Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Θ

Από Βικιθήκη
(Ανακατεύθυνση από Γλωσσαι Θ)
Γλώσσαι
Συγγραφέας:
Θ


<Θάασσεν>
ἐκαθέζετο (Ι 194) S(n)
<θαάσσει>
κάθηται. διατρίβει
<θάβακον>
θᾶκον. ἢ θρόνον
<Θαβώρ>
ὄρος Συρίας (Hos. 5,1 ς#)
<θάγῃ>
θήξῃς
<θάεο>
θεώρει
*<>θαζόμενος>
σκώπτων (Plat. rep. 5,474a) AS
<θαίβει>
ἐλαύνει
†<θαιμός>
οἰκία. †σπόρος, φυτεία
<θαιροδύται>
οἱ ἐν τῷ ζυγῷ δακτύλιοι, δι' ὧν οἱ ῥυτῆρες ...
<θαιροδύτης>
ὁ δακτύλιος τοῦ ζυγοῦ
<θαιρός>
ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεὺς τῆς θύρας (Μ 459), ἢ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ (fr. 539)
*<θακεύουσι>
κάθηνται εἰς τὰς χρείας ASn
*<θᾶκος>
καθέδρα, θρόνος AS (vg)
<θαλάμη>
τρώγλη, [θυρὶς] κατάδυσις (ε 432) p
<θαλάμαι>
στῆλαι ἐπικείμεναι τοῖς αἰδοίοις τῶν ἀποκόπων
<θαλαμηπόλος>
ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον δια- τρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφα- γωγός, τοῦ θαλάμου ἐπιμελουμένη (η 8 ..)
<θαλάμιαι κῶπαι>
p αἱ κατωτάτω. καὶ οἱ ταύτην ἔχοντες τὴν χώραν <θαλαμιοὶ> λέγονται
<θαλαμιός>
[ὁ κατωτάτω θαλάμιος] ἐρέτης ὁ κατωτάτω ἐρές- σων ἐν τῇ νηῒ <θαλαμιὸς> λέγεται, ὁ δὲ μέσος <ζύγιος>, ὁ δὲ ἀνώτατος <θρανίτης>
<θαλάμοιο νέοιο>
κατασκευασμένου νεωστί· ὑπὸ γὰρ τῶν γάμων αὐτὰς τὰς ἡμέρας θαλάμους ἐπήγνυον· ὡς οὐκ ἔκπαλαι αὐτοῦ γεγαμηκότος (Ρ 36)
<θάλαμος>
*οἶκος Agn. μυχός. νυμφικὸς οἶκος
<θαλάμων ἄνασσα>
Ἀφροδίτη
<θάλασσα κοίλη>
ἡ χειμέριος. καὶ τὸ θέατρον (Com. ad. fr. 864 K.)
<θαλασσεύς>
ἁλιεύς
<θαλάσσια ἔργα>
ναυτικά (Β 614)
<θαλάσσιος Ζεύς>
ἐν Σιδῶνι τιμᾶται
<θαλασσωθείς>
ἁγνισάμενος
<θαλάσσια>
τὰ τῆς θαλάσσης (Β 614)
<θαλαττοκοπεῖς>
ματαιολογεῖς p
<θαλαττοπορῆσαι>
πλεῦσαι διὰ θαλάσσης
<θαλέθει>
θάλλει, ἀνθεῖ
<θαλέεσσι>
πιότητι, λιπαρίαις (Callim. fr. 337)
*<θαλέθοντες>
θάλλοντες (Ψ 32) ASgn
<θαλέθοντα>
θάλλοντα, βλαστάνοντα, ἀνθοῦντα. εὐτροφοῦντα
*<θαλεία>
<ὡς> παιδεία. [εὐθυμία n. ἡδονή. καὶ [ἡ Μοῦσα n
<θαλείας>
πότους, μέθας. †λινᾶς πήρας
<θαλίῃ>
εὐδαιμονίᾳ, εὐθηνίᾳ. ἀκμῇ. εὐφροσύνῃ (Ι 143)
*<θαλεῖον>
καθαρόν g
<θαλεραί>
οἰκτραί
*<θάλλει>
ἀκμάζει S, ἀνθεῖ (Eur. Phoen. 812)
<θαλεροί>
ἀκμάζοντες, ἀνθοῦντες (Γ 26). πολλοί. πρόσφατοι. ἀθρόοι. ὑγροί. οἰκτροί
<θαλερὸν δάκρυον>
τὸ πολὺ καὶ <μὴ> ξηραινόμενον, ἀλλ' ἐπὶ τῶν ὀφθαλμῶν ἀεὶ θάλλον (Β 266 ..)
*<θαλερός>
ταχύς. ἰσχυρός ASn
[<θαλέων>
τῶν θάλλειν ἐπιτηδείων]
<θαλέων>
τῶν *[θάλλειν ποιούντων n ἡδονῶν. παιγνίων. ἡδέων. *[τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων (Χ 504) S
<θαλία>
εὐθηνία. εὐωχία. πανήγυρις. τέρψις, εὐφροσύνη
*<θαλίη>
τὰ αὐτά (Ι 143) An
<θαλλικοποιοί>
οἱ τὰ σκυτούμενα κιβώτια, καὶ τοὺς δερματί- νους ῥίσκους ἐργαζόμενοι
<Θαλλιγόνους>
οἱ πολλοὺς καὶ ἐνδόξους ἔχοντες <ἐκγόνους> g, ἢ γένος ἐν ὅπλοις ἔνδοξον
<θάλλικα>
σάκκου εἶδος
<θαλλίς>
μάρσιππος μακρός
*<θαλλόν>
ὃ ἐσθίουσιν οἱ βόες (ρ 224) AS
*<θαλλός>
κλάδος ἐλαίας. [ἄνθος AS. γέννημα S. καὶ πᾶν τὸ θάλλον. κυρίως δὲ κλάδος ἐλαίας ASvg, ἢ φοίνικος [βλάστημα An
*<θάλλουσα>
αὐξάνουσα (Gen. 40,10) A
<θαλλοφόρος>
ὁ πομπεύων Ἀθήνησι, καὶ ἐλαίας κλάδον φέρων. λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησί- μους ἢ πρὸς τὸ θαλλοφορεῖν (Ar. Vesp. 544)
[<θάλπει>
ἀκμάζει, ἀνθεῖ]
*<θαλπιώθ>
ἐπάλξεις (Cant. 4,4)
<θάλπος>
*καῦμα ([Plat.] Ax. 366 d) S παραμυθία
<θάλπω>
*θερμαίνω An. παραμυθοῦμαι
<θαλπωρή>
*παραμυθία Sn. σκέπη. *χαρά ASvg. σωτηρία S ἡδονή. *[θάλψις ASvg. ἐλπίς. ἀσφάλεια. *[ἢ διάχυσις ASvg (Ζ 412)
<θαλυκρέονται>
ψεύδονται S
<θαλυκρόν>
ἰταμόν (S). λαμπρόν. βλοσυρόν. ἀναιδές. [πανοῦρ- γον. θερμόν (S). χλιαρόν (Callim. fr. 736?)
<θαλύνειν>
θάλπειν. †ποιεῖ
<θαλύεσθαι>
φλέγεσθαι (S)
*<θαλύσια>
αἱ τῶν καρπῶν ἀπαρχαί (Ι 534) ASvgn
<θαλύσιος ἄρτος>
ἀπὸ τῆς ἅλω πεττόμενος πρῶτος
<θαλυσσόμενος>
φλεγόμενος
<θαλύψαι>
θάλψαι. πυρῶσαι
*<θάλωμεν>
βλαστήσωμεν An. βλαστάνωμεν
*<θαμά>
θαμινά, [συνεχῆ P
<θαμάκις>
πλειστάκις, [πολλάκις S
*<θαμά>
τὰ πυκνά AS. καὶ θαμέα τὰ αὐτά
<θαματροχεῖ>
οὐχ ἡσυχάζει
<θαμβαλέον>
φοβερόν. θαυμαστόν
*<θαμβεῖ>
ἐκπλήττει (n)
<θάμβος>
θαῦμα. *[ἔκπληξις (Γ 342 ..) Avgnp
*<θαμέας>
πυκνούς, συνεχεῖς (ξ 12) A
*<θαμέες (Κ 264) Sn καὶ <θαμειαί>
(Α 52) S τὰ αὐτά· καὶ <θα- μειάς> (Τ 383)
*<θαμίζεις>
συνεχῶς ἔρχῃ ASgn, πυκνάζεις (Σ 386) (v) Σ
<θαμίζεται>
ὁμιλεῖ (Soph. fr. 462,3)
<θαμίζει>
συνεχῶς διατρίβει καὶ παραμένει <τὴν> ἑαυτοῦ ναῦν φυλάσσων
*<θαμινά>
πυκνά ASvg, πολλά
*<θαμινῶς>
συνεχῶς, πυκνῶς Sg (n)
<θάμιξ>
ἀλώπηξ
<θάμνους>
δενδρώδεις τόπους, δασεῖς (ε 476)
<θάμνισον>
ἀποκάλυψον
*<θάμνοι>
δασέα καὶ πυκνὰ δένδρα. καὶ οἱ σύνδενδροι τόποι (Λ 156) ASn
<θάμνος>
πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα. ἢ καθ' ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία. καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δεν- δρώδεις ..... *ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες ASvg
<θαμύντεραι>
πυκνότεραι
<θάμυρις>
πανήγυρις, σύνοδος, ἢ πυκνότης τινῶν. καὶ <ὁδοὺς θαμυρὰς> τὰς λεωφόρους. ἔστι δὲ καὶ κύριον ὄνομα
<θαμυρίζει>
ἀθροίζει, συνάγει
<Θάμυρις μαίνεται>
παροιμία, ἐπὶ τῶν κατὰ σύνεσιν παρά- λογόν τι πραττόντων
<θανάτοιο μέλαν νέφος>
περιφραστικῶς αὐτὸς ὁ θάνατος (δ 180)
<θάνατος>
ὅ τε θεός· καὶ ὃ πάσχομεν, τέλος ἔχοντος τοῦ βίου. ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἡ δυσωδία
*<θανατῶν>
θανάτου ἐπιθυμῶν (Ios. b. Iud. 3,208) ASvg
*<θανεῖσθαι>
ἀποθανεῖσθαι (Eur. Troad. 430) AS
*<θάνοιεν>
ἀποθάνοιεν (Eur. Troad. 391) Avg
<θᾶξαι>
μεθύσαι
<θαέοντα>
διδασκόμενον. θεωροῦντα
<θαεῦνται>
ὁμοίως
<θάπαν>
φόβον
<θάπτρα>
μνῆμα. Κρῆτες
*<θαῤῥαλέως>
εὐθαρσῶς ASg. ἀνδρείως (3. Maccab. 1,4 ..) g
<Θαργήλια>
Ἀπόλλωνος ἑορτή. καὶ ὅλος ὁ μὴν ἱερὸς τοῦ θεοῦ. ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται, καὶ περικομίζουσι· ταῦτα δὲ θαργήλιά φασι· καὶ μὴν <θαργη- λιών>. καὶ τὴν εὐετηρίαν ἐκάλουν <θάργηλον>. καὶ Ἀρχίλοχός φησιν>· †ὡς φαίε† νῦν ἄγει Ταργήλια (frg. 113) καὶ ὁ <θάργηλος> χύτρα ἐστὶν ἀνάπλεως σπερμάτων. [καὶ παρὰ Μιλησίοις ᾀδο- μένη ἐπὶ φρονήσει]
<Θαργηλία>
ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν, καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων
<θάργηλος>
χύτρα ἱεροῦ ἑψήματος
<θαρνύει>
[ὀχλεύει]. ὀχεύει. σπείρει. φυτεύει
<θαῤῥιά>
τρασιά
<θάρνυσθαι>
ὀχεύειν
<θάρνυται>
μετεωρίζεται· θάρνυσθαι γὰρ τὸ συγγίνεσθαι. τοῦτο δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ καὶ [ὀχεύει S [<θαρσύνεται>·], περὶ συνουσίαν ὁμιλεῖ
*<θάῤῥος>
θάρσος Agn
(*)<θαρσαλέον>
ῥᾴδιον
*<θαρσαλέως>
ῥᾳδίως (ASg)
*<θάρσος>
[<ἢ θάργος>]· τὸ θράσος. ἀνδρεία. δυναστεία (Ε 2 ..)
<θαρσύς>
θρασύς
*<θάρσυνος>
τεθαῤῥηκώς (Ν 823) Σ
<θάρσει>
θάῤῥει. θράσει (Ζ 126 ..)
<θαῤῥῶ>
θρασύνομαι
<Θασία ἅλμη>
εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου εἶδος. οἱ δὲ βάμμα τι
†<θάσωμεν>
καθήμεθα
<Θάσιος παῖς Ἀγλαοφῶντος>
...
...
ἔστι δὲ σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ, τοῦ ἐξ ἀρχῆς ποιήσαντος, Θασίου ὀνομασθεῖσα
*<θᾶσσε>
κάθισον s
*<θᾶσσον>
θᾶττον, [τάχιον S, ταχύτερον (An)
*<θάσσονας>
ταχίονας (Ν 819) AS
*<θάσσοντας>
καθημένους (ASg)
*<θάσσουσα>
σπεύδουσα (ASvg)
*<θάσσω>
παρακαθέζομαι (Eur. Or. 85 ..) AS
*<θάσσων>
ταχύτερος (Ο 570) ASgn. καθεζόμενος Ag
*<>†θαστρεύεσθαι>
ἀναβάλλεσθαι (Ο 512) AS
<θᾶτας>
θῆτας, τοὺς δούλους. Κύπριοι
*<θάτερα>
τὰ ἄλλα AS, ἑκάτερα, ἕτερα μέρη ( Eur. Bacch. 1129)
*<θατέρου>
ἑνός gS
<θατῆρας>
θεατάς
*<θᾶττον>
εὐθύς, [τάχιον, ταχέως gn
<θᾶττον ἢ Βούτης>
παροιμία ἐπὶ τῶν <ῥᾳδίως ἐπιτελουμένων, ὅτι τῶν> ἐν τῇ στοᾷ μαχομένων τις ἦν, ᾧ ἐπεγέγραπτο Βούτης <οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός.> Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ γὰρ ὁ Βούτης ῥᾳδίως κατεσκεύαστο, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γε- γραμμένου
[<θαυλακίζειν>
μετὰ βοῆς ἀπαιτεῖν τι. <Ταραντῖνοι>]
<Θαύλια>
ἑορτὴ [Ταραντῖνοι] ἀχθεῖσα ὑπὸ Κτεάτου· παρ' ὃ καὶ <θαυλίζειν> λέγειν τοὺς Δωριεῖς ...
<Θαυλωνίδαι>
γένος ἰθαγενῶν Ἀθήνησι
<θαυμάζειν>
θεᾶσθαι. καὶ μανθάνειν
<θαῦμα>
ἔκπληξις. ξένισμα
<θαυμαίνει>
θεωρεῖ. θαυμάζει
<θαυμαλέον>
φοβερόν. θαυμαστόν
<Θαυμακίη>
πόλις (Β 716)
<θαυμανέοντες>
θεώμενοι, ὀψόμενοι· ἀέθλια θαυμανέοντες (θ 108). τὸ δὲ καθ' ἡμᾶς θαυμάζειν θηεῖσθαι λέγει· θηεῖτο δὲ κούρη (ζ 237) <καὶ> <θηητὸς> ὁ θαυμαστός
<θαυμάσιος>
θαυμαστός
<θαύματα>
ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται (Plat. rep. 7,514b>)
<QAUMATÍZOMAI>: E)KPLH/TTOMAI
<*QAÚLIOS H)\ *QAÛLOS>: *)/ARHS *MAKEDÓNIOS
<QAÛNON>: QHRÍON
<QAULÉA>: OU)RÁ, KÉRKOS
<QAUSÍKRION>: QEWREÎON
<QAXQH=MEN>: QWRHXQH=NAI. *DWRIEÎS
<QÁYAI>: KATORÚCAI. KAÛSAI, A)PÒ TOÛ QÁLPESQAI (Eur. Alc. 729 ..)
<θάψινον>
τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg. 210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ <ῥίζα θαψία> καλουμένη
*<θεά>
ὦ Μοῦσα (Α 1) n
*<θέα>
σκόπει (ASvgn) θεώρει, [ὅρα n
*<θεάμονας>
θεατάς ASvgn
<θέαν>
*ὄψιν. θεωρίαν (Eur. Hipp. 825) n. ὄμματα
<θεαγγελεῖς>
οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες
<θεαγής>
ὅσιος, [θεοσεβής r
<θέαγον>
τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι
<θέαμα>
θεώρημα (Eur. Med. 1167 ..)
<θεανὴ νόσος>
ἡ ἐκ θεοῦ, θεία. Σοφοκλῆς Τυροῖ α# [ῥοιτοῦ] (fr. 589)
<θεανῶσται>
οἱ ξυστῆρες ὑπὸ Θετταλῶν
<θέα παρ' αἰγείρῳ>
τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν. εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ εὐώνου ὁ τόπος ἐπωλεῖτο (Cratin. fr. 339)
<θεατόν>
τὸ ἐκλεκτόν. [ὁρατόν (n), καὶ θεωρητόν
<θέατρον>
θέαμα (1. Cor. 4,9). ἢ σύνταγμα
*<θέει>
τρέχει (Ν 141) ASv
*<θεείου>
θείου (Θ 135) ASn
*<θέειν>
τρέχειν, δραμεῖν (Β 183) Avgs
<θέεν>
ἔτρεχεν (Ζ 118)
*<θεηγόρων>
θείων. ἢ ἐκ θεοῦ †λαμβάνων AS(v) gp
<θεήλατον>
ὑπὸ θεοῦ πεπληγμένον, ἢ *[πεμφθέν (Eur. Or. 2 ..) ASvg
*<θέῃσι>
τρέχῃ (Χ 23) AS
*<θειαζόντων>
μαινομένων ASvg
*<θίασος>
χορός v
<θειασμοῦ>
[εὐωχίας] ἐνθουσιασμοῦ
<θειασμῷ>
[εὐωχίαις] μαντείαις (Thuc. 7, 50,4)
*[<θειασῶται>
χορευταί] ASv
[<θεῖα>
ἴγδια. καὶ θεοῖς ἐοικότα. Κύπριοι]
*<θέειν δρομαῖς>
....AS
<θείης>
ποιήσεις (Ω 661)
<θειητόν>
θαυμαστόν (Hes. Theog. 31) r
<θειλόπεδα>
ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ ἀπὸ τοῦ <θέρεσθαι> ἐν τῷ ἡλίῳ καὶ τῷ <πέδῳ> (η 123) r
†<θεῖνιν>
δραμεῖν ἢ ὁ αἰγιαλός
*<θειμωνειαί>
οἱ σωροὶ τῶν δραγμάτων AS
*<θεῖναι>
ποιῆσαι (Δ 26) r. n
*<θείναν>
βρῶσιν, ἀνάλωμα (Sap. 12,5) AS
<θείνει>
[ποιεῖ. τρέχει]. κτείνει. *[παίει (σ 63) s
*<θεῖνες>
οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου ASvgn
*<θεινομένην>
τυπτομένην (Α 588) ASn
*<θεινῶν>
αἰγιαλῶν A
*<θείομεν>
ποιήσωμεν (Ψ 486) ASn
*<θεῖον ἄπυρον>
θεάφιον (Avn) ἄκαυστον
<θεῖός μοι>
ἐκ θεοῦ μοι (Β 56)
<θεῖος νόος μευ>
ἐκ θεοῦ μοι νοῦς
<θεῖος ὄνειρος>
θεόπεμπτος (Β 22)
<θεῖον δύσονται ἀγῶνα>
τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν τὰ ἱερά (Η 298)
<θειοῦται>
θείῳ καθαίρει (ψ 50)
<θεῖον>
τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμά- ζεσθαι (Δ 192). καὶ τὸ θεάφιον
<θείου πλῆτο>
τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ κεραυνὸς θείου (μ 417)
†<θεῖται>
ᾄδεται. †κομίζει
[<θειάσω>
καθάρω]
<θειώσω>
καθαρῶ (χ 482)
†<θέκλεον>
θαυμαστόν (Ψ 107)
<θέλγει>
*ἀπατᾷ. θάλπει ASg, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν. μαλάσσει. κηλεῖ. τέρπει (Ω 343 ..)
*<θέλγητρα>
εἰς ἡδονὴν ἄγοντα (Eur. Or. 211) ASvg
<θέλγμα>
θαῦμα
<Θελγῖνες>
οἱ Τελχῖνες. [γόητες s, πανοῦργοι, φαρμακευταί
*<θελγόμενον>
ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾄσμασι ASv
<θέλειν>
δύνασθαι (Φ 366?)
<θελεμόν>
[οἰκτρόν.] ἥσυχον (Aesch. Suppl. 1028) (g)
<θελεμῶς>
ἡσύχως [οἰκτρῶς]
<θέλυμνον>
ὅλον ἐκ ῥιζῶν (Empedocl. frg. 21,6?)
†<θελερόν>
θελεκτόν. †καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει
*<θελητής>
προαιρετικός (Mich. 7,18) ASvg
<θέλκαρ>
θέλγμα
<θέλκτρον>
φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά τινος ἀνάγκης
*<θελκτήριοι <λόγοι>·> θεραπευτικοί ASvgn, ἄγοντες εἰς ἀπά- την S (Eur. Hipp. 478)
<θέλξας>
καταπραΰνας
<Θελξινόη>
Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις
<θέλω>
χρῄζω. βούλομαι. εὐδοκῶ
<θέμα>
ἕξις. τόπος. στάσις. μνῆμα
*<θεμάν>
ἄνεμος AS νότος ASvgn. ἢ ἀνατολή (Ezech. 21,2)
<θεματίζει>
*ἀποτίθεται AS. κυβερνᾷ
<θέμεθλα>
ἕδραι. βάθρα. θεμέλια Avg θέσεις. [ῥίζαι (Ξ 493) Avg
<θέμειλα>
θεμέλιοι
<θεμελιωθέντα>
ἐκ ῥιζῶν ἀρθέντα
<θέμεναι>
καταβαλοῦσαι
<θέμενος>
ἐνθείς. καταβαλών
<θεμερή>
βεβαία. σεμνή. εὐσταθής
<θεμερόν>
σεμνόν. ἀφ' οὗ καὶ τὸ σεμνύνεσθαι <θεμερύνεσθαι>
<θεμερόφρονας>
συνετούς, σώφρονας
<θεμερῶπις>
ἐρασμία <Ἁρμονίη> (Empedocl. fr. 122,2).
*<θέμις>
δίκαιον ASvg. ἄξιον. πρέπον Svg. καὶ δίκη n, ἢ [προσή- κει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· S ᾗ θέμις ἐστί (Β 73). καὶ [νόμος n
<θεμισσέτω>
μαστιγούτω, νομοθετείτω. Κρῆτες
*<θέμισις>
δικαιοσύνη AS. παραμυθία
<θέμιστα>
ἔννομα r, νόμιμα
*<θέμιστας>
νόμους S. δίκας (Α 238) AS
<θέμιστες>
μαντεῖα, χρησμοί (π 403). δίκαια. νόμοι (ι 112)
<θεμιστεύει>
ἄρχει, κελεύει ἃ βούλεται, δικάζει (ι 114)
<θεμιστευτόν>
νομοθετητόν
<θεμιστεύοντα>
δικάζοντα (λ 569)
*<Θέμιστι>
τῇ Δίκῃ (Ο 87) An
<Θεμιστιάδες>
Νύμφαι (Pherecyd.)
<θεμίστειον>
δίκαιον
*<θεμιστός>
δίκαιος Ag [βασιλεὺς ὅσιος]
†<θεμινήσασα>
πρακτική, ἀνυσίμη, ἀποτελεσίμη
*<θεμιστισία>
ὁσία s
<θεμιστοπόλοι>
ἄρχοντες. δίκαιοι (Hes. fr. 7?)
<θεμιστόρων>
συνετῶν (r)
<θέμηλα>
[θεμέλαι] ἕδραι, βάθρα, θεμέλια
*<θέναρ>
τὸ κοῖλον τῆς χειρός (Ε 339), καὶ τοῦ ποδός ASvg
<θεμούς>
διαθέσεις. παραινέσεις
†<θεμῶν>
θελήμων
<θέμωσεν>
ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν (ι 486)
<θεναρίζει>
τύπτει
[<θένει>
κόπτει, τύπτει]
<θένιοι>
οἱ προσήκοντες
<θεοβλάβειαν>
οὕτως Αἰσχίνης εἶπεν (3,133)
*<θεοδέκτρια>
θεὸν δεδεγμένη AS
<Θεοδαίσιος>
Διόνυσος
<θεοδμήτων>
ὑπὸ θεοῦ ᾠκοδομημένων Avg δεδομημένων, [θεο- κτίστων AS (Θ 519)
<θεοδόσια>
ὑπὸ θεοῦ δεδομένα
<θεόθυτα>
ἱερόθυτα (Cratin. fr. 417)
<Θεόδωρος>
Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους, ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου (Com. adesp. 310)
*<θεοειδεστέρας>
θεῖον εἶδος ἢ ὁμοίωμα <ἐχούσης> ASvg
<θεοειδής>
καλός, θεοῦ εἶδος ἔχων (Β 623) s
<θεοείκελα>
θεῖα, θαυμαστά, *[θεοῖς ὅμοια (ASvg)
*<θεόθεν>
ἐκ θεοῦ (π 447) r. ASvg
†<θεοεπεῖς>
ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι
<θεοὶ Μολοττικοί>
ἤτοι <ὅτι> διάφοροι οἱ κύνες οἱ Μολοττικοί· ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς
<θεοίνια>
θυσία Διονύσου Ἀθήνησι. καὶ <θεὸς θέοινος> Διόνυσος
<θεοὶ ξενικοί>
παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολ- λοφάνης ἐν Κρησί (fr. 7)
<θεοῖο>
τοῦ θεοῦ (Α 28)
<Θεοκήρυκες>
γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις
*<θεοκλυτεῖται>
παρὰ θεοῦ ἀκούει AS
*<θεοκλυτήσαντες>
θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι Agn
<θεοκλυτοῦσαι>
θεὸν ἐπικαλούμεναι
<θεοκόλος>
ἱέρεια
*<θεοκυδῆ>
δόξαν θείαν ἔχουσαν AS
*†<θεομητεῖ>
θεοφορεῖται, θεῖα φρονεῖ AS (vg)
<θεόμορος>
σώφρων
*<θέοντες>
τρέχοντες (Ψ 387) vgn
<θεοξένια>
κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ...
<θεόπαιστος>
ὑπὸ θεοῦ παιόμενος ps. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδι- δομένη
[<θεοπίς>
ἀληθής. ἡδεῖα. ἀγαθή. ἰσχυρά]
<θεοπλάγκτους>
δεισιδαίμονας
<θεοπομπεῖν>
ἐνθουσιᾶν
<θεοπρεπεῖς>
θεῷ ἁρμόζοντας (p)
*<θεοπρόπιον>
μαντεῖον ἐκ θεοῦ (Α 85) r. ASvgn
*<θεοπρόποι>
προφῆται, μάντεις ASn, ἐκ θεοῦ προλέγοντες
*<θεοπτίαν>
θεοφάνειαν (r) gn
*<θεοπτίας>
θείας θεωρίας Avg
<θέορτος>
ὁ ὑπὸ θεοῦ παρορμώμενος
*<θεόῤῥυτον>
ἐκ θεοῦ προϊόν, προχεόμενον (r) ASvgrv
<θεός>
σημεῖον [ἢ ἀρχή]
<θεόσδοτος>
ἐκ θεοῦ δεδομένος (Hes. op. 320) r
<θεός, θεός>
ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφη- μιζομένοις
<θεόσεπτον>
εἰς σεβασμόν ...
*<θεοσέπτωρ>
θεοσεβής (Eur. Hipp. 1364) ASvgn
†<θεοσκνεῖ>
θεοὺς τιμᾷ s
*<θεοστυγεῖς>
μισούμενοι ὑπὸ θεοῦ (Rom. 1,30) A (Sn)
*<θεοτερπέος>
θεοὺς τέρποντος ASn
*<θεότευκτον>
θεοκατασκεύαστον r. Avgn
*<θεουδέα>
θειώδη (Greg. Naz. c. 1, 1, 8, 60) g
<θεουδής>
*δίκαιος s. εὐσεβής ns. εὐγνώμων. θεοῖς ἀρέσκων
<θεόσσυτον>
θεοτίμητον
<θεουδής>
θεῷ ἀρέσκων (ζ 121 ..) T
<θεοῦ δόσεσι>
<ὑπὸ> θεοῦ δεδομένοις
*<θέουσα>
τρέχουσα (Ζ 394 ..) (A)
<θεουργική>
θεοὺς ποιοῦσα <ἀπαντᾶν>
<θεοφάντορας>
[ὑπὸ θεοῦ πεφημισμένους] [θεολόγους (r)
[<θεώμενα>
ἐκ θεοῦ μένοντα]
<θεόφατα>
ἐκ θεοῦ σημαινόμενα (r)
<θεόφατα>
λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφη- μισμένα
<θεοφατίζει>
μαντεύεται. περιττολογεῖ
<θεόφιν μήστωρ ἀτάλαντος>
θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι (Η 366)
<θεόφιν>
[θεοῖς S. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· <πας- σαλόφιν, ζυγόφιν>
<θεόφοβος>
θεοσεβής
<θεοφραδία>
θεοῦ r γνώμη s, ἢ [φράσις r
<θεοφραδίαις>
θεοῦ γνώμαις, λόγοις, φράσεσι
*<θεόφρονος>
θείου (Greg. Naz. c. 2, 1, 17, 103) AS
<θεοφροσύνη>
αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ [οὐ] μαντεῖαι (s)
*†<θεπτάνων>
ἁπτόμενος (Eur. Bacch. 1318) AS
*<θεραπαινίς>
δούλη r. AS (v) g
<θέραπες>
ὁμιλητῆρες
<θεραπευσία>
θεραπεία. ἱκετεία
<θεραπευτής>
ἰατρός (Plat. rep. 1, 341 c ..) s
<θεραπίς>
θεραπεύουσα
<θεραπηΐας>
τὰς βωμολοχίας
<θεράπναι>
αὐλῶνες. σταθμοί (Eur. Bacch. 1043)
<θεραπαινίδες>
ἔριθοι (s)
<Θεραπνατίδεια>
ἑορτὴ παρὰ Λάκωσι
<θεράπνη>
θεραπαινίς, δούλη
<θεράπνιον>
θεραπαινίδιον, δουλίδιον
<θεράποντες Διός>
βασιλεῖς (λ 255)
<θεράποντες>
οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν· *[δοῦλοί τε καὶ ὑπηρέται (Ε 48 ..) A
<θέραψ>
θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος
<θέρει>
πρωΐ. *[θερμαίνει PA
<Θερελίμνιον>
τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς
<θέρεσθαι>
θερμαίνεσθαι, καίεσθαι r, θάλπεσθαι, πρὸς ἥλιον χλιαίνεσθαι
<θερέσιμον>
θεριστικόν
<θερήγανον>
μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν τὰ θέρη
<θέρηγνον>
τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀστα- χύων παρακομιδῇ γινόμενον
*<θέρηται>
[θέρεται.] [καίηται (Ζ 331) n
<θερίζει>
ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ
*<θερίκλειον>
ποτήριον gns. κόνδυ
<θερινή>
θέρος
<θερίσας>
τὸ θέρος ἀγαγών
<θέριστρον>
λεπτὸν ὕφασμα, *θερινὸν ἱμάτιον (Gen. 24,65) ASvg
*<Θερσίτης>
ὄνομα κύριον (Β 212) ASn
<θερσίχθων>
θερμαίνων γῆν, καίων
<θέρμα>
πυρετός (Aristoph. frg. 690) s. ἄδεια. καὶ ἐκεχειρία
<θερμαστρῆθεν>
ἐκ καμίνων [καὶ τὸ ἐπάνω ἐν τῇ κλίνῃ πάντων]
[<θέρκταρ>
θέλγμα]
<θερμάστραι>
κάμινοι (Callim. h. Del. 144)
<θερμαστρίς>
σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα
<θέρμει>
θερμαίνει
<θέρμεσθαι>
θερμαίνεσθαι
<θέρμης>
ὁ θέρους πνέων
<θέρμον>
τὸ θέρος. Βυζάντιοι
<θερμόπλα>
ἵππου νόσημα περὶ τοὺς πόδας
*<θερόμενος>
θερμαινόμενος An
<θέρονται>
καίονται. χλιαίνονται, θερμαίνονται
<θέρος>
σῖτος. τοῦ θερίζειν ἡ ὥρα (λ 192)
<θερσόμενος>
θερμανθησόμενος. ἀπὸ τοῦ <θέρω> ἐνεστῶτος (τ 507)
†<θερουρότερος>
ὁ χλωρὸς σῖτος ἀμηθείς
†*<θερτήρια>
ἑορτή τις AS
[<θέσαι>
θησαυρίσαι]
[<θεάσατο>
ἐνεδύσατο]
<θέσθαι>
ὑποθέσθαι (Hyperid. fr. 198 Tur.). θησαυρίζεσθαι (ν 207)
*<θέσθω>
εὐτρεπιζέσθω (Β 382) np
<θέσκελα>
*θαυμαστά Avg. θεοείκελα. ἢ θεοκέλευστα. [θεῖα Avg. θαυμάσια (Γ 130)
<θέσεις>
πράξεις. καὶ <θεῖναι> ποιῆσαι (Δ 26)
*<θέσμιον>
δίκαιον (Eur. Troad. 267) ASvgn. r
<θεσμοθέται>
ἄρχοντες. *[νομοθέται. νομοφύλακες ASn, οἱ τῶν νόμων ἐπιμεληταί
*<θεσμόν>
θεῖον νόμον ASn. ἔθος, νόμον (ψ 296) n
*<θεσμοῖς>
νόμοις (Sir. 28,19 v. l.) (r. gs)
*<θεσμοποιεῖς>
νομοθετεῖς (Eur. Phoen. 1645) ASvg (n)
<θεσμούς>
*νόμους g θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων
*<θεσμοφόρια>
τὰ μυστήρια τῆς Δήμητρος An. ἢ ὄνομα ἑορτῆς ASgn
*<θεσμοφόρος>
ὁ θεσμοὺς φέρων, ἤτοι νόμους AS (vg)
<θέσπιν>
θείαν φωνήν (α 328) r
<θεσπέσιον>
θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ <καὶ> θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις (Β 367) τῇ θεότητι λέγει, εἰ μὴ κατὰ συνεκδοχὴν ἀκούοιμεν <θεσπεσίῃ>, τῇ ἐκ θεῶν βουλήσει
*<θεσπέσιος>
θεῖος. θαυμαστός r. ASvg (n)
<θεσπεσίῃ>
μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει (Β 367)
*<θεσπεσιώτερον>
ἀξιολογώτερον ASgn
<θεσπιαοιδός>
ποιητής
<θεσπέσιοι>
θεῖοι
<θεσπιδαές>
θείως καιόμενον, ἢ δαιόμενον
*<θεσπιδαὲς πῦρ>
τὸ θείως καιόμενον πῦρ (Μ 177 ..) ASn
<θέσπιδες>
θυσίαι. θεοσέβειαι
*<θεσπίζει>
μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ AS
<θέσπιν>
θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν (α 328. Eur. Med. 425)
<θεσπιόφημον>
... παροιμίαν τινά ...
<θεσπίσαι>
προστάξαι. μαντεύσασθαι
*<θέσπισμα>
θεῖον δόγμα Avgn. νομοθεσία r. n
<θεσπίσματα>
μαντεύματα. καὶ τὰ ὅμοια (Eur. Or. 1666 ..)
<θέσπις>
ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα
<θεσπιῳδός>
ἀληθὴς μάντις (Eur. Hec. 677)
<Θέσπιος>
ποταμὸς n Βοιωτίας
<Θεσπρωτοί>
ἔθνος περὶ Θεσσαλίαν
<Θεσσαλαί>
αἱ Κῷαι παρὰ Φιλήτᾳ (fr. 16 K.) καὶ αἱ φαρμακίδες
*<Θεσσαλὸν <νόμισμα>>
τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ ἀπάτης Σ
†<θεσσαλώπας>
ἐναγισμός τις παρὰ Λάκωσι
<θέσσαντο>
ἐξῄτησαν. [ἐκάθισαν.] ἱκέτευσαν. [ἐνεδύσαντο]
<θέσσεσθαι>
αἰτεῖν. [καθῆσθαι.] ἱκετεύειν
<θεσσόμενος>
δεόμενος. ζητούμενος. ἱκετεύων
*<Θεστορίδης>
Θέστορος παῖς n ὁ Κάλχας (Α 69) r
<θέσφατα>
θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι ἐκ μαντείας λεγόμεναι (Ε 64)
<θέσφατον>
πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα. *ἀργόν. ἄπρακτον An. τὸ ἐκ θεοῦ μάντευμα. προφητεία (Θ 477) ASvg
<θεσφατοῦται>
θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ
<θετή>
ποιητὴ θυγάτηρ
<θετήρ>
τολμητής. πράκτης
<θέτης>
ὁ προθέμενός τι
*<θετικῶς>
τὸ ὀφειλόμενον γενέσθαι AS
<Θέτις>
ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται <Τηθύς>
*<θετόν>
εἰσποιητόν, οὐ γνήσιον Avgn
<Θετταλικὰ πτερά>
τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θεσσαλικὰς χλαμύδας. <Πτέρυγες> δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι
<Θετταλικὴ ἔνθεσις>
ἡ μεγάλη (Hermipp. fr. 41)
<Θετταλικὸς δίφρος>
διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται (Eupol. fr. 58)
<θετταλίς>
ὑπόδημα ποιόν. [Κρῆτες] (Lysipp. fr. 2 K.)
<Θετταλὸν σόφισμα>
παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη καὶ μὴ εὐθυμαχούντων (Eur. Phoen. 1408)
<θεῦ>
δεῦρο. τρέχε
<θεύγεσθαι>
θέλγεσθαι. Κρῆτες
<θευμορία>
ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπει- δὰν θύηται. θεοῦ μοῖρα
<θευμοριαζέτω>
θεῷ γέρας ἀναφερέτω
<Θευξένια>
Ἀπόλλωνος ἑορτή
*<θεύσεσθαι>
δραμεῖσθαι AS. διώξεσθαι (Λ 701)
*<θεύσεαι>
δραμεῖ (Ψ 623) (S) n
<θευσόμεθα>
δραμούμεθα. φευξόμεθα. πλευσόμεθα
<θεῦτιν>
†σκαράδιν. Ἱππῶναξ (fr. 115 Bgk.)
*<θέων>
βαδίζων, [τρέχων (Ζ 54 ..) AS. r
<θεώματα>
τὰ περικαθαρτήρια
<θεῶν ἀγορά>
παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς
<θεῶν ἐπὶ Καλλικολώνῃ>
τόπος ἐστὶ τῆς Τροίας ὑψηλός (Υ 53)
<θεῶν ἐν γούνασι κεῖται>
παράκειται τῷ θεῷ, καὶ ἐν τῇ δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται (Ρ 514)
<θεωρία>
ὄψις, [θέα r
<θεωρίδες>
αἱ περὶ τὸν Διόνυσον Βάκχαι (trag.)
<θεωρικὰ χρήματα>
τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο, καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ †μισθομένου τόπου
<θεωρικὸν ἀργύριον>
τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον, θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο
<θεωρικῶς>
ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι τὰς ἀπήνας
<Θεώριος>
ὁ Ἀπόλλων r
<Θεωρίς>
κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος <Σοφοκλέους> ἐρωμένη
<θεωροί>
οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, δι' ἧς ἴασιν ἐπὶ τὰ ἱερά, <θεω- ρίδα>· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς <<θεωρικά>>
*<θεωρούς>
θεωρητάς (2. Macc. 4,19) AS ἐπόπτας
*<Θηβαῖοι>
ἔθνος <Βοιωτίας> ASn
<Θήβανις>
ἄνεμος
<Θηβάνας>
[θήρα] ἐκ τοῦ Πλακίου κόλπου πνέουσα <ζάλη>
*<Θήβη>
πόλις Βοιωτίας (Δ 378 ..) r. n [καὶ κιβώτιον (Exod. 2,3 v. l.)]
<θῆβος>
θαῦμα S# s
<θηγάνει>
ὀξύνει (Aesch. Ag. 1535)
<θηγάνεον>
ὀξύ, [ἠκονημένον r
<θηγάνη>
ἀκόνη rp. λέγουσι δὲ καὶ [<θήγανον> <τὸ αὐτό> r
<θήγειν>
ἀκονᾶν, ὀξύνειν (Eur. Or. 1036) (n)
†<θήγεια>
θαυμαστά. ψευδῆ
†<θηγή>
θήκη. [θέσις. τάξις S# s
<θηγόν>
... οἱ δὲ ὀξύ, ἀκονητόν
*<θήγει>
ἀκονᾷ ASg, ὀξύνει (Ν 475) g
<θηεῖσθαι>
θαυμάζειν p
<θηεῖτο>
ἑώρα. ἐθαύμαζε (ε 75)
*<θηεύμενοι>
θεωροῦντες (Hdt. 7, 146,3) n
*<θηεῦντο>
ἐθαύμαζον (Η 444 ..) r. ASgn
<θήῃ>
ποιήσῃ (ο 51 ..)
<θήῃς>
ποιήσῃς (Ζ 432 v. l.) S#
†<θήημος>
ἔθιμος
†<θηήμων>
ἐθίμων
<θηήσασθαι>
θεάσασθαι. θαυμάσαι
<θηήσεται>
θαυμάσεται
<θηητήρ>
θαυμαστής r. θεατήρ (φ 397)
<θηητής>
[ἀπατεών.] θεωρός
<θηητόν>
θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον
<θηητός>
θαυμαστός r
<θῆκαι>
οἱ ἀπόθετοι τόποι (Eur. Hec. 1147). *[ἢ σοροί AS (g)
*<θήκατο>
ἐπέθηκεν (Κ 31) g s
<θηκία>
τὰ ἐντάφια r. δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον. γλωσσοκομεῖον
<θηκτόν>
ὀξύ, [ἠκονημένον (Eur. Med. 40) p
<θηλαί>
τῶν μαστῶν τὰ ἄκρα [τῶν μαστῶν]. καὶ τῶν χειλῶν τὰ ἐκπτυσσόμενα
<θηλαμίνου>
νεογνοῦ
<θηλαμών>
τροφός r. ns
<θήλαντο>
ἐθήλασαν s
<θηλάστρια>
τροφός r. ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 94)
<θήλεα>
ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν σπονδύλων τὰ κοῖλα
*<θηλή>
μαστός r. ASvgn
[<θηλητήρ>
κυνηγός]
*<θῆλυ>
ἀσθενές (Eur. Med. 928). γυνή ASn
<θηλυγενής>
ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ
*<θηλυδρίας>
ὁ τεθηλυμμένος r. ASvgn
<θηλυδριῶδες>
τὸ κατακεκλασμένον (Ar. Thesm. 131)
*<θηλυμανεῖς>
πόρνοι (Ierem. 5,8) (AS) vg
*[<θηλύματα>
μέλιτι βεβρεγμένα ἄλφιτα] AS
<θηλύνει>
μαλάσσει
<θῆλυς ἐέρση>
ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρε- πτική (ε 467)
<θηλύτεραι>
αἱ γυναῖκες (Θ 520)
<θηλυτεράων>
θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν (λ 386 ..)
<θηλυφόνον>
τὸ ἀκόνιτον
<θηλώ>
τροφός, τήθη
<θῆμα>
θήκη. τάφος r. ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ (fr. 498)
*<θημωνιαί>
οἱ σωροὶ τῶν δραγμάτων (A) S (vg)
<θημωνιά>
ἀπόθεσις
<θημών>
πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν (ε 368)
<θημῶνες>
θημωνιαί S#n
<θήν>
δή (Θ 448) n, ἤ που (Ρ 29)
*†<θήνιον>
γάλα (Iob 15,7) Aps
<θῆξαι>
ὀξῦναι, ἀκονῆσαι
†<θῆξις>
ῥοπή. στιγμή. τάχος
<θηπαλέος>
βωμολόχος
<θήπει>
ψεύδεται
<θηπητής>
ἀπατεών s
<θηπόν>
καταθύμιον. [θαυμαστόν r
<θήπω>
ἐπιθυμῶ. [θαυμάζω r. s
<θήπων>
ἐξαπατῶν, κολακεύων (Hippon. fr. 14). θαυμάζων
<θήρ>
θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν
*<θήρα>
κυνηγία ASgn, ἄγρα AS
*<θήραμα>
εὕρεμα ASvgn <ἄγρευμα> Avgn
<θηρᾶν>
ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι
<θῆρας>
τοὺς σατυρίσκους
*<θήρατρον>
δέλεαρ. [ἄγκιστρον (Xen. Mem. 3, 11,7) ASvgn
*<θηράτρων>
θηρατικῶν AS
[<θήραυλος>
ἀγρός τις]
<Θηραῖον πέπλον>
τὸ ποικίλον <ἱμάτιον> s οἱ Ἀττικοί· δοκεῖ δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι
<θηρία>
τὰ ζῷα s. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι
*<θηρητήρ>
κυνηγός (Λ 292) (r. n)
*<θηρί>
λέοντι (Γ 449) n
<Θηρίκλειος>
κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως
<θηρίον>
πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται (Hippocr. loc. hom. 29 ..)
<Θηρίτας>
ὁ Ἐνυάλιος παρὰ Λάκωσιν
<θηριώδης>
ἀγριαινόμενος (Hippocr. Epid. 2, 1,3)
<θηροειδεῖς>
ἐφαπτίδες ποικίλως διηνθισμέναι
<θηροθῆραι>
θηρευταί s
*<θηρολέξης>
ὁ τὰς λέξεις θηρώμενος r. ASvgp
<θηρολέτης>
κυνηγός (Greg. Naz. c. 2,1, 87,7) S#
<θηρός>
λέοντος (Κ 184)
<θηροσύνας>
κυνηγίας
<θηρότις>
θηρεύτρια
<θηροφόνος>
θηροκτόνος ps. Ἄρτεμις
*<θηρώμενοι>
θηρῶντες A, ἀγρεύοντες ASvgn
<θής>
δοῦλος rs, μισθωτός p. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν ἐργαζόμενος παρὰ Ἀθηναίοις
*<θὴρ ὥς>
ὡς θήρ (Eur. Hec. 1173)
<θῆσαι>
θρέψαι, θηλάσαι
<θησαίατο>
θαυμάσειαν (σ 191)
<θησάμενοι>
αἰτησάμενοι. Κρῆτες
*<θήσαντο>
ἐθαύμασαν (Ο 682 ..) AS
<θήσασθαι>
θεάσασθαι. θηλάσαι. *[εὐωχηθῆναι. μεθυσθῆναι AS
<θησάσθω>
κοιμηθήτω
*<θῆσσαν> <<τράπεζαν>·> δουλικὴν <τροφήν> (Eur. Alc. 2) AS
<θήσατο>
ἐθήλασεν (Ω 58)
<θησαυρίσασαν>
συνάξασαν
<θησαυρός>
εἰς ἀγαλμάτων καὶ χρημάτων [ἢ] ἱερῶν ἀπόθεσιν οἶκος
<θήσει>
ὑποθήσεται. ποιήσει (λ 101)
<Θησεῖα>
ἑορτὴ Ἀθήνησι
<Θήσειον>
νεὼς Θησέως, ἐφ' ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον. δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθη- ναίοις
<θήσεται>
ποιήσεται
<θήσω>
[ἥσω.] αἰτήσω. Βοιωτοί
<θησόμενοι>
αἰτησόμενοι
*<θήσω>
ποιήσω (Eur. Hec. 869) A
†<θηταλά>
θαυμαστά, ψεύδεσιν ὅμοια
*<θητεῖαι>
μισθώσεις A, <ἐπὶ> μισθῷ δουλεῖαι (Σa)
*<θητεύει>
δουλεύει μισθῷ (Eur. Alc. 6) (A) Sn
<θητικόν>
τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις
<θητόν>
βωμόν (s)
*<θῆτας>
μισθωτούς r
[<θίασε>
χόρευσε]
<θιαγόνες>
ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς
[<θιάκχα>
ἄνθη ἐν Συκιῶνι]
[<θιάλλαι>
θῆμνες]
<θιάρατος>
εὐκτός
†*<θιάσαι>
χορεῦσαι ASn
<θιασεῦσαι>
σπεῖσαι. προσενέγκαι
<θίασον>
εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ τὸ ἐρανικόν
<θίασος>
*χοροῦ σύστασις ASn, ἢ σύλλογος Ap. καὶ τὸ ψιλὸν πλῆθος· ἔσθ' ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν (Eur. Bacch. 56 ..)
<θιασῶνες>
οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι
*<θιασῶται>
χορευταί (r). AS(g) n
<Θίβεις>
γόητές τινες
*<θίβις>
πλεκτόν τι AS κιβωτοειδές S, ὡς γλωσσοκομεῖον (Exod. 2,3 ..) Ss
<θίβωνος>
κιβωτοῦ. Κύπριοι
<θιβρήν>
φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ θρασεῖαν (Euphor. fr. 93 Scheidw.) καὶ παρὰ μὲν Νικάνδρῳ τὴν ἔμπυρον, καὶ καυστικήν (Ther. 35). [τινὲς δὲ χαλεπήν (s)
<θιβρόν>
τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν
*<θιγεῖν>
ψαῦσαι p. ἅψασθαι n, ἅπτεσθαι (Eur. Alc. 1117) ASvg
<θιγμάτων>
μιασμάτων
[<θίγωνος>
κιβωτοῦ]
<θίημι>
ποιῶ, <φιλῶ> s
<θιδρακίνη>
θίδραξ καὶ *θρίδαξ AS
<θήϊον>
θεῖον τὸ ὀρυκτόν. Κρῆτες
<θιῆσαι>
ποιῆσαι. φιλῆσαι
<θίκελιν>
τὴν γογγυλίδα. Λάκωνες
<θίλα>
ὁ θημών
*[<θιμῶνες>
θιμωνίαι] AS
<θίν>
ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖν' ἁλὸς (Α 316 ..) πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ <θίν>, καὶ ὁ σωρός· πολὺς δ' ἀμφ' ὀστεόφιν θίς (μ 45) καὶ ἄμμος
*<θῖνες>
ψάμμοι. ὑψηλοὶ τόποι. [καὶ αἱ τῶν καρπῶν συγκομιδαί (AS)
*<θινί>
αἰγιαλῷ (Δ 248) gn
*<θινομένη>
τυπτομένη (Α 588) ASn
*<θινῶν>
αἰγιαλῶν. ἢ σωρῶν A πυρῶν (Gen. 49,26. Iob 15,7)
*<θίξεσθαι>
ἅψεσθαι ASs
<θίξις>
ἔφαψις
<θιός>
θεός. Κρῆτες
<θιπόβρωτος> [κακῶς δίχα τοῦ <ρ> λέγεται] καὶ <θριπόβρωτος>
ὁ ὑπὸ σητῶν βεβρωμένος
<θίς>
ὄχθος. [βουνὸς ἀμμώδης (S). [αἰγιαλός Snp. θάλασσα s. σωρὸς p κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων σωρός
<θιγάνα> χῶμα σωροειδές
<θισπῶσαι>
εἰκάσαι
*<θλαδίας>
εὐνοῦχος (Deut. 23,2). Anp [καὶ οἱ τῆς ψάμμου σωροί g (n)]
<θλάσας>
κλάσας, συνθλάσας
<θλάσπις>
πόα ἣν ἔνιοι σαύριον
<θλίβει>
ὠθεῖ, *[πιέζει r Σ
*<θλίβεται>
πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ ὅτε τις ὀλιγωρεῖ AS πιέζεται
<θλιβίας>
θλαδίας. σπάδων
<θλῖψις>
στένωσις. λύπη (Prov. 1,27 ..)
*<>θνάναι>
ἀποθανεῖν Avg
<θνησίδια>
νεκριμαῖα (p)
<θνήσκοντας>
ἀποθνήσκοντας (Α 56)
<θοάζει>
*τρέχει. μαίνεται (Eur. Troad. 307) AS. σκιρτᾷ. †κτεί- νει. σπεύδει. *[ταράττει Ans. κάθηται. [χορεύει A. ἀνύει. ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται (Eur. Bacch. 65)
<Θόαξος>
Ἀπόλλων ... <τῆς Λακωνικῆς>
*<θοας>
ὀξείας. [ταχείας [τῆς Λακωνικῆς] ὁρμάς ASvgn. ἢ ἡγε- μὼν Αἰτωλίας (Δ 527) A [ἢ <ἐπὶ νῆας>, ἢ τὰς ταχείας ναῦς (Α 12 ..)]
*<θοή>
ταχεῖα ASvg. ἡ νὺξ μέλαινα S. δεινή. [ὀξεῖα ns. ἰσχυρά
<θοὴν διὰ νύκτα>
θείαν. ταχεῖαν. ὀξεῖαν (Κ 394)
<θοὴν ἀλεγύνετε δαῖτα>
τὴν ἀγαθήν (θ 38)
*<θοηρός>
τεταραγμένος [ἐστίν] AS
<θοῇσι>
ταχείαις· νηυσὶ θοῇσιν (Ι 435 ..) ὅταν δὲ εἴπῃ· νυκτὶ θοῇ (Μ 463 ..) ταῖς †τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ θοὸς ὀξύνεται
<θοία>
ζεῦγος ἡμιόνων p
*<θοἰμάτιον>
<τὸ> ἱμάτιον Avgps
*<θοινᾶται>
εὐωχεῖται ASn
*<θοινᾶσθαι>
εὐωχεῖσθαι (Eur. Alc. 542) n
*<θοίνη>
εὐωχία vg, τροφή n, καὶ τρυφή vg. ἢ τράπεζα (Sap. 12,5) s (AS)
*<θοινητήριον>
κατάβρωμα, τροφή (Eur. Rhes. 515) Anp
<θολία>
πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον
<θολερεῖν>
ταραχίζεσθαι
<θολερόν>
*ταραχῶδες vg. ἀκάθαρτον, βορβορῶδες, *[τεταραγ- μένον vgAS
<θολερῶς προβαίνεις>
μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλ' ἀστάτως καὶ τεταραγμένως προϊών (Com. ad. 865?)
†<θολερόφρον>
μέγα ......
<θ' ὁλκάζει>
χαλιναγωγεῖ
<θολόν>
τεταραγμένον <ὕδωρ>
*<θολος>
στρογγυλοειδὴς οἶκος ASvg, δι' ὀστράκων †εἰλημμένος (A) S. ἢ τὸ τῆς σηπίας μέλαν S
<θόλος>
κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται
*<θολοῦσα>
σκοτοῦσα ASvgn
<θολῶσαι>
πληρῶσαι. στεγάσαι. *[ταράξαι. σκοτίσαι (As)
†<θονανία>
ὀξεῖα
<θοόν>
ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. *[ταχινόν ASvg
[<θορᾶ>
κατεπήδησεν]
<θόρανδε>
τὸ ἔξω Πάφιοι ..
<Θοράτης>
Ἀπόλλων παρὰ Λάκωσιν
*<θόρε>
ἐπήδησεν (Θ 320 ..) ASgn
<θορεῖν>
πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι
<θορηνεύς>
ὁ ξιφίας ἰχθύς
<Θορικός>
δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ Θορίκου [Κύπριοι]
<Θόρναξ>
ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ, ἀπό τε Θόρνακος <Θορνάκιος Ἀπόλλων>
<θόρνυσθαι>
γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεν- νᾶν]
<θόρισμα>
δέλεαρ ἰχθύσι
<θορός>
βάτης, ἀφροδισιαστής. *ὀχεία, [ἡ ἔκκρισις τοῦ σπέρ- ματος ASvg
<θοῤῥοῖο>
ὀχετοῦ
<θόρυβος>
ζάλη, [ταραχή r
*<θορών>
πηδήσας, ὁρμήσας n(p), δραμών
<θοῦ>
θές. ἐπίστησον (Ps. 140,3?)
<Θουκυδίδης>
ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον
<θοὐλκότατον>
βαρύτατον
<θουμός>
[λόγος, μῦθος] ἑστίασις
<θουράς>
ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ †θουραι
<θουραίην>
ἀνδρείαν. θρασεῖαν. ἰσχυράν
<θουρήεντος>
λάγνου
<θοῦριν>
βάτην
<θουρήτιες>
αἱ τῶν ζῴων μίξεις
<θούρητρα>
ὀχεῖα
<θούριδες>
νύμφαι. Μοῦσαι. Μακεδόνες
<θούριδος ἀλκῆς>
τῆς πολεμικῆς S. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι πηδῆσαι (Δ 234 ..), ἀφ' οὗ καὶ <θοῦρος> Ἄρης (Ε 507)
<θουριομάντεις>
τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα (Ar. Nubb. 332)
<θουριῶν>
ἐνεργῶν
<θοῦρον>
*πηδητικόν vgAn, ὁρμητικόν An, πολεμικόν g (Ε 30 ..). θρασύ. μέγα. ἐῤῥωμένον (Eur. Rhes. 492)
<θούσχοινοι, ἢ θοόσχοινοι>
ἁρπάγαι, ἀντλητῆρες
[<θοωθείς>
πλασθείς]
*<θοώκους>
συνέδρια (Greg. Naz. c. 2,1,1,153) gn
<θοωθείς>
[πλησθείς. ἑστιαθείς]. παροξυνθείς. [εὐωχηθείς]
<θοῶς>
σφοδρῶς. *[ταχέως (Γ 325 ..) ASns
<Θόωσα>
μήτηρ Κύκλωπος (α 71)
<θοῶσαι>
ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι
<θοώτατος>
ταχύτατος, τάχιστος
<θραίειν>
λοιδορεῖν. Λάκωνες
<Θραικία>
Ἀφροδίτη
†<θραννομένη>
προορῶσα
[<θρανεύεται>
συντρίβεται S]
<θρακτικόν>
πορευτόν
†<θραμβόν>
καπυρόν
<θράμις>
κριός
<θρανίαι>
θρόμβοι
<θρανίον>
δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ ὑπὸ τὴν δοκὸν †τι ...
<θρανογράφους>
τοὺς εὐτελεῖς τοιχογράφους
<θράνων>
δίφρων
<θρανίτιδες κῶπαι>
αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς κατα- φράκτοις ναυσί
<θρᾶξαι>
ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ (fr. 600)
<θραξεῖται>
ταράξεται. πορεύσεται
<θρασεῖαν>
ὀξεῖαν
*[<θράσις] θραῦσις>
φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πο- λέμῳ ASvg
<θράσκειν>
ἀναμιμνήσκειν
†<θρασύτην>
τὸ ἀποδημοῦντα θρασύνεσθαι
<θράσος>
δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη
*<θρασυκάρδιος>
εὔτολμος ASvg, θρασύς (A), τολμηρός (Κ 41) Anps
<θρασυμέμνονα>
θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον, τολμηρόν (Ε 639).
<<θρασύστομον>·> ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον, ταραχώδη. ὑβριστήν
*<θράττειν>
ἐνοχλεῖν Σ, [ταράττειν pΣ
†<θράττης>
ὁ λίθος ὑπὸ Θρᾳκῶν
*<θράττεύομαι>
συντρίβομαι A, συγκόπτομαι AS
<θράττον>
ὕπερον. [κόλουρον]
*<θραύει>
συντρίβει Avgs
<θραῦλον>
κόλουρον. †ἄπυρον
<θραῦρον>
†ῥαγανόν. θραυόμενον
<θραύσει>
[θραύει] ἀμήσει. ἀπολεῖ (Num. 24,17)
a) *<θραῦσις>
*ὀργή. πληγή (Num. 17,12) ASvgn b) <<θραύ- στης>·> σφῦρα ἡ τοὺς βώλους θραύουσα
<θραῦσμα>
λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή (Nah. 2,10(11)). παῦσμα (A), παῦσις
<θραχθείς>
ταραχθείς
*<θρεκτικώτατος>
ὀξύτατος <ἐν δρόμῳ> A
<θρέκτος>
δρόμος ταχινός s. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν
<θρέειν>
θροεῖν
<θρεομένη>
θρηνοῦσα (Eur. Med. 51) S
<θρέμματα>
βοσκήματα, *πρόβατα gn. τέκνα ps
<θρέξαντες>
ἐλαφρῶς ἐπελθόντες (Ν 409)
<θρεόμενον>
ὀλοφυρόμενον
*<θρέπτρα>
τροφεῖα p. τροφῶν ἀμοιβάς (Δ 478) AS
<θρεπτῆρες>
τρέφοντες (r)
<θρέπτειρα>
τροφός (Eur. Tro. 195) AS
<θρεπτός>
τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν
<θρεκτοῖσι νόμοις>
ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ. ἔνιοι δὲ <κρεκτοῖς> (fr. 425)
†<θρέξατο>
ἐφυλάξατο. ἐσεβάσθη
<θρεσκή>
ἁγνή. πάντα εὐλαβουμένη
<θρεσκός>
περιττῶς δεισιδαίμων
<θρέττε>
τὸ ἀνδρεῖον. ἢ θρασύ (Ar. Equ. 17) p
<θρεφθῆναι>
τραφῆναι (Eur. Hec. 600) r. παγῆναι
<θρέψαι>
πῆξαι (ι 246). καὶ τὸ σύνηθες. ἐκτρέφειν (Eur. Phoen. 804)
*<θρηνεῖ>
πενθεῖ, ὀλολύζει A, ὀλοφύρεται (Eur. Hec. 675)
*<θρῆνυν>
ὑποπόδιον (Ξ 240) ASgn
<θρήικια>
ὑποδημάτων εἶδος ps Περσικῶν
<θρῆνος>
γόος
[<θρής>
ἡμίονος]
<θρῆνυν ἐφ' ἑπταπόδην>
τόπος τῆς νηὸς βάσιν ἔχων (Ο 729)
<θρῆνυς>
ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου εἰς τοῖχον n
<θρησκεία>
σέβασμα (Ep. Iac. 1,26)
<θρησκεύει>
σέβεται S, θεραπεύει. προσεδρεύει. *[ὑπηρετεῖ τῷ θεῷ Avg, λατρεύει S
*<θρησκός>
ἑτερόδοξος r. ASvgn. εὐσεβής (Ep. Iac. 1,26)
<θρήσκω>
νοῶ r
†<θρησόμενος>
θερισόμενος. θερμανθησόμενος
[<θρήττανον>
τῆς ἁμάξης, ἐφ' ᾧ τὰ ἀγόμενα ἐπιτίθεται]
<θρῖα>
φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn <ὡς Ἀπολλόδωρος> n καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα
<θριάζειν>
φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης Λικυμνίῳ (fr. 478) καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 428)
<θριαί>
αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι
<θριαμβεῦσαι>
θορυβῆσαι. βοῆσαι
*<θριαμβεύσας>
πομπεύσας (Col. 2,15) ASvgn
<θρίαμβος>
*πομπή. ἐπίδειξις νίκης ASvg. ἢ Διονυσιακὸς ὕμνος, Ἴαμβος
†<θριάτιον>
ἁπαλωτέρα τροφή
<Θριάσιαι>
πύλαι οὕτω καλοῦνται Ἀθήνησιν
<θριγκός>
*ἡ στεφάνη Avg τοῦ τείχους. [περίφραγμα AS καὶ [περίβολος Sn (η 87). ἤγουν τὸ ἀνώτατον <τῆς> τοῦ τείχους οἰκοδομῆς ἐφ' οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ <τριγχός>
*<θριγκοῖς>
φραγμοῖς (ρ 267) gn
<θριδακίναι>
εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν θρίδακες, [ἤτοι μαρούλια np
<θριῆσαι>
μαντεῦσαι
†<θριλιδεῖν>
θρυλλεῖν
<θριήβολοι>
ἱερεῖς
<Θρινακία>
ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα (λ 107 ..) [Λιλύβαιον, Πάχυνον, Πελωριάδα· ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς εἶναι]
<θρῖναξ>
*πτύον σίτου ASvgn. ἢ τρίαινα
<θρινία>
ἄμπελος ἐν Κρήτῃ
†<θριμμός>
γογγυσμός
<θρῖον>
*βρῶμα σκευαστόν ASgn. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ θρῖον ἐκλήθη
<Θριοῦς>
δῆμος φυλῆς Οἰνηΐδος
<θριπόβρωτος>
οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλο- στέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι
†<θρίσκειν>
τὸν θροῦν
*<θρησκεία>
λατρεία p
[<θρόα>
ἄνθη. ἀπὸ τοῦ θορεῖν ἄνω]
<θριπήδεστον>
ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο
[<θρίττε>
ἀνδρεῖον. θρασύ. ἔστι δὲ ἀμετάφραστον]
<θρίψ>
γλίσχρος, φειδωλός
<Θριώ>
δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ
<Θριῶζε>
εἰς Θριάσιον πεδίον
<θροεῖ>
λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ
<<θροεῖται>·> ἐκπλήττεται r
†<θρόδακα>
θρίδακα. †Κύπριοι
*<θρόμβοι <αἵματος·>> αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ <αἵματος> (Luc. 22,44) ASn
<θρόνα>
ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα (Χ 441) S
<θρονίτις>
πρώτιστος
<Θρόνιον>
πόλις <Λοκρίδος> (Β 533) r
<θρόνον τετράπουν>
... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλ- μένον
<θρόνος>
ἀνάκλιτος [δίφρος r
<θρόνωσις>
καταρχὴ περὶ τοὺς μυουμένους (Plat. Euthyd. 277d)
<θρόος>
σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος (Δ 437). φθόγγος. ψόφος. ἢ τεθραυσμένη φωνή
<θρώισκει>
πηδᾷ, σκιρτᾷ (r)
<θρωσμός>
ὑψηλὸς τόπος (Κ 160 ..) r (ASvg)
*<θροῦς>
ὁ διὰ στόματος ἦχος n. λαλιά ASvg. ψιθυρισμός (Sap. 1,10)
<θρυαλλίς>
ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχ- νιον ASvgn
<θρίαμβοι>
τρόπαια
<θρυλισμός>
φωνή
<θρυγανᾷ>
κνᾶται. ξύει
<θρυγανίς>
ψίαθος
[<θρύδεσα>
ἀπὸ τῆς Θρύου πόλεως]
[<θρυλλεῖ>
ταράσσει, ὀχλεῖ]
<θρυλλήματα>
ἄσημοι φωναί
<θρυλλίχθη>
συνετρίβη. [συνεθραύσθη r. n. ἀπεδρύφθη (Ψ 396)
*<θρύλλοι>
ψιθυρισμοί. ὁμιλίαι ASvgn
<θρυμματίς>
ἡ ὑφ' ἡμῶν ἐνθρυμματίς
<θρυμίς>
ἰχθὺς ποιός
<θρύμματα>
κλάσματα ἄρτου r
<Θρύον>
πόλις ἐν Ἀρκαδίῃ (Β 592), ἣν Θρυόεσσαν Ὅμηρος λέγει (Λ 711) n. καὶ εἶδος βοτάνης (Φ 351)
[<Θρυόνιον>
πόλις Λοκρίδος. ἢ Θρόνιον]
<θρύπτακον>
κλάσμα ἄρτου. Κρῆτες
*<θρύπτεται>
μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται ASn
<θρυπτεύεται>
ὑπερηφανεύεται
<θρύψαι>
θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι
<>θρύσκα>
ἄγρια λάχανα
<θρύψιχος>
τρυφερός r, μαλακός. αἰσχρός. [χαῦνος r
<θρυψίχρως>
τρυφερός
<θρώσκει>
πηδᾷ, ἀφάλλεται. κολυμβᾷ
[<Θρῶ>
λιμός]
<θρῶναξ>
κηφήν. Λάκωνες
<θρώπτει>
σκώπτει (r)
<θρώσκει>
*πηδᾷ ASgn. σκιρτᾷ. τρέχει. [ἅλλεται n. πίπτει. ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ
<θρῶσις>
διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ δικτύου
<θρώσσει>
γεννᾷ. φοβεῖται
<θρώσκω γνώμαν>
Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν
<θρώσκων κνώδαλα>
ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν. Αἰσχύλος Ἀμυμώνῃ (fr. 15)
<θρωσμός>
ὑψηλὸς τόπος r. ASvgn βουνοειδής n, ἀφ' οὗ κατα- βαίνοντα θορεῖν ἔστι (Λ 56)
*<θόωσον>
ὄξυνον AS
<θύα>
ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος (fr. 564). Εὔπολις (fr. 108,2) τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυό- μενα ταῖν θεαῖν
<θυαλοῦν>
τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι
<θυάματα>
τὸ θύμον. καὶ θυμιάματα
<θυᾶν>
καπρᾶν. ἐπὶ ὑός
<θύανον>
τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός
<θυάρπαξ>
ἱερόσυλος s
†<θύας>
πηδήσας m
*<θυγατριδῆ>
ἐγγόνη. θυγάτηρ θυγατρός ASpm
<θυγατριδοῖ>
τέκνα θυγατρός
<θύει>
μαίνεται. [ἀπάρχεται] ἐνθουσιᾷ (Α 342) n
†<θύειται>
εὐθύνει. †εὐφραίνεται. [θύειται]
<θυήεις>
τεθυωμένος. [τεθυμιαμένος (Θ 48) m
*<θύελλα>
ἀνέμου συστροφή r. ASvgn. καὶ ὁρμή, [ἢ καταιγίς (Ζ 346) S
<θύελλαι>
τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί (ζ 171)
*<θύεσσι>
θυσίαις. ἢ θυμιάμασι (Ι 499) AS
<θύεστον>
ποτὸν τὸ ἀπὸ ἀρωμάτων r [ὡς Ἡρόδοτος]
<θύεται>
ἱεροσκοπεῖ <ὡς Ἡρόδοτος> (9,33,1 ..)
<θυέων>
θυσιῶν (ο 261)
<θύη>
θύματα n. ἀρώματα
<θυηέντων>
εὐόδμων r
<θυηλάς>
*ἀπαρχάς (Ι 220). ASvgn. ἢ τὰς διὰ θυμάτων μαν- τείας
<θυηκόοι>
ἱερεῖς
<θυηλήν>
θυσίαν
<θυλήματα>
τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν n
*<θυηπόλος>
ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ASvgn ἱερεύς (Greg. Naz. c. 1, 1, 2,75) vgn
<Θυιάς>
Βακχίς· οἱ δὲ μαινάς
<Θύϊος>
Ἀπόλλων ἐν Μιλήτῳ
<θυιόεν>
πλῆρες
<θυιόεντες>
ἀνθοῦντες
<θυιωθείς>
μανείς. ὁρμήσας
*<θυλάκια>
ἀσκοὶ δερμάτινοι (Tob. 9,5) ASn
<θυλακίζειν>
τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι
<θύλαξ>
προσκεφάλαιον r
<θυλακοτρώξ>
μῦς. οἱ δὲ ἀκρίς
<θυλακοφόροι>
οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι (Aristoph. fr. 789?)
*<θυλήματα>
βεβρεγμένα μέλιτι ἄλφιτα ASn, ἢ θυμιάματα ἐπὶ βωμῶν n
<θυλίδες>
οἱ θύλακοι
<θύλλα>
κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης
<θυλλίς>
θύλακος. γωρυτός. ἔλυτρον
*[<θύλον>
ὀλέθριον. ὥριμον] AS
<θῦμα>
ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα
*†<θυμαδέων>
ἀθυμῶν AS
<θυμαίνει>
ὀργίζεται s
*<θυμαλγέα>
λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα ASvgn, χαλεπόν (Δ 513)
<θυμάλωπες>
οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες
<θυμάλωψ>
ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά r. τινὲς δὲ ξύλον κεκαυμένον, δαλόν
<θυμαμοργάς>
ἡ νόσος. Ἐρετριεῖς
*<θυμαρέα>
τῇ ψυχῇ ἀρεστήν (Ι 336) ASn(r)
<θυμαρές>
εὐάρεστον r. εὔκρατον (ρ 199)
<θυμάρμενον>
καταθύμιον. ἡδύ
<θύματα>
σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια
<Θύμβρα>
τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποτα- μὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου (Κ 430. Eur. Rhes. 508)
<Θυμβραῖος>
Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου (Eur. Rhes. 224)
*<Θύμβρις>
ὄνομα ποταμοῦ r. ASn
<θυμβροφάγος>
ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ ἐστι βρῶμα (Ar. Ach. 254)
<θυμέλαι>
οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα
<θυμέλη>
οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ ἐπίπυρον, ἐφ' οὗ ἐπιθύουσιν, ἢ *[ἔδαφος ἱερόν ASs
<θυμηγερέων>
ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλ- λέγων (η 283)
<θυμηδέα>
θυμῷ ἁνδάνοντα (π 389)
*<θυμηδία>
ἡδύτης, τέρψις Sp, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν (AS)
*<θυμηρέα>
καταθύμια g, ἀρέσκοντα
<Θυμαιτάδαι>
δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς
*<θυμῆρες>
ἡδύτερος (Sap. 3,14), ἀρέσκον ψυχῇ· ASgn <θυμὸς> γὰρ ἡ ψυχή (ρ 199) Ag
<θύμιζε>
προθυμοῦ. ὀργίζου
*<θυμικώτερος>
ὀργιλώτερος S μετὰ θυμοῦ (A)
<θυμιχθείς>
πικρανθείς
<θυμοβόρον>
χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν κατεσθίοντα
<θυμοβόροιο>
ψυχοφθόρου (Η 301) (r)
<θυμοδακής>
[λεοντόψυχος] ἁψικάρδιος. λυπῶν τὴν ψυχήν (θ 185)
<θυμοειδής>
ὀργίλος. θυμώδης r
<θυμολέοντα>
γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ λεοντόθυμον (Ε 639)
<θυμόμαντις>
ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγι- νώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα (Aesch. Pers. 224)
<θυμὸν ἔδων>
λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν (κ 379)
*<θυμὸν ἀχεύων>
τὴν ψυχὴν λυπούμενος (Ε 869 ..) Avgn
<θυμοραιστέων>
τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων (Π 591)
<θυμοραιστής>
θυμοφθόρος· <ῥαῖσαι> γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι (Ν 544)
*<θυμός>
ψυχή ASvgn. ἢ προαίρεσις gn ὀξύτης. πνεῦμα. [ἐπιθυ- μία. ὀργή. λογισμός v
<θύμον>
τὸ σκόροδον
*<θυμόσοφος>
ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής ASg, ὀξυμαθής, ἐκ φύσεως σοφός
*<θυμοφθόρα>
τὰ τὴν ψυχὴν διαφθείροντα (Ζ 169) ASvg
<θυμῷ>
ἐν ψυχῇ (Α 24)
<θυμώδης>
θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος (Prov. 11,25 ..)
*†<θυνάσαι>
τέμνειν A, κόπτειν ἀφειδῶς AS
<θυνᾶται>
εὐωχεῖται. κατεσθίει
*<θῦνε>
ὥρμα. ἤγαγε (Ε 87) ASm
<θύνει>
ὠθεῖται. φέρεται. τρέχει. †χαίρει. ὁρμᾷ
<θυννάδες>
τεμάχη ταρίχου
<θυννάζοντες>
κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδου- σιν ἐλάμβανον (Ar. Vesp. 1087)
*<θυνᾶσαι>
ἀπολαῦσαι. ἐνθουσιάσαι S
<θυννίδες>
θύννων τεμάχη, ὑποκοριστικῶς
<θύννον>
τὸν ὅρκυνον r λέγουσι· τὴν δὲ [πηλαμίδα <θυννίδα> r
<θῦνον>
ἔσπευδον. ἔτρεχον (Β 446 ..)
<θῦνος>
πόλεμος. ὁρμή. δρόμος
*<θυοδόκοι>
βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι (Eur. Andr. 1157) (An)
<Θυόεις>
χωρίον ἐν Εὐβοίᾳ
*<θυόεν>
εὐῶδες AS. τεθυμιαμένον (Ο 153)
<θυόεν νέφος>
ἀνεμῶδες. *[τεθυμιαμένον AS, εὐῶδες (Ο 153)
*<θυοκοχθεῖς>
μάντεις A
<θύον>
ὄνομα δένδρου (ε 60)
<θύος>
ἱερεῖον. θῦμα
<θυοσκεῖν>
ἱεροῖς *παρέζεσθαι, ἢ θεοῖς (Aesch. Ag. 87)
<θυοσκόος>
εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος. οἱ δὲ τὸν δι' ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα (φ 145 ..)
*<θυοσκόπος>
ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος A
<θύπτης>
ὁ τυρός
*<θύραθεν, θύρασιν>
ἔξωθεν, ἔξω vg
<θύραζε>
*τὰ [ἔξω τῆς θύρας (Ε 694) Avgps, ἐπὶ θύρας, ἢ [εἰς τὴν θύραν r. [ἢ [εἰς τὴν γῆν n]
<θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια>
παροιμία, ἥν οἱ μὲν διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων
*<θύραθεν>
ἔξωθεν (Eur. Andr. 952) vgA
*<θυραία>
ἀλλοτρία, ξένη vgn AS
<θυραία>
... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα
*<θυρεός>
εἶδος ἀσπίδος (AS). καὶ <<θυραῖος>> ὁ ξένος AS ὁ ἀλλότριος, καὶ ὁ ἐξωτικός n
<θυραίων>
ἀλλοτρίων, καὶ μὴ συνοίκων (Eur. Alc. 814)
<θυράγματα>
ἀφοδεύματα
<θύραν>
τὴν πτύχας ἔχουσαν
[<θύραξ>
πύργος. χιτών]
<θύραυλοι>
τῶν ποιμένων οἱ ἀπόκοιτοι
[<θυράξαι>
ἔξω τῆς θύρας]
*<θυραυλοῦσι>
πρὸ θυρῶν διατρίβουσι (Philo Agric. 37) AS
<θυργανᾶν>
κνήθειν
<Θυργωνίδαι>
δῆμος ... τῆς Ἀττικῆς
<θύρδα>
ἔξω. Ἀρκάδες
<Θυρεατικοί>
στέφανοί τινες παρὰ Λακεδαιμονίοις
*<θύρεθρα>
θύραι. [θυρεός] (Β 415) (AS)
<θυρεός>
*ἀσπίς, ἢ σκουτάριον vg(A) Sp. καὶ ὁ ἐπικείμενος τῇ θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας (ι 240)
*<θύρετρα>
θυρώματα (Β 415) ASn
[<θύρετραι>
θύραι]
<θυρετρεᾶς> φλιᾶς
<θυρηβόλιον>
τὴν ἐπ' ἀγρῷ οἴκησιν
<θύρηθ' ἔα>
ἔξω ἤμην (ξ 352)
<θυρίς>
ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον
<θυροιγόν>
θυρωρόν
<θυροκοπιστικὸν ἢ θυροκοπικόν>
οὕτως ἐκαλεῖτο ....
<Θυροποιός>
οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής, σκωπτικῶς (Com. ad.)
*<θυραυλεῖν>
ἔξω θυρῶν αὐλίζεσθαι A
<θύρσος>
*[ῥάβδος ASn, βακτηρία *[βακχική, ἢ κλάδος ASn. καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο
<θυρσοπλῆγες>
οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι
<Θύρσος>
αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν
<Θύρσου γυνή>
Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ μνημονεύων, ἀλλ' ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους (fr. 396)
*<θύρσοι>
κλάδοι, λαμπάδες, λύχνοι (Idth. 15,12 ..) (AS)
<θυρῶνας>
τὰς σανίδας. καὶ τὰς εἰσόδους
<θυρωρός>
ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων (Sapph. fr. 110 L. -- P.)
<θῦσαι>
ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι (Ι 219)
<θύσανοι>
*κροσσοί (Avg). κόρυμβοι (Β 448)
<θυσάνουρος>
δασύκερκος. ἄρσην
<θύσθλα>
αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους, [νάρθηκας n, θύματα, χοάς (Ζ 134)
<θυσιάδες>
ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν <θυσιάδα> φασί. ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι
<θύσκα>
κυρτία
<θυσπολίαι>
θυηπολίαι
*<θυσανόεσσα>
κροσσωτή. αἰθερία· <θύσανος> γὰρ ὁ κροσσός (Ε 738) r. AS
*<θυσάνοις>
κροσσοῖς (Ξ 181) n
[<θύσσα>
ὅπλα νήϊα]
<>θύσσεται>
τινάσσεται
<>θυσσόμεναι>
σειόμεναι, τινασσόμεναι
<Θύστα>
Θυῖα
*†<θυσσῶν>
θηριωδῶς ὁρμῶν (Eur. Bacch. 871) A
<Θυστάδες>
Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι
<θύστας>
ὁ ἱερεὺς παρὰ Κρησί
*<θυτηρίοις>
θυμιατηρίοις AS(vg)
*<θύστινον>
τρίχινον. οἱ δὲ μεσοτριβῆ
<θύτης>
μάντις, ἱεροσκόπος
<θῦψαι>
τὸ ἐπικαῦσαι· ἀφ' οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι, καῦσαι
<θύψαντα>
πῦρ καύσαντα
<θυώδεα>
εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα (ε 264)
<θυῶεν>
εὐῶδες
<θύωμα>
μύρον. [ἄρωμα (Hdt. 2, 40,3) r
*<θύων>
σπεύδων (Φ 234), θυσιάζων ASn
[<θυωθείς>
εὐωχηθείς]
<Θυώνη>
ἡ Σεμέλη
<Θυωνίδας>
ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας
[<θυωρεῖσθαι>
θυωθεῖσθαι. [εὐωχεῖσθαι r]
<θυωρίτης>
τραπεζίτης
<θυωρόν>
τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς καὶ μυρεψοὺς οὕτω
<Θωμᾶς>
ἄβυσσος. ἢ δίδυμος
<θωας>
[*ταχείας AS.] ζημίας. *[θῆρας ἐξ ὑαίνης καὶ λύκου γεννωμένους (ASvgp)
*<θῶες ὄρεσφιν>
θηρία μικρὰ <ὅμοια μεγάλων> ἐν τοῖς ὄρεσι (Λ 474) An
<θωή>
ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος <ἀθῷος> r.
<θωθῆναι>
φαγεῖν. γεύσασθαι
<θωκεῖ>
κάθηται. ὁμιλεῖ
*<θῶκος>
καθέδρα An, θρόνος Sn, σύλλογος (Θ 439)
<θῶμα>
θαῦμα
<θωμένους>
θοινωμένους, εὐωχουμένους
<θωμεῦσαι>
συμμῖξαι. συνταγεῖν
<θῶμιγξ>
λεπτὸν σχοινίον r. p
<θώμιγγες>
δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, *[σπαρτία κανά- βινα (g)
†<Θῶμις>
ὁ Κάνωπος, πόλις ...
<θωμίζει>
νύσσει. δεσμεύει
†<θώμισσον>
τὸν μισθόν
<θωμιχθείς>
μαστιχθείς s
<θωμός>
σωρὸς σταχύων r, ἢ κορμός
<θῶνται>
θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται
†<θῶξαι>
μεθύσαι. πληρῶσαι. *θηριωδῶς βοῆσαι (Eur. Or. 168) A
<θωός>
ὄρνις ποιός
*<θῶπες>
κόλακες rg. εἴρωνες (Greg. Naz. c. 2,2,1,5)
*<θωπικός>
κολακευτικός r. ASvg
*<θωπεία>
κολακεία AS (vg) n
<θώπτει>
σκώπτει. θεραπεύει
*<θωρηκτάων>
ὁπλιτῶν (Μ 317 ..) ASg
<θώραξ>
*ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον ASvg. σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν
<θώρηκες>
τὰ αὐτά (Ν 265)
<θώρηκος γύαλον>
περιφραστικῶς τὸν θώρακα (Ε 99). *[τινὲς δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος n. Γύαλον δὲ λέγεται τὸ κοῖλον. [<θωρηκτῇσι>· τεθωρακισμένοις] <Ζητοῦσι> δέ, πῶς πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ <γύαλον> λέγεται. τὸ δὲ <θώρηκος γύαλον>, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί. ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι (Ο 530)
<θωρηκτῇσι>
τεθωρακισμένοις (Φ 429)
<θώρηξις>
οἰνοποσία. καθόπλισις
<θωρήσσεσθαι>
καθοπλίζεσθαι r, ἀπὸ μέρους τοῦ σώματος. μάχεσθαι. ἑτοιμάζεσθαι (Λ 715)
*<θωρηχθῆναι>
καθοπλισθῆναι (Α 226) pn
<Θωρυκίων>
οὗτος τελώνης ἦν (Ar. Ran. 363)
<θώς>
εἶδος θηρίου, λύκῳ ὅμοιον
<θώσασθαι>
εὐωχηθῆναι. [μεθυσθῆναι]
<θῶσθαι>
δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλ- κοῖς
<θωστήρια>
εὐωχητήρια καὶ ὄνομα <ἑορτῆς> (Alcm. fr. 23,81)
<θωτάζει>
ἐμπαίζει, [χλευάζει s
<θῶται>
εὐθηνεῖται. θοινᾶται. [τρέχει]
*<θωΰσσειν>
βοᾶν (s) μέλπειν. [κηρύσσειν (s) θηριωδῶς ὁρμᾶν (S)
<θωχθείς>
θωρηχθείς. [μεθυσθείς r. Σοφοκλῆς Διονυσίσκῳ (fr. 175)
<θώψ>
κόλαξ A, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής
<θώψεις>
θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ (fr. 234)
<θώων>
εἶδος θηρίου, ὡς λύκος (Ν 103)