Βίοι φιλοσόφων/ΣΤ

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων
Συγγραφέας: Διογένης Λαέρτιος
Βιβλίο ΣΤ΄



Αντισθένης[Επεξεργασία]

1 Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. Ἐλέγετο δ' οὐκ εἶναι ἰθαγενής· ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, « Καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν. » Ἐδόκει γὰρ εἶναι Θρᾴττης μητρός· ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος. Καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους.

Οὗτος κατ' ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος· ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.

2 φησὶ δ' Ἕρμιππος ὅτι προείλετο ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους.

Ὕστερον δὲ παρέβαλε Σωκράτει, καὶ τοσοῦτον ὤνατο αὐτοῦ, ὥστε παρῄνει τοῖς μαθηταῖς γενέσθαι αὐτῷ πρὸς Σωκράτην συμμαθητάς. Οἰκῶν τ' ἐν Πειραιεῖ καθ' ἑκάστην ἡμέραν τοὺς τετταράκοντα σταδίους ἀνιὼν ἤκουε Σωκράτους, παρ' οὗ καὶ τὸ καρτερικὸν λαβὼν καὶ τὸ ἀπαθὲς ζηλώσας κατῆρξε πρῶτος τοῦ κυνισμοῦ. Καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.

3 Πρῶτός τε ὡρίσατο λόγον εἰπών, « Λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν. » Ἔλεγέ τε συνεχές, « Μανείην μᾶλλον ἢ ἡσθείην » · καὶ « Χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται. » Πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, « Βιβλαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, » τὸν νοῦν παρεμφαίνων. Πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμῃ ἔφη, « Ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν. » Ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, « Βασιλικόν, » ἔφη, « καλῶς ποιοῦντα κακῶς ἀκούειν. »

4 Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, « Τί οὖν, » ἔφη, « οὐκ ἀποθνήσκεις; » ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, « Οὐδὲ γὰρ ἐκ δύο, » ἔφη, « παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι. » Ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, « Ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ. » Ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, « Καὶ οἱ ἰατροί, » φησί, « τοῖς κάμνουσιν. » Ἰδών ποτε μοιχὸν φεύγοντα, « Ὡς δυστυχής· » εἶπε, « πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἐδύνασο. » Κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.

5 Ἐρωτηθεὶς τί μακαριώτερον ἐν ἀνθρώποις, ἔφη, « Εὐτυχοῦντα ἀποθανεῖν. » Γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, « Ἔδει γάρ, » ἔφη, « ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν. » Ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. Τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. Τότ' ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. Ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, « ἀγωνιῶ μή τι κακὸν εἴργασμαι. »

6 Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. Τοιαῦτ' ἔφη δεῖν ἐφόδια ποιεῖσθαι ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. Ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, « Καὶ οἱ ἰατροί, » φησί, « μετὰ τῶν νοσούντων εἰσίν, ἀλλ' οὐ πυρέττουσιν. » Ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. Ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, « Τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν. » Εἰπόντος αὐτῷ τινος παρὰ πότον, « ᾎσον, » « Σύ μοι, » φησίν, « αὔλησον. »
7 Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοἰμάτιον. Ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, « Τὸ περιαιρεῖν, » ἔφη, « τὸ ἀπομανθάνειν. » Παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο.

Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. Πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, « Ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής· » τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. Καί ποτ' ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη,
8 « Χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ. » Συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι· ἄλογον δὲ ἡγουμένων, « Ἀλλὰ μὴν καὶ στρατηγοί, » φησί, « γίνονται παρ' ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες. » Πρὸς τὸν εἰπόντα « Πολλοί σε ἐπαινοῦσι, » « Τί γάρ, » ἔφη, « κακὸν πεποίηκα; » στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, « Ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν. » Ἐρωτηθεὶς ὑπό του, καθά φησι Φαινίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν, τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, « εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν εἰδότων. » Πρὸς τὸν ἐπαινοῦντα τρυφήν, « Ἐχθρῶν παῖδες, » ἔφη, « τρυφήσειαν. »

9 Πρὸς τὸ παρασχηματίζον αὑτὸ τῷ πλάστῃ μειράκιον, « Εἰπέ μοι, » φησίν, « εἰ φωνὴν λάβοι ὁ χαλκός, ἐπὶ τίνι ἂν <οἴει> σεμνυνθῆναι; » τοῦ δ' εἰπόντος, « Ἐπὶ κάλλει, » « Οὐκ αἰσχύνῃ οὖν, » ἔφη, « τὰ ὅμοια γεγηθὼς ἀψύχῳ; » Ποντικοῦ νεανίσκου πολυωρήσειν αὐτοῦ ἐπαγγελλομένου, εἰ τὸ πλοῖον ἀφίκοιτο τῶν ταρίχων, λαβὼν αὐτὸν καὶ θύλακον κενὸν πρὸς ἀλφιτόπωλιν ἧκε καὶ σαξάμενος ἀπῄει· τῆς δὲ αἰτούσης τὸ διάφορον, « Ὁ νεανίσκος, » ἔφη, « δώσει ἐὰν τὸ πλοῖον αὐτοῦ τῶν ταρίχων ἀφίκηται. »

Αὐτὸς δὲ καὶ Ἀνύτῳ τῆς φυγῆς αἴτιος γενέσθαι δοκεῖ καὶ Μελήτῳ τοῦ θανάτου.
10 Ποντικοῖς γὰρ νεανίσκοις κατὰ κλέος τοῦ Σωκράτους ἀφιγμένοις περιτυχὼν ἀπήγαγεν αὐτοὺς πρὸς τὸν Ἄνυτον, εἰπὼν ἐν ἤθει σοφώτερον εἶναι τοῦ Σωκράτους· ἐφ' ᾧ διαγανακτήσαντας τοὺς περιεστῶτας ἐκδιῶξαι αὐτόν. Εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστ' εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν· ἀμυνεῖσθαι γὰρ τούτοις· εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον.

Ἤρεσκεν αὐτῷ καὶ τάδε. Διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν.
11 Καὶ τοὺς αὐτοὺς εὐγενεῖς τοὺς καὶ ἐναρέτους· αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν, μηδενὸς προσδεομένην ὅτι μὴ Σωκρατικῆς ἰσχύος. Τήν τ' ἀρετὴν τῶν ἔργων εἶναι, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. Αὐτάρκη τ' εἶναι τὸν σοφόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. Τήν τ' ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. Καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύσεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. Γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. Καὶ ἐρασθήσεσθαι δέ· μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων χρὴ ἐρᾶν.

12 Ἀναγράφει δ' αὐτοῦ καὶ Διοκλῆς ταυτί. Τῷ σοφῷ ξένον οὐδὲν οὐδ' ἄπορον. Ἀξιέραστος ὁ ἀγαθός· οἱ σπουδαῖοι φίλοι· συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους· ἀναφαίρετον ὅπλον ἡ ἀρετή· κρεῖττόν ἐστι μετ' ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας τοὺς κακοὺς ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους ἀγαθοὺς μάχεσθαι. Προσέχειν τοῖς ἐχθροῖς· πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται. Τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς· ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή· τἀγαθὰ καλά, τὰ κακὰ αἰσχρά· τὰ πονηρὰ νόμιζε πάντα ξενικά.

13 Τεῖχος ἀσφαλέστατον φρόνησιν· μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. Τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς. Διελέγετο δ' ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄπωθεν τῶν πυλῶν· ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. Αὐτός τ' ἐπεκαλεῖτο Ἁπλοκύων. Καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τ' ἀνέλαβε καὶ πήραν. Πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοἰμάτιον. Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν Διόδωρον τὸν Ἀσπένδιον, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθαι.

14 Τοῦτον μόνον ἐκ πάντων Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τ' εἶναι καὶ δι' ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθ' ὁντινοῦν. Δῆλον δ' ἐκ τῶν συγγραμμάτων κἀκ τοῦ Ξενοφῶντος Συμποσίου. Δοκεῖ δὲ καὶ τῆς ἀνδρωδεστάτης Στωικῆς κατάρξαι· ὅθεν καὶ Ἀθήναιος ὁ ἐπιγραμματοποιὸς περὶ αὐτῶν φησιν οὕτως·

Ὦ Στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
Σαρκὸς δ' ἡδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

15 Οὗτος ἡγήσατο καὶ τῆς Διογένους ἀπαθείας καὶ τῆς Κράτητος ἐγκρατείας καὶ τῆς Ζήνωνος καρτερίας, αὐτὸς ὑποθέμενος τῇ πόλει τὰ θεμέλια. Ὁ δὲ Ξενοφῶν ἥδιστον μὲν εἶναι περὶ τὰς ὁμιλίας φησὶν αὐτόν, ἐγκρατέστατον δὲ περὶ τἄλλα.

Φέρονται δ' αὐτοῦ συγγράμματα τόμοι δέκα· πρῶτος ἐν ᾧ

Περὶ λέξεως ἢ περὶ χαρακτήρων,
Αἴας ἢ Αἴαντος λόγος,
Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως,
Ὀρέστου ἀπολογία <ἢ> περὶ τῶν δικογράφων,
Ἰσογραφὴ ἢ Λυσίας καὶ Ἰσοκράτης,
Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον.

Τόμος δεύτερος ἐν ᾧ

Περὶ ζῴων φύσεως,
Περὶ παιδοποιίας ἢ περὶ γάμου ἐρωτικός,
Περὶ τῶν σοφιστῶν φυσιογνωμονικός,
16 Περὶ δικαιοσύνης καὶ ἀνδρείας προτρεπτικὸς πρῶτος, δεύτερος, τρίτος,
Περὶ Θεόγνιδος δʹ, εʹ.

Τόμος τρίτος ἐν ᾧ

Περὶ ἀγαθοῦ,
Περὶ ἀνδρείας,
Περὶ νόμου ἢ περὶ πολιτείας,
Περὶ νόμου ἢ περὶ καλοῦ καὶ δικαίου,
Περὶ ἐλευθερίας καὶ δουλείας,
Περὶ πίστεως,
Περὶ ἐπιτρόπου ἢ περὶ τοῦ πείθεσθαι,
Περὶ νίκης οἰκονομικός.

Τόμος τέταρτος ἐν ᾧ

Κῦρος,
Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος.

Τόμος πέμπτος ἐν ᾧ

Κῦρος ἢ περὶ βασιλείας,
Ἀσπασία.

Τόμος ἕκτος ἐν ᾧ

Ἀλήθεια,
Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός,
Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν αʹ βʹ γʹ,
Περὶ διαλέκτου.

17 Τόμος ἕβδομος ἐν ᾧ

Περὶ παιδείας ἢ περὶ ὀνομάτων αʹ βʹ γʹ δʹ εʹ,
Περὶ ὀνομάτων χρήσεως ἐριστικός,
Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως,
Περὶ δόξης καὶ ἐπιστήμης αʹ βʹ γʹ δʹ,
Περὶ τοῦ ἀποθανεῖν,
Περὶ ζωῆς καὶ θανάτου,
Περὶ τῶν ἐν ᾅδου,
Περὶ φύσεως αʹ βʹ,
Ἐρώτημα περὶ φύσεως αʹ βʹ,
Δόξαι ἢ ἐριστικός,
Περὶ τοῦ μανθάνειν προβλήματα.

Τόμος ὄγδοος ἐν ᾧ

Περὶ μουσικῆς,
Περὶ ἐξηγητῶν,
Περὶ Ὁμήρου,
Περὶ ἀδικίας καὶ ἀσεβείας,
Περὶ Κάλχαντος,
Περὶ κατασκόπου,
Περὶ ἡδονῆς.

Τόμος ἔνατος ἐν ᾧ

Περὶ Ὀδυσσείας,
Περὶ τῆς ῥάβδου,
Ἀθηνᾶ ἢ περὶ Τηλεμάχου,
Περὶ Ἑλένης καὶ Πηνελόπης,
Περὶ Πρωτέως,
Κύκλωψ ἢ περὶ Ὀδυσσέως,
18 Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος,
Περὶ Κίρκης,
Περὶ Ἀμφιαράου,
Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.

Τόμος δέκατος ἐν ᾧ

Ἡρακλῆς ἢ Μίδας,
Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος,
Κῦρος ἢ ἐρώμενος,
Κῦρος ἢ κατάσκοποι,
Μενέξενος ἢ περὶ τοῦ ἄρχειν,
Ἀλκιβιάδης,
Ἀρχέλαος ἢ περὶ βασιλείας.

Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.

Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν « Παντοφυῆ φλέδονά » φησιν αὐτόν. Ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, « Μήτι χρεία φίλου; » καί ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῆλθε. Τοῦ δ' εἰπόντος, « Τίς ἂν ἀπολύσειέ με τῶν πόνων; » δείξας τὸ ξιφίδιον, ἔφη « τοῦτο » · καὶ ὅς, « Τῶν πόνων, » εἶπον, « οὐ τοῦ ζῆν. »
19 Ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·

τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς
ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν·
ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως· « τί δὲ τοῦτο;
πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν. »

Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς· Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός.

Ἐπειδὴ δὲ τοὺς ἀπ' Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπ' Ἀντισθένους κυνικούς τε καὶ Στωικούς. Καὶ ἐχέτω ὧδε.

Διογένης[Επεξεργασία]

20 Διογένης Ἱκεσίου τραπεζίτου Σινωπεύς. Φησὶ δὲ Διοκλῆς, δημοσίαν αὐτοῦ τὴν τράπεζαν ἔχοντος τοῦ πατρὸς καὶ παραχαράξαντος τὸ νόμισμα, φυγεῖν. Εὐβουλίδης δ' ἐν τῷ Περὶ Διογένους αὐτόν φησι Διογένην τοῦτο πρᾶξαι καὶ συναλᾶσθαι τῷ πατρί. Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς περὶ αὑτοῦ φησιν ἐν τῷ Πορδάλῳ ὡς παραχαράξαι τὸ νόμισμα. Ἔνιοι δ' ἐπιμελητὴν γενόμενον ἀναπεισθῆναι ὑπὸ τῶν τεχνιτῶν καὶ ἐλθόντα εἰς Δελφοὺς ἢ εἰς τὸ Δήλιον ἐν τῇ πατρίδι Ἀπόλλωνος πυνθάνεσθαι εἰ ταῦτα πράξει ἅπερ ἀναπείθεται· τοῦ δὲ συγχωρήσαντος τὸ πολιτικὸν νόμισμα, οὐ συνείς, τὸ κέρμα ἐκιβδήλευσε καὶ φωραθείς, ὡς μέν τινες, ἐφυγαδεύθη, ὡς δέ τινες, ἑκὼν ὑπεξῆλθε φοβηθείς.
21 Ἔνιοι δέ φασι παρὰ τοῦ πατρὸς αὐτὸν λαβόντα τὸ νόμισμα διαφθεῖραι· καὶ τὸν μὲν δεθέντα ἀποθανεῖν, τὸν δὲ φυγεῖν ἐλθεῖν τ' εἰς Δελφοὺς καὶ πυνθανόμενον οὐκ εἰ παραχαράξει, ἀλλὰ τί ποιήσας ἐνδοξότατος ἔσται, οὕτω λαβεῖν τὸν χρησμὸν τοῦτον.

Γενόμενος δὲ Ἀθήνησιν Ἀντισθένει παρέβαλε. Τοῦ δὲ διωθουμένου διὰ τὸ μηδένα προσίεσθαι, ἐξεβιάζετο τῇ προσεδρίᾳ. Καί ποτε τὴν βακτηρίαν ἐπανατειναμένου αὐτῷ τὴν κεφαλὴν ὑποσχών, « Παῖε, » εἶπεν, « οὐ γὰρ εὑρήσεις οὕτω σκληρὸν ξύλον ᾧ με ἀπείρξεις ἕως ἄν τι φαίνῃ λέγων. » Τοὐντεῦθεν διήκουσεν αὐτοῦ καὶ ἅτε φυγὰς ὢν ὥρμησεν ἐπὶ τὸν εὐτελῆ βίον.

22 Μῦν θεασάμενος διατρέχοντα, καθά φησι Θεόφραστος ἐν τῷ Μεγαρικῷ, καὶ μήτε κοίτην ἐπιζητοῦντα μήτε σκότος εὐλαβούμενον ἢ ποθοῦντά τι τῶν δοκούντων ἀπολαυστῶν, πόρον ἐξεῦρε τῆς περιστάσεως. Τρίβωνα διπλώσας πρῶτος κατά τινας διὰ τὸ ἀνάγκην ἔχειν καὶ ἐνεύδειν αὐτῷ, πήραν τ' ἐκομίσατο ἔνθα αὐτῷ τὰ σιτία ἦν, καὶ παντὶ τόπῳ ἐχρῆτο εἰς πάντα, ἀριστῶν τε καὶ καθεύδων καὶ διαλεγόμενος. Ὅτε καὶ τοὺς Ἀθηναίους ἔφασκε, δεικνὺς τὴν τοῦ Διὸς στοὰν καὶ τὸ Πομπεῖον, αὐτῷ κατεσκευακέναι ἐνδιαιτᾶσθαι. Βακτηρίᾳ δ' ἐπεστηρίζετο ἀσθενήσας·
23 ἔπειτα μέντοι καὶ διὰ παντὸς ἐφόρει, οὐ μὴν ἐν ἄστει, ἀλλὰ καθ' ὁδὸν αὐτῇ τε καὶ τῇ πήρᾳ, καθά φησιν Ὀλυμπιόδωρος ὁ Ἀθηναίων προστατήσας καὶ Πολύευκτος ὁ ῥήτωρ καὶ Λυσανίας ὁ Αἰσχρίωνος. Ἐπιστείλας δέ τινι οἰκίδιον αὐτῷ προνοήσασθαι, βραδύνοντος, τὸν ἐν τῷ Μητρῴῳ πίθον ἔσχεν οἰκίαν, ὡς καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς διασαφεῖ. Καὶ θέρους μὲν ἐπὶ ψάμμου ζεστῆς ἐκυλινδεῖτο, χειμῶνος δ' ἀνδριάντας κεχιονισμένους περιελάμβανε, πανταχόθεν ἑαυτὸν συνασκῶν.

24 Δεινός τ' ἦν κατασοβαρεύσασθαι τῶν ἄλλων. Καὶ τὴν μὲν Εὐκλείδου σχολὴν ἔλεγε χολήν, τὴν δὲ Πλάτωνος διατριβὴν κατατριβήν, τοὺς δὲ Διονυσιακοὺς ἀγῶνας μεγάλα θαύματα μωροῖς ἔλεγε καὶ τοὺς δημαγωγοὺς ὄχλου διακόνους. Ἔλεγε δὲ καὶ ὡς ὅταν μὲν ἴδῃ κυβερνήτας ἐν τῷ βίῳ καὶ ἰατροὺς καὶ φιλοσόφους, συνετώτατον εἶναι τῶν ζῴων νομίζειν τὸν ἄνθρωπον· ὅταν δὲ πάλιν ὀνειροκρίτας καὶ μάντεις καὶ τοὺς προσέχοντας τούτοις ἢ τοὺς ἐπὶ δόξῃ καὶ πλούτῳ πεφυσημένους, οὐδὲν ματαιότερον νομίζειν ἀνθρώπου. Συνεχές τε ἔλεγεν εἰς τὸν βίον παρεσκευάσθαι δεῖν λόγον ἢ βρόχον.

25 Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ἁψάμενον, « Τί, » φησίν, « ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις; » Καὶ ὅς, « Ἀλλὰ νὴ τοὺς θεούς, » φησί, « Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην. » Ὁ δέ, « Τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; Ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας; » Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο. Καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετ' αὐτῷ φησί τε, « Ἔξεστί σοι μετασχεῖν »· τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, « Μετασχεῖν εἶπον, οὐ καταφαγεῖν. »

26 Πατῶν αὐτοῦ ποτε στρώματα κεκληκότος φίλους παρὰ Διονυσίου, ἔφη, « Πατῶ τὴν Πλάτωνος κενοσπουδίαν »· πρὸς ὃν ὁ Πλάτων, « Ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι. » Οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, « Πατῶ τὸν Πλάτωνος τῦφον »· τὸν δὲ φάναι, « Ἑτέρῳ γε τύφῳ, Διόγενες »· Σωτίων δ' ἐν τῷ τετάρτῳ φησὶ πρὸς αὐτὸν εἰπεῖν τοῦτο τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτ' ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. Ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ· καὶ ὅς, « Σύ, » φησίν, « ἂν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; Οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμεν' ἀποκρίνῃ. » Ἔσκωψε δὴ ὡς ἀπεραντολόγον.

27 Ἐρωτηθεὶς ποῦ τῆς Ἑλλάδος ἴδοι ἀγαθοὺς ἄνδρας, « Ἄνδρας μέν, » εἶπεν, « οὐδαμοῦ, παῖδας δ' ἐν Λακεδαίμονι. » Σπουδαιολογουμένῳ ποτὲ ὡς οὐδεὶς προσῄει, ἐπέβαλε τερετίζειν· ἀθροισθέντων δέ, ὠνείδισεν ὡς ἐπὶ μὲν τοὺς φληνάφους ἀφικνουμένων σπουδαίως, ἐπὶ δὲ τὰ σπουδαῖα βραδυνόντων ὀλιγώρως. Ἔλεγέ τε περὶ μὲν τοῦ παρορύττειν καὶ λακτίζειν ἀγωνίζεσθαι τοὺς ἀνθρώπους, περὶ δὲ καλοκἀγαθίας μηδένα. Τούς τε γραμματικοὺς ἐθαύμαζε τὰ μὲν τοῦ Ὀδυσσέως κακὰ ἀναζητοῦντας, τὰ δ' ἴδια ἀγνοοῦντας.
28 Καὶ μὴν καὶ τοὺς μουσικοὺς τὰς μὲν ἐν τῇ λύρᾳ χορδὰς ἁρμόττεσθαι, ἀνάρμοστα δ' ἔχειν τῆς ψυχῆς τὰ ἤθη· τοὺς μαθηματικοὺς ἀποβλέπειν μὲν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ δ' ἐν ποσὶ πράγματα παρορᾶν· τοὺς ῥήτορας τὰ δίκαια μὲν ἐσπουδακέναι λέγειν, πράττειν δὲ μηδαμῶς· ἀλλὰ μὴν καὶ τοὺς φιλαργύρους ψέγειν μὲν τὸ ἀργύριον, ὑπεραγαπᾶν δέ. Κατεγίνωσκε δὲ καὶ τῶν ἐπαινούντων μὲν τοὺς δικαίους, ὅτι χρημάτων ἐπάνω εἶεν, ζηλούντων δὲ τοὺς πολυχρημάτους. Ἐκίνει δ' αὐτὸν καὶ τὸ θύειν μὲν τοῖς θεοῖς ὑπὲρ ὑγιείας, ἐν αὐτῇ δὲ τῇ θυσίᾳ κατὰ τῆς ὑγιείας δειπνεῖν. Ἄγασθαι δὲ καὶ τῶν δούλων οἳ λαβροφαγοῦντας ὁρῶντες τοὺς δεσπότας μηδὲν ἁρπάζοιεν τῶν ἐσθιομένων.
29 Ἐπῄνει τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμεῖν, καὶ τοὺς μέλλοντας καταπλεῖν καὶ μὴ καταπλεῖν, καὶ τοὺς μέλλοντας πολιτεύεσθαι καὶ μὴ πολιτεύεσθαι, καὶ τοὺς παιδοτροφεῖν καὶ μὴ παιδοτροφεῖν, καὶ τοὺς παρασκευαζομένους συμβιοῦν τοῖς δυνάσταις καὶ μὴ προσιόντας. Ἔλεγε δὲ καὶ δεῖν τὰς χεῖρας ἐπὶ τοὺς φίλους ἐκτείνειν μὴ συγκεκαμμένοις τοῖς δακτύλοις.

Φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους Πράσει ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη τί οἶδε ποιεῖν. Ἀπεκρίνατο, « Ἀνδρῶν ἄρχειν »· καὶ πρὸς τὸν κήρυκα, « Κήρυσσε, » ἔφη, « εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασθαι. » Κωλυθεὶς καθίζεσθαι, « Οὐδέν, » ἔφη, « διαφέρει· καὶ γὰρ τοὺς ἰχθῦς ὅπως ἂν κέοιντο πιπράσκεσθαι. »
30 Θαυμάζειν τ' ἔφη εἰ χύτραν μὲν καὶ λοπάδα ὠνούμενοι κομποῦμεν· ἄνθρωπον δὲ μόνῃ τῇ ὄψει ἀρκεῖσθαι. Ἔλεγε τῷ Ξενιάδῃ τῷ πριαμένῳ αὐτόν, δεῖν πείθεσθαι αὐτῷ, εἰ καὶ δοῦλος εἴη· καὶ γὰρ ἰατρὸς ἢ κυβερνήτης εἰ δοῦλος εἴη, πεισθῆναι ἂν αὐτῷ.

Εὔβουλος δέ φησιν ἐν τῷ ἐπιγραφομένῳ Διογένους Πρᾶσις οὕτως ἄγειν τοὺς παῖδας τοῦ Ξενιάδου, μετὰ τὰ λοιπὰ μαθήματα ἱππεύειν, τοξεύειν, σφενδονᾶν, ἀκοντίζειν· ἔπειτ' ἐν τῇ παλαίστρᾳ οὐκ ἐπέτρεπε τῷ παιδοτρίβῃ ἀθλητικῶς ἄγειν, ἀλλ' αὐτὸ μόνον ἐρυθήματος χάριν καὶ εὐεξίας.

31 Κατεῖχον δὲ οἱ παῖδες πολλὰ ποιητῶν καὶ συγγραφέων καὶ τῶν αὐτοῦ Διογένους, πᾶσάν τ' ἔφοδον σύντομον πρὸς τὸ εὐμνημόνευτον ἐπήσκει. Ἐν οἴκῳ τ' ἐδίδασκε διακονεῖσθαι λιτῇ τροφῇ χρωμένους καὶ ὕδωρ πίνοντας, ἐν χρῷ κουρίας τε καὶ ἀκαλλωπίστους εἰργάζετο καὶ ἀχίτωνας καὶ ἀνυποδήτους καὶ σιωπηλούς, καθ' αὑτοὺς βλέποντας ἐν ταῖς ὁδοῖς. Ἐξῆγε δ' αὐτοὺς καὶ ἐπὶ κυνηγέσια. Οἱ δὲ καὶ αὐτοῦ Διογένους ἐπιμέλειαν ἐποιοῦντο καὶ πρὸς τοὺς γονέας αἰτητικῶς εἶχον. Ὁ δ' αὐτός φησι παρὰ τῷ Ξενιάδῃ καὶ γηρᾶσαι αὐτὸν καὶ θανόντα ταφῆναι πρὸς τῶν υἱῶν αὐτοῦ.

32 Ἔνθα καὶ πυνθανομένου τοῦ Ξενιάδου πῶς αὐτὸν θάψειεν, ἔφη, « Ἐπὶ πρόσωπον »· τοῦ δ' ἐρομένου « Διὰ τί; » « Ὅτι μετ' ὀλίγον, » εἶπε, « μέλλει τὰ κάτω ἀναστρέφεσθαι· » τοῦτο δὲ διὰ τὸ ἐπικρατεῖν ἤδη τοὺς Μακεδόνας ἢ ἐκ ταπεινῶν ὑψηλοὺς γίνεσθαι. Εἰσαγαγόντος τινὸς αὐτὸν εἰς οἶκον πολυτελῆ καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἐχρέμψατο, εἰς τὴν ὄψιν αὐτοῦ ἔπτυσεν, εἰπὼν χείρονα τόπον μὴ εὑρηκέναι. Οἱ δὲ τοῦτο Ἀριστίππου φασί. Φωνήσας ποτέ, « Ἰὼ ἄνθρωποι, » συνελθόντων, καθίκετο τῇ βακτηρίᾳ, εἰπών, « Ἀνθρώπους ἐκάλεσα, οὐ καθάρματα, » ὥς φησιν Ἑκάτων ἐν τῷ πρώτῳ τῶν Χρειῶν. Φασὶ δὲ καὶ Ἀλέξανδρον εἰπεῖν ὡς εἴπερ Ἀλέξανδρος μὴ ἐγεγόνει, ἐθελῆσαι ἂν Διογένης γενέσθαι.

33 Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. Εἰσελθών ποτε ἡμιξύρητος εἰς νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε· μετὰ δὲ ἐγγράψας τὰ ὀνόματα εἰς λεύκωμα τῶν πληξάντων περιῄει ἐξημμένος ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. Ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. Πρὸς τὸν εἰπόντα, « Πύθια νικῶ ἄνδρας, » « Ἐγὼ μὲν οὖν, » εἶπεν, « ἄνδρας, σὺ δ' ἀνδράποδα. »

34 Πρὸς τοὺς εἰπόντας, « Γέρων εἶ καὶ λοιπὸν ἄνες, » « Τί δέ, » ἔφη, « εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι; » Κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι· μηδὲ γὰρ πρώην αὐτῷ χάριν ἐγνωκέναι. Γυμνοῖς ποσὶ χίονα ἐπάτει καὶ τὰ ἄλλα ὅσα ἄνω προείρηται· καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλ' οὐ διῴκησεν. Κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. Τοῦ δ' ὑποχωροῦντος, « Τοσούτῳ μᾶλλον, » ἔφη, « ἔσῃ ἐν τῷ πανδοκείῳ. » Ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, « Οὗτος ὑμῖν, » ἔφη, « ἐστὶν ὁ Ἀθηναίων δημαγωγός. »
35 Ἐκβαλόντος δ' ἄρτον <τινὸς> καὶ αἰσχυνομένου ἀνελέσθαι, βουλόμενος αὐτὸν νουθετῆσαι, κεράμου τράχηλον δήσας ἔσυρε διὰ τοῦ Κεραμεικοῦ.

Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους· καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἕνεκα τοῦ τοὺς λοιποὺς ἅψασθαι τοῦ προσήκοντος τόνου. Τοὺς πλείστους ἔλεγε παρὰ δάκτυλον μαίνεσθαι· ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δόξει μαίνεσθαι, ἐὰν δὲ τὸν λιχανόν, οὐκέτι. Τὰ πολλοῦ ἄξια τοῦ μηδενὸς ἔλεγε πιπράσκεσθαι καὶ ἔμπαλιν· ἀνδριάντα γοῦν τρισχιλίων πιπράσκεσθαι, χοίνικα δ' ἀλφιτῶν δύο χαλκῶν.

36 Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, « Ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις. » Τοῦ δ' εἰπόντος,

Ἄνω ποταμῶν χωροῦσι παγαί,

« Εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν, » <ἔφη,> « αὐτῷ ἐπείθου, ἀλλ' εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί; » Ἤθελέ τις παρ' αὐτῷ φιλοσοφεῖν· ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. Ὡς δ' ὑπ' αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, « Τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε. » Διοκλῆς δ' οὕτως ἀναγράφει. Εἰπόντος τινὸς αὐτῷ, « Ἐπίταττε ἡμῖν, Διόγενες, » ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν· ἀρνησαμένου δέ, « Τὴν σήν, » ἔφη, « καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε. »

37 Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, « Παιδίον με νενίκηκεν εὐτελείᾳ. » Ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. Συνελογίζετο δὲ καὶ οὕτως· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς· κοινὰ δὲ τὰ τῶν φίλων· πάντ' ἄρα ἐστὶ τῶν σοφῶν. Θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, « Οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος - πάντα γάρ ἐστιν αὐτοῦ πλήρη - ἀσχημονήσῃς; »

38 Τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.

Εἰώθει δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι· εἶναι γοῦν

Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
πτωχός, πλανήτης, βίον ἔχων τοὐφ' ἡμέραν.

Ἔφασκε δ' ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ φύσιν, πάθει δὲ λόγον. Ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν, « Αἴτησόν με ὃ θέλεις. » Καὶ ὅς, « Ἀποσκότησόν μου, » φησί. Μακρά τινος ἀναγινώσκοντος καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφον παραδείξαντος « Θαρρεῖτε, » ἔφη, « ἄνδρες· γῆν ὁρῶ. » Πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, « Ἐγὼ μέν, » ἔφη, « οὐχ ὁρῶ. »
39 Ὁμοίως καὶ πρὸς τὸν εἰπόντα ὅτι κίνησις οὐκ ἔστιν, ἀναστὰς περιεπάτει. Πρὸς τὸν λέγοντα περὶ τῶν μετεώρων, « Ποσταῖος, » ἔφη, « πάρει ἀπὸ τοῦ οὐρανοῦ; » Εὐνούχου μοχθηροῦ ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, « Μηδὲν εἰσίτω κακόν, » « Ὁ οὖν κύριος, » ἔφη, « τῆς οἰκίας ποῦ εἰσέλθῃ; » Τῷ μύρῳ τοὺς πόδας ἀλειψάμενος ἔφη ἀπὸ μὲν τῆς κεφαλῆς εἰς τὸν ἀέρα ἀπιέναι τὸ μύρον, ἀπὸ δὲ τῶν ποδῶν εἰς τὴν ὄσφρησιν. Ἀξιούντων Ἀθηναίων μυηθῆναι αὐτὸν καὶ λεγόντων ὡς ἐν ᾅδου προεδρίας οἱ μεμυημένοι τυγχάνουσι, « Γελοῖον, » ἔφη, « εἰ Ἀγησίλαος μὲν καὶ Ἐπαμεινώνδας ἐν τῷ βορβόρῳ διάξουσιν, εὐτελεῖς δέ τινες μεμυημένοι ἐν ταῖς μακάρων νήσοις ἔσονται. »

40 Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, « Ἰδού, » φησί, « καὶ Διογένης παρασίτους τρέφει. » Πλάτωνος εἰπόντος αὐτὸν κύνα, « Ναί, » ἔφη· « ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας. » Ἐκ τοῦ βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λούονται, ἠρνήσατο· τῷ δ' εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, « Οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος. » Ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. Πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, « Εἰ μὲν πλούσιος, » εἶπεν, « ὅταν θέλῃ· εἰ δὲ πένης, ὅταν ἔχῃ. »

41 Ἐν Μεγάροις ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνούς, ἔφη, « Λυσιτελέστερόν ἐστι Μεγαρέως εἶναι κριὸν ἢ υἱόν. » Πρὸς τὸν ἐντινάξαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, « Φύλαξαι, » « Πάλιν γάρ με, » ἔφη, « παίειν μέλλεις; » Ἔλεγε τοὺς μὲν δημαγωγοὺς ὄχλου διακόνους, τοὺς δὲ στεφάνους δόξης ἐξανθήματα. Λύχνον μεθ' ἡμέραν ἅψας, « Ἄνθρωπον, » φησί, « ζητῶ. » Εἱστήκει ποτὲ κατακρουνιζόμενος· τῶν δὲ περιεστώτων ἐλεούντων, παρὼν Πλάτων ἔφη, « Εἰ βούλεσθ' αὐτὸν ἐλεῆσαι, ἀπόστητε, » ἐνδεικνύμενος φιλοδοξίαν αὐτοῦ. Ἐντρίψαντος αὐτῷ κόνδυλόν τινος, « Ἡράκλεις, » ἔφη, « οἷον με χρῆμ' ἐλάνθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν. »
42 Ἀλλὰ καὶ Μειδίου κονδυλίσαντος αὐτὸν καὶ εἰπόντος, « Τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ, » τῇ ἑξῆς πυκτικοὺς λαβὼν ἱμάντας καὶ καταλοήσας αὐτὸν ἔφη, « Τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ. » Λυσίου τοῦ φαρμακοπώλου πυθομένου εἰ θεοὺς νομίζει, « Πῶς δέ, » εἶπεν, « οὐ νομίζω, ὅπου καὶ σὲ θεοῖς ἐχθρὸν ὑπολαμβάνω; » Οἱ δὲ Θεόδωρον εἰπεῖν τοῦτο. Ἰδών τινα περιρραινόμενον ἐπεῖπεν, « Ὦ κακόδαιμον, οὐκ ἐπίστασαι ὅτι ὥσπερ τῶν ἐν γραμματικῇ ἁμαρτημάτων περιρραινόμενος οὐκ ἂν ἀπαλλαγείης, οὕτως οὐδὲ τῶν ἐν τῷ βίῳ; » Ἐνεκάλει τοῖς ἀνθρώποις περὶ τῆς τύχης, αἰτεῖσθαι λέγων αὐτοὺς ἀγαθὰ τὰ αὐτοῖς δοκοῦντα καὶ οὐ τὰ κατ' ἀλήθειαν.
43 Πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος, « Νικᾷ Διώξιππος ἄνδρας, » « Οὗτος μὲν δὴ ἀνδράποδα, ἄνδρας δ' ἐγώ. »

Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων· μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. Φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον· καὶ ἐρωτηθεὶς τίς εἴη, ἀπεκρίνατο, « Κατάσκοπος τῆς σῆς ἀπληστίας. » Ὅθεν θαυμασθεὶς ἀφείθη.

44 Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλίου, παρὼν ἔφη·

Ἄθλιος παρ' ἀθλίου δι' ἀθλίου πρὸς ἄθλιον.

Περδίκκου ἀπειλήσαντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη, « Οὐδὲν μέγα· καὶ γὰρ κάνθαρος καὶ φαλάγγιον τοῦτ' ἂν πράξειεν· » ἐκεῖνο δὲ μᾶλλον ἀπειλεῖν ἠξίου ὡς « Εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο. » Ἐβόα πολλάκις λέγων τὸν τῶν ἀνθρώπων βίον ῥᾴδιον ὑπὸ τῶν θεῶν δεδόσθαι, ἀποκεκρύφθαι δ' αὐτὸν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. Ὅθεν πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, « Οὔπω, » εἶπε, « μακάριος εἶ, ἂν μή σε καὶ ἀπομύξῃ· τοῦτο δ' ἔσται πηρωθέντι σοι τὰς χεῖρας. »

45 Θεασάμενός ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινα φιάλην ὑφῃρημένον ἄγοντας ἔφη, « Οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἄγουσι. » Θεασάμενός ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρόν, « Εὖγε, » εἶπε, « τεύξῃ γὰρ τοῦ σκοποῦ. » Πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, « Βλέπωμεν μὴ δάκῃ ἡμᾶς, » « Θαρρεῖτε, » ἔφη, « παιδία· κύων τευτλία οὐκ ἐσθίει. » Πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον, « Παῦσαι, » ἔφη, « τὰ τῆς ἀρετῆς στρώματα καταισχύνων. » Πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρ' Ἀλεξάνδρῳ μετέχει, « Κακοδαίμων μὲν οὖν ἐστιν, » εἶπεν, « ὃς καὶ ἀριστᾷ καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρῳ δόξῃ. »

46 Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. Ἐπ' ἀγορᾶς ποτε χειρουργῶν, « Εἴθε, » ἔφη, « καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. » Μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. Πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. Πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, « Ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον. » Ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων.

47 Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. Τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. Θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον « Πράσιμος » « ᾜδειν, » εἶπεν, « ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κύριον. » Πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, « Παῦσαι γάρ, » ἔφη, « καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων. » Πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, « Οἱ ἐνθάδε, » ἔφη, « λουόμενοι ποῦ λούονται; » Παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει· ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, « Ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει. »

48 Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, « Χαῖρε ἀλέκτορ »· τοῦ δὲ εἰπόντος, « Διὰ τί; » « Ὅτι, » ἔφη, « ᾄδων πάντας ἐγείρεις. » Μειρακίου διαδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺς ἔκαπτε· τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. Λέγοντος δ' αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, « Μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω, » « Ἐγὼ δέ γε, » εἶπε, « πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω. » Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, « Μάταιος, » ἔφη, « τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς· ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς. »

49 Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, « Ἀλλὰ τούτου γ' ἕνεκεν, » εἶπεν, « ὦ κακόδαιμον, ἐφιλοσόφησα. » Καὶ πάλιν εἰπόντος τινός, « Σινωπεῖς σου φυγὴν κατέγνωσαν, » « Ἐγὼ δέ γε, » εἶπεν, « ἐκείνων μονήν. » Ἰδών ποτ' Ὀλυμπιονίκην πρόβατα νέμοντα, « Ταχέως, » εἶπεν, « ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα. » Ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, « Ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται. » ᾜτει ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, « Μελετῶ, » εἶπεν, « ἀποτυγχάνειν. » Αἰτῶν τινα - καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν - ἔφη, « Εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί· εἰ δὲ μηδενί, ἀπ' ἐμοῦ ἄρξαι. »

50 Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, « Ἀφ' οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. » Ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. » Νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν,

Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
ἐνθάδε κατοικεῖ. Μηδὲν εἰσίτω κακόν·

ἐπέγραψε, « Μετὰ τὸν πόλεμον ἡ συμμαχία. » Τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. Ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντ' ἔφη, « Εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις. »

51 Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. Ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, « Γέρων ἄπορος. » Ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, « Τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. » Ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη, « Πότερος τούτων Χείρων ἐστί; » Τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. Τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. Ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ μοιχὸς συνελήφθη, « Ἄξιος, » ἔφη, « ἐκ τοῦ ὀνόματος κρέμασθαι. » Ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, « Ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. » Ἰδὼν γυναῖκα ἐν φορείῳ, « Οὐ κατὰ τὸ θηρίον, » ἔφη, « ἡ γαλεάγρα. »

52 Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, « Μειράκιον, βλέπε μὴ ἐμπέσῃς. » Ἰδὼν <μειρα>κύλλιον ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, « Ἐπ' ἀλειμμάτιον ἢ ἐπ' ἄλλ' ἱμάτιον; » Ἰδών ποτε γυναῖκας ἀπ' ἐλαίας ἀπηγχονισμένας, « Εἴθε γάρ, » ἔφη, « πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. » Ἀξιόπιστον ἰδὼν λωποδύτην ἔφη,

τίπτε σὺ ὧδε, φέριστε;
Ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;

ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, « Οὔ· » τοῦ δὲ εἰπόντος, « Ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; », ἔφη, « ὁ χρῄζων τῆς οἰκίας. »

53 Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, « Ἐπέγειραι, » ἔφη,

μή τίς σοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.
Πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,

ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ' ἀγοράζεις· Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, « Ἐγώ, » εἶπεν, « ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· » καὶ ὅς, « Κατὰ λόγον, » ἔφη· « οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται νοῦν οὐκ ἔχεις. »

54 [Ἐρωτηθεὶς ὑπό τινος, « Ποῖός τίς σοι Διογένης δοκεῖ; » « Σωκράτης, » εἶπε, « μαινόμενος. »] Ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, « Τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. » Ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, « Περικεφαλαίαν, » ἔφη. Μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, « Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. » Ἰδών ποτε μειράκιον ἐρυθριῶν, « Θάρρει, » ἔφη, « τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα. » Δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. Ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, « Τὸν ἀλλότριον. » Πρὸς τὸν εἰπόντα, « Πολλοί σου καταγελῶσιν, » « Ἀλλ' ἐγώ, » ἔφη, « οὐ καταγελῶμαι. »

55 Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, « Οὐ τὸ ζῆν, » εἶπεν, « ἀλλὰ τὸ κακῶς ζῆν. » Πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, « Γελοῖον, » ἔφη, « εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δύναται. » Ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν,

Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·
καὶ ἄλλοτε,

μάστιξεν δ' ἐλάαν.

Ἐρωτηθεὶς ποταπὸς εἴη κύων, ἔφη, « Πεινῶν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδ' ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων. »

56 Ἐρωτηθεὶς εἰ σοφοὶ πλακοῦντα ἐσθίουσι, « Πάντα, » εἶπεν, « ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. » Ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, « Ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ' οὐδέποτε. » Φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, « Ἄνθρωπε, » εἶπεν, « εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. » Ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, « Ἦν ποτε χρόνος ἐκεῖνος ὅτ' ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δ' ἐγὼ νῦν, σὺ οὐδέποτε. » Καὶ πρὸς ἄλλον ἐπὶ τοῦ αὐτοῦ ὀνειδίσαντα, « Καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ. »

57 Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἔφη, « Ἄνδρες Μύνδιοι, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. » Θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη

Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, « Ἀλλὰ βούλομαι, » ἔφη, « ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. » Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, « Ἐπίδος καὶ ἡμῖν, » ἔφη, « τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. » Διαλεγομένου ποτὲ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, « Τὴν Ἀναξιμένους, » ἔφη, « διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν. »

58 Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, « Ἐν ἀγορᾷ γάρ, » ἔφη, « καὶ ἐπείνησα. » Ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ, « Εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· » τὸν δ' ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, « Καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. » Πρὸς τὸν εἰπόντα, « Οἱ πλείους σου καταγελῶσι, » « Κἀκείνων τυχόν, » εἶπεν, « οἱ ὄνοι· ἀλλ' οὔτ' ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτ' ἐγὼ ἐκείνων. » Θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, « Εὖγε, » εἶπεν, « ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις. »

59 Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, « Πολλῷ ἂν εἴη πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· » οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. Εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, « Χείρων ἐπανήξεις· » τοῦ δ' ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, « Καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, » ἔφη, « Χείρων μὲν οὔ, Εὐρυτίων δέ. » Δύσκολον ᾔτει· τοῦ δ' εἰπόντος, « Ἐάν με πείσῃς· » ἔφη, « εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. » Ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, « Ποῖ καὶ πόθεν; », « Ἐκ τῆς ἀνδρωνίτιδος, » εἶπεν, « εἰς τὴν γυναικωνῖτιν. »

60 Ἐπανῄει ἀπ' Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, « Πολὺς μέν, » εἶπεν, « ὁ ὄχλος, ὀλίγοι δ' οἱ ἄνθρωποι. » Τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ μὲν ἄνθρωπος οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς τοῦτον ἐπιγράψαι, « Ἀπὸ τῆς τῶν Ἑλλήνων ἀκρασίας. » Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, « Ἐγώ εἰμι Ἀλέξανδρος ὁ μέγας βασιλεύς, » « Κἀγώ, » φησί, « Διογένης ὁ κύων. » Ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, « Τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων. »

61 Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, « Αὐτόθεν πρώην ἄνθρωπος ἀπήγξατο, » « Ἐγὼ οὖν, » φησίν, « αὐτὴν καθαρῶ. » Ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, « Ἴδε, » ἔφη, « κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. » Τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. Ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, « Κύον· » ὁ δέ, « Ὑμεῖς, » εἶπεν, « ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. » Δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, « Μὴ εὐλαβεῖσθε· κύων τεῦτλα οὐ τρώγει. »
62 Περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, « Τεγεάτης, » ἔφη. Ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, « Τί τοῦτο; Ἢ ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; » Θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, « Πρόσεχε, » ἔφη, « μὴ τὸν πατέρα πλήξῃς. »

Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρ' ἐραστοῦ, « Ἡ μὲν μάχαιρα, » ἔφη, « καλή, ἡ δὲ λαβὴ αἰσχρά· » ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, « Ἐμὲ δ' οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. » Ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, « Εἰ μὲν ἐχαρίσω, ἔχω· εἰ δ' ἔχρησας, χρῶμαι. » Ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, « Ναί, » ἔφη, « διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμῶμαι. »
63 Ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, « Καὶ εἰ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι. » Ἐρωτηθεὶς πόθεν εἴη, « Κοσμοπολίτης, » ἔφη. Θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, « Περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε; » Ἔρανόν ποτ' αἰτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη,

Τοὺς ἄλλους ἐράνιζ', ἀπὸ δ' Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας· αἰτεῖν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. Ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, « Κἀμέ, » ἔφη, « Σάραπιν ποιήσατε. » Πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, « Καὶ γὰρ ὁ ἥλιος, » ἔφη, « Εἰς τοὺς ἀποπάτους, ἀλλ' οὐ μιαίνεται. »

64 Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μὴ δεῖν ῥυπαρὸν εἰσιέναι. Πρὸς τὸν εἰπόντα, « Οὐδὲν εἰδὼς φιλοσοφεῖς, » ἔφη, « εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. » Πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, « Τί οὖν, » εἶπεν, « ἐμοῦ χρῄζει; » Τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας· καὶ γὰρ ταύτην μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι. Εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν· ἐρωτηθεὶς δὲ διὰ τί, « Τοῦτο, » ἔφη, « ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν. »

65 Ἰδών ποτε νεανίσκον θηλυνόμενον, « Οὐκ αἰσχύνῃ, » ἔφη, « χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; Ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. » Ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον, « Οὐκ αἰσχύνῃ, » ἔφη, « τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; » Πρὸς τὸν εἰπόντα, « Ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, » « Τί οὖν, » ἔφη, « ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; » Πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, « Οὐκ αἰσχύνῃ, » ἔφη, « καταφρονῶν τούτου δι' ὃν μέγα φρονεῖς; » Ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, « Οὐκ αἰσχύνῃ, » ἔφη, « ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν; »

66 Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, « Καὶ ἐν κουρείῳ, » φησί, « κείρομαι. » Ὀνειδιζόμενος ὅτι παρ' Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,

οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρκυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, « Φύλαξαι, » πλήξας αὐτὸν τῇ βακτηρίᾳ, ἔφη, « Φύλαξαι. » Πρὸς τὸν λιπαροῦντα τῇ ἑταίρᾳ, « Τί θέλεις, » ἔφη, « τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; » Πρὸς τὸν μυριζόμενον, « Βλέπε, » εἶπε, « μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. » Τοὺς μὲν οἰκέτας τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.

67 Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, « Ὅτι, » φησί, « τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων. » Ἄσωτον ᾔτει μνᾶν· πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, « Ὅτι, » εἶπε, « παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι. » Ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, « Κἀκεῖνος, » εἶπεν, « αἰτεῖ, ἀλλ'

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. »

Ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, « Ἵνα μὴ πληγῶ. » Τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.

68 Ἐρωτηθεὶς εἰ κακὸς ὁ θάνατος, « Πῶς, » εἶπε, « κακός, οὗ παρόντος οὐκ αἰσθανόμεθα; » Πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, « Οὐ φοβῇ με; », « Τί γάρ, » εἶπεν, « εἶ; Ἀγαθὸν ἢ κακόν; » Τοῦ δὲ εἰπόντος, « Ἀγαθόν, » « Τίς οὖν, » εἶπε, « Τὸ ἀγαθὸν φοβεῖται; » Τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν, τοῖς δὲ πένησι πλοῦτον, τοῖς δὲ πλουσίοις κόσμον εἶναι. Πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, « Ὅρα, » φησί, « μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς. » Εἰπόντος τινὸς ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, « Καὶ τί δεῖ πράττειν, » ἔφη, « εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρῆσθαι; »

69 Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, « Παρρησία. » Εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, « Σὺν θεοῖς, » ἔφη, « διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. » Εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. Καὶ τοιούτους τινὰς ἠρώτα λόγους· εἰ τὸ ἀριστᾶν μηδὲν εἴη ἄτοπον, οὐδ' ἐν ἀγορᾷ ἐστιν ἄτοπον· οὐκ ἔστι δ' ἄτοπον τὸ ἀριστᾶν· οὐδ' ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. Χειρουργῶν δ' ἐν μέσῳ συνεχές, « Εἴθε ἦν, » ἔλεγε, « καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι· » ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.

70 Διττὴν δ' ἔλεγε εἶναι τὴν ἄσκησιν, τὴν μὲν ψυχικήν, τὴν δὲ σωματικήν· ταύτην καθ' ἣν ἐν γυμνασίᾳ συνεχεῖς γινόμεναι φαντασίαι εὐλυσίαν πρὸς τὰ τῆς ἀρετῆς ἔργα παρέχονται. Εἶναι δ' ἀτελῆ τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας, οὐδὲν ἧττον εὐεξίας καὶ ἰσχύος ἐν τοῖς προσήκουσι γενομένης, ὡς περὶ τὴν ψυχὴν καὶ περὶ τὸ σῶμα. Παρετίθετο δὲ τεκμήρια τοῦ ῥᾳδίως ἀπὸ τῆς γυμνασίας ἐν τῇ ἀρετῇ καταγίνεσθαι· ὁρᾶν τε γὰρ ἔν τε ταῖς τέχναις βαναύσοις καὶ ταῖς ἄλλαις οὐ τὴν τυχοῦσαν ὀξυχειρίαν τοὺς τεχνίτας ἀπὸ τῆς μελέτης πεποιημένους τούς τ' αὐλητὰς καὶ τοὺς ἀθλητὰς ὅσον ὑπερφέρουσιν ἑκάτεροι τῇ ἰδίᾳ πονήσει τῇ συνεχεῖ, καὶ ὡς οὗτοι εἰ μετήνεγκαν τὴν ἄσκησιν καὶ ἐπὶ τὴν ψυχήν, οὐκ ἂν ἀνωφελῶς καὶ ἀτελῶς ἐμόχθουν.

71 Οὐδέν γε μὴν ἔλεγε τὸ παράπαν ἐν τῷ βίῳ χωρὶς ἀσκήσεως κατορθοῦσθαι, δυνατὴν δὲ ταύτην πᾶν ἐκνικῆσαι. Δέον οὖν ἀντὶ τῶν ἀχρήστων πόνων τοὺς κατὰ φύσιν ἑλομένους ζῆν εὐδαιμόνως, παρὰ τὴν ἄνοιαν κακοδαιμονοῦσι. Καὶ γὰρ αὐτῆς τῆς ἡδονῆς ἡ καταφρόνησις ἡδυτάτη προμελετηθεῖσα, καὶ ὥσπερ οἱ συνεθισθέντες ἡδέως ζῆν, ἀηδῶς ἐπὶ τοὐναντίον μετίασιν, οὕτως οἱ τοὐναντίον ἀσκηθέντες ἥδιον αὐτῶν τῶν ἡδονῶν καταφρονοῦσι. Τοιαῦτα διελέγετο καὶ ποιῶν ἐφαίνετο, ὄντως νόμισμα παραχαράττων, μηδὲν οὕτω τοῖς κατὰ νόμον ὡς τοῖς κατὰ φύσιν διδούς· τὸν αὐτὸν χαρακτῆρα τοῦ βίου λέγων διεξάγειν ὅνπερ καὶ Ἡρακλῆς, μηδὲν ἐλευθερίας προκρίνων.

72 Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν· πάντα τῶν θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων· πάντα ἄρα τῶν σοφῶν. Περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι· οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος· ἀστεῖον ἄρα ὁ νόμος. Εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων· μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. Ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδὲ ὀνομάζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι· κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.

73 Μηδέν τε ἄτοπον εἶναι ἐξ ἱεροῦ τι λαβεῖν ἢ τῶν ζῴων τινὸς γεύσασθαι· μηδ' ἀνόσιον εἶναι τὸ καὶ τῶν ἀνθρωπείων κρεῶν ἅψασθαι, ὡς δῆλον ἐκ τῶν ἀλλοτρίων ἐθῶν· καὶ τῷ ὀρθῷ λόγῳ πάντ' ἐν πᾶσι καὶ διὰ πάντων εἶναι λέγων. Καὶ γὰρ ἐν τῷ ἄρτῳ κρέας εἶναι καὶ ἐν τῷ λαχάνῳ ἄρτον, καὶ τῶν σωμάτων τῶν λοιπῶν ἐν πᾶσι διά τινων ἀδήλων πόρων [καὶ] ὄγκων εἰσκρινομένων καὶ συνατμιζομένων, ὡς δῆλον ἐν τῷ Θυέστῃ ποιεῖ, εἴ γ' αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου ἐκείνου γνωρίμου ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι. Μουσικῆς τε καὶ γεωμετρικῆς καὶ ἀστρολογίας καὶ τῶν τοιούτων ἀμελεῖν, ὡς ἀχρήστων καὶ οὐκ ἀναγκαίων.

74 Εὐστοχώτατος δ' ἐγένετο ἐν ταῖς ἀπαντήσεσι τῶν λόγων, ὡς δῆλον ἐξ ὧν προειρήκαμεν.

Καὶ πρᾶσιν ἤνεγκε γενναιότατα· πλέων γὰρ εἰς Αἴγιναν καὶ πειραταῖς ἁλοὺς ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο· καὶ τοῦ κήρυκος ἐρωτῶντος τί οἶδε ποιεῖν, ἔφη, « Ἀνθρώπων ἄρχειν. » Ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν προειρημένον Ξενιάδην, ἔφη, « Τούτῳ με πώλει· οὗτος δεσπότου χρῄζει. » Ὠνεῖται δὴ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. Ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιιὼν ἔλεγεν, « Ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε. »

75 Φησὶ δὲ Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ Παιδαγωγικῷ τοὺς γνωρίμους λυτρώσασθαι αὐτὸν θελῆσαι, τὸν δ' εὐήθεις αὐτοὺς εἰπεῖν· οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων. Δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. Θαυμαστὴ δέ τις ἦν περὶ τὸν ἄνδρα πειθώ, ὥστε πάνθ' ὁντινοῦν ῥᾳδίως αἱρεῖν τοῖς λόγοις. Λέγεται γοῦν Ὀνησίκριτόν τινα Αἰγινήτην πέμψαι εἰς τὰς Ἀθήνας δυοῖν ὄντοιν υἱοῖν τὸν ἕτερον Ἀνδροσθένην, ὃν ἀκούσαντα τοῦ Διογένους αὐτόθι προσμεῖναι· τὸν δ' ἐπ' αὐτὸν καὶ τὸν ἕτερον ἀποστεῖλαι τὸν πρεσβύτερον Φιλίσκον τὸν προειρημένον, ὁμοίως δὲ καὶ τὸν Φιλίσκον κατασχεθῆναι.
76 Τὸ τρίτον αὐτὸν ἀφικόμενον μηδὲν ἧττον συνεῖναι τοῖς παισὶ φιλοσοφοῦντα. Τοιαύτη τις προσῆν ἴυγξ τοῖς Διογένους λόγοις. Ἤκουσε δ' αὐτοῦ καὶ Φωκίων ὁ ἐπίκλην χρηστὸς καὶ Στίλπων ὁ Μεγαρεὺς καὶ ἄλλοι πλείους ἄνδρες πολιτικοί.

Λέγεται δὲ πρὸς τὰ ἐνενήκοντα ἔτη βιοὺς τελευτῆσαι. Περὶ δὲ τοῦ θανάτου διάφοροι λέγονται λόγοι· οἱ μὲν γὰρ πολύποδα φαγόντα ὠμὸν χολερικῇ ληφθῆναι καὶ ὧδε τελευτῆσαι· οἱ δὲ τὸ πνεῦμα συγκρατήσαντα, ὧν ἐστι καὶ Κερκιδᾶς ὁ Μεγαλοπολίτης [ἢ Κρής], λέγων ἐν τοῖς μελιάμβοις οὕτως·

Οὐ μὰν ὁ πάρος γα Σινωπεὺς
τῆνος ὁ βακτροφόρας,
διπλείματος, αἰθεριβόσκας,
77 ἀλλ' ἀνέβα
χεῖλος ποτ' ὀδόντας ἐρείσας
καὶ τὸ πνεῦμα συνδακών·
Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως
οὐράνιός τε κύων.

Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, εἴκαζον τὴν τοῦ πνεύματος συγκράτησιν. Ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς Κορίνθου γυμνασίῳ. Κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον· οὐ δὴ εἴκασαν αὐτὸν κοιμᾶσθαι, οὐ γὰρ ἦν τις νυσταλέος καὶ ὑπνηλός· ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν αὐτὸν καταλαμβάνουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι λοιπὸν βουλόμενον ὑπεξελθεῖν τοῦ βίου.

78 Ἔνθα καὶ στάσις, ὥς φασιν, ἐγένετο τῶν γνωρίμων, τίνες αὐτὸν θάψωσιν· ἀλλὰ καὶ μέχρι χειρῶν ἦλθον. Ἀφικομένων δὲ τῶν πατέρων καὶ τῶν ὑπερεχόντων, ὑπὸ τούτοις ταφῆναι τὸν ἄνδρα παρὰ τῇ πύλῃ τῇ φερούσῃ εἰς Ἰσθμόν. Ἐπέστησάν τ' αὐτῷ κίονα καὶ ἐπ' αὐτῷ λίθου Παρίου κύνα. Ὕστερον δὲ καὶ οἱ πολῖται αὐτοῦ χαλκαῖς εἰκόσιν ἐτίμησαν αὐτὸν καὶ ἐπέγραψαν οὕτω·

γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι
κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·
μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας
θνατοῖς καὶ ζωᾶς οἶμον ἐλαφροτάταν.

79 Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ·

{α.} Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος. {Δ.} Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι (οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν) ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.

Δημήτριος δ' ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δ' ἐν Κορίνθῳ τελευτῆσαι. Ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

80 Φέρεται δ' αὐτοῦ βιβλία τάδε· διάλογοι·

Κεφαλίων,
Ἰχθύας,
Κολοιός,
Πόρδαλος,
Δῆμος Ἀθηναίων,
Πολιτεία,
Τέχνη ἠθική,
Περὶ πλούτου,
Ἐρωτικός,
Θεόδωρος,
Ὑψίας,
Ἀρίσταρχος,
Περὶ θανάτου.

Ἐπιστολαί.

Τραγῳδίαι ἑπτά·

Ἑλένη,
Θυέστης,
Ἡρακλῆς,
Ἀχιλλεύς,
Μήδεια,
Χρύσιππος,
Οἰδίπους.

Σωσικράτης δ' ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων οὐδὲν εἶναι Διογένους φασί· τά τε τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους. Σωτίων δ' ἐν τῷ ἑβδόμῳ ταῦτα μόνα φησὶ Διογένους εἶναι· Περὶ ἀρετῆς, Περὶ ἀγαθοῦ, Ἐρωτικόν, Πτωχόν, Τολμαῖον, Πόρδαλον, Κάσανδρον, Κεφαλίωνα, Φιλίσκον, Ἀρίσταρχον, Σίσυφον, Γανυμήδην, Χρείας, Ἐπιστολάς.

81 Γεγόνασι δὲ Διογένεις πέντε· πρῶτος Ἀπολλωνιάτης, φυσικός· ἀρχὴ δ' αὐτῷ τοῦ συγγράμματος ἥδε· « Λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι. » Δεύτερος Σικυώνιος, ὁ γράψας τὰ περὶ Πελοπόννησον· τρίτος αὐτὸς οὗτος· τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος διὰ τὴν γειτονίαν· πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ.

Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.

Μόνιμος[Επεξεργασία]

82 Μόνιμος Συρακόσιος μαθητὴς μὲν Διογένους, οἰκέτης δέ τινος τραπεζίτου Κορινθίου, καθά φησι Σωσικράτης. Πρὸς τοῦτον συνεχὲς ἀφικνούμενος ὁ Ξενιάδης ὁ τὸν Διογένην ἐωνημένος τὴν ἀρετὴν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων διηγούμενος εἰς ἔρωτα τἀνδρὸς ἐνέβαλε τὸν Μόνιμον. Αὐτίκα γὰρ ἐκεῖνος μανίαν προσποιηθεὶς τό τε κέρμα διερρίπτει καὶ πᾶν τὸ ἐπὶ τῆς τραπέζης ἀργύριον ἕως αὐτὸν ὁ δεσπότης παρῃτήσατο· καὶ ὃς εὐθέως Διογένους ἦν. Παρηκολούθησε δὲ καὶ Κράτητι τῷ κυνικῷ συχνὰ καὶ τῶν ὁμοίων εἴχετο, ὅτε καὶ μᾶλλον ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι.

83 Ἐγένετο δ' ἀνὴρ ἐλλόγιμος, ὡς καὶ Μένανδρον αὐτοῦ τὸν κωμικὸν μεμνῆσθαι. Ἔν τινι γοῦν τῶν δραμάτων ἐν τῷ Ἱπποκόμῳ εἶπεν οὕτως·

Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
ἀδοξότερος μικρῷ δ'. {Β.} Ὁ τὴν πήραν ἔχων;
{Α.} Πήρας μὲν οὖν τρεῖς· ἀλλ' ἐκεῖνος ῥῆμά τι
ἐφθέγξατ' οὐδὲν ἐμφερές, μὰ τὸν Δία,
τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις
τούτοις, ὑπὲρ δὲ ταῦθ' ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

Οὗτος μὲν ἐμβριθέστατος ἐγένετο, ὥστε δόξης μὲν καταφρονεῖν, πρὸς δ' ἀλήθειαν παρορμᾶν.

Γέγραφε δὲ παίγνια σπουδῇ λεληθυίᾳ μεμιγμένα καὶ Περὶ ὁρμῶν δύο καὶ Προτρεπτικόν.

Ονησίκριτος[Επεξεργασία]

84 Ὀνησίκριτος· τοῦτον οἱ μὲν Αἰγινήτην, Δημήτριος δ' ὁ Μάγνης Ἀστυπαλαιᾶ φησιν εἶναι. Καὶ οὗτος τῶν ἐλλογίμων Διογένους μαθητῶν.

ἔοικε δέ τι ὅμοιον πεπονθέναι πρὸς Ξενοφῶντα. Ἐκεῖνος μὲν γὰρ Κύρῳ συνεστράτευσεν, οὗτος δὲ Ἀλεξάνδρῳ· κἀκεῖνος μὲν Παιδείαν Κύρου, ὁ δὲ πῶς Ἀλέξανδρος ἤχθη γέγραφε· καὶ ὁ μὲν ἐγκώμιον Κύρου, ὁ δὲ Ἀλεξάνδρου πεποίηκε. Καὶ τῇ ἑρμηνείᾳ δὲ παραπλήσιος, πλὴν ὅτι ὡς ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει.

Γέγονε καὶ Μένανδρος Διογένους μαθητής, ὁ ἐπικαλούμενος Δρυμός, θαυμαστὴς Ὁμήρου, καὶ Ἡγησίας Σινωπεὺς ὁ Κλοιὸς ἐπίκλην, καὶ Φιλίσκος ὁ Αἰγινήτης, ὡς προειρήκαμεν.

Κράτης[Επεξεργασία]

85 Κράτης Ἀσκώνδου Θηβαῖος. Καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. Τούτου Παίγνια φέρεται τάδε·

Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ,
καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,
εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος,
οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν·
ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους,
ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

86 Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα·

τίθει μαγείρῳ μνᾶς δέκ', ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε·

Ταῦτ' ἔχω ὅσσ' ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν' ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

Καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο

Θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

Φέρεται δ' αὐτοῦ κἀκεῖνο·

Ἔρωτα παύει λιμός. Εἰ δὲ μή, χρόνος·
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

87 Ἤκμαζε δὲ κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

Τοῦτόν φησιν Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς θεασάμενον ἔν τινι τραγῳδίᾳ Τήλεφον σπυρίδιον ἔχοντα καὶ τἄλλα λυπρὸν ᾆξαι ἐπὶ τὴν κυνικὴν φιλοσοφίαν· ἐξαργυρισάμενόν τε τὴν οὐσίαν-καὶ γὰρ ἦν τῶν ἐπιφανῶν-ἀθροίσαντα πρὸς τὰ [ἑκατὸν] διακόσια τάλαντα, τοῖς πολίταις ἀνεῖναι ταῦτα. Αὐτὸν δὲ καρτερῶς οὕτω φιλοσοφεῖν ὡς καὶ Φιλήμονα τὸν κωμικὸν αὐτοῦ μεμνῆσθαι. Φησὶ γοῦν·

Καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ,
ἵν' ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.

Φησὶ δὲ Διοκλῆς πεῖσαι αὐτὸν Διογένην τὴν οὐσίαν μηλόβοτον ἀνεῖναι καὶ εἴ τι ἀργύριον εἴη, εἰς θάλατταν βαλεῖν.

88 Καὶ Κράτητος μέν, φησίν, ὁ οἶκος ὑπ' Ἀλεξάνδρου, Ἱππαρχίας δὲ ὑπὸ Φιλίππου. Πολλάκις τε τῇ βακτηρίᾳ τῶν συγγενῶν τινας προσιόντας καὶ ἀποτρέποντας ἐδίωκε, καὶ ἦν γενναῖος.

Φησὶ δὲ Δημήτριος ὁ Μάγνης τραπεζίτῃ τινὶ παρακαταθέσθαι τἀργύριον, συνθέμενον, εἰ μὲν οἱ παῖδες ἰδιῶται γενηθεῖεν, αὐτοῖς ἀποδοῦναι· εἰ δὲ φιλόσοφοι, τῷ δήμῳ διανεῖμαι· μηδενὸς γὰρ ἐκείνους δεήσεσθαι φιλοσοφοῦντας. Ἐρατοσθένης δέ φησιν ἐξ Ἱππαρχίας, περὶ ἧς λέξομεν, γενομένου παιδὸς αὐτῷ ὄνομα Πασικλέους, ὅτ' ἐξ ἐφήβων ἐγένετο, ἀγαγεῖν αὐτὸν ἐπ' οἴκημα παιδίσκης καὶ φάναι τοῦτον αὐτῷ πατρῷον εἶναι τὸν γάμον·
89 τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, <οὓς> φυγάς τε καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι.

Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου. Χάριεν δ' αὐτοῦ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. Φησὶ γάρ· παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, « Τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα; » ἔλεγέ τ' ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, « Νικόδρομος ἐποίει. »
90 Τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας.

Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, « Εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον. » Δῆλον οὖν ὡς ὕδωρ ἔπινεν. Ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, « Καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον· » ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. Ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς - οἱ δέ, ἐν Κορίνθῳ ὑπ' Εὐθυκράτους - καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν,

Ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.

91 Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. Ἔπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, « Ἔνδον Ἀσκληπιάδης. » Ἐφ' ᾧ δυσχεράναντα τὸν Μενέδημον ἕλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν.

Ζήνων δ' ὁ Κιτιεὺς ἐν ταῖς Χρείαις καὶ κῴδιον αὐτόν φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. Ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. Εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, « Θάρρει, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος·
92 τούτους δ' ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ. » Ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. Ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν· οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. Συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,

Στείχεις δή, φίλε κυρτών,
[βαίνεις] εἰς Ἀίδαο δόμους [κυφὸς ὥρην διὰ γῆρας].

93 Πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη, « Καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει. » Ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης ἀνεπιβουλεύτου φθόνῳ. Μέμνηται δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Διδύμαις οὕτως·

Συμπεριπατήσεις γὰρ τρίβων' ἔχουσ' ἐμοί,
ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ' ἡ γυνή,
καὶ θυγατέρ' ἐξέδωκ' ἐκεῖνος, ὡς ἔφη
αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθ' ἡμέρας.

Μαθηταὶ δ' αὐτοῦ·

Μητροκλής[Επεξεργασία]

94 Μητροκλῆς, ἀδελφὸς Ἱππαρχίας, ὃς πρότερον ἀκούων Θεοφράστου τοῦ περιπατητικοῦ τοσοῦτον διέφθαρτο ὥστε ποτὲ μελετῶν καὶ μεταξύ πως ἀποπαρδὼν ὑπ' ἀθυμίας οἴκοι κατάκλειστος ἦν, ἀποκαρτερεῖν βουλόμενος. Μαθὼν δὴ ὁ Κράτης εἰσῆλθε πρὸς αὐτὸν παρακληθεὶς καὶ θέρμους ἐπίτηδες βεβρωκὼς ἔπειθε μὲν αὐτὸν καὶ διὰ τῶν λόγων μηδὲν φαῦλον πεποιηκέναι· τέρας γὰρ ἂν γεγονέναι εἰ μὴ καὶ τὰ πνεύματα κατὰ φύσιν ἀπεκρίνετο· τέλος δὲ καὶ ἀποπαρδὼν ἀνέρρωσεν αὐτόν, ἀφ' ὁμοιότητος τῶν ἔργων παραμυθησάμενος. Τοὐντεῦθεν ἤκουεν αὐτοῦ καὶ ἐγένετο ἀνὴρ ἱκανὸς ἐν φιλοσοφίᾳ.

95 Οὗτος τὰ ἑαυτοῦ συγγράμματα κατακαίων, ὥς φησιν Ἑκάτων ἐν πρώτῳ Χρειῶν, ἐπέλεγε·

Τάδ' ἔστ' ὀνείρων νερτέρων φαντάσματα,

[οἷον λῆρος]· οἱ δ', ὅτι τὰς Θεοφράστου ἀκροάσεις καταφλέγων ἐπέλεγε,

Ἥφαιστε, πρόμολ' ὧδε, πόλις νύ τι σεῖο χατίζει.

Οὗτος ἔλεγε τῶν πραγμάτων τὰ μὲν ἀργυρίου ὠνητὰ εἶναι, οἷον οἰκίαν· τὰ δὲ χρόνου καὶ ἐπιμελείας, ὡς παιδείαν. Τὸν πλοῦτον βλαβερόν, εἰ μή τις ἀξίως αὐτῷ χρῷτο.

Ἐτελεύτα δὲ ὑπὸ γήρως ἑαυτὸν πνίξας.

Μαθηταὶ δ' αὐτοῦ Θεόμβροτος καὶ Κλεομένης, Θεομβρότου Δημήτριος ὁ Ἀλεξανδρεύς, Κλεομένους Τίμαρχος Ἀλεξανδρεὺς καὶ Ἐχεκλῆς Ἐφέσιος· οὐ μὴν ἀλλὰ καὶ Ἐχεκλῆς Θεομβρότου διήκουσεν, οὗ Μενέδημος, περὶ οὗ λέξομεν. ἐγένετο καὶ Μένιππος Σινωπεὺς ἐν αὐτοῖς ἐπιφανής.

Ιππαρχία[Επεξεργασία]

96 Ἐθηράθη δὲ τοῖς λόγοις καὶ ἡ ἀδελφὴ τοῦ Μητροκλέους Ἱππαρχία. Μαρωνεῖται δ' ἦσαν ἀμφότεροι.

Καὶ ἤρα τοῦ Κράτητος καὶ τῶν λόγων καὶ τοῦ βίου, οὐδενὸς τῶν μνηστευομένων ἐπιστρεφομένη, οὐ πλούτου, οὐκ εὐγενείας, οὐ κάλλους· ἀλλὰ πάντ' ἦν Κράτης αὐτῇ. Καὶ δὴ καὶ ἠπείλει τοῖς γονεῦσιν ἀναιρήσειν αὑτήν, εἰ μὴ τούτῳ δοθείη. Κράτης μὲν οὖν παρακαλούμενος ὑπὸ τῶν γονέων αὐτῆς ἀποτρέψαι τὴν παῖδα, πάντ' ἐποίει, καὶ τέλος μὴ πείθων, ἀναστὰς καὶ ἀποθέμενος τὴν ἑαυτοῦ σκευὴν ἀντικρὺ αὐτῆς ἔφη, « Ὁ μὲν νυμφίος οὗτος, ἡ δὲ κτῆσις αὕτη, πρὸς ταῦτα βουλεύου· οὐδὲ γὰρ ἔσεσθαι κοινωνός, εἰ μὴ καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων γενηθείης. »

97 Εἵλετο ἡ παῖς καὶ ταὐτὸν ἀναλαβοῦσα σχῆμα συμπεριῄει τἀνδρὶ καὶ ἐν τῷ φανερῷ συνεγίνετο καὶ ἐπὶ τὰ δεῖπνα ἀπῄει. Ὅτε καὶ πρὸς Λυσίμαχον εἰς τὸ συμπόσιον ἦλθεν, ἔνθα Θεόδωρον τὸν ἐπίκλην Ἄθεον ἐπήλεγξε, σόφισμα προτείνασα τοιοῦτον· ὃ ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδ' Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτ' ἄν· Θεόδωρος δὲ τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδ' ἄρα Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. Ὁ δὲ πρὸς μὲν τὸ λεχθὲν οὐδὲν ἀπήντησεν, ἀνέσυρε δ' αὐτῆς θοἰμάτιον· ἀλλ' οὔτε κατεπλάγη Ἱππαρχία οὔτε διεταράχθη ὡς γυνή.
98 Ἀλλὰ καὶ εἰπόντος αὐτῇ, « Αὕτη ἐστὶν

Ἡ τὰς παρ' ἱστοῖς ἐκλιποῦσα κερκίδας; »,

« Ἐγώ, » φησίν, « εἰμί, Θεόδωρε· ἀλλὰ μὴ κακῶς σοι δοκῶ βεβουλεῦσθαι περὶ αὑτῆς, εἰ, τὸν χρόνον ὃν ἔμελλον ἱστοῖς προσαναλώσειν, τοῦτον εἰς παιδείαν κατεχρησάμην; » Καὶ ταῦτα μὲν καὶ ἄλλα μυρία τῆς φιλοσόφου.

Φέρεται δὲ τοῦ Κράτητος βιβλίον Ἐπιστολαί, ἐν αἷς ἄριστα φιλοσοφεῖ, τὴν λέξιν ἔστιν ὅτε παραπλήσιος Πλάτωνι. Γέγραφε καὶ τραγῳδίας ὑψηλότατον ἐχούσας φιλοσοφίας χαρακτῆρα, οἷόν ἐστι κἀκεῖνο)·

Οὐχ εἷς πάτρας μοι πύργος, οὐ μία στέγη,
πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος
ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα.

Ἐτελεύτησε δὲ γηραιὸς καὶ ἐτάφη ἐν Βοιωτίᾳ.

Μένιππος[Επεξεργασία]

99 Μένιππος, καὶ οὗτος κυνικός, τὸ ἀνέκαθεν ἦν Φοῖνιξ, δοῦλος, ὥς φησιν Ἀχαϊκὸς ἐν Ἠθικοῖς. Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι. ἀτηρότερον δ' αἰτῶν ὑπὸ φιλαργυρίας ἴσχυσε Θηβαῖος γενέσθαι.

Φέρει μὲν οὖν σπουδαῖον οὐδέν· τὰ δὲ βιβλία αὐτοῦ πολλοῦ καταγέλωτος γέμει καί τι ἴσον τοῖς Μελεάγρου τοῦ κατ' αὐτὸν γενομένου.

Φησὶ δ' Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν·
100 τέλος δ' ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ' ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν·

Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,
ἡμεροδανειστήν - τοῦτο γὰρ ἐπεκλῄζετο -

οἶσθα Μένιππον ἴσως.

Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ
καὶ πάντ' ἀπέβαλεν οὐδ' ἐνόει φύσιν κυνός,
αὑτὸν ἀνεκρέμασεν.

Ἔνιοι δὲ τὰ βιβλί' αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.

101 Γεγόνασι δὲ Μένιπποι ἕξ· πρῶτος ὁ γράψας τὰ περὶ Λυδῶν καὶ Ξάνθον ἐπιτεμόμενος, δεύτερος αὐτὸς οὗτος, τρίτος Στρατονικεὺς σοφιστής, Κὰρ τὸ ἀνέκαθεν· τέταρτος ἀνδριαντοποιός, πέμπτος καὶ ἕκτος ζωγράφοι· μέμνηται δ' ἀμφοτέρων Ἀπολλόδωρος.

Τὰ δ' οὖν τοῦ κυνικοῦ βιβλία ἐστὶ δεκατρία,

Νέκυια,
Διαθῆκαι,
Ἐπιστολαὶ κεκομψευμέναι ἀπὸ τῶν θεῶν προσώπου,
Πρὸς τοὺς φυσικοὺς καὶ μαθηματικοὺς καὶ γραμματικοὺς καὶ
Γονὰς Ἐπικούρου καὶ
Τὰς θρησκευομένας ὑπ' αὐτῶν εἰκάδας.

καὶ ἄλλα.

Μενέδημος[Επεξεργασία]

102 Μενέδημος Κωλώτου τοῦ Λαμψακηνοῦ μαθητής. Οὗτος, καθά φησιν Ἱππόβοτος, εἰς τοσοῦτον τερατείας ἤλασεν ὥστε Ἐρινύος ἀναλαβὼν σχῆμα περιῄει, λέγων ἐπίσκοπος ἀφῖχθαι ἐξ ᾅδου τῶν ἁμαρτανομένων, ὅπως πάλιν κατιὼν ταῦτα ἀπαγγέλλοι τοῖς ἐκεῖ δαίμοσιν. Ἦν δὲ αὐτῷ ἡ ἐσθὴς αὕτη· χιτὼν φαιὸς ποδήρης, περὶ αὐτῷ ζώνη φοινικῆ, πῖλος Ἀρκαδικὸς ἐπὶ τῆς κεφαλῆς ἔχων ἐνυφασμένα τὰ δώδεκα στοιχεῖα, ἐμβάται τραγικοί, πώγων ὑπερμεγέθης, ῥάβδος ἐν τῇ χειρὶ μειλίνη.

103 Καὶ οὗτοι μὲν οἱ βίοι τῶν κυνικῶν ἑκάστου. Προσυπογράψομεν δὲ καὶ τὰ κοινῇ ἀρέσκοντα αὐτοῖς, αἵρεσιν καὶ ταύτην εἶναι ἐγκρίνοντες τὴν φιλοσοφίαν, οὐ, καθά φασί τινες, ἔνστασιν βίου. Ἀρέσκει οὖν αὐτοῖς τὸν λογικὸν καὶ τὸν φυσικὸν τόπον περιαιρεῖν, ἐμφερῶς Ἀρίστωνι τῷ Χίῳ, μόνῳ δὲ προσέχειν τῷ ἠθικῷ. Καὶ ὅπερ τινὲς ἐπὶ Σωκράτους, τοῦτο Διοκλῆς ἐπὶ Διογένους ἀναγράφει, τοῦτον φάσκων λέγειν, « Δεῖ ζητεῖν

Ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται. »

Παραιτοῦνται δὲ καὶ τὰ ἐγκύκλια μαθήματα. Γράμματα γοῦν μὴ μανθάνειν ἔφασκεν ὁ Ἀντισθένης τοὺς σώφρονας γενομένους, ἵνα μὴ διαστρέφοιντο τοῖς ἀλλοτρίοις.
104 Περιαιροῦσι δὲ καὶ γεωμετρίαν καὶ μουσικὴν καὶ πάντα τὰ τοιαῦτα. Ὁ γοῦν Διογένης πρὸς τὸν ἐπιδεικνύντα αὐτῷ ὡροσκοπεῖον, « Χρήσιμον, » ἔφη, « τὸ ἔργον πρὸς τὸ μὴ ὑστερῆσαι δείπνου. » πρὸς τὸν ἐπιδεικνύντα αὐτῷ μουσικὴν ἔφη·

Γνώμαις γὰρ ἀνδρῶν εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δ' οἶκος, οὐ ψαλμοῖσι καὶ τερετίσμασιν.

Ἀρέσκει δ' αὐτοῖς καὶ τέλος εἶναι τὸ κατ' ἀρετὴν ζῆν, ὡς Ἀντισθένης φησὶν ἐν τῷ Ἡρακλεῖ , ὁμοίως τοῖς στωικοῖς· ἐπεὶ καὶ κοινωνία τις ταῖς δύο ταύταις αἱρέσεσίν ἐστιν. Ὅθεν καὶ τὸν κυνισμὸν εἰρήκασι σύντομον ἐπ' ἀρετὴν ὁδόν. Καὶ οὕτως ἐβίω καὶ Ζήνων ὁ Κιτιεύς.

105 Ἀρέσκει δ' αὐτοῖς καὶ λιτῶς βιοῦν, αὐτάρκεσι χρωμένοις σιτίοις καὶ τρίβωσι μόνοις, πλούτου καὶ δόξης καὶ εὐγενείας καταφρονοῦσιν. Ἔνιοι γοῦν καὶ βοτάναις καὶ παντάπασιν ὕδατι χρῶνται ψυχρῷ σκέπαις τε ταῖς τυχούσαις καὶ πίθοις, καθάπερ Διογένης, ὃς ἔφασκε θεῶν μὲν ἴδιον εἶναι μηδενὸς δεῖσθαι, τῶν δὲ θεοῖς ὁμοίων τὸ ὀλίγων χρῄζειν.

Ἀρέσκει δ' αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι, καθά φησιν Ἀντισθένης ἐν τῷ Ἡρακλεῖ, καὶ ἀναπόβλητον ὑπάρχειν· ἀξιέραστόν τε τὸν σοφὸν καὶ ἀναμάρτητον καὶ φίλον τῷ ὁμοίῳ, τύχῃ τε μηδὲν ἐπιτρέπειν. Τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγουσιν ὁμοίως Ἀρίστωνι τῷ Χίῳ.

Καὶ οὗτοι μὲν οἱ κυνικοί· μετιτέον δ' ἐπὶ τοὺς στωικούς, ὧν ἦρξε Ζήνων, μαθητὴς γενόμενος Κράτητος.