Βουκολιασταί (Δάφνις και Μενάλκας)

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Βουκολιασταί
Συγγραφέας: Θεόκριτος


Βουκολιάζεο Δάφνι, τὺ δ᾽ ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο πρᾶτος, ἐφεψάσθω δὲ Μενάλκας,
μόσχος βουσὶν ἀφέντες ἔπι, στείραισι δὲ ταύρως.
χοἳ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλοιοι πλανῷντο
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἐκ τόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.

ΔΑΦΝΙΣ

Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς,
ἁδὺ δὲ χἁ σῦριγξ, χὡ βουκόλος ἁδὺ δὲ κἠγών.
Ἔστι δέ μοι παρ᾽ ὕδωρ φυχρὸν στιβάς, ἐν δὲ νένασται
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας 10
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
Τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τι πατρὸς μύθων καὶ ματρὸς ἀκούειν
οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.

ΜΕΝΑΛΚΑΣ

Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι, ὅσσ᾽ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄϊς, πολλὰς δὲ χιμαίρας,
ὧ μοι πρὸς κεφαλαῖ καὶ πρὸς ποσὶ κώεα κεῖται.

ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζεῖ, ἐν πυρὶ δ᾽ αὖαι
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ᾽ ὅσον ὤραν 20
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.

τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός,
αὐτοφυῆ, τὰν δ᾽ οὐδ᾽ ἂν ἴσως μιμάσατο τέκτων,
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας
πέντε ταμὼν πέντ᾽ οὖσιν· ὃ δ᾽ ἐγκαγχάσατο κόχλῳ.
 
βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δ᾽ ᾠδάν,
τὰν τόκ᾽ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι·
μηκέτ᾽ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσῃ· 30

Τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
ἴρακες δ᾽ ἴρηξιν, ἐμὶν δ᾽ ἁ Μοῖσα καὶ ᾠδά.
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
οὔτ᾽ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς γὰρ ὁρεῦντι
γαθεῦσαι, τούσδ᾽ οὔ τι ποτῷ δαλήσατο Κίρκα.