Μετάβαση στο περιεχόμενο

Βουκολίσκος

Από Βικιθήκη
Βουκολίσκος
Συγγραφέας:


Εὐνίκα μ᾽ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
καί μ᾽ ἐπικερτομέοισα τάδ᾽ ἔννεπεν «ἔρρ᾽ ἀπ᾽ ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλ᾽ ἀστικὰ χείλεα θλίβειν.
μὴ τύγε μευ κύσσῃς τὸ καλὸν στόμα μηδ᾽ ἐν ὀνείροις.
οἶα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις·
[ὡς τρυφερὸν καλέεις, ὡς κωτίλα ῥήματα φράσδεις·
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.]
χείλεά τοι νοτέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
καὶ κακὸν ἐξόσδεις. ἀπ᾽ ἐμεῦ φύγε, μή με μολύνῃς.» 10
τοιάδε μυθίζοισα, τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μ᾽ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
καὶ σοβαρόν μ᾽ ἐγέλαξεν. ἐμοὶ δ᾽ ἂφαρ ἔζεσεν αἷμα,
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
χἂ μὲν ἔβα με λιποῖσα· φέρω δ᾽ ὑποκάρδιον ὀργάν,
ὅττι με τὸν χαρίεντα κακὰ μωμήσαθ᾽ ἑταίρα.

ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; 20
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ᾽ ἐπύκαζεν ὑπήναν,
χαῖται δ, οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπ᾽ ὀφρύσι λάμπε μελαίναις.
ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
καὶ στόματ᾽ αὖ πακτᾶς γλαφυρώτερα, κἠκ στομάτων δὲ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλικηρον·
ἁδὺ δέ μοι μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κἢν αὐλῷ λαλέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
καὶ πᾶσαι καλόν με κατ᾽ ὤρεα φαντὶ γυναῖκες, 30
καὶ πᾶσαί με φιλεῦντι· τὰ δ᾽ ἀστικά μ᾽ οὐκ ἐφίλησεν,
ἀλλ᾽ ὅτι βουκόλος ἐμμί, παρέδραμε κοὐ ποτάκουε.
οὐ καλὸς Διόνυσος ἐν ἄγκεσι ταῦρον ἐλαύνει;
οὐκ ἔγνω δ᾽, ὅτι Κύπρις ἐπ᾽ ἀνέρι μήνατο βούτᾳ
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσιν; οὐ τὸν Ἄδωνιν
ἐν δρυμοῖσι φίλησε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν;
Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
βωκολέοντα φίλησεν, ἀπ᾽ Οὐλύμπω δὲ μολοῖσα
Λάτμιον ἀν νάπος ἦλθε καὶ εἰς ἑὰ παιδικὰ νεῦσε;
καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ 40

ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος, ἁ δὲ Σελάνας.
μηκέτι μηδ᾽ ἅ, Κύπρι, τὸν ἁδεα μήτε κατ᾽ ἄστυ
μήτ᾽ ἐν ὄρει φιλέοι, μώνη δ᾽ ἀνὰ νύκτα καθεύδοι.