)
*<Νηΐταις πύλαις>
ταῖς πρώταις καὶ τελευταίαις (Eur. Phoen. 1104) AS
*<νήϊον>
ναυπηγήσιμον ξύλον r. ASn, τὸ εἰς νεὼς χρείαν, καὶ εὔθετον (Γ 62)
<νῆϊς>
ἄπειρος r, κατὰ στέρησιν τοῦ <ἴσαι>, ὅ ἐστι γνῶναι (θ 179)
<νήϊστα>
ἔσχατα. κατώτατα. [ἐσκατία]
<νηΐτην στρατόν>
τὸν ἐν ταῖς ναυσί
*<νηκερδέα>
ἀκερδῆ. ἀνωφελῆ ASvg. ἄφρονα AS. καὶ <νηκερδῆ> ὁμοίως (Ρ 469)
<νήκεροι>
μὴ ἔχοντες κέρατα (Hes. op. 529)
<νήκεστον>
ἀνάκεστον, [ἀθεράπευτον r
<νηκούστησεν>
οὐκ ἤκουσεν, ἠμέλησεν, *παρήκουσεν (Υ 14) ASvg
<νηκτά>
τὰ ἐν ὕδασι διαιτώμενα, *τὰ ἔνυδρα. παρὰ τὸ <νήχεσθαι>, ὅ ἐστι κολυμβᾶν ASvg, πλέειν (Sap. 19,19)
<νηλεγές>
ἄνοικτον. ἀθρήνητον hm
<νηλεγής>
ἀφρόντιστος. [ἀθρήνητος r
<νηλεγέως>
ἀνοίκτως
†<νηλέγῳ>
θρήνῳ. ἢ δεινῷ
*<νηλεεῖ>
ἀνηλεεῖ. [σκληρῷ A
*<νηλεὲς ἦμαρ>
ἡμέρα σκληρά (Λ 484) (ASv)g(n)
*<νηλεής>
ἀνελεής r. ASvgs. σκληρά (AS) s
*<νηλέϊ χαλκῷ>
τῷ ἀνηλεεῖ σιδήρῳ (Γ 292) A
<νηλεῶς>
δεινῶς. ἀναιδῶς. καὶ τὰ ὅμοια
<νηλής>
ὁμοίως (Ι 632) r
<νηλιτεῖς>
ἀναμάρτητοι. παρὰ τὸ μὴ ἀλιτεῖν. καὶ <νηλίτιδες> τὸ αὐτό (π 317, τ 498)
*<Νηλήϊος>
ὁ τοῦ Νηλέως παῖς (Β 20 ..) (An)
<νηλίπεζοι ἢ *[νήλιποι>
ἀνυπόδετοι (ASvgT)
<νηλιτέες>
[ἀνηλεεῖς. ἄνοικτοι.] ἀναμάρτητοι. ἀναίτιοι h. ἄχρηστοι
*<νηλός>
ἔριον AS. ἄμεινον <λῆνος>
<νῆμα>
ὕδωρ. ὕφασμα (β 98?)
<νημερτές>
ἀναμαρτές. [ἀληθές (ASvg) nps. σαφές (Α 514)
<νημερτής>
ἀναμαρτής. καὶ τὰ ὅμοια
<νεῖν>
νήθειν
*<νηνεμία>
γαλήνη, ἀνέμων <ἀπουσία> ASvg
*<νηνεμίης>
πνοῆς ἐκτός. εὐδίας (Ε 523) A
<νήνεμον>
ἄνευ ἀνέμου. εὔπνουν. εὔδιον. ἥσυχον. ἄπνουν. καὶ *[ἀνήνεμον τὸ αὐτό (An)
<νηνεμούμενον>
καθεσταμένον ἐκ ταραχῆς. εὔδιον. ἥσυχον
<νηνίαι>
[σύγκειται. ἢ] νέοι
*<νηνυρίζοντα>
θρηνοῦντα n. λαλοῦντα]
*<νηός>
ναός rA. πλοῖον. ἱερόν A
<νηὸς ἰούσης>
τῆς νεὼς πορευομένης (Α 482)
*<νηοῦχος>
φύλαξ πλοίου AS
<νηπεκτέας>
ἀκτενίστους
*<νηπενθές>
ἀπενθές g, ἀπένθητον (δ 221)
<νήπια>
μικρὰ παιδία (Β 136)
*<νηπιάζεται>
μωραίνεται Agp(v)
*<νηπιαχεύων>
τὰ τοῖς νηπίοις ἁρμόζοντα πράττων AS, παι- δαριευόμενος, νηπιευόμενος (Χ 502)
<νηπίαχοι>
νήπιοι. [ἀνόητοι. μάταιοι S. νεογνοί (Π 262)
<νηπιέη>
ἡ τῶν νηπίων ἡλικία (Ι 491)
<νηπιέῃσι>
νεότῃσι (Ο 363 ..)
<νηπίη>
ἀσθενής. νεογνή (Λ 560)
<νηπιάας ὀχέειν>
νηπιότητας, ἀφροσύνας, καὶ ματαιότητας ἔχειν, ἢ ὑπ' αὐτῶν ἔχεσθαι (α 297)
<νήπιον>
νεογνόν, νεώτερον, [μικρόν (Ε 480) gn. ἀνόητον, ἄφρον, ἢ *[ἀφρονέστατον gn
*<νήποδες>
ἰχθύες S
*<νηποινί>
ἄνευ τιμωρίας ASvgn
<νήποινον>
ἀτιμώρητον, ἀνεκδίκητον, ἀνέκτιτον (α 160 ..)
[<νήπους ἢ νήποδες>
ἀνυποδέτους]
<νηπτικωτάτην>
νήφειν ποιοῦσαν
<νηπυθές>
ἄπευστον
<>ν ἠπύτα>
βοητά. κήρυξ μακρόφωνος (Η 384)
*<νηπύτιον>
νήπιον A. ἄφωνον. [ἄφρονα A, ἀνόητον (Υ 200) (AS)
<νηρέα>
μαράθου θάμνος
<Νηρεύς>
θαλάσσιος δαίμων. Ἀλκμὰν (Parth. I 19) καὶ <Πόρ- κον> ὀνομάζει
*<νηρίθμους>
ἀναριθμήτους, ἀπείρους ASg
<Νήρικος>
πόλις Ἠπείρου (ω 377)
<νηρίδας>
τὰς κοίλας πέτρας
<νηριπής>
σεμνή
<νηρίται>
μεγάλοι
<Νήριτον>
ὄρος Ἰθάκης, ἀντικρὺ τῆς Ἠπείρου (ν 351). καὶ [τὸ πολύ p. χλωρόν (Hes. op. 511?). ὑγρόν. θαλερόν. ἁπαλόν. ἀεὶ ῥέον
<νήριτος>
ὁ νηρίτης, ὅ ἐστιν κογχύλιον κοχλιῶδες, ποικίλον
<νηριτόμυθος>
ὑπὸ τῷ γήρᾳ πεπτωκώς ἢ <οὗ> οὐκ ἄν τις ἐρίσειε πρὸς <τοὺς> μύθους
<νηριτόφυλλον>
πολύφυλλον
<νηρόν>
τὸ ταπεινόν
<νῆς>
τὸ ἔνης, ὅπερ ἐστὶν εἰς τρίτην, Δωριεῖς [δὲ] νῆς λέγουσι
<νησαίη λίθος>
ἔνιοι τὴν Σαρδόνιον, διὰ τὸ ἐν Σαρδόνι γίνεσθαι. οἱ δὲ σμάραγδον
<Νησαίας ἵππους>
μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγωνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῆσος. ἐνταῦθα ἵπποι διάφοροι γίνονται, <εἰσὶν δὲ πᾶσαι ξανθαί. Ὁ δὲ Εὐριπίδης (fr. 1128) πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ τὴν Νησαίαν φησὶν εἶναι>
<νησίγδα>
ἐν Νυκτί (Philem. fr. 52). ἀποδιδόασι μάσημά τι ποιόν
<νῆσοι>
τόποι ἐν μέσῳ θαλάσσης
<νησόμεθα>
κορεσθησόμεθα
†<νῆσορ>
νεοττός
*<νῆστις>
ἄσιτος g, νηστεύων
<νῆσος>
τόπος ὑψηλός, ἐξέχων ἐν ὕδασι
<νήστειρα>
ἡ μήποτε ... στερομένη τροφῆς
<νῆστις>
*ἀσιτία AS. καὶ τὸ μεταξὺ τῆς κοιλίας. καὶ τὸ τοῦ στομάχου ἔντερον ASgn, ἐν ᾧ οὐδέποτε κόπρος εὑρίσκεται· ὅθεν κέκληται <νῆστις>. τούτῳ δὲ τῷ ἐντέρῳ τὰς χορδὰς περιειλοῦσιν οἱ μάγειροι
<νητελέα>
ἀνήνυτα
*<νὴ τήν>
μὰ τήν Av
*<νὴ τὴν Ὑγεῖαν>
μὰ τὴν Ὑγεῖαν AS
<νητός>
ἔσχατος ἢ πολύς, σεσωρευμένος (β 338)
<νῆττον>
πλῆρες, μεστόν
<νὴ τὼ θεώ>
ὅρκος κατὰ Δήμητρος καὶ Κόρης
<νηυσί>
ναυσί, πλοίοις (Α 179 ..) (A)
<νηφάλιοι>
νήφοντες, μὴ πεπωκότες. ἢ θύματα καὶ βωμοί, ἐφ' ὧν οἶνος οὐ σπένδεται. ἢ *σοφοί (A)
<νηφάλια ξύλα>
τὰ μὴ ἀμπέλινα, ἢ συκάμινα, ἢ σύκινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται
<>νηφαλισμένον>
ὕδατι, οὐκ οἴνῳ ἡγνισμένον
<νῆφε>
γρηγόρει. σωφρόνως βιοῦ (2. Tim. 4,5). [ἢ βρέχε· χιὼν γὰρ ἡ κατὰ μικρὸν φερομένη λεπτῶς, καὶ ὁ λεπτὸς ὄμβρος <νιφετός· νίφει> γὰρ τὸ χιονίζει]
[<νήφοντες>
νήφοντες]
*<νήχεται>
κολυμβᾷ (Iob 11,12) Avgnps
[<νήχι>
ναὶ μήν]
<νήχυτον>
πολύ (Philit. fr. 21 Pow.)
†<νήαις>
κάδος
[*<νηαιρίη>
ἐσχάτη AS. ἢ νηάτη]
†<νηεξίς>
ἐν Καππαδοκίᾳ γενόμενος μῦς, ὃν <σκίουρόν> τινες λέγουσιν
<Νίβα>
χιόνα. καὶ κρήνην
<νιβάδες>
αἱ τοὺς λόφους ἔχουσαι αἶγες
<νιβατισμός>
εἶδος ὀρχήσεως βαρβαρικῆς
<νιγλαρεύων>
τερετίζων (Eupol. fr. 110 K)
<νίγλαροι>
τερετίσματα, περίεργα κρούσματα (Pherecr. fr. 145,27)
<νίγλα>
τρόπαια, παρὰ Πέρσαις
*<νίζει>
νίπτει, πλύνει, κλύζει. σμήχει ASvgn
<νίδες>
παίδων αἰδοῖα
<νίκαθρον>
ἔπαθλον, ἐπινίκιον
<νικᾷ>
κρατεῖ. [λικμᾷ]
<Νικάνωρ>
ἥρως, ὃν καὶ τιμῶσί τινες
<νικατῆρες>
οἱ ἀκμαιότατοι ἐν ταῖς τάξεσιν
[*<νίκεα>
φιλονεικία, ἔχθρα Av]
<νικλεῖν>
λικμᾶν. [κρατεῖν]
[*<νίκεσσεν>
ὕβρισεν AS]
<νίκατρον>
νικητήριον
<νικῆσθαι>
ἀπολέσθαι
<νικητήριον>
ἔπαθλον (n)
<νίκλον>
τὸ λίκνον
[<νίκορ>
διαφθορά]
<Νικοστράτειος>
εἶδος ἀμπέλου
<νικύρτας>
δουλέκδουλος (Hippon. fr. 49,5 Bgk.)
<νίμματα>
λουτρά, πλύματα
<νίν>
αὐτόν r. n. αὐτήν, αὐτό
†<νινητός>
ἀνόητος. οἱ δὲ νενίηλος καὶ νινιαστής
<νηνίατος>
νόμος παιδαριώδης. καὶ Φρύγιον μέλος (Hippon. fr. 129 Bgk.)
<νίννον>
τὸν †καταβάλλην ἵππον
<νίρνος>
φθείρ. Ἀχαιοί. ἢ νίρμος
<νιρόν>
μέγα
<νίτρον>
σαπώνιον r
*<νίσεσθαι>
πορεύεσθαι (Eur. Phoen. 1234) r. ASn
<Νισᾶν>
ὁ Ἀρτεμίσιος μήν (2. Esdr. 12,1). καὶ †Ἰλίου πόλις
*<νισόμενον>
πορευόμενον (Ν 186) Agn
[<νισυνόχος>
φύλαξ νεώς]
*<νίτρον>
σαπώνιον καὶ εἶδος ἰατρικόν gp
<νιφάδες>
ἕλκη, τραύματα, *σταγόνες ASvg, ψεκάδες S
[<νιφάλιος>
εὐγρήγορος τὸν νοῦν]
<νιφάς>
ἡ τῆς χιόνος κατ' ὀλίγον ἀπόῤῥοια· "νιφάδες δ' ὡς [ἐ]πῖπτον ἔραζε" (Μ 156). τὰς γὰρ ψεκάδας <ψιάδας> [γὰρ]
<νίφαργον>
νιφάδι λελευκασμένον
*<νίφει>
χιονίζει ASvg(r)
<νιφετός>
*ἡ τῆς χιόνος καταφορά (An), χιὼν λεπτή (Deut. 32,2) S, χιονισμός· "τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν <ἢ νιφετόν>" (Κ 6)
*<νιφοβόλοις>
χιονίοις (Eur. Phoen. 206) AS
<νιφοβόλον>
ὑψηλόν (Eur. Phoen. 234) r
*<νιφόεν>
χιονῶδες r. AS
<νιφόεντα>
χειμέρια. χιονώδη, χιονιζόμενα (Ξ 227)
<νιφόεσσα Ἑλένη>
ἀντὶ τοῦ λευκή. Ἴων Φρουροῖς (fr. 46)
*<νιφομένη>
χιονιζομένη An
<νίψεως>
νουνεχείας
*<νιῷ ἐνί>
ἠροτριωμένῃ γῇ (ε 127) AS
<νοά>
πηγή. Λάκωνες
<νοαρέως>
νουνεχόντως
*<νόει>
συλλογίζου. σκόπει (Eur. Rhes. 131) An
<νοερόν>
*πνευματικόν AS· <νοερόν> μέν ἐστι τὸ νοοῦν· <νοητόν> δὲ τὸ νοούμενον. τροφὴ δὲ τρόπον τινὰ τοῦ νοοῦντος τὸ νοούμενον. οὕτω μὲν οὖν κυρίως. λέγονται δὲ καὶ ἐναλλὰξ καταχρηστικῶς
*<νοεύσας>
νοούσας n
<νόημα>
σύνεσις (β 363 ..)
<νοήμων>
συνετός, ἔμπειρος, γνωστικός (Prov. 1,5 ..)
*<νοήσει>
ἐνθυμήσει (Ι 104) ASn
<νόησεν>
ἐφράσθη (Γ 374)
*<νοητά>
τὰ μὴ ὁρώμενα ASvg
†<νοθοῖ>
φοβεῖται. ἀγριαίνει. νουθετεῖ
*<νοθεύει>
ἀπαλλοτριοῖ. ἀπατᾷ. κολακεύει ASvg
<νοθογέννητα>
*πορνειογέννητα (AS). οἱ μὴ γνήσιοι παῖδες, ἀλλ' ἀπὸ πόρνης ἢ φίλης ἢ δούλης ἢ παλλακῆς. ἀλλότριοι ἢ δυσγενεῖς ἢ ψευδεῖς
*<νόθως>
ψευδῶς (3. Macc. 3,17) AS
*[<νοῖοι>
αἱ τῶν υἱῶν γυναῖκες ASg(v)]
[<νωμελέως>
ἀδιαλείπτως]
<νομάδες>
βοσκόμεναι ἀγέλαι (3. Regn. 3,1 ..) ASvg
<νομάδες>
ἡμέραι αἱ φθίνοντος τοῦ μηνός S
*<νομάδων>
βαρβάρων, ἀγρίων (2. Macc. 12,11) gn
<νομαί>
βοσκήματα, βοσκαί
<νομαδόστοιχοι>
ἀπὸ τῶν †νομῶν, κατὰ στοῖχον ὀρχούμενοι
<νομάριον>
σκεῦος τραγικόν
<νομάρχης>
ὁ νομῶν ἄρχων· <νομοὺς> δὲ λέγουσι τὰ μεγάλα χωρία
<νομέας>
ξύλα περιφερῆ
<νομεῖς>
βασιλεῖς. ἡγεμόνες. καὶ τῶν πλοίων τὰ ἐγκοίλια (Hdt. 1, 194,2). καὶ σχοῖνοι ἀρμένων
[<νομαλέως>
ἀδιαλείπτως]
<νομεύς>
ποιμήν. ὁ μεριζόμενος, ἢ μέρος ληψόμενος
<νομή>
διαίρεσις, μερισμός, νέμησις
*<νομῆες>
ποιμένες (Σ 525) ASvgn
<νομή>
*τροφή (A), βοσκή Avg. †ποινή. μερὶς ὕδατος
<νόμιμα>
τὰ δικαιώματα
<νομίζειν>
οἴεσθαι. λέγειν
<νομιζόμεθα>
νόμιμα οἰόμεθα
*<νομιζόμενα>
νόμιμα A, ἔννομα
*<νόμιον>
δίκαιον ASgn
*<νομοθετεῖ>
νομοποιεῖ An
*<νομοΐστορες>
νομομαθεῖς (Cyr. in Esai. 53 p. 577 Aubert) ASvg(ps)
*<νομόν>
νομήν (Eur. Rhes. 477) A
*<νόμος>
θεσμός, συνήθεια ASvg. νομή A. τόπος. καὶ λόγος Ag. [καὶ ὁ ποιητὴς τῶν καθ' ἡμᾶς νόμων]
<νόμος>
ὁ ποιητὴς τὸν καθ' ἡμᾶς νόμον οὐκ οἶδε· θέμιστας δὲ καὶ εὐνομίας λέγει· ἀπὸ τῆς νεμήσεως· [ὁ] "ἀνθρώπων ὕβριν τε καὶ εὐνομίαν" (ρ 487)
"<νόμος ὁ πάντων βασιλεύς>" (Pind. fr. 169,1)
κατὰ τὴν φύσιν ... (Plat. Gorg. 484 b, 488 b)
*<νομῷ>
τῇ νομῇ (Β 475) An
*<νόον>
νοῦν (Ι 554 ..) g
<νόον πολυκερδέα νωμῶν>
τὸν ἀπατηλὸν καὶ ψεύστην νοῦν ἐπὶ πολλὰ τρέπων· ἄλλο ἐπ' ἄλλο διανοούμενος (ν 255)
*<νόος>
νοῦς (Β 192 ..) Sn(g)
<νόου>
τοῦ νοῦ. τοῦ λογισμοῦ (β 346)
*<νοοῦσι>
φρονοῦσιν g. ἢ συνιεῖσι
<νορβά>
καλή
<νορβεῖ>
ἐνθυμεῖται
<νορθακινοί>
ἀσθενεῖς
<νόῤῥος>
ἄνθος μήλινον λωτοῦ. γίνεται δέ τι καὶ δένδρον ἐν παραλίᾳ, ὅπερ ἔνιοι νορειὰν καλοῦσιν
<νορύην>
[ὀρύειν] ... ἔστι δὲ εἶδος ὀσπρίου
[<νόροπα>
λαμπρά S]
<νοσακερός>
νοσώδης. τρυφερός, μαλακός (Com. ad. fr. 1089 K.)
*<νοσηλεύεται>
νοσεῖ. ἢ νοσοῦντι ὑπηρετεῖ (AS)
*<νοσσεύουσαι>
γεννῶσαι (Ierem. 31,28) AS
<νοσσίδες>
ὑπόδημα γυναικεῖον
<νόσος μεγάλη>
ἐπιληψία
<νοσοῦν>
στασιάζον
*<νοστῆσαι>
περιελθεῖν AS, ἀφικέσθαι, [ἀνακομισθῆναι, ὑπο- στρέψαι (Ο 374 ..) (AS)
<νοσηλεύεσθαι>
νοσοκομεῖσθαι
<νόστιμον ἦμαρ>
τὸ σωτήριον. καὶ ἀνακομιστικόν. ἀνακο- μιστικὴ ἡμέρα (α 9)
*<νόστιμος>
σωτήριος AS. καὶ τὰ ὅμοια
*<νόστοις>
βίβλοις οὕτω καλουμέναις AS
<νόστος>
ἡ εἰς οἶκον ἀνακομιδή (Β 155) ἢ *[ἐπάνοδος. καὶ ἡ ἀνάδοσις τῆς γεύσεως ASvgp
<νόστου προμαχοῦντες>
χρόνου πολλοῦ νόστου προμαχοῦν- τες
*<νοσφίδιον>
κλοπιμαῖον, λαθραῖον ASg
<νοσφίζεσθαι>
λανθάνειν. πλεονεκτεῖν
<νοσφιζοίμεθα>
ἀρνοίμεθα. ἢ ἐπ' ἄλλο τι τραποίμεθα. ἢ κρυπ- τοίμεθα (Β 81)
<νόσφιν>
*χωρίς Anps, ἄνευ. λάθρα. δίχα. ἐκτός. μακράν (Α 541 ..)
*<νοσφίζεται>
ἰδιοποιεῖ An. κλέπτει vg, ἀποστερεῖ, [ἀφαιρεῖ vg. χωρίζει (Σ)
<νοσφιζόμενος>
ἀφαιρούμενος AS. κλεπτόμενος. ἢ κλέπτων, στερῶν
*<νόσφιν ἐών>
χωρὶς ὑπάρχων ASn
<νουμήνιος>
ὄρνεον, ὅμοιον ἀτταγᾷ ὄν· ὁ καὶ τροχίλος
<νουνεχέσιν>
ὀξυτέροις. νηπτικωτέροις. *[συνετοῖς Avg, σοφοῖς (vg)
<νοῦ πέρα παντός>
ὑπεράνω παντὸς νοῦ
<νοῦς>
ψυχή. ποταμός. καὶ ἡ μονάς. κυρίως δὲ σώφρονος ψυχῆς ἐνέργεια
*<νοῦσος>
νόσος λοιμική (Α 10) Anps
<νοῦς οὐ παρὰ Κενταύροισι>
παροιμιῶδες. ἔστι δὲ Πεισάν- δρου κομμάτιον, ἐπὶ τῶν ἀδυνάτων ταττόμενον
[<νοχαλός>
ῥᾴθυμος. χαῦνος]
*<νόῳ>
ἐν τῇ διανοίᾳ (Α 132) n
*<νύ>
ἀντὶ τοῦ [καὶ] δή. [καὶ δὴ] (Α 28 ..) np
<νύγει>
τῷ κέντρῳ πλήττει
<νυγμή>
κέντρον
<νυθόν>
ἄφωνον. σκοτεινόν
<νυθῶδες>
σκοτεινῶδες
<νύκτα>
σκότος. *[ἡ χειμέριος δὲ <δασεῖα> (A)
<νυκταίετος>
ὄρνις ἱερὸς Ἥρας, ὁ καὶ ἐρῳδιός
*<>νύηκες>
ἐκτεταμένον ASg (Ξ 385 ..)
<νυκτελεῖν>
ἐν νυκτὶ τελεῖν
<νυκτὶ ἐοικώς>
φοβερὸς τὴν θέαν (Α 47)
<νυκτερεύειν>
ἀγρυπνεῖν. Ἀττικοί
<νυκτερινοὶ κύνες>
οἱ λύκοι. τινὲς δὲ εἶδος ὑποδήματος γυναι- κείου
<νυκτερίς>
πετεινὸν νυκτερινόν (μ 433)
*<νυκτίβιος>
ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων ASvg. τοιαῦτα δὲ τὰ θηρία καὶ τὰ πλείω τῶν πτηνῶν AS
<Νυκτίδαι>
γένος τι τῶν τὰς λοιμικὰς νόσους ἐκδιωκόντων
<νυκτ(ὶ) ἐοικώς>
καταπληκτικός, καθάπερ νύξ (Α 47)
<νυκτὶ θοῇ>
τῇ ταχείᾳ. ἡ γὰρ ἡμέρα, πολύμοχθος οὖσα διὰ τὰ ἔργα, μακρὰ ἡμῖν φαίνεται· ἡ δὲ νὺξ διὰ τὴν ἀνάπαυσιν ταχεῖα (Μ 463)
<νυκτιπόλοις>
νυκτὸς ἀναστρεφομένοις καὶ περιοῦσι (Eur. Ion 718) A
<νυκτιλόχους>
τοὺς νυκτὶ ἐνεδρεύοντας, *ἢ [λῃστάς (p Σa)
<νυκτικόραξ>
ὁ νυκτὶ πετόμενος (1. Regn. 26,20 ..) r
<νυκτόμαντις>
μάντεως εἶδος
*<νυκτομαχία>
<ὅτε> νυκτὸς μάχονται <οἱ> πολέμιοι, καὶ οὐχ ὁρῶσιν ἐν τῷ σκότει (Thuc. 7, 44,1) Avg
<νυκτὸς ἀμολγῷ>
μεσονυκτίῳ· παρ' ἣν ὥραν οὐδεὶς μολίσκει (Λ 173)
<νύκτωρ>
νυκτός (Eur. Bacch. 486 ..)
<νυκχάσας>
γράφεται δὲ καὶ †<νυκχάσας>, ὅπερ ἐστὶ νεανιευ- σάμενος. τὸ δὲ <νυκχάσας> νύξας
*<νυμφαγωγεῖ>
νύμφην ἄγει AS
<νυμφαγωγός>
ὁ μετερχόμενος ἑτέρῳ νύμφην καὶ ἄγων ἐκ τοῦ πατρὸς οἰκίας, ᾧ πρότερον γεγαμηκότι οὐκ ἔξεστι μετελθεῖν· διὸ ἀποστέλλουσι τῶν φίλων τινάς. Διαφέρει γὰρ ὁ νυμφα- γωγὸς τοῦ παρόχου· καλεῖται γὰρ <πάροχος> τῶν φίλων τις ὁ ἐπὶ τῷ ὀχήματι ἅμα τῇ νύμφῃ καὶ τῷ νυμφίῳ ὀχούμενος, οἷον παράνυμφος
<νύμφαι>
οἱ πτερωτοὶ μύρμηκες. καὶ οἱ σκώληκες οἱ πτερο- φυοῦντες, οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις. οἱ δὲ καὶ <τὸ> ἀνὰ μέσον τῶν γυναικείων αἱ νύμφαι. καὶ τῶν ῥόδων αἱ μεμυ- κυῖαι κάλυκες. καὶ αἱ νεόγαμοι κόραι. καὶ Μοῦσαι καὶ θεαί
<Νυμφαῖον ὄχθον>
Ἴων (fr. 52). [ὁ] παρόσον ὁ Ἀλφειὸς τὴν Ἀρκάδων παραμειβόμενος τὰς λεγομένας Γλυφὰς διέρχεται. οἱ δὲ παραποτάμιον. Νυμφαῖον δ' ὄρος ἀκούει τὸ περὶ τὴν Ἀρκα- δίαν
*<νυμφεύτρια>
ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τῇ νύμφῃ AS παράνυμφος ASvgn
*<Νυμφαῖον>
νυμφῶν ἱερόν nΣ
<νύμφη>
ἡ νεωστὶ γαμηθεῖσα r. AS. καὶ ἡ ἐν τοῖς ἄστροις αἴξ, ἡ Ἀμάλθεια. καὶ ἡ Μοῦσα. καὶ τὸ μεταξὺ τοῦ γενείου καὶ τοῦ κάτω χείλους ἐν μέσῳ κοῖλον. καὶ ἡ τοῦ Διὸς μήτηρ. καὶ ὁ ἐν τοῖς μελισσείοις σκώληξ
<νύμφην γε νέην>
νεωστὶ νενυμφευμένην
<νυμφικὰ λουτρά>
γαμήλια λουτρά· ἦν ἀπὸ κρήνης ἀποδε- δειγμένης (Men. fr. 52. 430 Koe.)
<νυμφίδες>
ὑποδήματα γυναικεῖα νυμφικά
<νυμφίον> καὶ <νύμφην>
πάντα τὸν γήμαντα καὶ παιδοποιη- σάμενον, κἂν πολυχρόνιος ᾖ· "νυμφίου, ὅς ῥα θανὼν δειλοὺς ἀκάχησε τοκῆας" (Ψ 223)
<νυμφόβας>
Ἀχαιός (fr. 52). ὁ Σειληνὸς ἐπιβαίνων ταῖς Νύμ- φαις. καὶ ἐν Μοίραις· "βαβαί, βαβαί, βήσομαι γυναῖκας" (Achae. fr. 28 N.). ἐπὶ τῆς Ἀφροδίτης
*<νυμφοκόμος>
ἡ νυμφεύτρια. ἡ κοσμοῦσα τὴν νύμφην v
<νυμφόλημπτοι>
οἱ κατεχόμενοι Νύμφαις. μάντεις δέ εἰσι καὶ ἐπιθειαστικοί
<νυμφοπόνος>
ἡ περὶ τὴν νύμφην πονουμένη
*<νυμφοστόλος>
νυμφαγωγός Avgnps
<νυμφοτηρεῖς>
ἄρχοντές τινες
<νῦν>
ἐπὶ τοῦ παρόντος. ἐνίοτε δὲ ἀντὶ τοῦ δή παραπληρω- ματικοῦ. καὶ ἐπίῤῥημα χρόνου ἐνεστῶτος. δηλοῖ δὲ καὶ τὸ ἀρτίως
*<νῦν δέ>
ἐπὶ τοῦ παρόντος gn
<νῦν δὲ θεοὶ μάκαρες>
τοῦτό φασιν ἐξόδιον εἶναι ῥαψῳδῶν· νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε hm
*<νυνδή>
ἀντὶ τοῦ ἄρτι (Plat. leg. 3,683e) vhm
<νῦν κ' εἴη>
ἀντὶ τοῦ νῦν καιρός
<νύννιον>
ἐπὶ τοῖς παιδίοις καταβαυκαλουμένοις φασὶ λέγεσθαι· ὁμοίως καὶ τὸ <νύννιος>
<νῦν τ' ἦνθες ἐς χορόν, νῦν τ' ἔπραδες>
νῦν εἰς χορὸν ἦλθες, καὶ νῦν ἔπαρδες (Sophro fr. 144)
<Νύξ>
ἡ σωματοειδὴς θεός· "εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε" (Ξ 259). καὶ ἡ συνήθως λεγομένη νύξ (λ 330)
*<νυοί>
νύμφαι (Ω 166) (r) A (ns)
<νύξεν>
ἐκ χειρὸς ἔτρωσεν· νύξε δέ μιν <κατὰ> χεῖρα μέσην (Λ 252)
<νυός>
νύμφη γεγαμημένη τοῖς τοῦ γήμαντος οἰκείοις ...
<νυρεῖ>
νύσσει
<νυρίζει>
νύσσει. ξύει
<νυρῶν>
νύσσων. ξύων. [νύκτωρ]
<Νῦσα> καὶ <Νυσήϊον>
ὄρος, οὐ καθ' ἕνα τόπον. ἔστι γὰρ Ἀρα- βίας, Αἰθιοπίας, Αἰγύπτου, Βαβυλῶνος, Ἐρυθρᾶς, Θρᾴκης, Θετταλίας, Κιλικίας, Ἰνδικῆς, Λιβύης, Λυδίας, Μακεδονίας, Νάξου, περὶ τὸ Πάγγαιον, τόπος Συρίας
<νύσσει>
παίει. ῥήσσει
<νύσσα>
ὁ καμπτήρ· ἀπὸ τοῦ ἐλθόντας κατ' αὐτὸν νεύειν τοὺς ἵππους (Ψ 332)
<νύσσαι>
ἐκ χειρὸς πατάξαι
*<Νυσήϊον>
ὄρος Διονύσου (Ζ 133) np
<νυσταγμός>
ὕπνος (Dan. 4,32)
<νυσταλέον>
ὑπνηλόν (r)
†<νυσταλωπιᾶν>
νυστάζειν
†<νύστυχον>
ὀλίγον ὑπνῶσαι
<νυττόμενος>
κεντούμενος. προσωθούμενος
<νύχα>
νύκτωρ r νυκτί
<νυχεία>
διανυκτέρευσις
*<νύχιαι>
νυκτεριναί (Avgp)
<νυχεύει>
κρύπτει. νυκτερεύει (Eur. Rhes. 520?)
<νύχμα>
ὄνειδος. λοιδορία. ψόγος
*<νύχος>
νύξ Avgps. σκότος r. s
<νώ>
ἡμᾶς (Ε 219)
<Νῶβαι>
Πυγμαῖοι
<νωγαλεύματα ἢ νωγαλίσματα>
τὰ κατὰ λεπτὸν ἐδέσματα. οἱ δὲ τὰ μὴ εἰς χορτασίαν, ἀλλὰ τρυφερὰ ἀρτύματα
*<νωδός>
ὁ ὀδόντας οὐκ ἔχων ASvgn. καὶ ἐννεός. κωφός A. μὴ λαλῶν (As)
*<νώδυνον>
ἀνώδυνον ASvgn
<Νῶε>
ἀνάπαυσις
*<νώθεια>
νωθρία, ὀκνηρία AS
*<νωθεῖς>
βραδεῖς, ἄλογοι ASvg
<νωθῆ>
τὸν †ἐργάτην, ἢ τὸν μηκέτι σκιρτᾶν δυνάμενον
<νωθής>
ὁ νωθρός, κατὰ στέρησιν τοῦ θεῖν. *βραδύς. ἀμβλύς (Λ 559) Avg
<νωθὴς ὁδός>
ἡ μακρὰ ὁδός
<νώθητι>
ἐνθυμήθητι, γνῶθι
<νώθουρος>
ὁ ἀδύνατος συγγίνεσθαι (Com. ad. 1367). ἢ ὄνος
<νωθρὴ ὁδός>
μακρά. ἢ <νωθρά> (Greg. Naz. c. 1, 2,2, 227?)
<νωθροκάρδιος>
βραδὺς κατὰ λογισμόν (Prov. 12,8) ASvg
<νωθρόν>
βραδύ. νωχελές. *ἀσθενές (Avn)
<νῶϊ>
ἡμᾶς. [ἡμεῖς hm. [ἡμῶν] (Δ 418)
*<νῶϊν>
ἡμῶν v τῶν δύο. καὶ [ἡμῖν (Θ 374 ..) ASvg
<νωϊτέρην>
ἡμῶν τῶν δύο· "ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς" (μ 185)
<νωΐτερον>
ἡμῶν τῶν δύο Ag. ἡμέτερον· "καὶ νωΐτερον λέχος αὐτῶν" (Ο 39)
<νῶκαρ>
νύσταξις. νώθεια. κακόσχολος ἔννοια
<νωλεμές>
ἰσχυρόν, βίαιον. ἐντελές. καρτερόν. συνεχές (Ξ 58)
<νωλεμέως>
ἀδιαλείπτως. καὶ τὰ ὅμοια (Δ 428)
*<νωλεμῶς>
ἀδιαλείπτως. καὶ τὰ ὅμοια (AS)
<νῶμα>
νόημα, ἐνθύμημα
<νωμᾷς>
διοικεῖς (μ 218)
*<νωμᾶται>
κινεῖται ASns
<νωμῆσαι>
κινῆσαι, μετενέγκαι. διανεῖμαι. κυβερνῆσαι (Η 238)
<νώματα>
ἐπὶ τῶν ὑποζυγίων τὰ γνωρίσματα. οἱ δὲ τὰ θρέμ- ματα
<νώμησαν>
διεμέρισαν (Α 471)
*<νωμῆσαι βῶν>
κινῆσαι τὸ ὅπλον (Η 238) AS
*<νωμῶν>
ἔχων AS. διανέμων. κινῶν g. διαιρῶν S
<Νώνακρις>
τόπος ἐπώνυμος Ἀρκαδίας. τινὲς δὲ <Νώναπις>
<Νωνακρεύς>
οἱ μὲν ἀλείπτην Ἀρκαδικὸν ἀποδιδόασιν. ἡ γὰρ <Νώνακρις> Ἀρκαδίας ἐστὶ τόπος ... (Aristoph. fr. 829)
<νῶντα>
νήθοντα. ῥέοντα
<νωνυμία>
ἄκλεια. ἀσάφεια
<νώνυμος>
*ἀνώνυμος g (Sn). δύσφημος. ὃν οὐκ ἄν τις εὐφήμως εἴποι, ἀλλὰ δυστυχῆ
<νωρεῖ>
ἐνεργεῖ
<νώροπα>
*λαμπρόν An. αἴθοπα. στερητικὸν τῆς ὄψεως. τὸ γὰρ <νω> ἴσον τῷ <α>· ἄροπα, νώροπα (Β 578)
<νώροπι>
λαμπρῷ. καὶ τὰ ὅμοια (Η 206)
<νώροπι χαλκῷ>
τῷ λαμπρῷ χαλκῷ, ἢ *σιδήρῳ ASn. καὶ τὰ λοιπά (Η 206)
<νώροψ>
*λαμπρός AS. ὀξύφωνος. ἔνηχος. ἢ ὅτι τὴν ὄψιν ἀσθενῆ ποιεῖ
†<νώρεμνος>
μέγας. πολύς. κατώτατος, ἔσχατος. εὐσθενής πλατύς
<νωσάμενος>
κατανοήσας (Callim. fr. 353 Pf.)
<νώσασθαι>
αἰσθέσθαι, ἐνθυμηθῆναι, νοῆσαι
<νῶσις>
ῥεμβός. πτωχός
<νωσίχολος>
ἀμελής. ῥᾴθυμος
<νῶτα>
τὰ ἀνώτατα. τὰ νωτιαῖα κρέα. καὶ συνήθως ἡμῖν
<νῶτα θαλάσσης>
*τὴν ἐπιφάνειαν αὐτῆς Avg. ἢ τὰ πελάγη (Β 159)
<νωτεῖς>
οἱ ἀχθοφόροι ἡμίονοι. οἱ <δὲ> ἕλκοντες <ζύγιοι>
<νωτίζειν>
διώκειν. τρέπειν
<νωτίσαι>
τὸ κατὰ νῶτα λαβεῖν, καὶ παραμείψασθαι φυγόντα
<νωτίσασθαι>
ἀναθέσθαι ἐπὶ τῶν ὤμων. <ἀπονωτίσασθαι> δὲ τὸ καταθέσθαι
*<νωτοφόρος>
ὁ μὴ ὑπὸ ζυγόν, ἀλλὰ τῷ νώτῳ ἀχθοφορῶν AS ἄνθρωπος (Paral. 2,17), ἵππος, ὄνος (Xen. Cyr. 6,2,34) S(An)
†<νωφαιόν>
ἀφανές
<νωχαλής>
νωθρός
*<νωχαλίζει>
βραδύνει An(S)
<νωχέλεια>
*ἀσθένεια. βραδυτής An(S). ἀργεία. νώθεια. μιλό- της. ὁμοίως καὶ [<νωχελίῃ> (Τ 411) n
[<νῶχμα>
ὄνειδος]
<νώψ>
ἀσθενὴς τῇ ὄψει
*<νωχελής>
ὁ μιλός. βραδύς ASvg. ἄχρηστος g