Μετάβαση στο περιεχόμενο

Βίος πολιτικού όπερ έστι περί Ιωσήφ

Από Βικιθήκη
βίος πολιτικού όπερ έστι περί Ιωσήφ
Συγγραφέας:
Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland Vol. ΙV, p. 61–118 Berolini 1902


ΒΙΟΣ ΠΟΛΙΤΙΚΟΥ ΟΠΕΡ ΕΣΤΙ ΠΕΡΙ ΙΩΣΗΦ

[41 M.][61 CW] (1.) 1 Τρεῖς μέν εἰσιν ἰδέαι, δι´ ὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα. 2 ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος „ποιμένας λαῶν“ τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς· 3 καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν [42 M.] αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως [62 CW] οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας. 4 ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ´ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις, ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. (2.) 5 φθόνος δὲ ὁ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθ´ ἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλ´ ἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα. 6 χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· „ἔδοξα“ γάρ φησιν „ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“. 7 οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ´ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν „ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν. 8 ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον [63 CW] τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον. 9 ἐμβριθῶς δ´ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε; –διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς [43 M.] ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας–· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ´ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“ 10 εὐλαβηθεὶς δ´ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα. 11 ὡς δ´ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι. (3.) 12 ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ´ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ´ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ´ ὀνειροπλῆγα καὶ „ἐνυπνιαστὴν“ καὶ τοιαῦτα ἐπεφήμιζον [64 CW] καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ´ αὐτῷ φόνον οὐ πάντες ἀλλ´ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί. 13 καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ´ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί. 14 συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπί σχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ´ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων Δαπανηθέντος. (4.) 15 ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ´ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ´ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ´ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ´ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος [44 M.] θανάτου, κουφότερον κακὸν μείζονος. 16 ὁ δὲ πρεσβύτατος–οὐ γὰρ παρῆν πιπρασκομένου – διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων· 17 „εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν´ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; [65 CW] οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“ 18 εἰπόντων δ´ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν „ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ´ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς. 19 κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ´ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι. 20 τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ´ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ´ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. 21 ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ; βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ 〈ἐστε〉 εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“ (5.) 22 ὡς δ´ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ´ ὀφθαλμοὺς διὰ τοῦ φανέντος – ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος [45 M.] καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος [66 CW] ἐκεκόμιστο –, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ´ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς. 23 εἶθ´ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ´ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ´ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ´ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον. 24 ἀλλ´ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι. 25 εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ´ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ´ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ´, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων. 26 ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ´ ὧν ἥκιστ´ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ´ ἤκουσα, μυρία δ´ αὐτὸς [67 CW] ἔπαθον τῶν ἀνηκέστων, ἐφ´ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ´ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. 27 τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος; ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ´ ὁ μὲν ὅλος δι´ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ´ οὐδ´ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ´ ἀπωδύρετο. οἱ δ´ ἔμποροι [46 M.] πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.
(6.) 28 Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ´ Ἕλλησι „κυρίου πρόσθεσις“, εὐθυβολώτατον 〈ὄνομα〉 καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία. 29 ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρ´ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα. 30 αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ [68 CW] ὁμόφυλον· εἶθ´ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ´ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι´ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν. 31 ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. (7.) 32 οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς. 33 ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ´ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ´ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ [47 M.] προσφέρων, 34 οὕτως, οἶμαι, καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ´ εἰρήνην, ἕτερον δ´ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν [69 CW] ἐξιστάμενον. 35 εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ´ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν. 36 ὁ δ´ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ´ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ´ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.
(8.) 37 Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ´ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει. 38 τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ´ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία. 39 δι´ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, [70 CW] κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. (9.) 40 σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος [48 M.] ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ´ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην. 41 ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ´ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν. 42 ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς „τί βιάζῃ;“ λέγων· „ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι. 43 τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ´ ἡμῖν δὲ οὐδ´ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ´ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν [71 CW] ἀλλὰ γνησίων παίδων σποράν. 44 εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ´ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ´ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι. 45 σὺ δ´ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν´ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν. 46 ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ´ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ´ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς [49 M.] ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας. 47 ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ´ αὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ´ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ´ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν. 48 ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος [72 CW] αἴσθηται ἢ συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς γενήσομαι κατ´ ἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε δέδιμεν οὔτ´ αἰδούμεθα;“ (10.) 49 πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο. 50 τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν „ἤγαγες“ ἔφη „θεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν, ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. 51 ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων. 52 ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν [73 CW] ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἡ ἐσθής, ἣν προὔφερεν ἡ γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι. 53 συγγνωστὸς [50 M.] δ´ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος.

(11.) 54 Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ´ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει. 55 πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα. 56 τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι´ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ´ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη. 57 εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις.

(12.) 58 Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· [74 CW] δεόντως· ὁ γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δ´ εἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς δι´ ὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι. 59 τίς οὖν ἡ πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δ´ ἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν. 60 ὅθεν καὶ – τὸ παραλογώτατον – γυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, δι´ ἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ. 61 προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι´ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ´ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ [51 M.] τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. 61 τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν; οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ´ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες. 63 ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι καρπώσονται μόνον ἡδονήν. (13.) 64 ἐρᾷ δ´ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ [75 CW] οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι´ ἡδονῆς ἐστί μοι πρᾶττε. 65 αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι. 66 διαβολὰς δ´ ἐρανιῶ κατὰ σοῦ μυρίας καὶ πρὸς τὸν ἐμὸν ἄνδρα τὸν ὄχλον, τὸν σὸν δεσπότην· ἄχρι γὰρ νῦν ἀπελευθεριάζειν δοκεῖς μοι καὶ ὅτι δοῦλος τυραννικοῦ γέγονας δεσπότου λίαν ἀγνοεῖς. εἰ δὲ ᾔδεις, ὅτι αὐτοπραγία μὲν οἰκειότατον ἐλευθέρῳ, οἰκέτῃ δ´ ἀλλότριον, ἐπεπαίδευσο ἂν αὐθάδειαν μεθέμενος εἰς ἐμὲ βλέπειν τὴν ἐκείνου γυναῖκα, ἐπιθυμίαν, καὶ δρᾶν τὰ πρὸς ἀρέσκειαν τὴν ἐμήν, δι´ ὧν μάλιστα εὐαρεστήσεις. (14.) 67 ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ´ οὐχ ὁμολογήσει δοῦλον ἀλλ´ ἐλεύθερον καὶ *** τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ´ ἄντικρυς ἐρεῖ· „δημοκοπεῖν οὔτ´ ἔμαθον οὔτ´ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους *** ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως. 68 ταῦτα φρονῶν ἐξετασθήσομαι μηδὲν ὑποστέλλων μηδὲ συγκρύπτων φωρὸς τρόπον, ἀλλὰ τὸ συνειδὸς αὐγάζων ὡς ἐν ἡλίῳ καὶ φωτί· φῶς γὰρ ἡ ἀλήθεια· φοβηθήσομαι δ´ οὐδὲν ὧν ἂν ἐπανατείνηται, κἂν θάνατον ἀπειλῇ· θανάτου γὰρ ἐμοὶ κακὸν ἀργαλεώτερον [76 CW] ὑπόκρισις. 69 ἣν ὑπομενῶ τοῦ χάριν; καὶ γὰρ εἰ δεσπότης ὁ δῆμος, ἀλλ´ οὐκ ἐγὼ δοῦλος, εὐπατρίδης δ´ εἰ καί τις ἄλλος, ἐφιέμενος ἐγγραφῆς τῆς ἐν τῷ μεγίστῳ καὶ ἀρίστῳ πολιτεύματι τοῦδε τοῦ κόσμου. 70 ὅταν [52 M.] γὰρ μὴ δῶρα, μὴ παρακλήσεις, μὴ τιμῶν ἔρως, μὴ ἀρχῆς ἐπιθυμία, μὴ ἀλαζονεία, μὴ ὁ τοῦ δοκεῖν ἵμερος, μὴ ἀκολασία, μὴ ἀνανδρία, μὴ ἀδικία, μηδὲν ἄλλο τῶν ὅσα ἐκ πάθους ἢ κακίας ὑπάγηται, τίνος ἔτι φοβηθήσομαι δεσποτείαν; 71 ἢ δῆλον ὅτι τὴν ἀπ´ ἀνθρώπων; ἀλλ´ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ´ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ´ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς. 72  ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον. 73 ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς. 74 εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ´ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε βλασφημίαν [77 CW] οὔθ´ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα. 75 πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος. 76 ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας, οὔθ´ ὅτι εὐγενὴς ἦν ἢ πολυχρήματος οὔθ´ ὅτι τῶν κατ´ αὐτὸν ἐνδοξότατος βασιλεὺς ἢ τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ δύναμιν, κἂν δέῃ τομαῖς ἢ καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν ἄρχοντα καὶ δεσπότην ὁ ὑπήκοος καὶ λεγόμενος δοῦλος. 77 ἐγὼ δ´ οὐχ ἕνα ἄνδρα πόλιν δ´ ὅλην κάμνουσαν παραλαβὼν ὑπ´ ἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος [53 M.] ἐπικρύψαι τὴν ἀλήθειαν καὶ τοῦ συμφέροντος ἀμελῆσαι.

 „πρὸς ταῦθ´“
 ὡς ὁ τραγικός φησιν
 „ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον“. –
 „πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου
 πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
 γῆς εἶσιν ἄστρα, γῆ δ´ ἄνεις´ εἰς αἰθέρα,
 πρὶν ἐξ ἐμοῦ σοι θῶπ´ ἀπαντῆσαι λόγον.“

[78 CW] 79 οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δ´ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, δι´ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν.

(15.) 80 Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ´ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον. 81 ὅσης δ´ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ´ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλ´ οὐδ´ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα. 82 καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ. 83 ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους [79 CW] χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι πρὸς φύσιν. 84 συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις, τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφ´ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν. (16.) 85 ἀλλ´ ὅμως ὁ τοιοῦτος [54 M.] ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ´ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ´ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι´ ἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι. 86 τὸ γοῦν χωρίον οὐδ´ ὀνομάζειν ἔτ´ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ´ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος. 87 τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ´ ἐπιφθεγγομένοις· „ποῦ ποτ´ ἄρ´ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα“. (17.) 88 τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται [80 CW] δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ´ ἑαυτῷ. 89 χρόνου δ´ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν. 90 ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος φησίν· 91 „ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ.“ 92 ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ´ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ ὁ μὲν ἐγεγήθει ταῦτ´ ἀκούσας. (18.) 93 ὁ δ´ ἀρχισιτοποιὸς [55 M.] ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών – ἦν δ´ οὐ μετρίως παλίμφημον –, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν [81 CW] ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ´ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα – ποικίλας δ´ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας –, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ´ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“ 94 ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος. 95 ἀλλ´ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον. 96 τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“ 97 καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δ´ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ´ οἱ περὶ τὰ βασίλεια. 98 ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως ἐπισφραγίζεται, [82 CW] προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι.

(19.) 99 Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι´ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι´ ἑαυτοῦ. 100 μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις δι´ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως. 101 ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθ´ ἃς ἑτέρας ἀριθμὸν ἴσας, [56 M.] ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ´ ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ´ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι. 102 περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ´ εὐρώστους· εἶθ´ ἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ´ ὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα. 103 ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσας – ἤγειρον γὰρ αἱ φροντίδες κεντοῦσαι [83 CW] καὶ τιτρώσκουσαι –, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ τὴν φαντασίαν διηγεῖται. 104 μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· „ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ´ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“ (20.) 105 ὁ μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ´ ἀποκείραντες – βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείου – καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα· 106 ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ – χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ´ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ – „μαντεύεται“ εἶπεν „ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ´ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“ καὶ τοὺς ὀνείρους διηγεῖτο. 107 ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ´ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς [84 CW] εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως. 108 αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ [57 M.] στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες. 109 ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτ´ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. 110 τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ´ ἐστίν. ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ. 111 πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς – ἔσται δ´ ἴσως μέρος πέμπτον – θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλ´ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν· 112 συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ´ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι· 113 τρίτου δὲ τοῦ μηδ´ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ ἀπεριγράφου [85 CW] τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ´ εὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇ – τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς – ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων. 114 ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ´ ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ. 115 ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν [58 M.] εὐπορίαις τῶν κατ´ ἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτ´ οὐδὲν ὄφελος.“ (21.) 116 ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, „ἆρ´“ εἶπεν, „ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38); 117 συν επαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα „ἐγγὺς“ εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτ´ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ [86 CW] καὶ παραλάμβανε τήν τ´ ἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου πάσης ἐπιτροπήν. 118 εὐχέρειαν δ´ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“ 119 εἶτ´ αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ´, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ´ ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ τοῦ νεανίου. 120 δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν. 121 μετονομάζει δ´ αὐτὸν ἀπὸ τῆς ὀνειροκριτικῆς ἐγχωρίῳ γλώττῃ προσαγορεύσας καὶ ἐγγυᾷ πρὸς γάμον αὐτῷ τὴν ἐπιφανεστάτην τῶν κατ´ Αἴγυπτον ἱερέως Ἡλίου θυγατέρα. ταῦτ´ ἐγένετο, περὶ ἔτη γεγονότος ἤδη τριάκοντα. 122 τοιαῦτα τῶν εὐσεβῶν τὰ τέλη· κἂν γὰρ κλιθῶσιν, οὐκ εἰς ἅπαν πίπτουσιν, ἀλλὰ διαναστάντες ὀρθοῦνται παγίως καὶ βεβαίως, ὡς μηκέθ´ ὑποσκελισθῆναι. 123 τίς γὰρ ἂν προσεδόκησε μιᾷ ἡμέρᾳ τὸν αὐτὸν ἀντὶ μὲν δούλου δεσπότην, ἀντὶ δὲ δεσμώτου πάντων ἀξιονικότατον, [59 M.] καὶ τὸν ὑποδιάκονον εἱρκτοφύλακος ὕπαρχον βασιλέως ἔσεσθαι καὶ ἀντὶ τῆς εἱρκτῆς τὰ βασίλεια οἰκήσειν, τὰ πρῶτα τῶν ἐπὶ τιμαῖς φερόμενον ἀντὶ τῶν εἰς ἀτιμίαν ἐσχάτων. 124 ἀλλ´ ὅμως καὶ γέγονε ταῦτα καὶ γενήσεται πολλάκις, ὅταν δοκῇ τῷ θεῷ· [87 CW] μόνον ἐντυφέσθω τι καλοκἀγαθίας ἐμπύρευμα ταῖς ψυχαῖς, ὅπερ ἀναγκαῖόν ποτε ῥιπιζόμενον ἐκλάμψαι.

(22.) 125 Ἐπεὶ δὲ πρόκειται μετὰ τὴν ῥητὴν ἀπόδοσιν καὶ τὴν τροπικωτέραν ἐξετάζειν, λεκτέον ἃ χρὴ καὶ περὶ αὐτῆς. ἴσως μὲν οὖν γελάσονταί τινες τῶν εἰκαιοτέρων ἀκούσαντες· ἐγὼ δ´ ἐρῶ μηδὲν ὑποστειλάμενος, ὅτι ὁ πολιτικὸς πάντως ὀνειροκριτικός ἐστιν, οὐχὶ τῶν βωμολόχων οὐδὲ τῶν ἐναδολεσχούντων καὶ ἐνσοφιστευόντων ἐπὶ μισθῷ καὶ τὴν τῶν καθ´ ὕπνον φαντασιῶν διάκρισιν ἀργυρισμοῦ πρόβλημα πεποιημένων, ἀλλὰ τὸν κοινὸν καὶ πάνδημον καὶ μέγαν ὄνειρον οὐ κοιμωμένων μόνον ἀλλὰ καὶ ἐγρηγορότων εἰωθὼς ἀκριβοῦν. 126 ὁ δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, ὁ τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθ´ ὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἢ ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθα – κεναὶ δ´ εἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα –, οὕτω καὶ τῶν παρ´ ἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν. 127 ἐρευνησάτω δ´ ἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρ´ ἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστ´ εἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ὁ ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτ´ ἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτ´ ἀνήρ, καὶ γέρων ὕστατον. 128 ἀλλὰ ποῦ [88 CW] πάντ´ ἐκεῖνα; οὐκ ἐν μὲν παιδὶ τὸ βρέφος ὑπεξῆλθεν, ὁ δὲ παῖς ἐν παρήβῳ, ὁ δ´ ἔφηβος ἐν μειρακίῳ, τὸ δὲ μειράκιον ἐν νεανίᾳ, ἐν ἀνδρὶ δ´ ὁ νεανίας, ἀνὴρ δ´ ἐν γέροντι, γήρᾳ δ´ ἕπεται τελευτή; 129 τάχα μέντοι τάχα καὶ τῶν ἡλικιῶν ἑκάστη παραχωροῦσα τοῦ κράτους τῇ μεθ´ ἑαυτὴν προαποθνῄσκει, τῆς φύσεως ἡμᾶς ἀναδιδασκούσης ἡσυχῇ μὴ δεδιέναι τὸν ἐπὶ πᾶσι θάνατον, ἐπειδὴ τοὺς προτέρους εὐμαρῶς ἠνέγκαμεν, τὸν βρέφους, τὸν παιδός, τὸν ἐφήβου, τὸν μειρακίου, τὸν νεανίου, τὸν ἀνδρός, ὧν οὐδεὶς ἔτ´ ἐστὶ γήρως ἐπιστάντος. (23.) 130 τὰ δ´ ἄλλα ὅσα περὶ τὸ σῶμα οὐκ ἐνύπνια; οὐ κάλλος μὲν ἐφήμερον, πρὶν ἀνθῆσαι μαραινόμενον; ὑγεία δὲ [60 M.] ἀβέβαιον διὰ τὰς ἐφέδρους ἀσθενείας; ἰσχὺς δ´ εὐάλωτον νόσοις ἐκ μυρίων προφάσεων; ἥ τ´ ἀκρίβεια τῶν αἰσθήσεων οὐ παγία ῥεύματος ἐνστάσει βραχέος ἀνατρέπεται. 131 τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ. 132 ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ὁ ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς ὁ τοσοῦτος ἡγεμὼν γίνεται. 133 συνεγγυᾶται καὶ Κροῖσος ὁ Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι. 134 μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, ἡ Ἑλλάς, ἡ βάρβαρος, ἠπειρῶται, νησιῶται, ἡ [89 CW] Εὐρώπη, ἡ Ἀσία, δύσις, ἀνατολή· μεμένηκε γὰρ οὐδὲν οὐδαμοῦ τὸ παράπαν ἐν ὁμοίῳ, τροπαῖς δὲ καὶ μεταβολαῖς ἐχρήσατο πάντα διὰ πάντων. 135 Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι. 136 ποῦ δὲ ἡ τῶν Πτολεμαίων οἰκία καὶ ἡ καθ´ ἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δ´ αἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δ´ ἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν; 137 ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δ´ ἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπ´ ἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον. 138 ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ´ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο. 139 θέρους ἀναχθέντες τινὲς – ὁ γὰρ καιρὸς εὐπλοίας – ἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφ´ ὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν [61 M.] ὠφελειῶν. 140 οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δ´ ἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα [90 CW] καὶ καθέλκοντα· δεινὴ δ´ ἀσάφεια καὶ πολὺ σκότος κατακέχυται τῶν πραγμάτων· ὡς δ´ ἐν βαθεῖ ὕπνῳ πλαζόμεθα μηδὲν ἐμπεριελθεῖν ἀκριβείᾳ λογισμοῦ δυνάμενοι μηδ´ εὐτόνως καὶ παγίως ἐπιδράξασθαί τινος, σκιαῖς γὰρ ἔοικε καὶ φάσμασι. 141 καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δ´ οὐδ´ ἐπ´ ἀκαρές, ἀλλ´ ἀεὶ ὑποσύρεται. 142 καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ´ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. (24.) 143 τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο [91 CW] καλόν, ἐκεῖνο αἰσχρόν, τοῦτο ἀγαθόν, κακὸν ἐκεῖνο, τουτὶ δίκαιον, ἄδικον τοὐναντίον, καὶ τἄλλα ταύτῃ, τὸ φρόνιμον, τὸ ἀνδρεῖον, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ συμφέρον, τὸ ὠφέλιμον, καὶ πάλιν τὸ ἀνωφελές, τὸ ἀλόγιστον, τὸ ἀγεννές, τὸ ἀσεβές, τὸ ἀνόσιον, τὸ ἀσύμφορον, τὸ βλαβερόν, τὸ φίλαυτον. 144 καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ´ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί. 145 σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ ὁ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν [62 M.] κατ´ αὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δ´ ἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δ´ ἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δ´ αὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον. 146 εἰ γοῦν βουληθείη διακύπτειν εἴσω τις τῶν πραγμάτων, εὑρήσει τὸν οὐρανὸν ἡμέραν αἰώνιον, νυκτὸς καὶ πάσης σκιᾶς ἀμέτοχον, ἅτε περιλαμπόμενον ἀσβέστοις καὶ ἀκηράτοις ἀδιαστάτως φέγγεσιν. 147 ὅσῳ τε διαφέρουσιν οἱ παρ´ ἡμῖν [92 CW] ἐγρηγορότες τῶν κοιμωμένων, τοσούτῳ καὶ ἐν ἅπαντι τῷ κόσμῳ τὰ οὐράνια τῶν ἐπιγείων, τὰ μὲν ἐγρηγόρσει χρώμενα ἀκοιμήτῳ διὰ τὰς ἀπλανεῖς καὶ ἀπταίστους καὶ ἐν ἅπασι κατορθούσας ἐνεργείας, τὰ δ´ ὕπνῳ κατεχόμενα, κἂν εἰ πρὸς βραχὺ διανασταίη, πάλιν καθελκόμενα καὶ καταδαρθάνοντα διὰ τὸ μηδὲν εὐθυτενῶς δύνασθαι τῇ ψυχῇ βλέπειν, ἀλλὰ πλάζεσθαι καὶ περιπταίειν· ἐπισκοτεῖται γὰρ ψευδέσι δόξαις, ὑφ´ ὧν ὀνειρώττειν ἀναγκαζόμενα καὶ τῶν πραγμάτων ὑστερίζοντα οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. (25.) 148 συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται δι´ αἰτίαν τοιάνδε· ὁ πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλ´ ἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δ´ εἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει. 149 φέρεται δὲ ὡς ἐφ´ ἁρματείου δίφρου μετέωρος ὑπό τε τῶν πραγμάτων καὶ τῶν ὄχλων εἰς ὕψος αἰρόμενος, καὶ μάλισθ´ ὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδ´ ἀντιστατοῦντος, ἀλλ´ ὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν ὁ βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν ὅ τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ ὁ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ. 150 ὁ δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς [93 CW] ὑπὸ τῶν ὄχλων τιμώμενος· ἐπειδὰν δὲ πταῖσμα συμβῇ, μὴ κατὰ προαίρεσιν – τοῦτο γὰρ ὑπαίτιον –, ἀλλὰ τυχηρόν, ὅπερ ἐστὶ συγγνωστόν, οὐδὲν ἧττον ἕλκεται κάτω διὰ τοῦ περιαυχενίου κόσμου καὶ ταπεινοῦται, μόνον οὐκ ἐπιλέγοντος τοῦ δεσπότου· „τὸν περιαυχένιον τοῦτον κύκλον ἐδωρησάμην σοι καὶ κόσμον κατορθουμένων τῶν ἐμῶν καὶ ἀγχόνην ἀποτυγχανομένων.“

[63 M.] (26.) 151 Ἤκουσα μέντοι καθ´ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ´ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος. 152 ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ´ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν. 153 πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι´ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες. 154 ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ´ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ´ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ [94 CW] συνεκτικώτατα τῶν εἰς τὸ ζῆν χρησίμων ἐστὶ βρῶσις καὶ πόσις, ὧν ἐπιμελείας μὲν ἀξιουμένων οἱ προεστῶτες εἰκότως ἐπαίνων τυγχάνουσιν, ὀλιγωρουμένων δὲ ὀργῆς καὶ κολάσεως ἀξιοῦνται. 155 διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι. 156 δι´ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ´ ἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.

(27.) 157 Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν. 158 ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον [64 M.] τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον γενομένην [95 CW] ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδ´ ἀριθμηθῆναι δύνασθαι, καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι. 159 διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών. 160 λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι´ ὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται. 161 τοὺς οὖν ἀφ´ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας. 162 ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον.

(28.) 163 Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ [96 CW] σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ. 164 καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν. 165 ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ´ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων. 166 εἶτ´ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀπέβλεπον, [65 M.] ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς, καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ´ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος τὸν δυσχεραίνοντα „οὐδέν“ εἶπεν, „ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ´ οὐδὲν τῶν δρωμένων ἐπ´ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται.“ 167 πειρωμένων δ´ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ´ ἀγενήτοις κατηγοροῦνται, μήτε γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ´ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ´ ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ´ ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν [97 CW] τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν γεγενῆσθαι –, (29.) ταῦτ´ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει; 168 καὶ γὰρ εἰ μὴ ἐξελάλησε τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ´ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν. 169 ἐὰν δ´ ἕνεκα τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ´ εἷς ὁμηρεύσων, ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων ἡ ἀνωτάτω προκείσεται θάνατος.“ 170 καὶ ὁ μὲν τοιαῦτ´ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο“ λέγοντες „τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ´ ἡμῶν· βραχὺν γὰρ ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. 171 πῶς γὰρ οὐκ ἄξιοι; οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθ´ ὕπνον διὰ τὸ φιλοίκειον ὡς συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι [98 CW] δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσια – δεῖ γὰρ [66 M.] ἀψευδεῖν – εἰργασάμεθα. 172 τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν, οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες.“ 173 ὁ δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν, ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοις“ εἶπεν „ἀνωφελεῖς αἱ μεταμέλειαι· παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα, μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε. 174 τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται μὲν ἡ ἐπ´ ἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, ὁ δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος, ἀλλ´ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος.“ (30.) 175 ταῦτα δ´ ἤκουεν ὁ πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ [99 CW] κατάλληλον – ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος –· 176 ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ´ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ´ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο· 177 νυνὶ δ´ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ´ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ. 178 οἱ δ´ ἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντ´ ἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον. 179 ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δ´ ἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθ´ ἑκάστην [100 CW] ὁδὸν [67 M.] ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων „ἀλλ´ οὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δ´ εἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν“, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων ἡ διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι. (31.) 180 λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν. 181 οἱ δ´ οὐ χάριν ἀλλ´ ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν. 182 εἶτ´ ἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι. 183 μηδενὸς δ´ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες „τῶν ἀβουλήτων“ ἔφασαν, „ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ´ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ [101 CW] διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι. 184 ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν – δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον –, ζῶν δ´ ἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ´ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν. 185 ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλ´ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου. 186 τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, ᾧ [68 M.] πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“ (32.) 187 ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον“ εἶπεν „ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος – μέρη γὰρ τέκνα γονέων – εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“ 188 ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη „σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· [102 CW] τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“ 189 σφόδρα δ´ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ´ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν – ἦν δὲ καθ´ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος – προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν. 190 ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων – ὁ γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει –, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. 191 λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ, ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν αὐτοῖς· 192 „ἀλλ´ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν, εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις ἡμῶν παραφαίνειν ἀξιοῖ. 193 λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε [69 M.] πρὸς τὸν ἡγεμόνα [103 CW] καὶ σιτάρχην ἀρεσκείας, ὑφ´ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι. 194 πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν. 195 ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ πραγμάτων ἄπειρον.“ ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον.

(33.) 196 Εἶτ´ ὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν ὁ τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας. 197 εἰσαχθέντες δὲ καὶ ἐφ´ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ ἀργύριον εἰς ἀπόδοσιν. 198 ὁ δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον ἐξ ἑτοίμου διδούς.“ 199 οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν [104 CW] ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ καὶ ὑγιαίνει. Xxx 104/150 200 κατευξάμενος δ´ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ´ ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων–ἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦν–ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος ἀποχεῖ τὴν τῶν δακρύων φοράν. (34.) 201 εἶτ´ ἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρ´ Αἰγυπτίοις δοκίμων. 202 αἱ δ´ ὑποδοχαὶ κατὰ τὰ πάτρια ἑκάστοις ἐγίνοντο, χαλεπὸν ἡγουμένου παλαιοὺς νόμους παριδεῖν, καὶ ταῦτα ἐν εὐωχίᾳ τινί, ἔνθα τῶν ἀηδιῶν αἱ ἡδοναὶ πλείους. [70 M.] 203 ἑξῆς δὲ προστάξαντος κατὰ τὰς ἡλικίας καθέζεσθαι, μήπω τῶν ἀνθρώπων ἐν ταῖς συμποτικαῖς συνουσίαις κατακλίσει χρωμένων, ἐθαύμαζον, εἰ Αἰγύπτιοι ζηλωταὶ τῶν αὐτῶν Ἑβραίοις εἰσὶ τάξεώς τε πεφροντικότες καὶ τὰς πρεσβυτέρων καὶ νεωτέρων τιμὰς διακρίνειν ἐπιστάμενοι. 204 τάχα μέντοι καὶ τὸν ἄλλον χρόνον, ἔφασκον, τῆς χώρας ἀμαθέστερον τὰ περὶ δίαιταν ἀγούσης, ὁ ἀνὴρ οὗτος τοῖς κοινοῖς ἐπιστὰς οὐ μόνον τοῖς μεγάλοις πράγμασιν ἥρμοσεν εὐταξίαν, δι´ ὧν τὰ εἰρήνης καὶ πολέμου κατορθοῦσθαι πέφυκεν, ἀλλὰ καὶ τοῖς εὐτελεστέροις εἶναι δοκοῦσιν, ὧν τὰ πλεῖστα ἐν παιδιαῖς· ἱλαρότητα γὰρ ἐπιζητοῦσιν εὐωχίαι σεμνὸν ἄγαν καὶ αὐστηρὸν συμπότην ἥκιστα παραδεχόμεναι. 205 τοιούτους ἐπαίνους ἠρέμα συνειρόντων, τράπεζαι μὲν οὐ σφόδρα πολυτελεῖς εἰσκομίζονται, [105 CW] διὰ τὸν λιμὸν οὐκ ἀξιώσαντος τοῦ ξενοδόχου ταῖς ἑτέρων ἀτυχίαις ἐντρυφᾶν· αὐτοὶ δ´ ἅτε σύνεσιν ἀκριβεῖς καὶ τοῦτ´ εἰς τὰ ἐγκώμια παρελάμβανον, ὡς ἀπειροκαλίαν, πρᾶγμα ἐπίφθονον, ἀπέστραπται, λέγοντες· ὡς καὶ τὸ τοῦ συναλγοῦντος τοῖς δεομένοις καὶ τὸ τοῦ ἑστιάτορος σχῆμα διασῴζει μεθόριον ἀμφοῖν τιθεὶς αὑτὸν καὶ τὴν ἐν ἑκατέρῳ μέμψιν ἐκφεύγων. 206 αἱ μὲν οὖν παρασκευαὶ τὸ ἀμισὲς εἶχον πρόσφοροι τῷ καιρῷ γεγονυῖαι· τὸ δ´ ἐλλιπὲς ἀνεπλήρουν αἱ συνεχεῖς φιλοφροσύναι προπόσεσιν, εὐχαῖς, παραινέσεσι ταῖς εἰς ἀνάληψιν, ἃ τοῖς ἐλευθέροις καὶ μὴ ἀμούσοις τὸ ἦθος ἡδίω τῶν ὅσα περὶ ἐδωδὴν καὶ πόσιν εὐτρεπίζουσιν οἱ φιλεστιάτορες καὶ φιλόδειπνοι τὰ μηδεμιᾶς ἄξια σπουδῆς εἰς ὀλιγοφρόνων ἐπίδειξιν πομποστολοῦντες.

(35) 207 Τῇ δ´ ὑστεραίᾳ ἅμα τῇ ἕῳ μεταπεμψάμενος τὸν ἐπίτροπον τῆς οἰκίας κελεύει τὰ ἀγγεῖα τῶν ἀνδρῶν ὅσα ἐπηνέγκαντο γεμίσαι σίτου καὶ πάλιν ἐπὶ τῶν στομίων τὴν τιμὴν ἐν βαλαντίοις καταθεῖναι, εἰς δὲ τὸ τοῦ νεωτάτου καὶ τὸ κάλλιστον τῶν ἀργυρῶν ἔκπωμα, ᾧ πίνειν ἔθος εἶχεν αὐτός. 208 καὶ ὁ μὲν τὰ προσταχθέντα προθύμως ἐπετέλει μηδένα μάρτυρα παραλαμβάνων, οἱ δ´ οὐδὲν τῶν κρύφα γεγονότων εἰδότες ἀνεζεύγνυσαν ἐπὶ τοῖς παρ´ ἐλπίδας ἀγαθοῖς ἅπασι χαίροντες. 209 ἃ μὲν γὰρ προσεδόκησαν, ταῦτα ἦν· ἐπὶ κλοπῇ τοῦ ἀποδοθέντος ἀργυρίου συκοφαντίαν ἕξειν, ἀδελφὸν τὸν ὁμηρεύοντα μὴ ἀπολήψεσθαι, προσαποβαλεῖν καὶ τὸν νεώτατον ἴσως ὑπὸ τοῦ σπουδάσαντος αὐτὸν ἀχθῆναι βίᾳ κατασχεθέντα. 210 τὰ δ´ ἀποβάντα αἰσίων τελειότερα εὐχῶν· [106 CW] τὸ πρὸς [71 M.] τῷ μὴ συκοφαντηθῆναι τραπέζης καὶ ἁλῶν, ἃ σύμβολα γνησίου φιλίας ἀνθρώποις ἀνεύρηται, μεταλαχεῖν, τὸ κομίσασθαι τὸν ἀδελφὸν ἀνύβριστον, μηδενὸς ἐντυχόντος καὶ δεηθέντος, τὸ καὶ τὸν νεώτατον ἀγαγεῖν πρὸς τὸν πατέρα σῷον, ἐκπεφευγότας μὲν τὰς ἐπὶ κατασκόπων ὑπονοίας, ἄφθονον δὲ τροφῶν πλῆθος ἐπιφερομένους, χρηστὰ δὲ καὶ περὶ τοῦ μέλλοντος λογιζομένους· εἰ γὰρ ἐπιλίποι τἀπιτήδεια πολλάκις, ἔφασκον, οὐκέθ´ ὡς πρότερον περιδεεῖς ἀλλὰ γεγηθότες ὡς πρὸς ἴδιον ἀλλ´ οὐ ξένον τὸν τῆς χώρας ἐπίτροπον ἀποδημήσομεν. (36.) 211 ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει. 212 καὶ συντείνας ἄσθματος πλήρης „ἐπεσφράγισθε“ εἶπε „καὶ τὰς προτέρας καθ´ αὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα ἀμνηστίας ἐπιδίδωσι. 213 τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ´ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ´ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ´ ἀεὶ τεχνάζουσα καταφωρᾶται.“ 214 ταῦτα συνείροντος, ἀχανεῖς ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν ἐμποιοῦσι. 215 παρειμένοι δ´ ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ [107 CW] συνειδότι καθησυχάζειν „πῶς“ ἔφασαν „ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς ὁ κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· ἢ τὸ μὲν ἀργύριον τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν ἀποδώσοντες, τοσαύτῃ δ´ ἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλ´ οὔτε γέγονε τοῦτο μήτ´ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον. 216 ὃς δ´ ἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας ἐπ´ εὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα [72 M.] καθαιρεῖν ἔργοις ὑπαιτίοις τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται, θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω.“ (37.) 217 καὶ ἅμα λέγοντες τὰ ἄχθη τῶν ὑποζυγίων καθαιροῦσι καὶ προτρέπονται μετὰ πάσης ἐπιμελείας ἐρευνᾶν. ὁ δὲ οὐκ ἀγνοῶν ἐν τῷ τοῦ νεωτάτου κατακείμενον ἅτε αὐτὸς λάθρα θεὶς ἐσοφίζετο καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ πρεσβυτάτου ποιησάμενος ἑξῆς κατὰ στοῖχον ἐπακολουθῶν ταῖς ἡλικίαις ἐσκόπει, προφέροντος ἑκάστου καὶ ἐπιδεικνυμένου τὰ ἀγγεῖα, μέχρι τοῦ τελευταίου, παρ´ ᾧ καὶ τὸ ζητούμενον ἀνευρέθη, ὡς ἰδόντας ἀθρόους ἀνοιμῶξαι καὶ τὰς ἐσθῆτας διαρρήξαντας ἐκδακρύειν ἐπιστένοντας καὶ ζῶντα τὸν ἀδελφὸν ἔτι προθρηνοῦντας καὶ οὐχ ἧττον αὑτοὺς καὶ τὸν πατέρα, ὃς προὔλεγε τὰς συμβησομένας τῷ υἱῷ κακοπραγίας, δι´ ἃς βουλομένοις συναποδημεῖν τὸν ἀδελφὸν οὐκ ἐπέτρεπε. 218 κατηφοῦντες δὲ καὶ συγκεχυμένοι τὴν αὐτὴν ὑπέστρεφον ὁδὸν εἰς τὴν πόλιν ἐκπεπληγμένοι [108 CW] τῷ συμβεβηκότι καὶ τὸ πρᾶγμα ἐπιβουλὴν ἀλλ´ οὐ φιλαργυρίαν ἀδελφοῦ νομίζοντες· εἶτα τῷ τῆς χώρας ἐπιτρόπῳ προσαχθέντες φιλάδελφον εὔνοιαν ἀπὸ γνησίου πάθους ἐπιδείκνυνται. 219 προσπεσόντες γὰρ ἀθρόοι τοῖς ἐκείνου γόνασιν ὡς κλοπῇ πάντες ἔνοχοι, ὃ μηδ´ εἰπεῖν θέμις ἐπ´ αὐτῶν, ἐδακρυρρόουν, ἱκέτευον, ἑαυτοὺς ἐξεδίδοσαν, ἑκούσιον δουλείαν ὑπισχνοῦντο, δεσπότην προσηγόρευον ἐκεῖνον, προβλήτους, οἰκότριβας, ἀργυρωνήτους, οὐδὲν παραλείποντες τῶν οἰκετικῶν ὀνομάτων, ἀνεκάλουν ἑαυτούς. 220 ὁ δ´ ἔτι μᾶλλον ἀποπειρώμενος ἤθει βαρυτάτῳ φησὶν αὐτοῖς· „μηδέποτε τοῦτο ἐργασαίμην, ὡς τοσούτους ἀπάγειν ἑνὸς ἁμαρτόντος· τί γὰρ εἰς μετουσίαν ἄξιον καλεῖν τιμωριῶν τοὺς μὴ τῶν ἀδικημάτων κοινοπραγήσαντας; ἐκεῖνος μόνος, ἐπεὶ καὶ μόνος ἔπραξε, κολαζέσθω. 221 πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δ´ ἕκαστα πρὸς τὸ ἐπιεικὲς ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ θανάτου.“ (38.) 222 χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ´ οἷς ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ´ ἡλικίαν – ἦν δὲ τολμητὴς μετ´ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς – προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδ´ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν. 223 πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν [73 M.] ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ´ ὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις [109 CW] διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος. 224 κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδ´ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί. 225 ὁ δὲ κατ´ ἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δ´ ἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον ἔχειν ὡμολογήσαμεν, μυρία δ´ οἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι· νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν, ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν. 225 πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δ´ ὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς οὐκ ἐπανελήλυθεν· εἶθ´ ἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων. 227 τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατ´ ἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν, ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δ´ ἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός, ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος [110 CW] ὃν ἀβουλῶν ἐνεχείρισεν. 228 ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας λάμβανε. δώσω δ´ ἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον ἐθελήσῃς ἐᾶσαι. 229 λήψεται δ´ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ´ ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν. 230 ἔλεος οὖν εἰσελθέτω σε γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος· τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ´ ἡ τοῦ βίου καλοκἀγαθία καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα [74 M.] τῶν πατρίων μὴ εὐγνώμονας μεθαρμόσασθαι. 231 τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“

(39.) 232 Πάντα δ´ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον. 233 διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς [111 CW] ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστ´ ἐπόθει καὶ τῆς ἐπ´ αὐτῷ χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι. 234 καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος. 235 καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν. 236 ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ´ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος. (40.) 237 εἶτ´ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν· 238 ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ´ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν [112 CW] ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ.“ 239 καταπλαγέντων δ´ αὐτῶν παρ´ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ [75 M.] εἶπεν, „ἀμνηστίαν ἁπάντων παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου· 240 αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ´ αἵματος χρῶμαι. 241 καὶ νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην γενέσθαι καὶ διάκονον. 242 ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε· πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν ἔνδειαν προεστῶτος. 243 ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον, αἱ τροφαὶ παρ´ ἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν. 244 ἀλλ´ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ´ ἵν´ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ – καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς –, ἀλλ´ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, [113 CW] ᾧ πάντα δυνατά. 245 ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες εὐθυμίαν. εὖ δ´ ἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι πανταχόσε.“ (41.) 246 οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών, ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες δ´ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ´ αἰδοῦς καρτερίαν· 247 ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ´ εἰς εἱρκτὴν ἀπαγόμενος ὑπ´ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν χρόνον ἐκεῖ καταμένων, οἷα [76 M.] φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν· 248 ἀλλ´ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ´ οὐδ´ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι περὶ τῆς ἰδίας εὐγενείας, οὐδ´ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν, ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ´ ἐπιβουλὰς ὑφ´ ὧν ἥκιστ´ ἐχρῆν ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς. 249 ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν ἀποκτεῖναι [114 CW] δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας. 250 οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ´ οἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. (42.) 251 γνοὺς δ´ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ´ ἀσφαλείας ἀγάγωσι τὸν πατέρα. 252 παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες ἀξιοπιστότατοι, ἀλλ´ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν οὐκ ἐπέτρεπεν. 253 ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι μέρος τῆς οἰκίας ἀπεπλήρωσεν. 254 ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ [115 CW] μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν ἕνεκα [77 M.] τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς, μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ, μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν ὀθνείων μεταβολήν. 255 οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι· „μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς δ´ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν. 256 ὁ δ´ υἱὸς ἀκούσας – σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ´ ἐδήλουν – οὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων. 257 θεασάμενος δὲ ὁ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλ´ ἑαυτοῦ μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν [116 CW] ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας αὐτοῖς.

(43.) 258 Ὁ δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας ὅσας ἀφορμάς, δυνηθεὶς δι´ ὀλίγου πλουσιώτατας τῶν κατ´ αὐτὸν γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν, ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο. 259 καθάπερ τε οἰκίαν μίαν Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν. 260 ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς – ἤδη γὰρ [78 M.] τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν–ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι.

261 Μετὰ δὲ τὸν λιμὸν χρόνοις μακροῖς ὕστερον τελευτήσαντος τοῦ πατρός, ὑπονοίᾳ πληχθέντες οἱ ἀδελφοὶ καὶ δείσαντες, μή τι χαλεπὸν πάθωσι μνησικακίᾳ, προσελθόντες ἐδέοντο λιπαρῶς ἐπαγόμενοι γυναῖκας καὶ γενεάν. 262 ὁ δ´ ἐπιδακρύσας φησίν· „ὁ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν [117 CW] κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ δι´ ἑτέρου μᾶλλον ἢ τοῦ συνειδότος ἐλεγχομένοις· ἡ γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος. 263 ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδ´ ὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρός – δεῖ γὰρ ἀψευδεῖν –, τὸ δέ τι εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ. 264 εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ´ ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δ´ οὐδεὶς παρ´ ἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ. 265 τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούει“ καὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπ´ ἀψευδέσι καταλλαγαῖς. 266 ἐγὼ γάρ, καὶ μὴ θαυμάσητέ μου τὸν λόγον, τοῦ θεοῦ εἰμι (Gen. 50, 19) τοῦ τὰ πονηρὰ βουλεύματα ὑμῶν εἰς ἀγαθῶν περιουσίαν μεθαρμοσαμένου. γίνεσθε οὖν ἄφοβοι καὶ πρὸς τὸ μέλλον χρησιμωτέρων μεθέξοντες ἢ ζῶντος ἔτι τοῦ πατρὸς ἐκαρποῦσθε.“ [118 CW] (44.) 267 τοιούτοις θαρσύνας τοὺς ἀδελφοὺς λόγοις, ἔργοις τὰς ὑποσχέσεις ἐβεβαίου μᾶλλον οὐδὲν παραλιπὼν τῶν εἰς ἐπιμέλειαν. μετὰ δὲ τὸν λιμόν, ἐπ´ εὐθηνίᾳ καὶ εὐετηρίᾳ τῆς χώρας ἤδη γεγηθότων τῶν οἰκητόρων, ἐτιμᾶτο πρὸς ἁπάντων ἀμοιβὰς ἀντεκτινόντων ὑπὲρ ὧν εὖ πεπόνθεσαν ἐν καιροῖς ἀβουλήτοις. 268 ἡ δὲ φήμη ῥυεῖσα τὰς ἑξῆς πόλεις κατέπλησε τῆς ἐπὶ τῷδε τῷ ἀνδρὶ εὐκλείας. ἔτη δὲ βιώσας δέκα πρὸς τοῖς ἑκατὸν ἐτελεύτησεν εὔγηρως ἐπ´ ἄκρον ἐλθὼν εὐμορφίας καὶ φρονήσεως καὶ λόγων δυνάμεως. 269 μαρτυρεῖ δὲ τὸ μὲν κάλλος τοῦ σώματος ἔρως ὃς ἐξέμηνεν [79 M.] ἐπ´ αὐτῷ γυναῖκα, τὴν δὲ σύνεσιν ἡ ἐν ταῖς ἀμυθήτοις τῶν κατὰ τὸν βίον ἀνωμαλίαις ὁμαλότης εὐαρμοστίαν τοῖς ἀναρμόστοις καὶ συμφωνίαν τοῖς ἐξ αὑτῶν ἀσυμφώνοις ἐργασαμένη, τὴν δὲ τῶν λόγων δύναμιν ἥ τε τῶν ὀνειράτων διάκρισις καὶ ἡ ἐν ταῖς ὁμιλίαις εὐέπεια καὶ ἡ παρακολουθήσασα πειθώ, δι´ ἣν οὐδεὶς τῶν ἀρχομένων ἀνάγκῃ μᾶλλον ἢ ἑκὼν ὑπήκουε. 270 τούτων δὲ τῶν ἐνιαυτῶν ἑπτακαίδεκα μὲν ἄχρι μειρακίου διέτριβεν ἐν τῇ πατρῴᾳ οἰκίᾳ, τρισκαίδεκα δ´ ἐν ταῖς ἀβουλήτοις συντυχίαις, ἐπιβουλευόμενος, πιπρασκόμενος, δουλεύων, συκοφαντούμενος, ἐν δεσμωτηρίῳ καταδούμενος, τοὺς δ´ ἄλλους ὀγδοήκοντα ἐν ἡγεμονίᾳ καὶ εὐπραγίᾳ τῇ πάσῃ, λιμοῦ καὶ εὐθηνίας ἔφορος καὶ βραβευτὴς ἄριστος, τὰ πρὸς ἑκάτερον καιρὸν πρυτανεύειν ἱκανώτατος.