Βιθυνιακά

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Βιθυνιακά
Συγγραφέας: Αρριανός
Karl Wilhelm Ludwig Müller, Fragmenta Historicorum Graecorum, Volumen Tertium, 1849


Αποσπάσματα[Επεξεργασία]

1.
[1] Ἀνεγνώσθη τοῦ αὐτοῦ τὰ Βιθυνιακὰ ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἄλλα ὅσα συνέστη περὶ αὐτὴν εἰς λεπτὸν ἀναγράφει, τῇ πατρίδι δῶρον ἀναφέρων τὰ πάτρια· Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτῃ τῇ συγγραφῇ διορίζει, ἐν αὐτῇ τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησι, χρηματίσαι.

[2] Μέμνηται δὲ ἐν ταύτῃ τῇ συγγραφῇ καὶ ἑτέρων πραγματειῶν ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῷ Κορινθίῳ κατὰ Σικελίαν ἐπράχθη διαλαμβάνει, ἡ δὲ τὰ Δίωνι τῷ Συρακουσίῳ ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου, καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο.

[3] Φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν· μετά τε γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας ἥδε αὐτῷ ἡ συγγραφὴ ἐξεπονήθη, ἐξ ἀρχῆς μέν, ἀφ´ οὗ γράφειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῷ ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ τούτῳ βραδυτῆτος ἀποδίδωσιν αἰτίαν.

[4] Ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασιλευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν.

(Φώτιος, Μυριόβιβλος, κώδικας 93)

2.
[1] Ὄλυμπος, ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. οἱ οἰκοῦντες Ὀλυμπηνοί. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδ΄. τὸ ἐθνικὸν ὅμοιον. (Βυζάντιος, Στέφανος, Εθνικά, Ο)

3.
[1] Ἀφέσιος Ζεὺς ἐν Ἄργει τιμᾶται. Εἴρηται δὲ ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν, καὶ εἰς τὴν ἄκραν τῆς Ἀργοῦς διασωθεὶς, ἱδρύσατο βωμὸν ἀφεσίου Διὸς, ὅτι αφείθη ἐκ τοῦ κατακλυσμοῦ. Ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη, ἀπὸ τῶν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. Οὕτως Ἀρριανὸς ἐτυμολογεῖ ἐν τῷ β´ τῶν Βιθυνιακῶν. (Ἐτυμολογικὸν Μέγα, ΑΦ)

4.
[1] Βιθυόπολις, πόλις ... ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε Βιθυοπολίτης. εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνιακῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπολίτης. (Βυζάντιος, Στέφανος, Εθνικά, Β)

5.
[1] Νικομήδειον, ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς. δυνατὸν καὶ Νικομηδειεύς. (Βυζάντιος, Στέφανος, Εθνικά, Ν)

6.
[1] Μεγαρικόν, πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν. ἐθνικὸν Μεγαρικός. (Βυζάντιος, Στέφανος, Εθνικά, Μ)

7.
[1] Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ τοῦ Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς, ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν. Ὁμοίως καὶ Ἡροδότου τὸ «καλεῖται Ζεὺς ὑπὸ Σκυθῶν ὀρθότατα Παπαῖος». ἐξ ὧν συνάγεται θείαν εἶναί τινα λέξιν τὸ πάπας καὶ πάππος καὶ τὰ τοιαῦτα. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα, ε. 408)

8.
[1] Ὅτι ὁ ∆ιονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν ∆ιόνυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφ' οὗ καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη κατά τινας. Τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ ∆ιὸς ὁ ∆ιόνυσος ἤδη τρόφιμος ὤν. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ ∆ιονυσίου τοῦ περιηγητοῦ, 939)

9.
[1] Ὁ Πρίηπος οὐ μόνον ἐν τῷ η´ λέγεται ἀλλὰ καὶ διὰ τοῦ α´ Πρίαπος καὶ διὰ τοῦ ε´ δὲ Πρίεπος παρὰ Ἀρριανῷ ἐν Βιθυνιακοῖς, παρ' ᾧ καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Πρίεπος διὰ τὸ γόνιμον. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα, η. 459)

10.
[1] Τὸν Ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. Διὸ καὶ Βιθυνοί, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁ θεὸς ἐποπτεύοι. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα, γ. 275)

11.
[1] Μυκήτων οὐκ ἔστιν οὐδὲ ἴχνος τῆς σπερματικῆς κορυνώσεως οὐδὲ σπερματώσεως, ὥσπερ οὐδὲ ἄλλων τινῶν. Ἔστι γὰρ κατὰ τὸν μύκητα καὶ τὸ ὕδνον τὸ καὶ γεράνειον κατά τινας, καὶ ἡ ἕλιξ καὶ ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνικοῖς. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα, ο. 302)

12.
[1] Τὸν δὲ Θρᾳκικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά. Φησὶ γοῦν περί τινος ὁ ̓Ἀρριανός, ὅτι «ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον·» καὶ τὰ ἑξῆς. Οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. Τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο, φησὶ, ποτὲ ἡ Ἰὼ βουλαῖς Ἥρας δάμαλις οὖσα. ∆ιὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· «Πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης· ὕστερον δὲ Βόσπορος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.» Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος Βόσπορος, ἀλλ' ἀπό τινος ἑτέρας ὠνόμασται, ἥτις, φησὶ, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν (ἤγουν μαντείαν), ἥτις διεκελεύετο βοῦν ἡγεμόνα καταστῆσαι τῆς ὁδοῦ. Ὃ καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς· καὶ μνῆμα, φησὶ, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων ἱδρυθεῖσα· καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος καλεῖται ∆άμαλις ἕως καὶ νῦν. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ ∆ιονυσίου τοῦ περιηγητοῦ, 140)

13.
[1] Ὅτι οὐ μόνον Εὐρωπαῖοι Μυσοὶ, ἀλλὰ καὶ Ἀσιανοί. Ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσοὺς, οἵτινες Μυσοὶ ὀνομάζονται ἥ ἀπὸ Μυσοῦ τοῦ ∆ιὸς ἥ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρεσιβίου, ἥ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἥ τοῦ μυσοῦ, ἀμφοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοὶ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος φησίν. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ ∆ιονυσίου τοῦ περιηγητοῦ, 322)

14.
[1] Ὅτι Θρᾷκες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσιανοὶ, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος, ὥσπερ Φρύγας καὶ Μυσοὺς, οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὕς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί· καὶ τάχα ἐκ τῶν τοιούτων Θρᾳκῶν πλατυνθέντων καὶ τὸ νῦν λεγόμενον Θρᾳκήσιον τὴν κλῆσιν εὕρηκεν. Ὁ δ' αὐτὸς Ἀρριανὸς καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι· ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. Καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη. Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἄν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν ∆ολόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ ∆ιονυσίου τοῦ περιηγητοῦ, 322)